In Basilium fratrem
Gregory of Nyssa (gregory-of-nyssa)Frat 26 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
26.1
Εἰ οὖν ἀχώρητον τῷ ἡμετέρῳ λόγῳ τὸ ἁρμόζον ἐκείνῳ ἐγκώμιον, παραιτητέον ἂν εἴη τὰς τοιαύτας σπουδὰς καὶ παραγράφεσθαι τῶν ἐγκωμίων τὰς τέχνας. πῶς οὖν τὴν ἐπ' αὐτῷ μνήμην ἀγάγωμεν, ἴσως ἐρεῖ τις, εἰ μὴ μετ' ἐγκωμίων τοῦτο ποιήσωμεν; πῶς ὁ νόμος τῆς Γραφῆς πληρωθήσεται, ὅς φησι, τὴν μνήμην τῶν δικαίων μετ' ἐγκωμίων δεῖ γενέσθαι, εἰ τὸ μὲν διὰ τῶν ἀληθῶν ἐπαίνων προσάγειν τὸν λόγον ἐστὶν ἀμήχανον, τὸ δὲ διὰ τῶν κοινοτέρων ἐφύβριστον; ἀλλ' ἔστιν ἴσως οὐκ ἀπορῆσαί τινος ἐπινοίας, ὡς μὴ πάντη τῶν ἡμετέρων αὐτὸν ἐπαίνων καταλειφθῆναι ἀγέραστον. τίς οὖν ἐστιν ἡ ἐπίνοια; τίς οὐκ οἶδεν ὅτι πᾶς λόγος τῶν ἔργων διεζευγμένος μάταιος καθ' ἑαυτόν ἐστι καὶ ἀνυπόστατος; ἡ δὲ τῶν ἔργων φύσις ἐν ὑποστάσει καὶ ἀληθείᾳ τὸ λεγόμενον δείκνυσιν. οὐκοῦν προτιμότερος ἂν εἴη τοῦ λόγου ὁ διὰ τῶν ἔργων πληρούμενος ἔπαινος. τοῦτο δέ ἐστι τί; τὸ διὰ τῆς μνήμης ἐκείνου τὸν βίον ἡμῖν γενέσθαι τῆς συνηθείας βελτίονα. καθάπερ γὰρ ἐπὶ δακτυλίου σφενδόνης καλλίστης τινὸς ἐν γλυφίδι προφαινομένης μορφῆς, ὁ ἐντυπωθεὶς τῇ σφραγῖδι κηρὸς εἰς ἑαυτὸν τὸ ἐγκείμενον τῇ γλυφίδι κάλλος μετήνεγκεν, ὅλον τὸν χαρακτῆρα τῆς σφραγῖδος τοῖς ἰδίοις τύποις ἀναμαξάμενος· καὶ οὐκ ἄν τις οὕτω διὰ τοῦ λόγου τὴν εὐδιάθετον τῆς γλυφῆς ὥραν εἰς ὑπογραφὴν ἀγάγοι, ὡς ἐπὶ τοῦ κηροῦ δεικνύων μεμορφωμένον τὸ κάλλος· τὸν αὐτὸν τρόπον, εἰ ὁ μὲν λόγῳ ψιλῷ τοῦ διδασκάλου τὴν ἀρετὴν ἀποσεμνύνοι, ἕτερος δὲ τὸν ἑαυτοῦ βίον καλλωπίζοι διὰ τῆς πρὸς ἐκεῖνον μιμήσεως, ἐνεργότερος ἂν εἴη τοῦ ὑψηλοῦ λόγου ὁ διὰ τοῦ βίου πληρούμενος ἔπαινος.