In Basilium fratrem
Gregory of Nyssa (gregory-of-nyssa)Frat 19 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
19.1
Ἆρα χρὴ καὶ τοῦ Σαμουὴλ κατατολμῆσαι τῷ λόγῳ; ἀλλ' ἐν τοῖς ἄλλοις πᾶσι τῶν πρωτείων τῷ προφήτῃ παραχωρήσαντες, πρὸς δύο τινὰ τῶν περὶ αὐτοῦ λεγομένων καὶ τὰ περὶ τὸν διδάσκαλον ἡμῶν οἰκείως ἔχοντα δείξομεν· θεόσδοτος ἀμφοτέρων ἡ γέννησις ἦν. ὡς γὰρ ἐκεῖνον ἡ μήτηρ, οὕτω καὶ τοῦτον ἐξ αἰτήσεως θείας ὁ πατὴρ ἐτεκνώσατο. καὶ ἀρρωστίᾳ ποτὲ συσχεθέντος ἐπιθανατίῳ ἔτι ἐν τῷ νέῳ τῆς ἡλικίας, εἶδεν ὁ πατὴρ ἐπιφανέντα αὐτῷ κατὰ τὴν ἐνύπνιον ὄψιν τὸν Κύριον τὸν ἐν τῷ Εὐαγγελίῳ τὸν παῖδα τῷ βασιλικῷ χαρισάμενον, κἀκεῖνα εἰπόντα πρὸς τοῦτον ἃ πρὸς ἐκεῖνον εἶπεν ὁ Κύριος· ὅτι Πορεύου, ὁ υἱός σου ζῇ. οὗ τὴν πίστιν καὶ αὐτὸς μιμησάμενος τὸν αὐτὸν ἐπὶ τῇ πίστει καρπὸν ἐκομίσατο τὴν τοῦ υἱοῦ σωτηρίαν ἐκ τῆς φιλανθρωπίας τοῦ Κυρίου δεξάμενος. ἓν μὲν δὴ τοῦτο τοῖς θαύμασι τοῦ Σαμουὴλ ἀνατίθεμεν· ἕτε ρον δὲ ὅτι τὸ εἶδος τῆς ἱερουργίας τὸ αὐτὸ τοῖς δύο διεσπουδάσθη. εἰρηνικὰς γὰρ προσήγαγον ἀμφότεροι τῷ Θεῷ τὰς θυσίας ὑπὲρ τῆς τῶν πολεμίων ἀναιρέσεως ἱερουργοῦντες, ὁ μὲν ἐπὶ τῇ καταλύσει τῶν αἱρέσεων, ὁ δὲ κατὰ τῶν ἀλλοφύλων τοῦ το ποιῶν.