Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Basilium fratrem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν Ἰσραηλιτῶν δι' ἀναρχίας ἐν δημοκρατικῇ συγχύσει πλημμελῶς διακειμένων, ὁ Σαμ ουὴλ ἀναφαίνεται κρατῶν δι' ἑαυτοῦ τὸ ὑπήκοον καὶ τῆς πρὸς τοὺς ἀλλοφύλους ἐπιμιξίας ἀπείργων· εἶτα πρὸς βασιλείας κατάστασιν τὴν ἀναρχίαν μετασκευάσας συνήθροισεν αὐτὸ περὶ ἑαυτῷ ὁμόφυλον τῆς βασιλικῆς δυναστείας νομοθέτης γενόμενος. μετὰ ταῦτα δὲ πολλαῖς ὕστερον γενεαῖς ὅτε Ἀχαὰβ ἐκεῖνος, τὸ γυναικεῖον ἀνδράποδον, αὐτός τε τῶν πατρῴων ἀπέστη θεσμῶν γυναικὶ χλιδώσῃ δεδουλωμένος καὶ τὴν τῶν εἰδώλων πλάνην δι' ἐκείνης ἐπισπασάμενος, συναπέστησεν ἑαυτῷ τὸν Ἰσραηλίτην λαόν, τότε ἀναδείκνυσιν ὁ Θεὸς τὸν Ἠλίαν ἀντίρροπον ἔχοντα τῷ μεγέθει τῆς νόσου τῶν ἀνθρώπων τὴν θεραπεύουσαν δύναμιν, ἄνδρα, ἐν ὑπεροψίᾳ τῆς θεραπείας τοῦ σώματος, αὐχμῶντα τὸ πρόσωπον καὶ τῷ πλήθει τῶν ἰδίων τριχῶν σκιαζόμενον, ἰδιαστὴν τῷ βίῳ, σεμνὸν προσιδεῖν ἐν ἀμειδεῖ τῷ προσώπῳ, καὶ συννενευμένον τῷ βλέμματι δέρματι αἰγείῳ τοσοῦτον τοῦ σώματος σκέποντα ὅσον εὐπρεπέστερόν ἐστι καλυπτόμενον, τῷ δὲ λοιπῷ διακαρτεροῦντα πρὸς τὸν ἀέρα καὶ οὐδὲν πρὸς τὴν ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίαν ἐπιστρεφόμενον. ὃς ἀναφανεὶς τῷ λαῷ, τῇ τε διὰ τοῦ λιμοῦ μάστιγι σωφρονίζει τὸν Ἰσραήλ, καθάπερ τινὶ σκυτάλῃ τῇ τοιαύτῃ πληγῇ τῆς ἀταξίας τοῦ λαοῦ καθαπτόμενος· μετὰ ταῦτα δὲ καὶ τῷ θείῳ πυρὶ τῷ περὶ τὴν ἱερουργίαν γεγενημένῳ θεραπεύει τὴν περὶ τὰ εἴδωλα νόσον.

Intertext edge

Open linked passage

Note