In Basilium fratrem
Gregory of Nyssa (gregory-of-nyssa)Frat 23 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Ἀφῆκε μὲν τὸν βίον ἑκάτερος· μνημόσυνον δὲ τῆς ἰδίας περὶ τὴν σάρκα σχέσεως οὐθέτερος αὐτῶν τῷ βίῳ κατέλιπεν. οὔτε γὰρ Μωϋσέως τάφος εὑρίσκεται, οὔτε οὗτος περιουσίᾳ τινὶ ὑλικῇ ὑπεχώσθη· ἀλλ' ὁμοῦ τε παρῆλθε τὸν βίον καὶ συμπαρῆλθεν αὐτῷ πάντα δι' ὧν ὁ βίος τῶν ἀνθρώπων ἔχει τὴν σύστασιν, ὡς μηδὲν εὑρεθῆναι τοῦ ἀνδρὸς ὑλικὸν μνημεῖον ἐκ τῆς τῶν ὑπολειφθέντων περιουσίας καταχωννύον αὐτοῦ τὴν πρὸς τὸ κρεῖττον ὑπόληψιν· ὥσπερ ἐπὶ τοῦ Μωϋσέως ἡ ἱστορία λέγουσα τοῦτο, ὅτι οὐχ εὑρέθη αὐτοῦ τάφος ἕως τῆς σήμερον ἡμέρας. εἰ οὖν τοιοῦτος ἀπὸ τοῦ λόγου ἡμῖν ἀναδέδεικται ὁ Μέγας Βασίλειος, ὥστε μὴ πόρρω τῶν ἁγίων εἶναι αὐτὸν διὰ τοῦ βίου πρὸς ἕκαστον τῶν μεγάλων παρατιθέμενον, καλῶς ἡμῖν ἡ ἀκολουθία τῶν ἑορτῶν ἐπὶ τοῦτον ἄγει νῦν τὴν ἐνεστῶσαν πανήγυριν.