Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Canticum canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
0.1
Τῇ σεμνοπρεπεστάτῃ Ὀλυμπιάδι Γρηγόριος ἐπίσκοπος Νύσσης ἐν κυρίῳ χαίρειν. Ἀπεδεξάμην ὡς πρέπουσαν τῷ σεμνῷ σου βίῳ καὶ τῇ καθαρᾷ σου ψυχῇ τὴν περὶ τοῦ Ἄισματος τῶν Ἀισμάτων σπουδήν, ἣν καὶ κατὰ πρόσωπον καὶ διὰ γραμμάτων ἡμῖν ἐπέθου, ὥστε διὰ τῆς καταλλήλου θεωρίας φανερωθῆναι τὴν ἐγκεκρυμμένην τοῖς ῥητοῖς φιλοσοφίαν τῆς προχείρου κατὰ 6. 4 τὴν λέξιν ἐμφάσεως ἐν ταῖς ἀκηράτοις ἐννοίαις κεκαθαρ μένην. διὸ προθύμως ἐδεξάμην τὴν περὶ τούτου φροντίδα, οὐχ ὡς σοί τι χρησιμεύσων εἰς τὸ σὸν ἦθος (πέπεισμαι γάρ σου καθαρεύειν τὸν τῆς ψυχῆς ὀφθαλμὸν ἀπὸ πάσης ἐμπαθοῦς τε καὶ ῥυπώσης ἐννοίας καὶ πρὸς τὴν ἀκήρατον χάριν διὰ τῶν θείων τούτων ῥητῶν ἀπαραποδίστως βλέπειν), ἀλλ' ἐφ' ᾧτε τοῖς σαρκωδεστέροις χειραγωγίαν τινὰ γενέσθαι πρὸς τὴν πνευματικήν τε καὶ ἄϋλον τῆς ψυχῆς κατάστασιν, πρὸς ἣν ἄγει τὸ βιβλίον τοῦτο διὰ τῆς ἐγκεκρυμμένης αὐτῷ σοφίας. ἐπειδὴ δέ τισι τῶν ἐκκλησιαστικῶν παρίστασθαι τῇ λέξει τῆς ἁγίας γραφῆς διὰ πάντων δοκεῖ καὶ τὸ δι' αἰνιγμάτων τε καὶ ὑπονοιῶν εἰρῆσθαί τι παρ' αὐτῆς εἰς ὠφέλειαν ἡμῶν οὐ συντίθενται, ἀναγκαῖον ἡγοῦμαι πρῶτον περὶ τούτων τοῖς τὰ τοιαῦτα ἡμῖν ἐγκαλοῦσιν ἀπολογήσασθαι, ὅτι οὐδὲν ἀπὸ τρόπου γίνεται παρ' ἡμῶν ἐν τῷ σπουδάζειν ἡμᾶς παντοίως θηρεύειν ἐκ τῆς θεοπνεύστου γραφῆς τὸ ὠφέλιμον· ὥστε εἰ μὲν ὠφελοίη τι καὶ ἡ λέξις ὡς εἴρηται νοουμένη, ἔχειν ἐξ ἑτοίμου τὸ σπουδαζόμενον, εἰ δέ τι μετὰ 6. 5 ἐπικρύψεως ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασιν εἰρημένον ἀργὸν εἰς ὠφέλειαν εἴη κατὰ τὸ πρόχειρον νόημα, τοὺς τοιούτους λόγους ἀναστρέφειν, καθὼς ὑφηγεῖται ὁ διὰ τῶν Παροιμιῶν ἡμᾶς παιδεύων λόγος, εἰς τὸ νοῆσαι ἢ ὡς παραβολὴν τὸ λεγόμενον ἢ ὡς σκοτεινὸν λόγον ἢ ὡς ῥῆσιν σοφῶν ἢ ὥς τι τῶν αἰνιγμάτων. ὧν τὴν διὰ τῆς ἀναγωγῆς θεωρίαν εἴτε τροπολογίαν εἴτε ἀλληγορίαν εἴτε τι ἄλλο τις ὀνομάζειν ἐθέλοι, οὐδὲν περὶ τοῦ ὀνόματος διοισόμεθα, μόνον εἰ τῶν ἐπωφελῶν ἔχοιτο νοημάτων· καὶ γὰρ ὁ μέγας ἀπόστολος πνευματικὸν εἶναι λέγων τὸν νόμον, ἐμπεριλαμβάνων δὲ τῷ ὀνόματι τοῦ νόμου καὶ τὰ ἱστορικὰ διηγήματα, ὡς πᾶσαν τὴν θεόπνευστον γραφὴν νόμον εἶναι τοῖς ἐντυγχάνουσιν, οὐ μόνον διὰ τῶν φανερῶν παραγγελμάτων ἀλλὰ καὶ διὰ τῶν ἱστορικῶν διηγημάτων παιδεύουσαν πρός τε γνῶσιν τῶν μυστηρίων καὶ πρὸς καθαρὰν πολιτείαν τοὺς ἐπιστατικῶς ἐπαΐοντας, κέχρηται μὲν τῇ ἐξηγήσει κατὰ τὸ ἀρέσκον αὐτῷ πρὸς τὸ ὠφέλιμον βλέπων, οὐ φροντίζει δὲ τοῦ ὀνό ματος, ᾧ χρὴ κατονομάζεσθαι τὸ εἶδος τῆς ἐξηγήσεως· ἀλλὰ νῦν μὲν ἀλλάσσειν φησὶ τὴν φωνήν, μέλλων μετάγειν τὴν ἱστορίαν εἰς ἔνδειξιν τῆς περὶ τῶν διαθηκῶν οἰκονομίας, 6. 6 εἶτα μνησθεὶς τῶν δύο τοῦ Ἀβραὰμ τέκνων, τῶν ἔκ τε τῆς παιδίσκης καὶ τῆς ἐλευθέρας αὐτῷ γεγονότων, ἀλλη γορίαν ὀνομάζει τὴν περὶ αὐτῶν θεωρίαν, πάλιν δὲ πράγματά τινα διηγησάμενος τῆς ἱστορίας φησὶν ὅτι Τυπικῶς μὲν συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. καὶ πάλιν τὸ μὴ δεῖν κημοῦσθαι τὸν ἀλοῶντα βοῦν εἰπὼν προσέ θηκεν ὅτι Οὐ μέλει τῷ θεῷ περὶ τῶν βοῶν, ἀλλ' ὅτι Δι' ἡμᾶς πάντως ἐγράφη. ἔστι δὲ ὅπου τὴν ἀμυδροτέραν κατα νόησιν καὶ τὴν ἐκ μέρους γνῶσιν ἔσοπτρον ὀνομάζει καὶ αἴνιγμα. καὶ πάλιν τὴν ἀπὸ τῶν σωματικῶν πρὸς τὰ νοητὰ μετάστασιν πρὸς κύριον ἐπιστροφὴν λέγει καὶ κα λύμματος περιαίρεσιν. ἐν πᾶσι δὲ τούτοις τοῖς διαφόροις τρόποις τε καὶ ὀνόμασι τῆς κατὰ τὸν νοῦν θεωρίας ἓν ὑφη γεῖται διδασκαλίας εἶδος ἡμῖν, τὸ μὴ δεῖν πάντως παραμένειν τῷ γράμματι ὡς βλαπτούσης ἡμᾶς ἐν πολλοῖς εἰς τὸν κατ' ἀρετὴν βίον τῆς προχείρου τῶν λεγομένων ἐμφάσεως, ἀλλὰ μεταβαίνειν πρὸς τὴν ἄϋλόν τε καὶ νοητὴν θεωρίαν, ὥστε τὰς σωματικωτέρας ἐννοίας μεταβληθῆναι πρὸς νοῦν καὶ διάνοιαν κόνεως δίκην τῆς σαρκωδεστέρας ἐμφάσεως τῶν 6. 7 λεγομένων ἐκτιναχθείσης. καὶ διὰ τοῦτό φησιν ὅτι Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, ὡς πολλαχῇ τῆς ἱστορίας, εἴπερ ἐπὶ ψιλῶν σταίημεν τῶν πραγμάτων, οὐκ ἀγαθοῦ βίου παρεχομένης ἡμῖν τὰ ὑποδείγματα· τί γὰρ ὠφελεῖ πρὸς ἀρετὴν τὸν ἀκούοντα Ὡσηὲ ὁ προφήτης ἐκ πορνείας παιδοποιούμενος καὶ Ἠσαΐας εἰσιὼν πρὸς τὴν προφῆτιν, εἰ μέχρι τῆς λέξεώς τις στήσειε τὸ λεγόμενον; ἢ τί πρὸς τὸν ἐνάρετον συντελεῖ βίον τὰ περὶ τοῦ Δαβὶδ διηγήματα, μοιχείας καὶ φόνου κατὰ ταὐτὸ περὶ τὸ ἓν συνδεδραμηκότων ἄγος; εἰ δέ τις εὑρεθείη λόγος ὁ τὸ διὰ τούτων οἰκονομούμενον ἐπιδεικνύων ἀνεύθυνον, τότε ἀλη θεύων ὁ τοῦ ἀποστόλου λόγος ἐπιδειχθήσεται ὅτι Τὸ γράμμα ἀποκτείνει (πονηρῶν γὰρ ἔχει πραγμάτων ἐν ἑαυτῷ ὑπο δείγματα), τὸ δὲ πνεῦμα ζωοποιεῖ· μετατίθησι γὰρ τὴν ἀπεμφαίνουσάν τε καὶ διαβεβλημένην ἔννοιαν εἰς θειοτέρας ἐμφάσεις. οἴδαμεν δὲ καὶ αὐτὸν τὸν λόγον τὸν παρὰ πάσης κτίσεως προσκυνούμενον, ὅτε ἐν ὁμοιώματι ἀνθρώπου καὶ σχήματι διὰ σαρκὸς παρεδίδου τὰ θεῖα μυστήρια, οὕτως 6. 8 ἀνακαλύπτοντα ἡμῖν τὰ τοῦ νόμου νοήματα, ὥστε τοὺς δύο ἀνθρώπους, ὧν ἀληθής ἐστιν ἡ μαρτυρία, ἑαυτὸν καὶ τὸν πατέρα λέγειν εἶναι· καὶ τὸν χαλκοῦν ὄφιν τὸν ἐπὶ τοῦ ὕψους ἀνατεθέντα, ὃς ἦν τῷ λαῷ τῶν θανατηφόρων δηγμάτων ἀλεξητήριος, εἰς τὴν διὰ τοῦ σταυροῦ γενομένην ὑπὲρ ἡμῶν οἰκονομίαν μεταλαμβάνοντα· καὶ αὐτῶν δὲ τῶν ἁγίων αὐτοῦ μαθητῶν τὴν ἀγχίνοιαν διὰ τῶν ἐπικεκαλυμμένων τε καὶ ἐπικεκρυμμένων λόγων διαγυμνάζοντα ἐν παραβολαῖς, ἐν ὁμοιώμασιν, ἐν σκοτεινοῖς λόγοις, ἐν ἀποφθέγμασι, τοῖς δι' αἰνιγμάτων προφερομένοις, ὑπὲρ ὧν κατὰ μόνας μὲν ἐποιεῖτο τὰς ἐξηγήσεις ἐπιλύων αὐτοῖς τὴν ἀσάφειαν, ἔστι δὲ ὅπου, εἰ μὴ κατελήφθη παρ' αὐτῶν ἡ τῶν λεγομένων διά νοια, διεμέμφετο αὐτῶν τὸ βραδύνουν καὶ περὶ τὴν σύνεσιν ἄτονον· ὅτε γὰρ ἀπέχεσθαι τῆς Φαρισαϊκῆς αὐτοῖς ἐνεκελεύετο ζύμης, οἱ δὲ μικροψύχως πρὸς τὰς πήρας ἀπέβλεπον, ἐν αἷς τὸν ἐκ τῶν ἄρτων ἐπισιτισμὸν οὐκ ἐπήγοντο, τότε καθάπτεται τῶν μὴ συνιέντων, ὅτι διδασκαλία ἦν τὸ διὰ 6. 9 τῆς ζύμης δηλούμενον. καὶ πάλιν τράπεζαν αὐτῷ τῶν μαθητῶν παρατιθέντων ἀποκρινόμενος ὅτι Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε, ὑπονοησάντων αὐτῶν περὶ σωματικῆς αὐτὸν λέγειν τροφῆς ὡς ἑτέρωθεν αὐτῷ προσε νεχθείσης, ἑρμηνεύει τὸν ἑαυτοῦ λόγον ὅτι βρῶσίς ἐστιν αὐτῷ πρέπουσα καὶ κατάλληλος ἡ τοῦ σωτηρίου θελήματος ἀποπλήρωσις. καὶ μυρία τοιαῦτα ἐκ τῶν εὐαγγελικῶν φωνῶν ἔστιν ἀναλέξασθαι, ἐφ' ὧν ἄλλο μὲν ἔστι τὸ ἐκ τοῦ προχείρου νοούμενον, ἕτερον δὲ πρὸς ὃ βλέπει ἡ τῶν λεγομένων διάνοια· οἷον τὸ ὕδωρ ὃ τοῖς διψῶσι κατεπηγγείλατο δι' οὗ πηγαὶ ποταμῶν γίνονται οἱ πιστεύοντες, τὸν ἄρτον τὸν ἐκ τῶν οὐρανῶν καταβαίνοντα, τὸν ναὸν τὸν λυόμενον καὶ διὰ τριῶν ἡμερῶν ἐγειρόμενον, τὴν ὁδόν, τὴν θύραν, τὸν λίθον τὸν παρὰ τῶν οἰκοδόμων ἐξουθενημένον καὶ τῇ ἐπιγωνίῳ κεφαλῇ ἁρμοζόμενον, τοὺς δύο τοὺς ἐπὶ κλίνης μιᾶς, τὸν μυλῶνα, τὰς ἀληθούσας, τὴν παραλαμβανομένην, τὴν καταλιμπανομένην, τὸ πτῶμα, τοὺς ἀετούς, τὴν συκῆν τὴν ἁπαλυνομένην καὶ τοὺς κλάδους ἐκφύουσαν. ἅπερ πάντα καὶ ὅσα τοιαῦτα γένοιτο ἂν εἰς προτροπὴν ἡμῖν τοῦ χρῆναι 6. 10 διερευνᾶν τὰς θείας φωνὰς καὶ προσέχειν τῇ ἀναγνώσει καὶ κατὰ πάντα τρόπον ἀνιχνεύειν, εἴ πού τις εὑρεθείη λόγος τῆς προχείρου κατανοήσεως ὑψηλότερος ἐπὶ τὰ θειότερά τε καὶ ἀσώματα χειραγωγῶν τὴν διάνοιαν. τούτου χάριν τὸ ἀπηγορευμένον τῇ βρώσει ξύλον οὐχὶ συκῆν, ὥς τινες ἀπεφήναντο, οὔτε ἄλλο τι τῶν ἀκροδρύων εἶναι πειθόμεθα· εἰ γὰρ τότε θανατηφόρος ἦν ἡ συκῆ, οὐδ' ἂν νῦν πάντως ἐδώδιμος ἦν· ἅμα δὲ καὶ μεμαθήκαμεν παρὰ τῆς τοῦ δεσπότου φωνῆς, δι' ἀποφάσεως τοῦτο δογματιζούσης, ὅτι Οὐδέν ἐστι τῶν εἰσπορευομένων διὰ στόματος ὃ δύναται κοινῶσαι τὸν ἄνθρωπον· ἀλλ' ἑτέραν τινὰ ζητοῦμεν διάνοιαν ἐπὶ τοῦ νόμου τούτου, ἀξίαν τῆς τοῦ νομοθέτου μεγαλειότητος· κἂν τῆς τοῦ θεοῦ φυτείας ἔργον τὸν παράδεισον εἶναι ἀκούσωμεν, κἂν ξύλον ζωῆς ἐν μέσῳ τοῦ παραδείσου πεφυτευμένον, ζητοῦμεν παρὰ τοῦ ἀποκαλύπτοντος τὰ κεκρυμμένα μυστήρια μαθεῖν, ποίων φυτῶν γίνεται ὁ πατὴρ γεωργός τε καὶ φυτηκόμος, καὶ πῶς δυνατόν ἐστι κατὰ τὸ μεσαίτατον τοῦ παραδείσου τὰ δύο εἶναι ξύλα, τό τε τῆς σωτηρίας καὶ τὸ τῆς ἀπωλείας· τὸ γὰρ ἀκριβῶς μέσον καθάπερ ἐν κύκλου περιγραφῇ ἐν τῷ ἑνὶ κέντρῳ πάντως ἐστίν. εἰ δὲ παρατεθείη τῷ κέντρῳ κατά τι μέρος ἕτερον κέντρον, ἀνάγκη πᾶσα συμμετατεθῆναι τῷ κέντρῳ τὸν κύκλον, ὥστε μηκέτι μέσον εἶναι τὸ πρότερον. ἐκεῖ τοίνυν ἑνὸς ὄντος τοῦ παραδείσου, 6. 11 πῶς φησιν ὁ λόγος ἰδιαζόντως μὲν ἑκάτερον θεωρεῖσθαι τῶν ξύλων, ἐπὶ δὲ τοῦ μέσου εἶναι καὶ τοῦτο καὶ τοῦτο, ὧν τὸ θανατηφόρον τῆς τοῦ θεοῦ φυτείας ἀλλότριον εἶναι διδάσκει ὁ πάντα καλὰ λίαν εἶναι τὰ τοῦ θεοῦ ἔργα ἀποφηνάμενος λόγος; οἷς εἰ μή τις διὰ φιλοσοφίας ἐνθεωρήσειε τὴν ἀλήθειαν, ἀσύστατον ἢ μυθῶδες εἶναι τοῖς ἀνεπισκέπτοις τὸ λεγόμενον δόξει. Καὶ μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον ἐκ τῶν προφητῶν ἀναλέγεσθαι· πῶς ὁ Μιχαίας ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς ὄρος λέγει γενήσεσθαι ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, τὸ ἐπὶ καθαιρέσει τῶν ἀντικειμένων δυνάμεων ἀναδεικνύ μενον τῆς εὐσεβείας μυστήριον οὕτω κατονομάζων· πῶς δὲ ῥάβδον ἀνατέλλειν φησὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης, τὴν διὰ σαρκὸς τοῦ κυρίου ἀνάδειξιν ὁ ὑψηλὸς Ἠσαΐας οὕτω μηνύων· ἢ τὸ τετυρωμένον ὄρος παρὰ τῷ μεγάλῳ Δαβίδ, ποῖον ἔχει νοῦν ἐν τῇ λέξει φαινόμενον· ἢ τὸ μυριοπλάσιον ἅρμα· ἢ τῶν ταύρων ἡ συναγωγὴ ἡ ἐπαφιεμένη ταῖς δαμάλεσι τῶν λαῶν· ἢ ὁ βαπτόμενος τῷ αἵματι ποῦς ἢ τῶν κυνῶν αἱ γλῶσσαι· ἢ καθ' ὁμοιότητα τοῦ μόσχου διαλεπτυνόμενος 6. 12 μετὰ τῶν κέδρων ὁ Λίβανος· καὶ μυρία πρὸς τούτοις ἔστιν ἐκ τῆς λοιπῆς ἀναλεξάμενον προφητείας δεῖξαι τὸ ἀναγκαῖον τῆς κατὰ διάνοιαν τῶν ῥητῶν θεωρίας, ἧς ἀποβαλλομένης, καθὼς ἀρέσκει τισίν, ὅμοιον εἶναί μοι δοκεῖ τὸ γινόμενον, ὡς εἴ τις ἀκατέργαστα προθείη πρὸς ἀνθρωπίνην βρῶσιν ἐπὶ τραπέζης τὰ λήϊα, μὴ τρίψας τὴν καλάμην, μὴ τῷ λικμητῷ διακρίνας ἐκ τῶν ἀχύρων τὰ σπέρματα, μὴ λεπτύνας τὸν σῖτον εἰς ἄλευρον, μηδὲ κατασκευάσας ἄρτον τῷ καθήκοντι τρόπῳ τῆς σιτοποιΐας. ὥσπερ οὖν τὸ ἀκατέργαστον γένημα κτηνῶν ἐστι καὶ οὐκ ἀνθρώπων τροφή, οὕτως εἴποι τις ἂν ἀλόγων μᾶλλον ἢ λογικῶν εἶναι τροφὴν μὴ κατεργασθέντα διὰ τῆς λεπτοτέρας θεωρίας τὰ θεόπνευστα ῥήματα οὐ μόνον τῆς παλαιᾶς διαθήκης, ἀλλὰ καὶ τὰ πολλὰ τῆς εὐαγ γελικῆς διδασκαλίας· τὸ πτύον τὸ διακαθαῖρον τὴν ἅλωνα, τὸ ἀποφυσώμενον ἄχυρον, ὁ παραμένων σῖτος τοῖς ποσὶ τοῦ λικμήτορος, τὸ ἄσβεστον πῦρ, ἡ ἀγαθὴ ἀποθήκη, τὸ τῶν κακῶν εὔφορον δένδρον, ἡ ἀπειλὴ τῆς ἀξίνης ἡ φοβερῶς τῷ δένδρῳ τὴν ἀκμὴν προδεικνύουσα, οἱ πρὸς τὴν ἀνθρω πίνην φύσιν μεταποιούμενοι λίθοι. Ταῦτά μοι διὰ τῶν πρὸς τὴν σύνεσίν σου γραμμάτων 6. 13 ἀπολογία τις γεγράφθω πρὸς τοὺς μηδὲν πλέον παρὰ τὴν πρόχειρον τῆς λέξεως ἔμφασιν ἐκ τῶν θείων ῥημάτων ἀναζητεῖν νομοθετοῦντας. εἰ δὲ τοῦ Ὠριγένους φιλοπόνως περὶ τὸ βιβλίον τοῦτο σπουδάσαντος καὶ ἡμεῖς γραφῇ παραδοῦναι τὸν πόνον ἡμῶν προεθυμήθημεν, ἐγκαλείτω μηδεὶς πρὸς τὸ θεῖον τοῦ ἀποστόλου λόγιον βλέπων, ὅς φησιν ὅτι Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. ἐμοὶ δὲ οὐ πρὸς ἐπίδειξίν ἐστι συντεταγμένος ὁ λόγος· ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐπ' ἐκκλησίας ῥηθέντων τινὲς τῶν συνόντων ἡμῖν ὑπὸ φιλομαθείας ἐσημειώσαντο, τὰ μὲν παρ' ἐκείνων λαβών, ὅσα δι' ἀκολούθου ἔσχεν αὐτῶν ἡ σημείωσις, τὰ δὲ καὶ ἀπ' ἐμαυτοῦ προσθείς, ὧν ἀναγκαία ἦν ἡ προσθήκη, ἐν ὁμιλιῶν εἴδει τὴν ὑπηγορίαν πεποίημαι καθεξῆς πρὸς λέξιν προαγαγὼν τὴν τῶν ῥητῶν θεωρίαν, ἐφ' ὅσον ὁ καιρός τε καὶ τὰ πράγματα τὴν περὶ τούτου μοι σχολὴν ἐνεδίδου κατὰ τὰς ἡμέρας τῶν νηστειῶν· ἐν ταύταις γὰρ ἡμῖν πρὸς τὴν δημοσίαν ἀκοὴν ὁ περὶ τούτου λόγος διεσπουδάσθη. εἰ δὲ παράσχοι καὶ ζωῆς χρόνον ὁ τῆς ζωῆς ἡμῶν ταμίας θεὸς καὶ εἰρηνικὴν εὐκαιρίαν, καὶ τοῖς λειπο μένοις ἴσως ἐπιδραμούμεθα· νῦν γὰρ ἡμῖν μέχρι τοῦ ἡμίσεος προῆλθεν ὁ λόγος καὶ ἡ θεωρία.

Intertext edge

Open linked passage

Note