Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Basilium fratrem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.1
Τί χρὴ λέγειν ὅπως δι' ἀκριβείας τὴν ἱερατικὴν στολὴν αὐτός τε περιετίθετο καὶ κατεκόσμει τοὺς ἄλλους τῷ καθ' ἑαυτὸν ὑποδείγματι, ἀεὶ φέρων τὸν ἐπὶ τοῦ στήθους κόσμον, ᾧ ὄνομα λογεῖον τε καὶ δήλωσις καὶ ἀλήθεια; ἃ πάντα παρίημι τοῖς φιλοπονωτέροις κατὰ τὴν τροπικὴν σημασίαν ἐφαρμόζειν τῷ διδασκάλῳ· δι' ὧν αὐτός τε τοιοῦτος ἦν καὶ τοῖς ἄλλοις ἐκοινώνει τοῦ κόσμου. πολλάκις ἔγνωμεν αὐτὸν καὶ ἐντὸς τοῦ γνόφου γενόμενον, οὗ ἦν ὁ Θεός. τὸ γὰρ τοῖς ἄλλοις ἀθεώρητον, ἐκείνῳ ληπτὸν ἐποίει ἡ μυσταγωγία τοῦ Πνεύματος, ὡς δοκεῖν ἐντὸς τῆς περιοχῆς εἶναι τοῦ γνόφου ᾧ ὁ περὶ τοῦ Θεοῦ λόγος ἐναποκρύπτεται. πολλάκις ἀντέστησεν ἑαυτὸν τοῖς Ἀμαληκίταις ὅπλῳ χρησάμενος τῇ προσευχῇ. οὗ τὰς χεῖρας ἐπαίροντος ὁ ἀληθινὸς Ἰησοῦς κατηγωνίζετο τὸν πολέμιον. πολλῶν κατὰ τὸν Βαλαὰμ ἐκεῖνον γοήτων τὰς μαγγανείας διέλυσεν· οἳ οὐχὶ τοῦ ἀληθινοῦ λόγου ἀκούοντες, ἀλλὰ τῇ ὀνώδει διδασκαλίᾳ τῶν δαιμόνων πειθόμενοι ἀνενέργητον εἶχον εἰς κακίαν τὸ στόμα τῆς τοῦ διδασκάλου εὐχῆς εἰς εὐλογίαν τὴν κατάραν μετατιθείσης. ταῦτα δὲ παρ' ἡμῶν λέγεται δι' ἐπιδρομῆς τε καὶ συντομίας· ἐφαρμόσει δὲ τῇ ἀληθείᾳ τῶν γεγονότων τὰ καθ' ἕκαστον ὁ μὴ ἀγνοῶν τοῦ Ἁγίου τὸν βίον, ὅσοι διὰ φαρμακείας τε καὶ γοητείας ἐπιβουλὰς κατά τινων συσκευάσαντες ἄπρακτον ἔσχον τὴν πονηρίαν, μὴ συγχωρηθέντες ὑπὸ τῆς τοῦ διδασκάλου πίστεως προαγαγεῖν τὸ κακὸν εἰς τελείωσιν. ἀλλὰ πάντα τὰ διὰ μέσου καταλιπὼν τοῦ τέλους ἀμφοτέρων ἐπιμνησθήσομαι·

Intertext edge

Open linked passage

Note