In Canticum canticorum
Gregory of Nyssa (gregory-of-nyssa)Cant 11 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Φωνὴ τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν· ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός. Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς; Ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ διὰ τῆς ὀπῆς καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν. Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου, χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη. ἐπὶ χεῖρας τοῦ κλείθρου Ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, ἀδελφιδός μου παρῆλθεν· ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων. Ἓν καὶ τοῦτο τῶν μεγάλων παραγγελμάτων ἐστὶ τοῦ κυρίου, δι' ὧν ἡ διάνοια τῶν μαθητευομένων τῷ λόγῳ καθάπερ τινὰ χοῦν ἅπαν τὸ ὑλῶδες τῆς φύσεως ἀφ' ἑαυτῆς ἐκτινάξασα πρὸς τὴν ἐπιθυμίαν τῶν ὑπερκειμένων ἐπαίρεται, [τοῦτο δέ ἐστι] τὸ δεῖν κρείττους εἶναι τοῦ ὕπνου τοὺς πρὸς τὴν ἄνω ζωὴν ἀναβλέποντας καὶ διὰ παντὸς ἐγρηγορέναι τῇ διανοίᾳ οἷον ἀπατεῶνά τινα τῶν ψυχῶν καὶ τῆς ἀληθείας ἐπίβουλον τὸν νυσταγμὸν τῶν ὀφθαλμῶν ἀπελαύνοντας. ἐκεῖνον λέγω τὸν νυσταγμὸν καὶ τὸν ὕπνον, δι' ὧν πλάσσεται τοῖς ἐμβαθύνουσι τῇ τοῦ βίου ἀπάτῃ τὰ ὀνειρώδη ταῦτα φαντάσματα· αἱ ἀρχαί, οἱ πλοῦτοι, αἱ δυναστεῖαι, ὁ τῦφος, ἡ διὰ τῶν ἡδονῶν γοητεία, τὸ φιλόδοξόν τε καὶ ἀπολαυστικὸν καὶ φιλότιμον καὶ πάντα ὅσα κατὰ τὸν βίον τοῦτον τοῖς ἀνεπισκέπτοις διά τινος φαντασίας μάτην σπουδάζεται, ἃ τῇ παροδικῇ τοῦ χρόνου συμπαραρρέοντα φύσει ἐν τῷ δοκεῖν ἔχει τὸ εἶναι οὔτε ὄντα ὅπερ νομίζεται οὔτε ἐν αὐτῷ τῷ νομίζεσθαι πρὸς τὸ διηνεκὲς παραμένοντα ἀλλ' ὁμοῦ γίνεσθαί τε δοκοῦντα καὶ ἀπολλύμενα κυμάτων δίκην τῶν ἐγκορυφου μένων τοῖς ὕδασιν, ἃ πρὸς καιρὸν τῇ κινήσει τῶν ἀνέμων συνδιογκούμενα ἀβέβαιον εἰς διαμονὴν ἔχει τὸν ὄγκον· ἐν βραχεῖ γὰρ τῇ ῥοπῇ συναναστάντα τοῦ πνεύματος πάλιν ἐν ὁμαλῷ τὴν τῆς θαλάσσης ἐπιφάνειαν δείκνυσι συγκαταστα λέντα τῷ πνεύματι. ὡς ἂν οὖν ἔξω τῶν τοιούτων γένοιτοφαντασμάτων ἡμῖν ἡ διάνοια, τὸν βαρὺν τοῦτον ὕπνον ἀποσείεσθαι τῶν τῆς ψυχῆς ὀμμάτων διακελεύεται, ἵνα μὴ τῇ περὶ τὸ ἀνύπαρκτον σπουδῇ τῶν ὑφεστώτων τε καὶ ὡς ἀληθῶς ὄντων ἀπολισθήσωμεν. διὰ τοῦτο καὶ ὑποτίθεται ἡμῖν ἐπίνοιαν τῆς ἐγρηγόρσεως λέγων Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζω σμέναι καὶ οἱ λύχνοι καιόμενοι· τοῖς τε γὰρ ὀφθαλμοῖς τὸ φῶς ἐμφαινόμενον ἀποσοβεῖ τῶν ὀμμάτων τὸν ὕπνον καὶ ἡ ὀσφῦς διεσφιγμένη διὰ τῆς ζώνης ἀπαράδεκτον τοῦ ὕπνου παρασκευάζει τὸ σῶμα οὐ προσιεμένης τὴν ἐκ τοῦ ὕπνου ἄνεσιν τῆς τῶν πόνων αἰσθήσεως. σαφῆ δὲ πάντως ἐστὶ τὰ διὰ τῶν αἰνιγμάτων δηλούμενα, ὅτι ὁ τῇ σωφροσύνῃ διεζωσμένος ἐν φωτὶ ζῇ τοῦ καθαροῦ συνειδότος τῷ λύχνῳ τῆς παρρησίας τὸν βίον περιαυγάζοντος, δι' ὧν τῆς ἀληθείας προφαινομένης ἄϋπνός τε καὶ ἀνεξαπάτητος ἡ ψυχὴ διαμένει οὐδενὶ τῶν ἀπατηλῶν τούτων ὀνείρων ἐμμαάζουσα. εἰ δὲ τοῦτο κατορθωθείη κατὰ τὴν τοῦ λόγου ὑφήγησιν, ἀγγελικός τις ἡμᾶς διαδέξεται βίος· τούτοις γὰρ ἡμᾶς ὁμοιοῖ τὸ θεῖον παράγγελμα, δι' ὧν φησιν ὅτι Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ· ἐκεῖνοι γάρ εἰσιν οἱ προσδεχόμενοι τοῦ κυρίου τὴν ἐκ τῶν γάμων ἐπάνοδον καὶ ταῖς ἐπουρανίαις πύλαις ἐγρηγορότι τῷ ὀφθαλμῷ προσκαθήμενοι, ἵνα πάλιν εἰσέλθῃ δι' αὐτῶν ἀναλύσας ἐκ τῶν γάμων ὁ βασιλεὺς τῆς δόξης εἰς τὴν ὑπερουράνιον ἐκείνην μακαριότητα. ὅθεν κατὰ τὴν ψαλμῳδίαν ὡς ἐκ παστάδος ὁ νυμφίος ἐκπορευθεὶς ἡρμόσατο ἑαυτῷ τὴν παρθένον, ἡμᾶς, διὰ τῆς μυστικῆς ἀναγεννήσεως, τὴν τοῖς εἰδώλοις ἐκπορνευθεῖσαν, εἰς ἀφθαρσίαν παρθενικὴν ἀναστοιχειώσας τὴν φύσιν. τῶν οὖν γάμων ἤδη τετελεσμένων καὶ νυμφευθείσης ὑπὸ τοῦ λόγου τῆς ἐκκλησίας, καθώς φησιν ὁ Ἰωάννης ὅτι Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστί, καὶ εἰς τὸν τῶν μυστηρίων θάλαμον αὐτῆς παραδεχθείσης ἀνέμενον οἱ ἄγγελοι τὴν ἐπάνοδον τοῦ βασιλέως τῆς δόξης ἐπὶ τὴν κατὰ φύσιν μακαριότητα. τούτοις οὖν εἶπε δεῖν ὁμοιοῦσθαι κατὰ τὸν ἡμέτερον βίον, ἵνα καθάπερ ἐκεῖνοι πόρρω κακίας καὶ ἀπάτης πολιτευόμενοι πρὸς ὑποδοχήν εἰσιν εὐτρεπεῖς τῆς δεσποτικῆς παρουσίας, οὕτω καὶ ἡμεῖς τοῖς προθύροις τῶν καταγωγίων ἡμῶν προσαγρυπνοῦντες ἑτοίμους πρὸς ὑπακοὴν ἑαυτοὺς ποιήσω μεν, ὅταν ἐπιστὰς κρούῃ τὴν θύραν· Μακάριοι γάρ, φησίν, οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει ποιοῦντας οὕτως. ἐπεὶ οὖν μακάριόν ἐστι τὸ ὑπακούειν τῷ κρούοντι, τούτου χάριν ἡ διὰ παντὸς πρὸς τὴν μακαριότητα βλέπουσα αἰσθάνεται τοῦ παρεστῶτος τῇ θύρᾳ, ἡ καλῶς τοῖς ἰδίοις θησαυροῖς ἐπαγρυπνοῦσα ψυχή, καί φησιν Φωνὴ τοῦ ἀδελφι δοῦ μου κρούει ἐπὶ τὴν θύραν. πῶς ἄν τις τὴν πρὸς τὰ θειότερα τῆς νύμφης ἄνοδον διὰ τῶν λεγομένων ἀξίως κατανοήσειεν; ἡ μετὰ τοσαύτης ἐξουσίας τε καὶ πεποιθήσεως τὸν σκληρὸν ἐκεῖνον βορρᾶν ἀφ' ἑαυτῆς ἐξοικίσασα καὶ τὸ φωτεινὸν πνεῦμα πρὸς ἑαυτὴν ἐφελκυσαμένη, ἡ παραδεί σους ῥοῶν διὰ τοῦ στόματος ἐργαζομένη ὧν ἀρώματα ἦν τὰ ἀκρόδρυα, ἡ τὸν κῆπον ἑαυτῆς τράπεζαν προθεῖσα τῷ δεσπότῃ τῆς κτίσεως, ἧς ἀπόβλητον ἐφάνη τῶν προτεθέντων οὐδέν, ἀλλὰ πάντα καλὰ εἶναι ἐμαρτυρήθη· ἡ σμύρνα, τὸ ἄρωμα, ὁ μετὰ τοῦ μέλιτος ἄρτος, ὁ μετὰ τοῦ γάλακτος οἶνος, ᾗ ἐμαρτύρησεν ὁ λόγος τὸ τέλειον ὁ εἰπὼν ὅτι Ὅληκαλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί, αὕτη νῦν οὕτω διάκειται· ὡς πρώτως μέλλουσα δέχεσθαι τοῦ θεοῦ τὴν ἐμφάνειαν καὶ ὡς οὐδέπω τὸν νῦν ἑστῶτα πρὸ τῶν θυρῶν λόγον εἰσδεξα μένη καὶ εἰσοικίσασα ἐν θαύματι τῆς φωνῆς ποιεῖται τὴν δύναμιν. διὰ τοῦτό φησιν οὔπω ἑαυτῆς ἀλλὰ τῆς θύρας αὐτῆς ἅπτεσθαι τὴν τοῦ νυμφίου φωνήν· Φωνὴ γάρ, φησί, τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. Ὁρᾷς, πῶς ἀόριστός ἐστι τοῖς πρὸς τὸν θεὸν ἀνιοῦσιν ὁ δρόμος, πῶς τὸ ἀεὶ καταλαμβανόμενον ἀρχὴ πρὸς τὸ ὑπερκείμενον γίνεται· ὅτε γὰρ στάσιν τινὰ τοῦ δρόμου τῆς ἐπὶ τὰ ὑψηλὰ πορείας διὰ τῶν πρὸς αὐτὴν εἰρημένων ἠλπίσαμεν (τί γὰρ ἄν τις μετὰ τὴν τῆς τελειότητος μαρτυρίαν πλέον ζητήσειεν;) τότε βλέπομεν ἔτι ἔνδον οὖσαν αὐτὴν καὶ οὔπω τῶν θυρῶν ἐκτὸς γεγενημένην οὐδὲ τῆς κατὰ πρόσωπον ἐμφανείας κατατρυφήσασαν ἀλλ' ἔτι διὰ τῆς ἀκοῆς πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν ὁδηγουμένην. τοῦτο οὖν διὰ τῶν εἰρημένων τὸ δόγμα μανθάνομεν, ὅτι πάντοτε τοῖς ἐπὶ τὸ μεῖζον προκόπτουσιν ἁρμόδιός ἐστιν ἡ τοῦ ἀποστόλου φωνὴ ἡ λέγουσα ὅτι Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· ἔγνω μὲν γὰρ αὐτὸν ἐντοῖς φθάσασιν ἡ ψυχὴ τοσοῦτον ὅσον κατέλαβεν, ἀλλ' ἐπειδὴ τὸ μήπω κατειλημμένον ἀπειροπλάσιον τοῦ καταλη φθέντος ἐστί, διὰ τοῦτο καὶ ὤφθη πολλάκις τῇ ψυχῇ ὁ νυμφίος καὶ ὡς μηδέπω ἐν ὀφθαλμοῖς γενόμενος ὀφθήσεσθαι τῇ νύμφῃ διὰ τῆς φωνῆς ἐπαγγέλλεται. ὡς δ' ἂν σαφέστερον ἡμῖν τὸ νόημα γένοιτο, εἰκόνα τινὰ δι' ὑποδείγματος προσθήσω τῷ λόγῳ· ὥσπερ γὰρ εἴ τις πλησίον ἐκείνης γένοιτο τῆς πηγῆς, ἣν ἀναβαίνειν εἶπεν ἐκ τῆς γῆς κατ' ἀρχὰς ἡ γραφὴ τοσαύτην οὖσαν τὸ πλῆθος ὡς ἅπαν τῆς γῆς ἐπικλύζειν τὸ πρόσωπον, θαυμάσει μὲν ὁ τῇ πηγῇ πλησιάσας τὸ ἄπειρον ὕδωρ ἐκεῖνο τὸ πάντοτε αὐτῆς ἀνομβροῦν τε καὶ προχεόμενον, οὐ μὴν εἴποι ἂν ὅλον ἑωρακέναι τὸ ὕδωρ (πῶς γὰρ ἂν ἴδοι τὸ ἔτι τοῖς κόλποις τῆς γῆς ἐγκρυπτόμενον; ὥστε κἂν ἐπὶ πολὺ παραμείνῃ τῷ βρύοντι, ἀεὶ ἐν ἀρχαῖς ἐστι τῆς θεωρίας τοῦ ὕδατος· οὐ γὰρ παύεται τὸ ὕδωρ ἀεί τε ῥέον καὶ ἀεὶ τοῦ βρύειν ἀρχόμενον), οὕτως ὁ πρὸς τὸ θεῖον ἐκεῖνο καὶ ἀόριστον κάλλος βλέπων, ἐπειδὴ τὸ πάντοτε εὑρισκόμενον καινότερόν τε καὶ παραδοξότερον πάντως παρὰ τὸ ἤδη κατειλημμένον ὁρᾶται, θαυμάζει μὲν τὸ ἀεὶ προφαινόμενον, οὐδέποτε δὲ ἵσταται τῆς τοῦ ἰδεῖν ἐπιθυμίας διὰ τὸ πάντως τοῦ ἑωραμένου μεγαλοπρεπέστερόν τε καὶ θειότερον εἶναι τὸ προσδοκώμενον. διὰ τοῦτο οὖν καὶ ἐνταῦθα ἡ νύμφη ἀεὶ θαυμάζουσά τε καὶ ἐκπληττομένη τὸ γινωσκόμενον οὐδέποτε ἐν τοῖς ἐγνωσμένοις ἵστησι τοῦ θεωρουμένου τὸν πόθον. οὗ χάριν καὶ νῦν ὡς ἔτιθυροκρουστοῦντος τοῦ λόγου αἰσθάνεται καὶ πρὸς τὴν ὑπακοὴν διανίσταται καί φησι Φωνὴ τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν. Εἶτα ἡσυχίαν ταῖς ἀκοαῖς ἐνδοῦσα ἀκούει τοῦ διὰ τῆς φωνῆς προσηχήσαντος λόγου. ὁ δὲ λόγος τοιοῦτός ἐστιν· Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυ χοί μου ψεκάδων νυκτός. τούτου δὲ τὴν διάνοιαν οὕτως ἄν τις καταλάβοι τῇ θεωρίᾳ· τῷ μεγάλῳ Μωϋσῇ διὰ φωτὸς ἤρξατο ἡ τοῦ θεοῦ ἐπιφάνεια, μετὰ ταῦτα διὰ νεφέλης αὐτῷ ὁ θεὸς διαλέγεται, εἶτα ὑψηλότερος καὶ τελειότερος ἤδη γενόμενος ἐν γνόφῳ τὸν θεὸν βλέπει. ὃ δὲ διὰ τούτου μανθάνο μεν τοιοῦτόν ἐστιν· ἡ πρώτη ἀπὸ τῶν ψευδῶν καὶ πεπλανη μένων περὶ θεοῦ ὑπολήψεων ἀναχώρησις ἡ ἀπὸ τοῦ σκότους εἰς φῶς ἐστι μετάστασις, ἡ δὲ προσεχεστέρα τῶν κρυπτῶν κατανόησις ἡ διὰ τῶν φαινομένων χειραγωγοῦσα τὴν ψυχὴν πρὸς τὴν ἀόρατον φύσιν οἷόν τις νεφέλη γίνεται τὸ φαινόμενον μὲν ἅπαν ἐπισκιάζουσα πρὸς δὲ τὸ κρύφιονβλέπειν τὴν ψυχὴν χειραγωγοῦσα καὶ συνεθίζουσα, ἡ δὲ διὰ τούτων ὁδεύουσα πρὸς τὰ ἄνω ψυχή, ὅσον ἐφικτόν ἐστι τῇ ἀνθρωπίνῃ φύσει καταλιποῦσα, ἐντὸς τῶν ἀδύτων τῆς θεογνωσίας γίνεται τῷ θείῳ γνόφῳ πανταχόθεν διαληφθεῖσα, ἐν ᾧ τοῦ φαινομένου τε καὶ καταλαμβανομένου παντὸς ἔξω καταλειφθέντος μόνον ὑπολείπεται τῇ θεωρίᾳ τῆς ψυχῆς τὸ ἀόρατόν τε καὶ ἀκατάληπτον, ἐν ᾧ ἐστιν ὁ θεός, καθώς φησι περὶ τοῦ νομοθέτου ὁ λόγος ὅτι Εἰσῆλθε δὲ Μωϋσῆς εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός. Τούτων δὲ ἡμῖν οὕτω θεωρηθέντων σκεπτέον ἂν εἴη καὶ τῶν προκειμένων ἡμῖν ῥητῶν τὴν πρὸς τὰ εἰρημένα συγγένειαν. ἦν ὅτε μέλαινα ἦν ἡ νύμφη τοῖς ἀφωτίστοις δόγμασιν ἐσκοτισμένη παραβλέψαντος αὐτὴν τοῦ ἡλίου τοῦ διὰ τῶν πειρασμῶν τὴν ἄρριζον ἐπὶ τῶν πετρῶν σπορὰν ἐπικαίοντος, ὅτε τῶν ἐν αὐτῇ μαχεσαμένων ἡττηθεῖσα τὸν ἀμπελῶνα τὸν ἑαυτῆς οὐκ ἐφύλαξεν, ὅτε ἑαυτὴν ἀγνοήσασα τὰς τῶν ἐρίφων ἀγέλας ἀντὶ τῶν προβάτων ἐποίμαινεν. ἀλλ' ἐπειδὴ τῆς πρὸς τὸ κακὸν συμφυΐας ἑαυτὴν ἀποσπάσασα διὰ τοῦ μυστικοῦ ἐκείνου φιλήματος τῇ πηγῇ τοῦ φωτὸς προσαγαγεῖν τὸ στόμα ἐπόθησε, τότε καλὴ γίνεται τῷφωτὶ τῆς ἀληθείας περιλαμφθεῖσα καὶ τὸ μέλαν τῆς ἀγνοίας ἀποκλυσαμένη τῷ ὕδατι. εἶτα ἵππῳ ὁμοιοῦται διὰ τὸ εὔδρομον καὶ τῇ περιστερᾷ διὰ τὸ τάχος τῆς πτήσεως. δι' ὧν πᾶν τὸ καταλαμβανόμενόν τε καὶ φαινόμενον ὡς ἵππος διαδραμοῦσα καὶ ὡς περιστερὰ διαπτᾶσα πρότερον μὲν τῇ σκιᾷ τοῦ μήλου μετὰ ἐπιθυμίας ἐπαναπαύεται μῆλον ἀντὶ νεφέλης τὸ ἐπισκιάζον κατονομάσασα, νῦν δὲ ἤδη ὑπὸ τῆς θείας νυκτὸς περιέχεται, καθ' ἣν ὁ νυμφίος παραγίνεται μὲν οὐ φαίνεται δέ. πῶς γὰρ ἂν ἐν νυκτὶ φανείη τὸ μὴ ὁρώμενον; ἀλλ' αἴσθησιν μέν τινα δίδωσι τῇ ψυχῇ τῆς παρουσίας, ἐκφεύγει δὲ τὴν ἐναργῆ κατανόησιν τῷ ἀοράτῳ τῆς φύσεως ἐγκρυπτόμενος. τίς τοίνυν ἐστὶν ἡ γινομένη τῇ ψυχῇ διὰ τῆς νυκτὸς ταύτης μυσταγωγία; ἅπτεται τῆς θύρας ὁ λόγος. θύραν δὲ νοοῦμεν τὴν στοχαστικὴν τῶν ἀρρήτων διάνοιαν, δι' ἧς εἰσοικίζεται τὸ ζητούμενον. ἔξω τοίνυν ἑστῶσα τῆς φύσεως ἡμῶν ἡ ἀλήθεια διὰ τῆς ἐκ μέρους γνώσεως, καθώς φησιν ὁ ἀπόστολος, ἐν ὑπονοίαις τισὶ καὶ αἰνίγμασι θυροκρουστεῖ τὴν διάνοιαν Ἄνοιξον λέγουσα καὶ μετὰ τῆς προτροπῆς ὑποτιθεμένη τὸν τρόπον, ὅπως ἀνοιγῆναι προσήκει τὴν θύραν, οἷόν τινας κλεῖς ὀρέγουσα τὰ καλὰ ταῦτα ὀνόματα, δι' ὧν τὸ κεκλεισμένον ἀνοίγεται· κλεῖδες γάρ εἰσιν ἄντικρυς αἱ τῶν ὀνομάτωντούτων ἐμφάσεις αἱ τὰ κρυπτὰ διανοίγουσαι· ἀδελφὴ καὶ πλησίον καὶ περιστερὰ καὶ τελεία. εἰ γὰρ βούλει σοι, φησίν, ἀνοιγῆναι τὴν θύραν καὶ ἐπαρθῆναι τῆς ψυχῆς σου τὰς πύλας, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης, χρή σε ἀδελφήν μου γενέσθαι ἐν τῷ τὰ θελήματά μου τῇ ψυχῇ παραδέξασθαι, καθὼς ἐν τῷ εὐαγγελίῳ φησὶν ἀδελφὸν αὐτοῦ καὶ ἀδελφὴν γίνεσθαι τὸν ἐν τοῖς θελήμασιν αὐτοῦ ζῶντα, χρὴ δέ σε καὶ προσεγγίσαι τῇ ἀληθείᾳ καὶ πλησίον ἀκριβῶς γενέσθαι, ὥστε μηδενὶ μέσῳ διατειχίζεσθαι καὶ ἐν τῇ φύσει τῆς περιστερᾶς ἔχειν τὸ τέλειον, τοῦτο δέ ἐστι τὸ ἀνελλιπῆ τε καὶ πεπληρωμένην εἶναι πάσης ἀκακίας καὶ καθαρότητος. ταῦτα λαβοῦσα, ὦ ψυχή, οἷόν τινας κλεῖς τὰ ὀνόματα ἄνοιξον δι' αὐτῶν τῇ ἀληθείᾳ τὴν εἴσοδον ἀδελφὴ γενομένη καὶ πλησίον καὶ περιστερὰ καὶ τελεία. ἔσται δέ σοι τὸ κέρδος ἐκ τοῦ εἰσδέξασθαί με καὶ εἰσοικίσασθαι ἡ ἐκ τῆς κεφαλῆς μου δρόσος, ἧς πλήρης εἰμί, καὶ αἱ τῆς νυκτὸς ψεκάδες αἱ τῶν βοστρύχων τῶν ἐμῶν ἀπορρέουσαι. ἐκ τούτων δὲ τὸ μὲν ἴασιν εἶναι τὴν δρόσον παρὰ τοῦ προφήτου σαφῶς μεμαθήκαμεν ὅς φησιν ὅτι Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, αἱ δὲ τῆς νυκτὸς ψεκάδες τῆς προθεωρηθείσης ἔχονται διανοίας· οὐ γάρ ἐστι δυνατὸν τὸν ἐντὸς τῶν ἀδύτων τεκαὶ ἀθεωρήτων γενόμενον ὄμβρῳ τινὶ τῆς γνώσεως ἐντυχεῖν ἢ χειμάρρῳ, ἀλλ' ἀγαπητὸν εἰ λεπταῖς τισι καὶ ἀμυδραῖς διανοίαις ἐπιψεκάζοι τὴν γνῶσιν αὐτῶν ἡ ἀλήθεια διὰ τῶν ἁγίων τε καὶ θεοφορουμένων τῆς λογικῆς σταγόνος ἀπορρεούσης. βοστρύχους γὰρ οἶμαι τῆς τοῦ παντὸς κεφαλῆς ἐξηρτη μένους τροπικῶς ὀνομάζεσθαι προφήτας καὶ εὐαγγελιστὰς καὶ ἀποστόλους, ὧν ἕκαστος ὅσον ἐχώρουν ἐκ τῶν σκοτεινῶν τε καὶ ἀποκρύφων καὶ ἀοράτων θησαυρῶν ἀρυόμενοι ἡμῖν μὲν ποταμοὶ γίνονται πλήρεις ὑδάτων. ὡς δὲ πρὸς τὴν ὄντως ἀλήθειαν δροσώδεις εἰσὶ ψεκάδες, κἂν τῷ πλήθει τε καὶ μεγέθει τῆς διδασκαλίας πλημύρωσιν. οἷος ὁ Παῦλος ἦν ποταμὸς ὑπὲρ τὸν οὐρανὸν τοῖς τῶν νοημάτων κύμασι κορυφούμενος ἕως τρίτου οὐρανοῦ, ἕως τοῦ παραδείσου, ἕως τῶν ἀρρήτων τε καὶ ἀνεκφωνήτων ῥημάτων καὶ διὰ πάσης τῆς τοιαύτης μεγαληγορίας πελαγίζων τῷ λόγῳ δείκνυσι πάλιν ὅτι ψεκάς τίς ἐστι δροσώδης ὁ λόγος οὗτος συγκρίσει τοῦ ὄντως λόγου, δι' ὧν φησιν ὅτι Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· καὶ Εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι· καὶ Ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι. εἰ τοίνυν ἡ ἰκμὰς τῆς δρόσου καὶ ἡ τῶν βοστρύχων ψεκὰς ποταμοὶ δοκοῦσικαὶ πελάγη καὶ κύματα πρὸς τὴν ἡμετέραν κρινόμενα δύναμιν, τί χρὴ περὶ τῆς πηγῆς ἐκείνης λογίσασθαι τῆς εἰπούσης ὅτι Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω; αὐτὸς ἕκαστος τῶν ἀκουόντων δι' ἀναλογίας τῶν εἰρημένων στοχασμὸν λαμβανέτω τοῦ θαύματος. εἰ γὰρ ἡ ψεκὰς εἰς ποταμῶν ἐξήρκεσε γένεσιν, τί αὐτὸν τὸν τοῦ θεοῦ ποταμὸν διὰ τῆς ψεκάδος ταύτης ἔστιν ἀναλογίσασθαι; Ἴδωμεν δὲ καὶ πῶς ὑπακούει τῷ λόγῳ ἡ νύμφη, πῶς ἀνοίγει τῷ νυμφίῳ τὴν εἴσοδον. Ἐξεδυσάμην, φησί, τὸν χιτῶνά μου· πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας μου· πῶς μολυνῶ αὐτούς; καλῶς ἤκουσε τοῦ κελεύσαντος ἀδελφὴν αὐτὴν καὶ πλησίον γενέσθαι καὶ περιστερὰν καὶ τελείαν, ἵνα διὰ τούτων εἰσοικισθῇ τῇ ψυχῇ ἡ ἀλήθεια· ἐποίησε γὰρ ἅπερ ἤκουσεν ἐκδυσαμένη τὸν δερμάτινον ἐκεῖνον χιτῶνα, ὃν μετὰ τὴν ἁμαρτίαν περιεβάλετο, καὶ ἀπονιψαμένη τῶν ποδῶν τὸ γεῶδες, ᾧ ἐνειλήθη ἀπὸ τῆς ἐν παραδείσῳ διαγωγῆς εἰς τὴν γῆν ἀναλύσασα, ὅτε ἤκουσεν ὅτι Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. διὰ τούτων ἤνοιξεν ἐπὶ τὴν ψυχὴν τῷ λόγῳ τὴν εἴσοδον διασταλέντος τοῦ τῆςκαρδίας παραπετάσματος, τουτέστι τῆς σαρκός. σάρκα δὲ εἰπὼν τὸν παλαιὸν λέγω ἄνθρωπον, ὃν ἐκδύσασθαί τε καὶ ἀποθέσθαι κελεύει ὁ θεῖος ἀπόστολος τοὺς μέλλοντας τῷ λουτρῷ τοῦ λόγου τὸν ῥύπον τῶν βάσεων τῆς ψυχῆς ἀποκλύ ζεσθαι. οὐκοῦν ὁ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον καὶ περιελὼν τῆς καρδίας τὸ κάλυμμα, ἤνοιξε τῷ λόγῳ τὴν εἴσοδον, ὃν ἐντὸς γενόμενον ἔνδυμα ποιεῖται ἑαυτῆς ἡ ψυχὴ κατὰ τὴν τοῦ ἀποστόλου ὑφήγησιν, ὃς κελεύει τὸν ἐκδυσάμενον τὴν ῥακώδη τοῦ παλαιοῦ ἀνθρώπου περιβολὴν Ἐνδύσασθαι τὸν καινὸν χιτῶνα τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· Ἰησοῦν δὲ λέγει εἶναι τὸ ἔνδυμα. ἡ δὲ ὁμολογία τῆς νύμφης τοῦ μηκέτι τὸν ἀποβληθέντα χιτῶνα πάλιν ἀναλαμβάνειν, ἀλλ' ἀρκεῖσθαι τῷ ἑνὶ χιτῶνι κατὰ τὸν δοθέντα τοῖς μαθηταῖς νόμον, ὃν διὰ τῆς ἄνωθεν γεννήσεως ἀνακαινισθεῖσα μετημφιάσατο, βεβαιοῖ τοῦ κυρίου τὸν λόγον τὸν κελεύοντα τοὺς ἅπαξ τῷ θείῳ κοσμηθέντας ἐνδύματι μηκέτι ἐπενδύσασθαι τὸν τῆς ἁμαρτίας χιτῶνα, μηδὲ δύο χιτῶνας ἔχειν, ἀλλὰ τὸν ἕνα μόνον, ἵνα μὴ δύο περὶ τὸν αὐτὸν ὦσιν οἱ ἀσύμβατοι πρὸς ἀλλήλους χιτῶνες. τίς γὰρ κοινωνία τῷ σκοτεινῷ ἐνδύματι πρὸς τὸ φωτοειδέςτε καὶ ἄϋλον; οὐ μόνον δὲ τοῦτό φησιν ὁ νόμος τὸ μὴ δεῖν δύο χιτῶνας ἔχειν, ἀλλὰ μηδὲ ἐπιρράπτειν τὸ καινὸν ὕφασμα τῷ παλαιῷ ἱματίῳ, ἵνα μὴ χείρων γένηται ἡ ἀσχημοσύνη τοῦ τὸ τοιοῦτον περιβαλλομένου μήτε τοῦ ἐνραφέντος μείναντος καὶ τοῦ παλαιοῦ χεῖρον τὸ σχίσμα παθόντος καὶ δυσθεράπευτον· Αἴρει γάρ, φησί, τὸ πλήρωμα τὸ καινὸν τοῦ παλαιοῦ καὶ χεῖρον σχίσμα γίνεται, ὡς δημοσιεύεσθαι δι' αὐτοῦ τὰ ἀσχήμονα. διὰ τοῦτό φησιν Ἐξεδυσάμην τὸν χιτῶνά μου· πῶς ἐνδύσομαι αὐτόν; τίς γὰρ ἂν βλέπων περὶ ἑαυτὸν τὸν ἡλιοειδῆ τοῦ κυρίου χιτῶνα τὸν διὰ καθαρότητος καὶ ἀφθαρσίας ἱστουργηθέντα, οἷον ἐπὶ τῆς τοῦ ὄρους μεταμορφώσεως ἔδειξεν, εἶτα καταδέχεται τὸ πτωχόν τε καὶ ῥακῶδες ἱμάτιον ἑαυτῷ περιθεῖναι, ὅπερ ὁ μέθυσος καὶ πορνοκόπος, καθὼς ἡ Παροιμία φησί, περιβάλλεται; Ἀλλ' οὐδὲ τοὺς πόδας νιψαμένη πάλιν τῇ βάσει τὸν ἐκ τῆς γῆς μολυσμὸν παραδέχεται· Ἐνιψάμην γάρ, φησί, τοὺς πόδας μου· πῶς μολυνῶ αὐτούς; οὐδὲ γὰρ Μωϋσῆς τῷ θείῳ προστάγματι τῆς νεκρᾶς τῶν δερμάτων περιβολῆς ἐλευθερώσας τοὺς πόδας, ὅτε τῆς ἁγίας τε καὶ πεφωτισμένης ἐπέβαινε γῆς, πάλιν ἱστορεῖται διαλαβὼν τοὺς πόδας τοῖς ὑποδήμασιν, ὅς γε καὶ τὴν ἱερατικὴν ἐσθῆτα κατὰ τὸν τύπον τὸν ἐν τῷ ὄρει δειχθέντα φιλοτεχνήσας, χρυσοῦ καὶ πορφύρας καὶ βύσσου καὶ ὑακίνθου καὶ κόκκου τὰς αὐγὰς συγκεράσας ἐν τῷ ὑφάσματι, ὥστε σύμμικτον ἐκ πάντων ἀπαστράπτειν τὸ κάλλος, οὐδένα τοῖς ποσὶ κόσμον ἐπετεχνήσατο, ἀλλ' ἦν καλλωπισμὸς τοῦ ἱερατικοῦ ποδὸς τὸ γυμνὸν εἶναι πάσης περιβολῆς καὶ ἐλεύθερον· χρὴ γὰρ τὸν ἱερέα πάντως ἐπὶ τῆς ἁγίας βεβηκέναι γῆς, ἧς μετὰ νεκρῶν δερμάτων ἐπιβατεύειν οὐ θέμις. διὰ τοῦτο καὶ τοῖς μαθηταῖς ὁ κύριος ἀπαγορεύει τὰ ὑποδήματα, ἐπειδὴ κελεύει αὐτοὺς εἰς ὁδὸν ἐθνῶν μὴ πορεύεσθαι ἀλλὰ διὰ τῆς ἁγίας ὁδοῦ προϊέναι. οὐκ ἀγνοεῖς δὲ πάντως τὴν ἁγίαν ὁδόν, δι' ἧς οἱ μαθηταὶ τρέχειν κελεύονται, μαθὼν παρὰ τοῦ εἰπόντος ὅτι Ἐγώ εἰμι ἡ ὁδός, ἧς οὐκ ἔστιν ἅψασθαι τὸν μὴ ὑπολυσάμενον τὴν τοῦ νεκροῦ ἀνθρώπου περιβολήν. ἐπεὶ οὖν ἐν ταύτῃ ἐγένετο τῇ ὁδῷ ἡ νύμφη, ἐν ᾗ τῶν δι' αὐτῆς περιπατούντων ὁ κύριος νίπτει τοὺς πόδας τῷ ὕδατι καὶ ἐκμάσσει τῷ λεντίῳ ᾧ διεζώσατο (δύναμις δέ ἐστι καθαρτικὴ τῶν ἁμαρτιῶν τὸ τοῦ κυρίου διάζωσμα· Ἐνεδύσατο γάρ, φησί, κύριος δύναμιν καὶ περιεζώσατο), διὰ τοῦτο καθαρθεῖα τοὺς πόδας ἐπὶ τῆς ὁδοῦ τῆς βασιλικῆς ἑαυτὴν φυλάσσει οὐκἐκκλίνουσα εἰς δεξιὰ ἢ εἰς ἀριστερά, ἵνα μὴ καθ' ἑκάτερον ἔξω τῆς ὁδοῦ παρενεγκοῦσα τὸ ἴχνος μολύνῃ τῷ πηλῷ τὸν πόδα. νοεῖς δὲ πάντως τὸ διὰ τῶν εἰρημένων δηλούμενον ὅτι ἡ ἅπαξ διὰ τοῦ βαπτίσματος ὑπολυσαμένη τὰ ὑποδήματα (ἴδιον γὰρ τοῦ βαπτίζοντος ἔργον τὸ λύειν τοὺς ἱμάντας τῶν ὑποδεδεμένων, καθὼς Ἰωάννης διεμαρτύρατο μὴ δύνασθαι τοῦτο ἐπὶ μόνου τοῦ κυρίου ποιῆσαι· πῶς γὰρ ἂν ἔλυσε τὸν μηδὲ τὴν ἀρχὴν τῷ ἱμάντι τῆς ἁμαρτίας ἐνδεδε μένον;) αὕτη τοὺς πόδας ἐνίψατο πάντα γήϊνον ῥύπον συναποβαλοῦσα τοῖς ὑποδήμασιν. φυλάσσει τοίνυν ἐπὶ τῆς πεπλακωμένης ὁδοῦ τὴν βάσιν ἀμόλυντον, ὡς καὶ ὁ Δαβὶδ ἐποίει, ὅτε τοῦ πηλοῦ τὴν ἰλὺν ἀποκλυσάμενος ἐπὶ τῆς πέτρας ἔστησε τοὺς ἑαυτοῦ πόδας οὕτως εἰπὼν τῷ λόγῳ ὅτι Ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου. πέτραν δὲ νοοῦμεν τὸν κύριον ὅς ἐστι φῶς καὶ ἀλήθεια καὶ ἀφθαρσία καὶ δικαιοσύνη, δι' ὧν ἡ πνευματικὴὁδὸς διαπλακοῦται. ὧν ὁ μὴ παρατραπεὶς καθ' ἑκάτερον καθαρὸν διασῴζει τὸ ἴχνος οὐδαμόθεν τῷ πηλῷ τῆς ἡδονῆς μολυνόμενον. ταῦτά ἐστι κατά γε τὸν ἐμὸν λόγον, δι' ὧν ἡ θύρα τῷ λόγῳ παρὰ τῆς νύμφης ἀνοίγεται· ἡ γὰρ ὁμολογία τοῦ μηκέτι ἀναλαβεῖν τὸν ἀποβληθέντα πηλὸν μηδὲ τῇ πορείᾳ τοῦ βίου τὸν γεώδη μολυσμὸν παραδέξασθαι εἴσοδος γίνεται τοῦ ἁγιασμοῦ ἐπὶ τὴν οὕτω παρεσκευασμένην ψυχήν. ἁγιασμὸς δὲ ὁ κύριος. καὶ τοῦτο μὲν τοῖς εἰρημένοις ἐπεραιώθη τὸ νόημα. Πάλιν δὲ μετὰ τοῦτο τῆς ὑπερκειμένης ἀναβάσεως ἅπτεται ἡ ψυχὴ οὐκέτι φωνῆς τὴν καρδίαν θυροκρουστούσης ἀλλ' αὐτῆς τῆς θείας χειρὸς διὰ τῆς ὀπῆς ἐπὶ τὰ ἐντὸς παραδύσης· Ἀδελφιδός μου γάρ, φησίν, ἀπέστειλε τὴν χεῖρα αὐτοῦ διὰ τῆς ὀπῆς, καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν. δῆλον δὲ πάντως ἐστὶ τῷ συνετῶς ἐπαΐοντι, ὅσον πλεονάζει τῷ ὕψει τὰ νῦν εἰρημένα παρὰ τὰ πρότερον· Ἄνοιξον λέγει πρὸς τὴν νύμφην ὁ λόγος· δίδωσιν αὐτῇ διὰ τῶν θείων ὀνομάτων τοῦ ἀνοῖξαι τὴν δύναμιν· ὑπακούει τῷ λόγῳ ἡ νύμφη (γίνεται γὰρ ὅπερ ἤκουσεν· ἀδελφὴ καὶ πλησίον καὶ περιστερὰ καὶ τελεία)· ἀποδύεται τὸν δερμάτινον ἐκεῖνον χιτῶνα καὶ τὸν ῥύπον τῶν ποδῶν ἀπονίπτεται καὶ οὔτε τὸ εἰδεχθὲς καὶ ῥωγαλέον ἐκεῖνο ἱμάτιον πάλιν ἑαυτῇ περιτίθησινοὔτε τῇ γῇ πρὸς τὸ λοιπὸν ἐναπερείδει τὸ ἴχνος· ἤκουσεν οὖν αὐτοῦ τῆς φωνῆς καὶ τῷ προστάγματι πείθεται· ἀνοίγει τὴν θύραν περιελομένη τῆς καρδίας τὸ κάλυμμα· διέσχε τῆς θύρας τὸ τῆς σαρκὸς παραπέτασμα· πᾶσα ἠνοίγη τῆς ψυχῆς ἡ πύλη, ἵνα εἰσέλθῃ ὁ βασιλεὺς τῆς δόξης. ἀλλ' ἡ τῆς πύλης εὐρυχωρία μικρά τις ἀπεδείχθη τρυμαλιὰ στενὴ καὶ βραχεῖα, δι' ἧς οὐκ αὐτὸς ὁ νυμφίος ἀλλ' ἡ χεὶρ αὐτοῦ μόγις ἐχώρησεν, ὥστε δι' αὐτῆς ἐπὶ τὸ ἐντὸς γενέσθαι καὶ ἅψασθαι τῆς ἐπιθυμούσης τὸν νυμφίον ἰδεῖν, ἣ τοσοῦτον ἐκέρδανε μόνον ὅσον γνῶναι ὅτι ἡ χεὶρ ἐκείνη τοῦ ποθουμένου ἐστίν. οἷα δὲ ἡμῖν ὑποδείκνυται δόγματα διὰ τῆς ἐν τοῖς εἰρημένοις φιλοσοφίας μάθοιμεν ἄν, εἰ μικρὸν τῷ λόγῳ προσδιατρίψαιμεν· ἡ ἀνθρωπίνη ψυχὴ δύο φύσεων οὖσα μεθόριος, ὧν ἡ μὲν ἀσώματός ἐστι καὶ νοερὰ καὶ ἀκήρατος ἡ δὲ ἑτέρα σωματικὴ καὶ ὑλώδης καὶ ἄλογος, ἐπειδὰν τάχιστα τῆς πρὸς τὸν παχύν τε καὶ γεώδη βίον σχέσεωςἐκκαθαρθεῖσα δι' ἀρετῆς ἀναβλέψῃ πρὸς τὸ συγγενὲς καὶ θειότερον, οὐ παύεται διερευνωμένη καὶ ἀναζητοῦσα τὴν τῶν ὄντων ἀρχήν, τίς ἡ τοῦ κάλλους τῶν ὄντων πηγή, πόθεν βρύει ἡ δύναμις, τί τὸ πηγάζον τὴν ἐμφαινομένην τοῖς οὖσι σοφίαν. πάντας δὲ λογισμοὺς καὶ πᾶσαν ἐρευνητικὴν νοη μάτων δύναμιν ἀνακινοῦσα καὶ περιεργαζομένη καταλαβεῖν τὸ ζητούμενον ὅρον ποιεῖται τῆς καταλήψεως τοῦ θεοῦ τὴν ἐνέργειαν μόνην τὴν μέχρις ἡμῶν κατιοῦσαν, ἧς διὰ τῆς ζωῆς ἡμῶν αἰσθανόμεθα. καὶ ὥσπερ τὸ τῷ ὕδατι συνανα διδόμενον ἐκ τῆς γῆς πνεῦμα οὐχ ἵσταται περὶ τὸν πυθμένα τῆς λίμνης, ἀλλὰ πομφόλυξ γενόμενον ἐπὶ τὸ ἄνω πρὸς τὸ συγγενὲς ἀνατρέχει καί, ὅταν διέλθῃ τὴν ἄκραν τοῦ ὕδατος ἐπιφάνειαν καὶ καταμιχθῇ πρὸς τὸν ἀέρα, τότε τῆς ἐπὶ τὸ ἄνω κινήσεως ἵσταται, τοιοῦτόν τι πάσχει καὶ ἡ τὰ θεῖα διερευνωμένη ψυχή· ἐπειδὰν ἐκ τῶν κάτωθεν πρὸς τὴν τῶν ὑπερκειμένων γνῶσιν ἑαυτὴν ἀνατείνῃ, τὰ τῆς ἐνεργείας αὐτοῦ θαύματα καταλαβοῦσα περαιτέρω προελθεῖν διὰ τῆς πολυπραγμοσύνης τέως οὐ δύναται, ἀλλὰ θαυμάζει καὶσέβεται τὸν ὅτι ἔστι μόνον δι' ὧν ἐνεργεῖ γινωσκόμενον. ὁρᾷ τὸ οὐράνιον κάλλος, τὰς τῶν φωστήρων αὐγάς, τὴν ὀξεῖαν τοῦ πόλου κυκλοφορίαν, τὴν εὔτακτόν τε καὶ ἐναρμόνιον τῶν ἐντὸς ἄστρων περιφοράν, τὸν ἐνιαύσιον κύκλον τέσσαρσι καιροῖς εἰς ἑαυτὸν ἀναστρέφοντα, τὴν γῆν συνδιατιθεμένην τῷ περιέχοντι καὶ τῇ διαφορᾷ τῆς τῶν ὑπερκειμένων κινήσεως τὰς ἰδίας ἐνεργείας συνεξαλλάσσουσαν, τάς τε πολυειδεῖς ἐν τοῖς ζῴοις φύσεις τῶν τε καθ' ὕδατος διαιτωμένων καὶ τῶν τὴν διαέριον ἀπολαχόντων φορὰν καὶ οἷς χερσαῖος ὁ βίος, τάς τε παντοδαπὰς τῶν φυτῶν ἰδέας καὶ τὰς ποικίλας πόας ποιότητι καὶ δυνάμει καὶ σχήματι ἀλλήλων διαφερούσας καὶ τὰς τῶν καρπῶν τε καὶ χυμῶν ἰδιότητας· καὶ τὰ ἄλλα, δι' ὧν ἡ ἐνέργεια τοῦ θεοῦ διαδείκνυται, βλέπουσα ἡ ψυχὴ διὰ τοῦ θαύματος τῶν φαινομένων ἀναλογίζεται τῇ διανοίᾳ τὸν διὰ τῶν ἔργων νοούμενον ὅτιἔστιν. ἴσως δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα, ὅταν παρέλθῃ πᾶν τὸ ὁρώμενον κατὰ τὴν τοῦ κυρίου φωνήν, ὅς φησιν ὅτι Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, καὶ εἰς ἐκείνην μετέλθωμεν τὴν ζωήν, ἣ ὑπὲρ ὀφθαλμόν τέ ἐστι καὶ ἀκοὴν καὶ διάνοιαν, τότε οὐκέτι ἐκ μέρους διὰ τῶν ἔργων ἐπιγνωσόμεθα τὴν τοῦ ἀγαθοῦ φύσιν ὥσπερ καὶ νῦν οὐδὲ διὰ τῆς τῶν φαινομένων ἐνεργείας τὸ ὑπερκείμενον νοηθήσεται, ἀλλ' ἑτέρως καταλη φθήσεται πάντως τὸ εἶδος τῆς ἀφράστου μακαριότητος καὶ ἄλλος τρόπος τῆς ἀπολαύσεως, ὃς νῦν Ἐπὶ καρδίαν ἀνθρώπου ἀναβῆναι φύσιν οὐκ ἔχει. τέως δὲ νῦν ὅρος τῇ ψυχῇ τῆς τοῦ ἀφράστου γνώσεώς ἐστιν ἡ ἐμφαινομένη τοῖς οὖσιν ἐνέργεια, ἣν χεῖρα λέγεσθαι τροπικῶς ἐνοήσαμεν. τοῦτο τοίνυν ἡμῖν τὸ δόγμα διὰ τῶν θείων τούτων λογίων πεφιλοσόφηται, δι' ὧν ἡ καθαρὰ ψυχή, οὐκέτι τοῦ γηΐνου τε καὶ ὑλικοῦ βίου ἐπιβατεύουσα, ἵνα μὴ μολύνῃ ἑαυτῆς τὸ ἴχνος τοῖς κάτω ἐνερειδόμενον, προσδοκήσασα αὐτὸν ὑποδέξασθαι τὸν νυμφίον ὅλον ἐν τῷ οἴκῳ γενόμενον, ἠγάπησε μόνην τέως τὴν χεῖρα θεασαμένη, δι' ἧς ἑρμηνεύεται ἡ ἐνεργητικὴ αὐτοῦ δύναμις· Ἀδελφιδός μου γάρ, φησίν, ἀπέστειλε τὴν χεῖρααὐτοῦ διὰ τῆς ὀπῆς. οὐ γὰρ χωρεῖ ἡ ἀνθρωπίνη πενία τὴν ἀόριστόν τε καὶ ἀπερίληπτον φύσιν ἐν ἑαυτῇ δέξασθαι. Ἡ δὲ κοιλία μου, φησίν, ἐθροήθη ἐπ' αὐτόν. ἔκπληξίν τινα σημαίνει καὶ ξενισμὸν ἐπὶ τῷ φανέντι θαύματι τὸ τῆς θροήσεως ὄνομα· πᾶσα γὰρ αὐτῆς ἡ διανοητικὴ δύναμις συνεκινήθη πρὸς τὸ θαῦμα τῶν διὰ τῆς θείας χειρὸς ἐνεργου μένων, ὧν ἡ κατανόησις ὑπερκειμένη τῆς ἀνθρωπίνης δυνάμεως τὸ ἀκατάληπτόν τε καὶ ἀχώρητον τῆς τοῦ ἐνεργοῦν τος φύσεως δι' ἑαυτῆς ἑρμηνεύει. πᾶσα γὰρ ἡ τῶν ὄντων κτίσις τῆς χειρὸς ἐκείνης τῆς διὰ τῆς ὀπῆς ἡμῖν φανερωθείσης ἔργον ἐστίν, ὡς ὁ Ἰωάννης τε βοᾷ λέγων καὶ ὁ προφήτης τῷ εὐαγγελίῳ συμφθέγγεται· ὁ μὲν γάρ φησιν ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, ὁ δὲ προφήτης χεῖρα ὀνομάζει τὴν ποιη τικὴν τῶν ὄντων δύναμιν εἰπὼν ὅτι Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. εἰ οὖν τῆς ἐνεργείας ἐκείνης ἔργα τά τε ἄλλα πάντα καὶ τὰ οὐράνια κάλλη, οὔπω δὲ κατείληφεν ἡ ζητητικὴ τοῦ ἀνθρώπου διάνοια, τί κατ' οὐσίαν ὁ οὐρανός ἐστιν ἢ ὁ ἥλιος ἢ ἄλλο τι τῶν φαινομένων ἐν τῇ κτίσει θαυμάτων, τούτου χάριν θροεῖται πρὸς τὴν θείαν ἐνέργειαν ἡ καρδία, ὅτι εἰ ταῦτα καταλαβεῖν οὐ χωρεῖ, πῶς τὴν ὑπερκειμένην τούτων καταλήψεται φύσιν; Τάχα δέ τις καὶ ἄλλως μεταλαβὼν τὰ τῶν εἰρημένων αἰνίγματα οὐκ ἔξω τοῦ εἰκότος προάξει τὴν θεωρίαν· οἶμαι γὰρ οἶκον νοεῖσθαι τῆς νύμφης πᾶσαν τὴν ἀνθρωπίνην ζωήν, ταύτῃ δὲ τὴν χεῖρα τὴν πάντων τῶν ὄντων ποιητικὴν ἐνδημήσασαν πρὸς τὸ βραχύ τε καὶ οὐτιδανὸν τοῦ ἀνθρωπίνου βίου ἑαυτὴν συστεῖλαι διὰ τοῦ μετασχεῖν τῆς φύσεως ἡμῶν Κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, ἐν ἡμῖν δὲ γενομένην θρόησιν ἐμποιῆσαι καὶ ξενισμὸν ταῖς ψυχαῖς· πῶς ὁ θεὸς ἐν σαρκὶ φανεροῦται; πῶς ὁ λόγος γίνεται σάρξ; πῶς ἐν παρθενίᾳ τόκος καὶ ἐν μητρὶ παρθενία; πῶς τῷ σκότει τὸ φῶς καταμίγνυται καὶ τῷ θανάτῳ ἡ ζωὴ κατακίρνα; πῶς χωρεῖ ἡ βραχεῖα τοῦ βίου τρυμαλιὰ τὴν περιεκτικὴν πάντων τῶν ὄντων χεῖρα ἐν ἑαυτῇ δέξασθαι, ᾗ πᾶς ὁ οὐρανὸς ἐκμετρεῖται καὶ ἡ γῆ πᾶσα καὶ τὸ ὕδωρ ἅπαν ἐμπεριέχεται; εἰκὸς τοίνυν τὴν τοῦ εὐαγγελίου χάριν διὰ τοῦ τῆς χειρὸς αἰνίγματος προφητικῶς ἡμῖν ὑπὸ τῆς νύμφης διασημαίνεσθαι· ὅτε γὰρ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη ὁ κύριος, τὸ καθαρόν τε καὶ ἄϋλον τοῦ νυμφίου κάλλος καὶ τὴν τοῦ λόγου θεότητα καὶ τὴν τοῦ ἀληθινοῦ φωτὸς λαμπηδόνα διὰ τῆς τῶν ἐνεργειῶν χειρὸς ἐγνωρίσαμεν· χεῖρα γὰρ νοοῦμεν τὴν τῶν θαυμάτων ἀπεργαστικὴν αὐτοῦ δύναμιν, δι' ἧς ἐζωοποιοῦντο μὲν οἱ νεκροὶ καὶ τῶν τυφλῶν αἱ ὄψεις ἀποκαθίσταντο καὶ τὸ τῆς λέπρας πάθος ἐφυγαδεύετο καὶ πᾶν εἶδος ἀνιάτου καὶ χαλεπῆς ἀρρωστίας ἀπεχώρει τῶν σωμάτων διὰ προστάγματος. Προτεθείσης δὲ ἡμῖν τῆς διπλῆς ταύτης ἐπὶ τῇ χειρὶ θεωρίας, ὧν ἡ μὲν ὑποτίθεται τὴν θείαν φύσιν ἀκατάληπτον οὖσαν παντελῶς καὶ ἀνείκαστον διὰ μόνης τῆς ἐνεργείας γινώσκεσθαι, ἡ δὲ τὴν εὐαγγελικὴν χάριν προαναφωνεῖσθαι λέγει διὰ τῶν λόγων τούτων ὑπὸ τῆς νύμφης, ἐπὶ τῷ ἀκροατῇ ποιησόμεθα τὴν προσφυεστέραν τε καὶ μᾶλλον τοῖς ὑποκειμένοις ἁρμόζουσαν πρὸ τῆς ἑτέρας ἐκλέξασθαι. πλὴν ὅτιπερ ἂν νομισθῇ ψυχωφελέστερον εἶναι, γένοιτο ἂν ἡμῖν δι' ἑκατέρου τῶν εἰρημένων αὐτάρκης ἡ πρὸς τὸ ἀγαθὸν ὁδηγία· ἐκ μὲν γὰρ τοῦ γνῶναι, ὅτι τοῦ θεοῦ τὸ γνωστὸν κατὰ τὴν τοῦ Παύλου φωνὴν διὰ τῆς τοῦ κόσμου κτίσεως νοούμενον καθορᾶται, τῆς περὶ τῶν ἀκαταλήπτων πολυπραγμοσύνης φεισόμεθα, ὡς ἂν μὴ διὰ τοῦ φυσιολογεῖσθαι τὴν ἀνέφικτόν τε καὶ ἀνεκφώνητον φύσιν ὕλην λάβοι κατὰ τῆς ἀληθείας ἡ αἵρεσις· εἰ δὲ πρὸς τὸ εὐαγγέλιον βλέπειν τὸ αἴνιγμα τῆς χειρὸς ὑποθώμεθα, καὶ οὕτω βεβαιο τέρα ἡμῖν τῶν μυστικῶν δογμάτων ἡ πίστις γενήσεται διὰτῆς προαναφωνήσεως τῶν δογμάτων προσλαβοῦσα τὸ ἀναμφίβολον, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.