Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Basilium fratrem
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Τί δὲ μετὰ τοῦτον ὁ Παῦλος πρὸς τὸ ἀκρότατον τῆς κατὰ Θεὸν προκοπῆς ἀναδραμεῖν ἐκωλύθη δευτερεύων τῷ χρόνῳ; οὐκ εὐθὺς ἐραστὴς τοῦ θείου κάλλους ἐγένετο τοῦ τοῖς ὀφθαλμοῖς ἐναστράψαντος, ὁμοῦ τῷ τὰς λεπίδας ἀπο βαλεῖν τῶν ὀμμάτων αἳ σύμβολον ἦσαν τοῦ περικαρδίου κα λύμματος, ὃ περικείμενον τῷ διορατικῷ τῶν Ἰουδαίων ψυχῶν τυφλώττειν αὐτοὺς παρασκευάζει πρὸς τὴν ἀλήθειαν; οὐκ ἐπειδὴ τῷ μυστικῷ λουτρῷ τὸν τῆς ἀγνοίας τε καὶ ἀπάτης ῥύπον ἐναπέθετο, εὐθὺς πρὸς τὸ θειότερον μετεσκευάσθη τὴν φύσιν, καὶ οἷον ἐκδὺς τὴν παχεῖαν ταύτην καὶ σαρκώδη περιβολὴν αὐτοῖς τοῖς οὐρανίοις ἀδύτοις ἐπεχωρίαζεν, οὐδὲν βαρούμενος τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ἐντὸς ἐγένετο τῆς θείας τοῦ παραδείσου φυτείας, ἐκεῖ τὴν ἄρρητον μυσταγωγίαν παρὰ τῆς ἀληθείας τελειούμενος, κἀκεῖθεν λαμβάνων τοῦ λόγου τὴν δύναμιν εἰς ὑπακοὴν τῆς πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν; ὅθεν μικροῦ δεῖν τῆς οἰκουμένης πάσης πατὴρ γίνεται, διὰ τῶν πνευματικῶν ὠδίνων εἰς φῶς ἐνάγων τοὺς δι' αὐτοῦ μορφου μένους κατὰ Χριστὸν εἰς εὐσέβειαν.

Intertext edge

Open linked passage

Note