Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Basilium fratrem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
20.1
Μωϋσῆς δὲ ὁ μέγας κοινὸν πρόκειται πᾶσι τοῖς πρὸς ἀρετὴν ὁρῶσιν ὑπόδειγμα· καὶ οὐκ ἄν τις πλημμελοίη τοῦ ἰδίου βίου σκοπὸν τὴν ἀρετὴν τοῦ νομοθέτου ποιούμενος. οὐκοῦν ἀνεπίφθονον πάντως ἂν εἴη δεῖξαι τὸν διδάσκαλον ἡμῶν, ἐν οἷς οἷός τε ἦν, τὸν νομοθέτην ἐπὶ τοῦ βίου μιμούμενον. ἐν τίσι τοίνυν ἡ μίμησις ἦν; ἄρχουσά τις τῶν Αἰγυπτίων εἰσποιησα μένη τὸν Μωϋσέα παιδεύει τὴν ἐγχώριον παίδευσιν, οὐκ ἀποστάντα τοῦ μητρῴου μαζοῦ ἕως ἔδει τὴν πρώτην ἡλικίαν τῇ τοιαύτῃ τροφῇ τιθηνήσασθαι. τοῦτο καὶ τῷ διδασκάλῳ μαρ τυρεῖ ἡ ἀλήθεια. ἀνατρεφόμενος γὰρ ὑπὸ τῆς ἔξω σοφίας ἀεὶ τοῦ μαζοῦ τῆς Ἐκκλησίας εἴχετο, τοῖς ἐντεῦθεν διδάγμασι τὴν ψυχὴν αὔξων καὶ ἁδρυνόμενος. ἠρνήσατο μετὰ ταῦτα ὁ Μωϋσῆς τῆς ψευδωνύμου μητρὸς τὴν σεσοφισμένην συγγένειαν. οὐδὲ οὗτος παρέμεινεν ἐπιπολὺ νομίζεσθαι τοῦτο ᾧ ἐπῃσχύνετο. πᾶσαν γὰρ τὴν ἐκ τῶν ἔξωθεν λόγων δόξαν ἀποσεισάμενος ὥσπερ τὴν βασιλείαν ἐκεῖνος, πρὸς τὸν ταπεινὸν ἀπηυτομόλησε βίον, καθάπερ καὶ τοὺς Ἑβραίους ὁ Μωϋσῆς προτιμοτέρους τῶν Αἰγυπτίων θησαυρῶν ἐποιήσατο. τῆς δὲ φύσεως ἐφ' ἑκάστου τὸ ἑαυτῆς ἐνεργούσης, ἑκάστου γὰρ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, οὐδὲ οὗτος ἐκτὸς ἦν τῆς τοῦ Αἰγυπτίου λογισμοῦ μάχης, ἣν ἐπῆγε τῷ καθαρεύοντι· ἀλλὰ συμμαχῶν τῷ βελτίονι, νεκρὸν ἐποίει τὸν κακῶς τῷ Ἑβραίῳ ἐπεγειρόμενον. Ἑβραῖος ἦν δὲ λογισμὸς ὁ ἐκκεκαθαρμένος καὶ ἀμόλυντος. ὁ γὰρ διὰ τοῦ νεκρῶσαι τὰ ἐπὶ τῆς γῆς μέλη τῇ ψυχῇ συμμαχῶν μιμεῖται τοῦ Μωϋσέως τὴν ἀριστείαν ἣν κατὰ τοῦ Αἰγυπτίου ἐνήργησεν. παραδραμεῖν δὲ προσήκει τὰ πολλὰ τῆς ἱστορίας ὡς ἂν μὴ πολὺν ὄχλον ἐπάγοι τῇ ἀκοῇ, τὸ πάντα δι' ἀκριβείας θέλειν ἐκτίθεσθαι ὅσα τε ἐπὶ Μωϋσέως ὁ λόγος κατέχει καὶ ἐν οἷς ἐγένετο τοῦ διδασκάλου ἡ πρὸς τὸν νομοθέτην ὁμοίωσις. 21 Κατέλιπε τὴν Αἴγυπτον μετὰ τὸν θάνατον τοῦ Αἰγυπτίου ὁ Μωϋσῆς καὶ πολὺν ἐν τῷ μέσῳ διῆγεν χρόνον ἐφ' ἑαυτοῦ ἰδιάζων. κατέλιπε καὶ οὗτος τοὺς ἐν ἄστει θορύβους καὶ τὰς ὑλικὰς ταύτας περιηχήσεις, καὶ ἦν ἐπὶ τῆς ἐσχατιᾶς προσφιλοσοφῶν τῷ Θεῷ. κατελάμφθη τῷ φωτὶ διὰ τῆς βάτου ἐκεῖνος. ἔχομέν τι συγγενὲς τῆς ὀπτασίας ταύτης καὶ ἐπὶ τού του εἰπεῖν· ὅτι νυκτὸς οὔσης γίνεται αὐτῷ φωτὸς ἔλλαμψις κατὰ τὸν οἶκον προσευχομένῳ· ἄϋλον δέ τι τὸ φῶς ἦν ἐκεῖνο θείᾳ δυνάμει καταφωτίζον τὸ οἴκημα, ὑπ' οὐδενὸς πράγματος ὑλικοῦ ἐξαπτόμενον. σώζει τὸν λαὸν ὁ Μωϋσῆς ἐκ τοῦ τυράννου ῥυσάμενος. μαρτυρεῖ τὰ ἴσα τοῦ καθ' ἡμᾶς νομοθέτου ὁ λαὸς οὗτος, οὗ διὰ τῆς ἱερωσύνης πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καθηγήσατο. καὶ τί χρὴ τὰ καθ' ἕκα στον λέγειν, ὅσους διήγαγε καὶ οὗτος διὰ τοῦ ὕδατος, ὅσοις διὰ τοῦ λόγου τὸν στύλον τοῦ πυρὸς ἐδᾳδούχησεν, ὅσους τῇ τοῦ Πνεύματος νεφέλῃ διέσωσεν, ὅσους ἔθρεψε τῇ οὐρανίᾳ τροφῇ, ὅπως ἐμιμεῖτο τὴν πέτραν ᾗ ποτε τῷ ξύλῳ ἀνεστομώθη τὸ ὕδωρ, τουτέστιν, ᾗ ποτε ὁ τοῦ σταυροῦ τύπος τοῦ στόματος ἔθιγεν, ὅπως ἐπότιζε τοὺς διψῶντας τοῦ ὕδατος ἐκείνου τῷ πλήθει τῆς ἐπιρροῆς τὰς ἀβύσσους μιμούμενος, οἵαν μαρτυρίου σκηνὴν καὶ σωματικῶς μὲν ἐν τῷ προαστείῳ κατεσκευάσατο, τοὺς πτωχοὺς τῷ σώματι πτωχοὺς τῷ πνεύματι διὰ τῆς ἀγαθῆς διδασκαλίας εἶναι ποιήσας, ὥστε αὐτοῖς γενέσθαι μακαριστὴν τὴν πτωχείαν τῆς ἀληθινῆς βασιλείας προξενοῦσαν τὴν χάριν; σκηνὴν δὲ ἀληθῆ πρὸς τὴν τοῦ Θεοῦ κατοίκησιν τὴν ἑκάστου ψυχὴν ἐδημιούργει τῷ λόγῳ, καὶ στύλους τινὰς ἐν αὐτῇ κατα σκευάζων· λογισμοὺς λέγω τοὺς στύλους τοὺς τὸ ἐπί πονον τῆς ἀρετῆς ὑπερείδοντας· καὶ λουτῆρας ὡσαύτως πρὸς τὸ ἐκπλύνειν τῆς ψυχῆς τὰ μιάσματα, τῷ ἐκ τῶν ὀφθαλμῶν ὕδατι τὸν μολυσμὸν ἀποκλύζοντας. ὅσας λυχνίας ἐνετίθει τῇ ἑκάστου ψυχῇ, καταφωτίζων τῷ λόγῳ τὰ κρύφια. οἷα τὰ τῶν προσευχῶν θυμιατήριά τε καὶ θυσιαστήρια κατεσκεύασεν ἐκ καθαροῦ καὶ ἀδόλου χρυσίου, τουτέστιν, ἐξ ἀληθινῆς τε καὶ καθαρᾶς διαθέσεως, οὗ μηδὲν ὁ βαρὺς τῆς κενοδοξίας μόλυβδος τὴν λαμπηδόνα τῶν γινομένων ἠμαύρωσεν. τί δεῖ λέγειν τὴν μυστικὴν κιβωτόν, οἵαν ἑκάστῳ ἐτεκτήνατο, τὰς πλάκας τῆς διαθήκης τὰς τῷ θείῳ δακτύλῳ ἐγγεγραμμένας ἐντιθεὶς τῇ ψυχῇ; λέγω δὲ ταῦτα πρὸς ἐκεῖνο βλέπων, ὅτι τὴν ἑκάστου καρδίαν ἐποίει κιβωτὸν περιεκτικὴν τῶν πνευματικῶν μυστη ρίων, γραπτὸν ἔχουσαν τὸν νόμον διὰ τῶν ἔργων καταγραφό μενον τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, οὕτω γὰρ ὁ δάκτυλος τοῦ Θεοῦ ἑρμηνεύεται· ἐν ᾗ καὶ τῆς ἱερωσύνης ἡ ῥάβδος ἀεὶ τὸν ἴδιον καρπὸν ἐξήνθει διὰ τῆς μετουσίας τῶν ἁγιασμάτων ἀνα βλαστάνουσα· καὶ ἡ στάμνος οὐκ ἐκενοῦτο τοῦ μάννα. τότε γὰρ κενὸν γίνεται τῆς ψυχῆς τὸ ἀγγεῖον τῆς οὐρανίας τροφῆς, ὅταν ἁμαρτία παρεμπεσοῦσα τὴν ἐπιρροὴν τοῦ μάννα κωλύσῃ. μάννα δέ ἐστιν ἄρτος οὐράνιος.

Intertext edge

Open linked passage

Note