In Canticum canticorum
Gregory of Nyssa (gregory-of-nyssa)Cant 12 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου, χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη. ἐπὶ χεῖρας τοῦ κλείθρου. Ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, ἀδελφιδός μου παρῆλθεν, ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων. Οἱ τὴν διαπόντιον ἀποδημίαν κατ' ἐλπίδα πλούτου στελλόμενοι, ὅταν ἤδη τὴν ὁλκάδα τοῦ λιμένος ἀποσαλεύσωσικαὶ πρὸς τὸ πέλαγος στρέψῃ διὰ τῶν πηδαλίων τὴν πρώραν ὁ τῶν οἰάκων ὑπερκαθήμενος, εὐχὴν ποιοῦνται τῆς ναυτιλίας προοίμιον θεὸν γενέσθαι καθηγεμόνα σφίσι τῆς εὐπλοίας αἰτούμενοι. τὸ δὲ κεφάλαιόν ἐστιν αὐτοῖς τῆς εὐχῆς πνεῦμα προσηνές τε καὶ πλόϊμον ἐμπεσεῖν τῷ ἱστίῳ πρὸς τὸν σκοπὸν τοῦ κυβερνήτου, κατὰ πρύμναν ἱστάμενον· οὗ καταθυμίως αὐτοῖς ἐπιπνέοντος ἡδεῖα μὲν ἡ θάλασσα γίνεται τοῖς ἠρεμαίοις κύμασι γλαφυρῶς ὑποφρίσσουσα, ἄλυπα δὲ τοῦ πελάγους τὰ πλάτη δι' εὐκολίας τῆς νεὼς ἐφιπταμένης καὶ ἐπολισθαινούσης τοῖς ὕδασι, πρὸ ὀφθαλμῶν δὲ ὁ πλοῦτος ὁ διὰ τῆς ἐμπορίας αὐτοῖς ἐλπιζόμενος ἤδη τῆς εὐπλοίας ἐγγυωμένης καὶ πρὸ τῆς πείρας τὴν εὐπορίαν. ἀλλὰ πρὸς ὅ τι βλέπων ἐντεῦθεν προοιμιάζομαι, δῆλον πάντως ἐστὶ τοῖς εὐμαθεστέροις τῶν ἀκροατῶν τὸ τῷ σκοπῷ τοῦ προοιμίου προκείμενον· μέγα πρόκειται τῷ λόγῳ τὸ πέλαγος τῆς τῶν θείων ῥητῶν θεωρίας, πολὺς δὲ διὰ τῆς ναυτιλίας ταύτης ὁ τῆς γνώσεως πλοῦτος ἐλπίζεται, ἡ δὲ ἔμψυχος αὕτη ναῦς, ἡ ἐκκλησία, ἐν παντὶ τῷ ἰδίῳ πληρώματι πρὸς τὸν πλοῦν τῆς ἐξηγήσεως βλέπει μετέωρος. ἀλλ' οὐ πρότερον ἅπτεται τῶν οἰάκων ὁ κυβερνήτης λόγος, πρὶν ἂν ἐκ κοινοῦ γένηται τοῦ πληρώματος τῆς νεὼς πρὸς τὸν θεὸν ἡ εὐχή, ὡς ἐπιπνεῦσαί τε ἡμῖν τὴν τοῦ ἁγίου πνεύματος δύναμιν καὶ ἀνακινῆσαι τῶν νοημάτων τὰ κύματα καὶ δι' αὐτῶν εὐπλοοῦντα προαγαγεῖν δι' εὐθείας τὸν λόγον, ἵνα οὕτω πελάγιοι διὰ τῆς θεωρίας γενόμενοι τὸν τῆς γνώσεως πλοῦτον ἐμπορευσώμεθα, εἴπερ ἔλθοι διὰ τῶν εὐχῶν ὑμῶν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν λόγον πλησίστιον. Ἀρχὴ δὲ γενέσθω τοῦ λόγου τῶν θεοπνεύστων ῥημάτων ἡ μνήμη ἐπὶ λέξεως ἔχουσα οὕτως· Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη. ὅτι μὲν οὖν οὐκ ἔστιν ἄλλως ἐν ἡμῖν γενέσθαι τὸν ζῶντα λόγον (τὸν καθαρὸν λέγω καὶ ἀσώματον νυμφίον τὸν δι' ἀφθαρσίας καὶ ἁγιότητος ἑαυτῷ τὴν ψυχὴν συνοικίζοντα), εἰ μή τις διὰ τοῦ νεκρῶσαι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς περιέλοιτο τὸ τῆς σαρκὸς παραπέτασμα καὶ οὕτωςἀνοίξοι τῷ λόγῳ τὴν θύραν, δι' ἧς εἰς τὴν ψυχὴν εἰσοικίζεται, δῆλόν ἐστιν οὐ μόνον ἐκ τῶν θείων τοῦ ἀποστόλου δογμάτων ἀλλὰ καὶ ἐκ τῶν νῦν εἰρημένων παρὰ τῆς νύμφης· Ἀνέστην γάρ, φησίν, ἀνοῖξαι τῷ ἀδελφιδῷ μου διὰ τοῦ ποιῆσαι τὰς χεῖράς μου τῆς σμύρνης πηγὰς ἀφ' ἑαυτῶν ῥεούσας τὸ ἄρωμα καὶ πλήρωμα τῶν δακτύλων δεῖξαι τὴν σμύρναν. τὸν γὰρ τρόπον, δι' οὗ ἀνοίγεται τῷ νυμφίῳ ἡ θύρα, φησὶ διὰ τῶν εἰρημένων ὅτι διὰ τοῦ Συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ἀνέστην· οὐ γὰρ ἂν ἐνήργησεν ἡ ἀνάστασις μὴ προκαθηγησαμένης τῆς ἑκουσίου νεκρότητος. ἐνδείκνυται δὲ τὸ ἑκούσιον ἡ ἐκ τῶν χειρῶν αὐτῆς ἀπορρέουσα τῆς σμύρνης σταγὼν καὶ τὸ πεπληρῶσθαι τοὺς δακτύλους αὐτῆς τοῦ ἀρώματος τούτου· οὐ γὰρ ἑτέρωθεν ἐγγενέσθαι τῇ χειρὶ λέγει τὴν σμύρναν (ἦ γὰρ ἂν ἐνομίσθη διὰ τούτου περιστατικὸν αὐτῇ καὶ ἀκούσιον συμβῆναι τὸ διὰ τῆς σμύρνης δηλούμενον), ἀλλ' αὐτάς φησι τὰς χεῖρας (σημαίνει δὲ διὰ τῶνχειρῶν τὰς ἐνεργητικὰς τῆς ψυχῆς κινήσεις) ἀφ' ἑαυτῶν στάξαι τὴν σμύρναν, τὴν οἴκοθεν ἐκ προαιρέσεως τῶν σωματικῶν παθημάτων γινομένην νέκρωσιν διὰ τούτου σημαίνων, ἣν ἐν πᾶσι τοῖς δακτύλοις πεπληρῶσθαι λέγει, τὰ καθ' ἕκαστον εἴδη τὰ διῃρημένως δι' ἀρετῆς σπουδαζόμενα τῷ τῶν δακτύλων διερμηνεύων ὀνόματι· ὡς εἶναι πάντα τὸν νοῦν τῶν λεγομένων τοιοῦτον, ὅτι ἔλαβον δύναμιν ἀναστάσεως διὰ τοῦ νεκρῶσαι τὰ μέλη μου τὰ ἐπὶ τῆς γῆς ἑκουσίως μοι τῆς τῶν τοιούτων μελῶν ἐνεργηθείσης νεκρώσεως, οὐ παρ' ἄλλου ταῖς χερσὶν ἐντεθείσης τῆς σμύρνης ἀλλ' ἐκ τῆς ἐμῆς προαιρέσεως ἀπορρεούσης, ὡς καὶ πᾶσι τοῖς κατ' ἀρετὴν ἐπιτηδεύμασιν, ἅπερ δακτύλους ὠνόμασεν, ἀνελλιπῆ τὴν τοιαύτην ἐνορᾶσθαι διάθεσιν· ἔστι γὰρ ἐπὶ τῶν ἀτελῶς τὴν ἀρετὴν μετιόντων ἰδεῖν ἑνὶ μὲν αὐτούς τινι τεθνεῶτας πάθει ἐν ἑτέροις δὲ ζῶντας, καθάπερ ὁρῶμέν τινας νεκροῦντας μὲν ἐν ἑαυτοῖς τὸ ἀκόλαστον, ἂν οὕτω τύχῃ, τρέφοντας δὲ δι' ἐπιμελείας τὸν τῦφον ἢ ἕτερόν τι πάθος τὸ τῇ ψυχῇ λυμαινόμενον, οἷον τὸ φιλοχρήματον ἢ τὸ ὀργίλον ἢ τὸ φιλόδοξον ἢ ἄλλο τι τοιοῦτον, οὗ κακῶς ἐν τῇ ψυχῇ ζῶντος οὐκ ἔστιπλήρεις τοὺς δακτύλους ἐπιδεῖξαι τῆς σμύρνης· οὐ γὰρ διὰ πάντων φαίνεται τῶν ἐπιτηδευμάτων ἡ τοῦ κακοῦ νέκρωσίς τε καὶ ἀλλοτρίωσις, πάντων δὲ πληρωθέντων τῶν τοιούτων δακτύλων τῆς νοηθείσης σμύρνης καὶ ἀνίσταται ἡ ψυχὴ καὶ ἀνοίγει τῷ νυμφίῳ τὴν εἴσοδον. διὰ τοῦτο τάχα καὶ ὁ μέγας Παῦλος καλῶς νοήσας τὴν τοῦ δεσπότου φωνὴν ἥ φησιν ὅτι οὐκ ἔστι φυῆναι στάχυν, ἐὰν μὴ προδιαλυθῇ τῷ θανάτῳ ὁ κόκκος, τοῦτο κηρύσσει τῇ ἐκκλησίᾳ τὸ δόγμα ὅτι χρὴ θάνατον τῆς ζωῆς καθηγήσασθαι, ὡς οὐκ ἐνδεχόμενον ἄλλως ἐν ἀνθρώπῳ τὴν ζωὴν γενέσθαι, εἰ μὴ διὰ θανάτου λάβοι τὴν πάροδον· διπλῆς γὰρ ἐν ἡμῖν οὔσης τῆς φύσεως, τῆς μὲν λεπτῆς τε καὶ νοερᾶς καὶ κούφης, τῆς δὲ παχείας καὶ ὑλικῆς καὶ βαρείας, ἀνάγκη πᾶσα ἀσύμβατον πρὸς τὴν ἑτέραν ἐν ἑκατέρᾳ τούτων τὴν ὁρμὴν εἶναι καὶ ἰδιάζουσαν· τὸ μὲν γὰρ νοερόν τε καὶ κοῦφον οἰκείαν ἔχει τὴν ἐπὶ τὸ ἄνω φοράν, τὸ δὲ βαρὺ καὶ ὑλῶδες ἀεὶ πρὸς τὸ κάτω ῥέπει καὶ φέρεται. ἐξ ἐναντίου τοίνυν γινομένης αὐτοῖς φυσικῶς τῆς κινήσεως οὐκ ἔστιν εὐοδωθῆναι τὸ ἕτερον μὴ ἀτονήσαντος τοῦ ἄλλου πρὸς τὴν κατὰ φύσιν φοράν. μέση δὲ ἀμφοῖν ἑστῶσα ἡ αὐτεξούσιος ἡμῶν δύναμίς τε καὶ προαίρεσις δι' ἑαυτῆς ἐμποιεῖ καὶ τόνον τῷ κάμνοντι καὶἀτονίαν τῷ κατισχύοντι· ἐν ᾧ γὰρ ἂν γένηται μέρει, τούτῳ δίδωσι κατὰ τοῦ ἄλλου τὰ νικητήρια. οὕτως ἐν τῷ εὐαγγελίῳ ἐπαινεῖται μὲν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος (οὗτος γάρ ἐστι κατά γε τὸν ἐμὸν λόγον ἡ καλῶς τῶν ἐν ἡμῖν ἐπιστατοῦσα προαίρεσις· ἐπαινεῖται γὰρ ὅτι τρέφει τὴν οἰκετείαν τοῦ δεσπότου διὰ τῆς τῶν ἐναντίων νεκρώσεως· ἡ γὰρ ἐκείνων φθορὰ τροφή τε καὶ εὐεξία τῶν κρειττόνων ἐστίν), κατηγορεῖται δὲ ὁ κακὸς δοῦλος ἐκεῖνος ὁ διὰ τοῦ τοῖς μεθύουσι συνεῖναι πληγαῖς αἰκιζόμενος τὴν τοῦ θεοῦ οἰκετείαν· πληγὴ γάρ ἐστιν ὡς ἀληθῶς κατὰ τῶν ἀρετῶν ἡ τῆς κακίας εὐημερία. οὐκοῦν καλῶς ἔχει τὸν προφητικὸν ζηλώσαντας λόγον πρωΐαν ἑαυτοῖς ποιεῖν διὰ τοῦ ἀποκτεῖναι Πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως κυρίου (ψυχὴ δὲ ἡ πόλις) πάντας τοὺς λογισμοὺς τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ὧν ὁ ὄλεθρος ζωὴ γίνεται τῶν ἀμεινόνων. οὕτως οὖν διὰ τοῦ θανάτου ζῶμεν, ὅταν τῶν ἐν ἡμῖν, καθώς φησιν ὁ προφήτης, τὸ μὲν ἀποκτείνῃ τὸ δὲ ζωοποιήσῃ ὁ λόγος ὁ εἰπὼν ὅτι Ἐγὼ ἀποκτενῶ καὶ ζῆνποιήσω, ὡς καὶ ὁ Παῦλος ἀποθανὼν ἔζη καὶ ἀσθενῶν ἴσχυε καὶ δεδεμένος ἐνήργει τὸν δρόμον καὶ πτωχεύων ἐπλούτιζε καὶ πάντα κατεῖχεν ἔχων οὐδέν, Πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ ἰδίῳ σώματι περιφέρων καὶ πάντοτε τὴν ζωὴν αὐτοῦ ἐν ἑαυτῷ φανερῶν. Ἀλλ' ἐπὶ τὸ προτεθὲν ἐπανέλθωμεν· ὅτι διὰ θανάτου ἡ ψυχὴ ἐκ τοῦ θανάτου ἀνίσταται (ἐὰν γὰρ μὴ ἀποθάνῃ, νεκρὰ διὰ παντὸς μένει καὶ τῆς ζωῆς ἀπαράδεκτος· ἐκ δὲ τοῦ ἀποθανεῖν ἐν ζωῇ γίνεται πᾶσαν ἀποθεμένη νεκρότητα), καὶ τοῦτο ἡμῖν ἐκ τοῦ προκειμένου ῥητοῦ βεβαιοῦται τὸ δόγμα οὕτως εἰπούσης τῆς νύμφης ὅτι Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου· αἱ χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη. θανάτου δὲ σύμβολον εἶναι τὴν σμύρναν οὐκ ἄν τις ἀμφιβάλοι τῶν ταῖς θείαις ὡμιληκότων γραφαῖς. πῶς οὖν ὁ θάνατος ἡμᾶς ἐκ τοῦ θανάτου ἀνίστησιν, ἐπιζητεῖν οἶμαί τινας τὸν περὶ τούτου λόγον εὐκρινηθῆναι σαφέστερον. ἐροῦμεν τοίνυν ὅπως ἂν οἷόν τε ᾖ τάξιν τινὰ δι' ἀκολουθίας ἐπιθέντες τῷ λόγῳ. πάντα ὅσα ἐποίησεν ὁ θεὸς καλὰ λίαν εἶναι ὁ τῆς κοσμογενείας λόγος μαρτύρεται. ἓν δὲ τῶν λίαν καλῶν ἦν καὶ ὁ ἄνθρωπος, μᾶλλον δὲ πλεῖοντῶν ἄλλων κεκοσμημένος τῷ κάλλει· τί γὰρ ἂν ἕτερον οὕτως εἴη καλὸν ὡς τὸ τοῦ ἀκηράτου κάλλους ὁμοίωμα; εἰ δὲ πάντα καλὰ λίαν, ἐν δὲ τοῖς πᾶσιν ἢ καὶ πρὸ πάντων ὁ ἄνθρωπος ἦν, οὐκ ἦν πάντως ἐν τῷ ἀνθρώπῳ ὁ θάνατος· οὐ γὰρ ἂν καλόν τι ὁ ἄνθρωπος ἦν, εἴπερ εἶχεν ἐν ἑαυτῷ τῆς τοῦ θανάτου κατηφείας τὸν σκυθρωπὸν χαρακτῆρα. ἀλλὰ τῆς ἀϊδίου ζωῆς ἀπεικόνισμα ὢν καὶ ὁμοίωμα καλὸς ἦν ὡς ἀληθῶς καὶ λίαν καλὸς τῷ φαιδρῷ τῆς ζωῆς χαρακτῆρι καλλωπιζόμενος. ἦν δὲ αὐτῷ καὶ ὁ θεῖος παράδεισος διὰ τῆς εὐκαρπίας τῶν δένδρων βρύων ζωήν, καὶ ἡ ἐντολὴ τοῦ θεοῦ ζωῆς ἦν νόμος τὸ μὴ ἀποθανεῖν παραγγέλλουσα. ὄντος δὲ κατὰ τὸ μέσον τῆς τοῦ παραδείσου φυτείας τοῦ τὴν ζωὴν βρύοντος ξύλου, τί ποτε χρὴ τὸ ξύλον νοεῖν ἐκεῖνο οὗ ὁ καρπὸς ἡ ζωή, καὶ τοῦ θανατηφόρου δὲ ξύλου, οὗ καλὸν ἅμα καὶ κακὸν εἶναι τὸν καρπὸν ἀποφαίνεται ὁ λόγος, καὶαὐτοῦ κατὰ τὸ μέσον ὄντος τοῦ παραδείσου, ἀδυνάτου δὲ ὄντος ἐν τῷ μεσαιτάτῳ τοῖς δύο ξύλοις χώραν γενέσθαι; ὁπότερον γὰρ ἂν δῶμεν ἐξ ἀμφωτέρων ἐπέχειν τὸ μέσον, κατὰ πᾶσαν ἀνάγκην τὸ ἕτερον τῆς τοῦ μέσου χώρας πάντως ἐξείργεται· πρὸς γὰρ τὸ περιέχον ἡ ἀκριβὴς τοῦ μέσου θέσις καταλαμβάνεται, ὅταν ἴσοις ἁπαντοχόθεν τοῖς διαστήμασιν ἀπέχῃ τοῦ πέρατος. ἐπειδὰν τοίνυν ἓν δι' ἀκριβείας ᾖ τοῦ κύκλου τὸ μέσον, οὐκ ἂν γένοιτο μηχανὴ τοῦ αὐτοῦ μένοντος κύκλου δύο κέντρα κατὰ τὸ μέσον χώραν εὑρεῖν· εἰ γὰρ ἕτερον παρατεθείη κέντρον τῷ προλαβόντι, πρὸς τοῦτο κατ' ἀνάγκην συμμετατεθέντος τοῦ κύκλου ἔξω τοῦ μέσου τὸ πρότερον γίνεται τῆς τοῦ κύκλου περιοχῆς τῷ δευτέρῳ κέντρῳ περιγραφείσης. ἀλλὰ μὴν ἐν τῷ μέσῳ φησὶν εἶναι τοῦ παραδείσου καὶ τοῦτο καὶ τοῦτο, καίτοι ἐναντίως πρὸς ἄλληλα κατὰ τὴν δύναμιν ἔχοντα, τό τε ζωοποιὸν λέγω ξύλον καὶ οὗ θάνατος ἦν ὁ καρπός, ὅπερ ἁμαρτίαν ὁ Παῦλος ὠνόμασεν εἰπὼν ὅτι Καρπὸς ἁμαρτίας ὁ θάνατος. νοῆσαι ἄρα προσήκει διὰ τῆς τῶν εἰρημένων φιλοσοφίας τοῦτο τὸ δόγμα ὅτι τῆς μὲν τοῦ θεοῦ φυτείας τὸ μεσαίτατόν ἐστιν ἡ ζωή, ὁ δὲ θάνατος ἀφύτευτος καθ' ἑαυτόν ἐστι καὶ ἄρριζος ἰδίαν οὐδαμοῦ χώραν ἔχων, τῇ δὲ στερήσει τῆς ζωῆςἐμφυτεύεται, ὅταν ἀργήσῃ τοῖς ζῶσιν ἡ μετουσία τοῦ κρείττονος. ἐπεὶ οὖν ἐν τῷ μέσῳ τῶν θείων φυτῶν ἐστιν ἡ ζωή, τῇ δὲ ἀποπτώσει ταύτης ἐνυφίσταται ἡ τοῦ θανάτου φύσις, διὰ τοῦτο καὶ τὸ θανατηφόρον ξύλον ὁ τὸ δόγμα τοῦτο δι' αἰνιγμάτων φιλοσοφήσας ἐν τῷ μέσῳ εἶναι τοῦ παραδείσου λέγει, οὗ τὸν καρπὸν εἶπε σύμμικτον ἔχειν ἐκ τῶν ἐναντίων τὴν δύναμιν· τὸ γὰρ αὐτὸ καλόν τε εἶναι ἅμα καὶ κακὸν διωρίσατο, τῆς ἁμαρτίας οἶμαι διὰ τούτου τὴν φύσιν ὑπαινιττόμενος. ἐπειδὴ γὰρ πάντων τῶν διὰ κακίας ἐνεργου μένων ἡδονή τις καθηγεῖται πάντως καὶ οὐκ ἔστιν εὑρεῖν ἁμαρτίαν ἡδονῆς διεζευγμένην, ὅσα τε διὰ θυμοῦ καὶ ὅσα δι' ἐπιθυμίας γίνεται πάθη, τούτου χάριν καὶ καλὸς ὁ καρπὸς ὀνομάζεται κατὰ τὴν ἡμαρτημένην τοῦ καλοῦ κρίσιν τοῖς τὸ καλὸν ἐν ἡδονῇ τιθεμένοις τοιοῦτος δοκῶν. πονηρὸς δὲ μετὰ ταῦτα τῇ πικρᾷ τῆς βρώσεως ἀναδόσει εὑρίσκεται κατὰ τὴν παροιμιώδη φωνὴν ἥ φησι Μέλι τῶν χειλέων τῆς κακίας ἀποστάζειν, ἣ πρὸς καιρὸν μὲν λιπαίνει τὸν φάρυγγα, μετὰ ταῦτα δὲ πικρότερον χολῆς τοῖς κακῶς γλυκανθεῖσιν εὑρίσκεται. ἐπειδὴ τοίνυν ἀποστὰς τῆς τῶν ἀγαθῶν παγκαρπίας ὁ ἄνθρωπος τοῦ φθοροποιοῦ καρποῦ διὰ τῆς παρακοῆς ἐνεπλήσθη (ὄνομα δὲ τοῦ καρποῦ τούτου ἡ θανατοποιὸς ἁμαρτία), εὐθὺς ἐνεκρώθη τῷ κρείττονιβίῳ τὴν ἄλογον καὶ κτηνώδη ζωὴν τῆς θειοτέρας ἀνταλλαξά μενος. καὶ καταμιχθέντος ἅπαξ τοῦ θανάτου τῇ φύσει συνδιεξῆλθε ταῖς τῶν τικτομένων διαδοχαῖς ἡ νεκρότης. ὅθεν νεκρὸς ἡμᾶς διεδέξατο βίος αὐτῆς τρόπον τινὰ τῆς ζωῆς ἡμῶν ἀποθανούσης· νεκρὰ γὰρ ἄντικρύς ἐστιν ἡμῶν ἡ ζωὴ τῆς ἀθανασίας ἐστερημένη. διὰ τοῦτο ταῖς δύο ταύταις ζωαῖς μεσιτεύει ὁ Ἐν μέσῳ τῶν δύο ζωῶν γινωσκόμενος, ἵνα τῇ ἀναιρέσει τῆς χείρονος δῷ τῇ ἀκηράτῳ τὰ νικητήρια. ὥσπερ τοίνυν τῷ ἀποθανεῖν τῇ ἀληθινῇ ζωῇ ὁ ἄνθρωπος εἰς τὸν νεκρὸν τοῦτον μετέπεσε βίον, οὕτως ὅταν ἀποθάνῃ τῇ νεκρᾷ ταύτῃ καὶ κτηνώδει ζωῇ, πρὸς τὴν ἀεὶ ζῶσαν ἀντιμεθίσταται, ὡς ἀναμφίβολον εἶναι ὅτι οὐκ ἔστιν ἐν τῇ μακαρίᾳ γενέσθαι ζωῇ μὴ νεκρὸν τῇ ἁμαρτίᾳ γενόμενον. οὗ χάριν ἐν τῷ αὐτῷ κατὰ τὸ μέσον ἑκάτερον τῶν ξύλων εἶναι ὑπὸ τοῦ λόγου πεφιλοσόφηται ὡς τοῦ μὲν φύσει ὄντος, τοῦ δὲ ἐπιγινομένου τῷ ὄντι διὰ στερήσεως· ἐκ γὰρ τοῦ αὐτοῦ ἐπὶ τοῦ αὐτοῦ διὰ μετουσίας τε καὶ στερήσεως ἡ ἀντιμετάστασις γίνεται καὶ ζωῆς καὶ θανάτου ἐπειδὴ ὁ νεκρωθεὶς τῷ ἀγαθῷ ζῇ τῷ κακῷ καὶ ὁ νεκρὸς ἐν κακίᾳγενόμενος πρὸς τὴν ἀρετὴν ἀνεβίω. οὐκοῦν καλῶς πλήρεις δείκνυσι τῆς σμύρνης τὰς ἑαυτῆς χεῖρας ἡ νύμφη διὰ τῆς ἐν πάσῃ τῇ κακίᾳ νεκρότητος ἀνισταμένη πρὸς τὸ ἀνοῖξαι τῷ λόγῳ τὴν εἰς ἑαυτὴν εἴσοδον· ζωὴ δὲ ὁ λόγος ὃν εἰσοικίζεται. Πρὸς τοσοῦτον δὲ μέγεθος ἐπαρθεῖσα διὰ τῶν θεωρηθέντων ἡμῖν ἡ πρὸς τὸν θεὸν ὁρῶσα ψυχὴ Οὔπω, καθώς φησιν ὁ Παῦλος, οὕτως ἔγνω καθὼς δεῖ γνῶναι, οὐδὲ λογίζεται ἑαυτὴν κατειληφέναι, ἀλλ' ἔτι πρὸς τὸ ὑπερκείμενον τρέχει Τοῖς ἔμπροσθεν ἑαυτὴν ἐπεκτείνουσα. ἡ γὰρ ἀκολουθία τῶν ἐφεξῆς λόγων ταῦτα νοεῖν περὶ αὐτῆς ὑποτίθεται· Ἐπὶ χεῖρας τοῦ κλείθρου ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπήγαγεν ὅτι Ἀδελφιδός μου παρῆλθεν, ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. διδάσκει γὰρ διὰ τούτων ἡμᾶς ὅτι ἐπὶ τῆς πάντα νοῦν ὑπερεχούσης δυνάμεως εἷς καταλήψεώς ἐστι τρόπος οὐ τὸ στῆναι περὶ τὸ κατειλημμένον ἀλλὰ τὸ ἀεὶ ζητοῦντα τὸ πλεῖον τοῦ καταληφθέντος μὴ ἵστασθαι. ἡ γὰρ πλήρης γενομένη τῆς σμύρνης πᾶσι τοῖς τοῦ βίου ἐπιτηδεύμασιν, ἅπερ δακτύλους τροπικῶς ὀνομάζει, τὴνπρὸς τὸ κακὸν ἐπισημαίνουσα νέκρωσιν καὶ τὸ ἑκούσιον τῆς ἀρετῆς διὰ τοῦ οἴκοθεν ἀποστάξαι τῶν χειρῶν τὴν σμύρναν ἐνδειξαμένη ἅψασθαί φησι τὰς χεῖρας ἑαυτῆς τοῦ κλείθρου, τουτέστι τὰ ἔργα ἑαυτῆς ἐγγίσαι λέγει τῇ στενῇ καὶ τεθλιμμένῃ εἰσόδῳ ἧς τὸ κλεῖθρον ἐγχειρίζει τοῖς κατὰ Πέτρον ὁ λόγος. ἀνοίγει τοίνυν δι' ἑκατέρων ἑαυτῇ τῆς βασιλείας τὴν θύραν, διά τε τῶν χειρῶν δι' ὧν τὰ ἔργα δηλοῦται καὶ διὰ τοῦ κλείθρου τῆς πίστεως· δι' ἀμφοτέρων γὰρ τούτων, ἔργων τε λέγω καὶ πίστεως, ἡ κλεὶς τῆς βασιλείας ἡμῖν ὑπὸ τοῦ λόγου κατασκευάζεται. ὅτε τοίνυν ἤλπισε κατὰ τὸν Μωϋσέα γνωστῶς ἐμφανήσεσθαι αὐτῇ τοῦ ποθουμένου τὸ πρόσωπον, τότε παρῆλθε τὴν κατάληψιν αὐτῆς ὁ ζητούμενος. φησὶ γὰρ ὅτι Ἀδελφιδός μου παρῆλθεν, οὐ καταλιπὼν τὴν ἑπομένην αὐτῷ ψυχὴν ἀλλὰ πρὸς ἑαυτὸν ἐφελκόμενος· Ἡ ψυχὴ γάρ μού φησιν ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ὦ μακαρίας ἐξόδου ἐκείνης ἣν ἐξέρχεται ἡ τῷ λόγῳ ἑπομένη ψυχή. Κύριος φυλάξει τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου, φησὶν ὁ προφήτης. αὕτη ἐστὶν ὡς ἀληθῶς ἡ ὑπὸ τοῦ θεοῦ φυλασσομένη τοῖς ἀξίοις ἔξοδος ἅμα καὶεἴσοδος γινομένη· ἡ γὰρ ἀπὸ τοῦ ἐν ᾧ ἐσμεν ἔξοδος τῶν ὑπερκειμένων ἀγαθῶν εἴσοδος γίνεται. ταύτην οὖν ἐξῆλθεν ἡ ψυχὴ τὴν ἔξοδον ὁδηγῷ κεχρημένη τῷ λόγῳ τῷ εἰπόντι ὅτι Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα, καὶ ὅτι Δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, οὐδέποτε οὔτε τοῦ εἰσιέναι λήγων οὔτε τοῦ ἐξιέναι παυόμενος, ἀλλὰ πάντοτε διὰ προκοπῆς εἰς τὰ ὑπερκείμενα εἰσιὼν καὶ ἀεὶ τῶν κατειλημ μένων ἔξω γινόμενος. οὕτω παρῆλθέ ποτε καὶ τὸν Μωϋσέα τὸ ποθούμενον ἐκεῖνο πρόσωπον τοῦ κυρίου καὶ οὕτως ἡ ψυχὴ τοῦ νομοθέτου ἀεὶ ἔξω ἐγίνετο τοῦ ἐν ᾧ ἦν ἑπομένη προϊόντι τῷ λόγῳ. τίς γὰρ οὐκ οἶδε τὰς ἀναβάσεις ἐκείνας ἃς ἀνέβη ὁ Μωϋσῆς, ὁ ἀεὶ μέγας γινόμενος καὶ μηδέποτε ἱστάμενος τῆς ἐπὶ τὸ μεῖζον αὐξήσεως; ηὐξήθη κατ' ἀρχὰς ὅτε τῆς τῶν Αἰγυπτίων βασιλείας ὑψηλότερον τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ ἐποιήσατο Μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν· ηὐξήθη πάλιν ὅτε καταπονοῦντος τὸν Ἑβραῖον τοῦ Αἰγυπτίου θανατοῖ τὸν ἀλλόφυλον ὑπὲρ τοῦ Ἰσραηλίτου ἀγωνιζόμενος. νοεῖς δὲ πάντως ἐν τούτοις τὸν τῆς αὐξήσεως τρόπον μεταβαλὼν τὴν ἱστορίαν εἰς τροπικὴν θεωρίαν. πάλινἑαυτοῦ μείζων ἐγένετο ἀπεριήχητον τὴν ζωὴν φυλάσσων διὰ τῆς ἐν τῇ ἐρήμῳ φιλοσοφίας ἐν χρόνῳ πολλῷ. εἶτα τῷ πυρὶ τῷ ἐπὶ τῆς βάτου φωτίζεται. μετὰ τοῦτο καὶ τὴν ἀκοὴν ταῖς τοῦ φωτὸς ἀκτῖσι διὰ τοῦ λόγου περιαυγάζεται. γυμνοῖ πρὸς τούτοις τῆς νεκρᾶς περιβολῆς τὰς ἑαυτοῦ βάσεις, ἀναλίσκει τῇ ῥάβδῳ τοὺς Αἰγυπτίους δράκοντας, ἐξαιρεῖται τῆς τυραννίδος τοῦ Φαραὼ τὸ ὁμόφυλον, ὁδηγεῖται διὰ νεφέλης, διαιρεῖ τὸ πέλαγος, ὑποβρύχιον ποιεῖ τὴν τυραννίδα, γλυκαίνει τὴν Μερράν, παίει τὴν πέτραν, ἐμφορεῖται τῆς τῶν ἀγγέλων τροφῆς, τῶν σαλπίγγων ἀκούει, τοῦ καιομένου ὄρους κατατολμᾷ, τῆς ἀκρωρείας ἅπτεται, τὴν νεφέλην ὑπέρχεται, ἐντὸς τοῦ γνόφου γίνεται ἐν ᾧ ἦν ὁ θεός, τὴν διαθήκην δέχεται, ἥλιος γίνεται ἀπροσπέλαστον τοῖς προσεγ γίζουσιν ἐκ τοῦ προσώπου τὸ φῶς ἀπαστράπτων. καὶ πῶς ἄν τις πάσας αὐτοῦ τὰς ἀναβάσεις καὶ τὰς ποικίλας θεοφα νείας διεξέλθοι τῷ λόγῳ; ἀλλ' ὅμως ὁ τοσοῦτος, ὁ τοιοῦτος, ὁ ἐν τοσούτοις γενόμενος καὶ διὰ τοσούτων πρὸς τὸν θεὸνὑψωθεὶς ἔτι ἀπλήστως τῆς ἐπιθυμίας ἔχει τοῦ πλείονος καὶ τοῦ κατὰ πρόσωπον ἰδεῖν τὸν θεὸν ἱκέτης γίνεται καίτοι μαρτυρήσαντος ἤδη τοῦ λόγου τῆς κατὰ πρόσωπον αὐτὸν ὁμιλίας ἠξιῶσθαι. ἀλλ' ὅμως οὔτε τὸ ὡς φίλον φίλῳ προσδια λέγεσθαι οὔτε ἡ στόμα κατὰ στόμα γινομένη αὐτῷ πρὸς τὸν θεὸν ὁμιλία τῆς τῶν ἀνωτέρων αὐτὸν ἐπιθυμίας ἵστησιν, ἀλλ' Εἰ εὕρηκα χάριν, φησίν, ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς. καὶ ὁ τὴν αἰτηθεῖσαν χάριν δώσειν ἐπαγγειλάμενος, ὁ εἰπὼν Ἔγνων σε παρὰ πάντας, παρέρχεται αὐτὸν ἐπὶ τοῦ θείου τόπου ἐν τῇ πέτρᾳ ὑπὸ τῆς θείας χειρὸς σκεπαζόμενον, ὥστε μόγις ἰδεῖν μετὰ τὴν πάροδον αὐτοῦ τὰ ὀπίσθια, διδάσκων, οἶμαι, διὰ τούτων ὁ λόγος ὅτι ὁ ἰδεῖν τὸν θεὸν ἐπιθυμῶν ἐν τῷ ἀεὶ αὐτῷ ἀκολουθεῖν ὁρᾷ τὸν ποθούμενον καὶ ἡ τοῦ προσώπου αὐτοῦ θεωρία ἐστὶν ἡ ἄπαυστος πρὸς αὐτὸν πορεία διὰ τοῦ κατόπιν ἕπεσθαι τῷ λόγῳ κατορθουμένη. οὕτω τοίνυν καὶ νῦν ἡ ψυχή, ὅτε ἀνέστη διὰ τοῦ θανάτου, ὅτε ἐπληρώθη τῆς σμύρνης, ὅτε προσήγαγε τῷ κλείθρῳ διὰ τῶν ἔργων τὰς χεῖρας καὶ εἰσοικίσασθαι τὸν ποθούμενον ἤλπισε, τότε ὁ μὲν παρέρχεται, ἡ δὲ ἐξέρχεται οὐκέτι μένουσα ἐν οἷς ἦν, ἀλλὰ τῷ λόγῳ ἐπὶ τὰ πρόσω προηγουμένῳ ἐφεπομένη. Ὁ δὲ ἐφεξῆς λόγος μᾶλλον ἡμῖν βεβαιοῖ τὴν προθεωρη θεῖσαν διάνοιαν ὅτι οὐκ ἐν τῷ καταλαμβάνεσθαι τὸ μέγεθος τῆς θείας γνωρίζεται φύσεως ἀλλ' ἐν τῷ παριέναι πᾶσαν καταληπτικὴν φαντασίαν καὶ δύναμιν· ἡ γὰρ ἐκβᾶσα ἤδη τὴν φύσιν ψυχή, ὡς ἂν μηδενὶ τῶν συνηθῶν πρὸς τὴν γνῶσιν τῶν ἀοράτων κωλύοιτο, οὔτε ζητοῦσα τὸ μὴ εὑρισκόμενον ἵσταται οὔτε καλοῦσα τὸ ἀνεκφώνητον παύεται, φησὶ γὰρ ὅτι Ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. πῶς γὰρ ἂν εὑρεθείη ὃν μηνύει τῶν γινωσκομένων οὐδέν, οὐκ εἶδος, οὐ χρῶμα, οὐ περιγραφή, οὐ ποσότης, οὐ τόπος, οὐ σχῆμα, οὐ στοχασμός, οὐκ εἰκασμός, οὐκ ἀναλογία; ἀλλὰ πάσης καταληπτικῆς ἐφόδου ἐξώτερος ἀεὶ εὑρισκόμενος ἐκφεύγει πάντως τὴν τῶν ζητούντων λαβήν, διὰ τοῦτό φησιν Ἐζήτησα αὐτόν, διὰ τῶν ἐρευνητικῶν τῆς ψυχῆς δυνάμεων ἐν λογισμοῖς καὶ νοήμασι, καὶ πάντων ἐξώτερος ἦν τὸν προσεγγισμὸν τῆς διανοίας διαδιδράσκων. ὁ δὲ παντὸς γνωριστικοῦ χαρακτῆρος ἐξώτερος ἀεὶ εὑρισκόμενος πῶς ἂν διά τινος ὀνοματικῆς σημασίας περιληφθείη; τούτου χάριν ἐπινοεῖμὲν παντοίαν ὀνομάτων δύναμιν εἰς τὴν τοῦ ἀφράστου ἀγαθοῦ σημασίαν, ἡττᾶται δὲ πᾶσα φραστικὴ λόγου δύναμις καὶ τῆς ἀληθείας ἐλάττων ἐλέγχεται. διό φησιν ὅτι ἐγὼ μὲν ἐκάλουν ὡς ἐδυνάμην ἐπινοοῦσα φωνὰς ἐνδεικτικὰς τῆς ἀφράστου μακαριότητος, ὁ δὲ κρείττων ἦν τῆς τῶν σημαινο μένων ἐνδείξεως. οἷον δὴ ἐποίει πολλάκις καὶ ὁ μέγας Δαβὶδ μυρίοις ὀνόμασι τὸ θεῖον καλῶν καὶ ἡττᾶσθαι τῆς ἀληθείας ὁμολογῶν· Σὺ γάρ, φησίν, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, καὶ ἰσχὺς καὶ στερέωμα καὶ καταφυγὴ καὶ δύναμις καὶ βοηθὸς καὶ ἀντιλήπτωρ καὶ κέρας σωτηρίας καὶ τὰ τοιαῦτα. καὶ πάλιν ὁμολογεῖ ὅτι τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ οὐχὶ γινώσκε ἀλλὰ θαυμάζεται· Ὡς θαυμαστὸν γάρ, φησί, τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. οὕτω φησὶ καὶ πρὸς τὸν Μανωὲ ὁ περὶ τοῦ παιδὸς αὐτῷ χρηματίσας, ὅτε ἠρωτήθη περὶ τοῦ ὀνόματος, ὅτι θαυμαστόν ἐστι τοῦτο καὶ κρεῖττον ἢ ὥστε ὑπ' ἀνθρωπίνης ἀκοῆς χωρηθῆναι. διὰ τοῦτο καὶ ἡ ψυχὴ τὸν λόγον καλεῖ μὲν ὡς δύναται, δύναται δὲ οὐχ ὡς βούλεται· βούλεται γὰρ πλεῖον ἢ δύναται. οὐ μὴν οὐδὲ θελῆσαι τοσοῦτον δύναται, ὅσον ἐκεῖνός ἐστιν, ἀλλ' ὅσον βουληθῆναι ἡ προαίρεσις δύναται. ἐπεὶ οὖν ἀνέφικτός ἐστιν ὁ καλούμενος τῇ τοῦ καλοῦντος ὁρμῇ, διὰ τοῦτό φησιν· Ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Ὅσα δὲ τοῖς εἰρημένοις ἡ νύμφη προστίθησι, κἂν σκυθρωποτέραν κατὰ τὸ πρόχειρον ἔχῃ τὴν ἔνδειξιν, ἀλλ' ἐμοὶ δοκεῖ πρὸς τὸν αὐτὸν σκοπὸν βλέπειν καὶ τῆς τῶν ὑψηλοτέρων ἀναβάσεως ἔχεσθαι· φησὶ γὰρ ὅτι Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων. ταῦτα γὰρ ἴσως δόξει τισὶν ὀδυρομένης μᾶλλον ἤπερ εὐφραινομένης εἶναι τὰ ῥήματα, τὸ Ἐπάταξαν καὶ Ἐτραυμάτισαν καὶ Ἦραν τὸ θέριστρον· τῷ δὲ ἀκριβῶς ἐπεσκεμμένῳ τὴν τῶν λεγομένων διάνοιαν μεγαλαυχουμένης ἐπὶ τοῖς καλλίστοις εἰσὶν αἱ φωναί. οὑτωσὶ δὲ γένοιτ' ἂν ἡμῖν καταφανὲς τὸ λεγόμενον· μικρὸν πρὸ τούτων ἐν τοῖς κατόπιν καθαρεύειν αὐτὴν παντὸς προκαλύμματος ὁ λόγος μαρτύρεται, ἐν οἷς φησιν ἐκ προσώπου τῆς νύμφης ὅτι Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνταῦθα δὲ πάλιν ἀφῃρῆσθαι αὐτῆς λέγει τὸ θέριστρον. περιβόλαιον δὲ νυμφικόν ἐστι τὸ θέριστρον συγκαλύπτον μετὰ τῆςκεφαλῆς καὶ τὸ πρόσωπον, καθὼς περὶ τῆς Ῥεβέκκας λέγει ἡ ἱστορία. πῶς οὖν ἡ γυμνωθεῖσα παντὸς περιβλήματος ἔτι τὸ θέριστρον ἔχει ὅπερ νῦν αὐτῆς ἀφαιροῦνται οἱ φύλακες; ἢ δῆλον διὰ τῶν εἰρημένων ἐστίν, ὅσον ἀπ' ἐκείνου πάλιν ἐπὶ τὸ ὑψηλότερον διὰ προκοπῆς ἀνελήλυθεν; ἡ γὰρ ἀπεκδυσα μένη τὸν παλαιὸν χιτῶνα καὶ πάσης περιβολῆς καθαρεύσασα τοσοῦτον ἑαυτῆς γίνεται καθαρωτέρα, ὡς συγκρίσει τῆς ἄρτι γενομένης αὐτῇ καθαρότητος μὴ δοκεῖν ἀποδεδῦσθαι τὸ περιβόλαιον, ἀλλ' εὑρεῖν τι πάλιν μετὰ τὴν γύμνωσιν ἐκείνην περὶ ἑαυτὴν ὃ ἀποθῆται. οὕτως ἡ πρὸς τὸ θεῖον ἄνοδος τοῦ ἀεὶ εὑρισκομένου τὸ περὶ αὐτὴν παχύτερον δείκνυσιν. διὰ τοῦτο συγκρίσει τῆς νῦν καθαρότητος ἡ προγενομένη τοῦ χιτῶνος ἐκείνου γύμνωσις ὡς κάλυμμα πάλιν περιαιρεῖται παρὰ τῶν εὑρισκόντων αὐτήν. οὗτοι δέ εἰσιν οἱ φύλακες οἱ κυκλοῦντες τὴν πόλιν (ψυχὴ δὲ ἡ πόλις) οἱ διὰ τοῦ πατάξαι καὶ τραυματίσαι περιελόντες τὸ θέριστρον, ὧν ἔργον ἐστὶ τὸ φυλάσσειν τὰ τείχη τῆς πόλεως. ὅτι μὲν οὖν ἀγαθόν τί ἐστιν ἡ τοῦ θερίστρου περιαίρεσις, ὥστε ἐλεύθερον τοῦ προκαλύμματος τὸν ὀφθαλμὸν ἀπαραποδίστως ἐνατενίζειν τῷ ποθουμένῳ κάλλει, οὐκ ἄν τις ἀμφιβάλοιπρὸς τὸν ἀπόστολον βλέπων, ὃς τῇ δυνάμει τοῦ πνεύματος τὴν τοῦ καλύμματος περιαίρεσιν ἀνατίθησι λέγων· Ὅταν δὲ ἐπιστρέψῃ πρὸς κύριον περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. ὅτι δὲ τὸ τοῦ ἀγαθοῦ παρασκευαστι κὸν καὶ αὐτὸ πάντως ἐστὶν ἀγαθόν, οὐκ ἄν τις ἀμφιβάλοι τῶν ἐπισταμένων πρὸς τὸ ἀκόλουθον βλέπειν. εἰ τοίνυν ἀγαθὸν ἡ τοῦ καλύμματος περιαίρεσις, ἀγαθὸν ἂν εἴη πάντως καὶ ἡ πληγὴ καὶ τὸ τραῦμα δι' ὧν κατορθοῦται ἡ περιαίρεσις. ἀλλ' ἐπειδὴ κατὰ τὴν πρόχειρον ἔννοιαν ἀηδία τις ἐμφαίνεται τοῖς ῥήμασι τούτοις (ἄλγημα γὰρ ἐνδείκνυται ἡ φωνὴ τοῦ Ἐπάταξάν με καὶ Ἐτραυμάτισάν με), καλῶς ἂν ἔχοι κατανοῆσαι πρῶτον τῆς ἁγίας γραφῆς τὴν τῶν τοιούτων ῥημάτων χρῆσιν, εἴ που πρὸς τὸ κρεῖττον αὐτῶν τὴν μνήμην πεποίηται, εἶθ' οὕτω θεωρῆσαι τῶν ἐνταῦθα λεγομένων τὴν δύναμιν. Πῶς ῥύεται ἡ σοφία τὴν τοῦ νέου ψυχὴν ἀπὸ θανάτου; τί συμβουλεύει ποιεῖν, ἵνα μὴ ἀποθάνῃ ὁ νέος; αὐτῆς ἀκούσω μεν τῆς σοφίας· Ἐὰν πατάξῃς αὐτόν, φησί, ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ· σὺ μὲν γὰρ ῥάβδῳ πατάξεις αὐτόν, τὴν δὲ ψυχὴν αὐτοῦ ῥύσῃ ἐκ θανάτου. ἔοικε τοίνυν ἀθανασίαν ἑρμηνεύειν ἡ τοῦ Ἐπάταξάν με λέξις, καθὼς ὁ λόγος φησὶν ὅτι Ἐὰν πατάξῃς τῇ ῥάβδῳ, οὐ μὴ ἀποθάνῃ, καὶ ὅτι οὐκ ἔστιν ἄλλως ῥυσθῆναι τὴν ψυχὴν ἐκ θανάτου ἐὰν μὴ παταχθῇτῇ ῥάβδῳ. καλὸν ἄρα τὸ παταχθῆναι διὰ τῶν εἰρημένων ἡμῖν ἀποδέδεικται, διότι καλόν ἐστιν ὡς ἀληθῶς τὸ ἐκ θανάτου τὴν ψυχὴν ῥυσθῆναι. οὕτω ποιεῖν καὶ τὸν θεὸν ὁ προφήτης φησὶ διὰ τοῦ ἀποκτέννειν ζωοποιοῦντα καὶ διὰ τοῦ πατάσσειν ἰώμενον· Ἐγὼ γάρ φησιν ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι. διὰ τοῦτο καὶ ὁ μέγας Δαβὶδ οὐχὶ πληγὴν εἶπεν ἀλλὰ παράκλησιν ἐκ τῆς τοιαύτης γίνεσθαι ῥάβδου, λέγων Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν· δι' ὧν γίνεται ἡ τῆς θείας αὐτῷ τραπέζης ἑτοιμασία καὶ ὅσα κατὰ τὸ ἀκόλουθον περιέχει ἡ ψαλμῳδία· καὶ τὸ ἐπὶ τῆς κεφαλῆς ἔλαιον καὶ ὁ τοῦ ποτηρίου ἄκρατος, ὁ τὴν νηφάλιον μέθην ἀπεργαζόμενος, καὶ ὁ καλῶς αὐτὸν καταδιώκων ἔλεος καὶ ἡ ἐν τῷ οἴκῳ τοῦ θεοῦ μακροβίωσις. εἰ οὖν ταῦτα παρέχει ἡ γλυκεῖα ἐκείνη πληγὴ κατά τε τὴν παροιμιώδη διδασκαλίαν καὶ κατὰ τὴν τοῦ προφήτου φωνήν, ἀγαθὸν ἄρα ἐστὶ τὸ παταχθῆ ναι τῇ ῥάβδῳ, ἀφ' ἧς ἐστιν ἡ τῶν τοσούτων ἀγαθῶν εὐθηνία. Μᾶλλον δὲ τὸ παρεθὲν πρὸ τῶν εἰρημένων διεξετάσωμεν· παρῆλθε τὴν νύμφην ὁ λόγος ἀνέφικτος τῇ λαβῇ τῆς ποθούσηςγενόμενος· παρῆλθε δὲ οὐχ ὥστε καταλιπεῖν ἣν παρέδραμεν, ἀλλ' ὥστε μᾶλλον αὐτὴν πρὸς ἑαυτὸν ἐπισπάσασθαι· φησὶ γὰρ ὅτι Ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐξέρχεται τοίνυν πρῶτον ἀπὸ τοῦ ἐν ᾧ ἦν ἡ ψυχὴ καὶ οὕτως ὑπὸ τῶν φυλασσόντων τὴν πόλιν εὑρίσκεται· Εὕροσαν γάρ με, φησίν, οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει. εἰ μὲν οὖν ἢ Κίνδυνοι ᾅδου εὗρον αὐτὴν ἢ λῃσταῖς αὐτὴν εὑρῆσθαι ἔλεγε, χαλεπὸν ἦν τὸ τῶν τοιούτων αὐτὴν εὕρημα γενέσθαι (Ὁ γὰρ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ), εἰ δὲ οἱ φύλακες αὐτὴν εὑρίσκουσιν οἱ κυκλοῦντες ἐν τῇ πόλει, μακαριστὴ πάντως ἐστὶ τῆς τοιαύτης εὑρέσεως· ὁ γὰρ ὑπὸ τοῦ φύλακος εὑρεθεὶς ὑπὸ λῃστῶν κλαπῆναι οὐ δύναται. τίνες οὖν εἰσιν οἱ φύλακες; τίνες ἄλλοι ἢ πάντως οἱ ὑπηρέται τοῦ φυλάσσοντος τὸν Ἰσραήλ, τοῦ διὰ τῆςφυλακῆς τὴν δεξιὰν χεῖρα σκεπάζοντος, τοῦ ἀπὸ παντὸς κακοῦ τὴν ψυχὴν φυλάσσειν πεπιστευμένου, ὃς καὶ εἰσόδου καὶ ἐξόδου γίνεται φύλαξ; ἐκεῖνός ἐστιν ὁ φύλαξ τῆς πόλεως περὶ οὗ φησιν ὅτι Ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. τὰ τοίνυν Λειτουργικὰ πνεύματα, τὰ εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, ἐνδείκνυται διὰ τῶν φυλάκων ὁ λόγος τῶν κυκλούντων τὴν πόλιν. ψυχὴ δέ, καθὼς εἴρηται, ἡ πόλις ἐστί, τὸ τοῦ θεοῦ οἰκητήριον. παρὰ τούτων οὖν εὑρέθη, φησίν, ἡ ψυχή, ὡς εὑρέθη ποτὲ παρὰ τοῦ καλοῦ ποιμένος τὸ πρόβατον, ἐφ' οὗ πᾶσαι τῶν ἀγγέλων αἱ χορεῖαι πρὸς εὐφροσύνην συνεκινήθησαν κατὰ τὴν τοῦ κυρίου φωνήν. οὕτως εὑρέθη ποτὲ καὶ ἡ δραχμὴ ὑπὸ τοῦ λύχνου, ἐφ' ᾗ χαίρουσι πάντες οἱ φίλοι τε καὶ οἱ γείτονες. τοιοῦτον εὕρημα καὶ Δαβίδ, ὁ δοῦλος τοῦ κυρίου, γίνεται, καθὼς ἡ ψαλμῳδία φησὶν ἐκ προσώπου τοῦ θεοῦ ὅτι Εὗρον Δαβὶδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐτόν. ὃς ἐπειδὴ κτῆμα τοῦ εὑρόντος ἐγένετο, ἀκούσωμεν οἵων ἀξιοῦται· Ἡ χείρ μου, φησίν, συναντιλήψεται αὐτῷ καὶ ὁ βραχίων μουκατισχύσει αὐτόν· οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ καὶ υἱὸς ἀνομίας οὐ κακώσει αὐτόν, καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσο μαι· καὶ ὅσα ἄλλα ὁ τῆς εὐλογίας περιέχει κατάλογος. οὐκοῦν καλόν ἐστι τὸ εὑρεθῆναι ὑπὸ τῶν κυκλούντων τὴν πόλιν, τὴν ψυχήν, ἀγγέλων. οὕτω γὰρ νοεῖν ὁ μέγας Δαβὶδ ὑποτίθεται λέγων Παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. οὐκοῦν ἡ εἰποῦσα ὅτι οἱ φύλακές με ἐπάταξαν, προσθήκην τινὰ γεγενῆσθαι αὐτῇ τῆς ἐπὶ τὸ ἄνω προκοπῆς ἐκαυχήσατο. εἰ δὲ καὶ ἐν τραύματι γεγενῆσθαι λέγει, τὸν ἐν βάθει γενόμενον αὐτῇ διὰ τῆς θείας ῥάβδου τύπον τῷ λόγῳ παρίστησιν· οὐ γὰρ ἐπιπολαίως τῆς πνευματικῆς ῥάβδου τὴν ἐνέργειαν ἐφ' ἑαυτῆς δέχεται, ὡς μὴ ἐπιγνωσθῆναι τὸν τόπον ἐν ᾧ τὴν ῥάβδον ἐδέξατο, ἀλλ' ἐπίσημος διὰ τοῦ τραύματος γίνεται ἡ πληγὴ ᾗ ἐγκαυχᾶται ἡ νύμφη. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ἡ θεία ῥάβδος ἐκείνη καὶ ἡ παρακλητικὴ βακτηρία, ἡ διὰ τοῦ πατάσσειν ἐνεργοῦσα τὴν ἴασιν, τὸ πνεῦμά ἐστιν, οὗ καρπὸς τά τε ἄλλα τῶν ἀγαθῶν ὅσα ὁ Παῦλοςἠρίθμησε, καὶ μετὰ τῶν ἄλλων ἡ παιδαγωγὸς τῆς ἐναρέτου πολιτείας ἐγκράτεια. οὕτω γὰρ καὶ Παῦλος, ὁ τῶν τοιούτων πληγῶν στιγματίας, τοῖς τραύμασι τούτοις ἐπαγαλλόμενος ἔλεγεν ὅτι Τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματί μου περιφέρω, δεικνὺς τὴν ἐν παντὶ κακῷ ἀσθένειαν, δι' ἧς ἡ κατὰ Χριστὸν δύναμις ἐν ἀρετῇ τελειοῦται. καλὸν οὖν καὶ τὸ τραῦμα διὰ τῶν εἰρημένων ἡμῖν ἀναπέφηνε, δι' οὗ γέγονεν αὐτῇ τοῦ θερίστρου ἡ περιαίρεσις, ὥστε ἀνακαλυφθῆναι τὸ τῆς ψυχῆς κάλλος μηκέτι ἐπισκοτοῦντος τοῦ ἐπιβλήματος. Ἀλλ' ἐπαναλάβωμεν πάλιν ἀνακεφαλαιωσάμενοι τὴν τῶν εἰρημένων διάνοιαν· ἡ πρὸς τὸν θεὸν ὁρῶσα ψυχὴ καὶ τὸν ἀγαθὸν ἐκεῖνον πόθον τοῦ ἀφθάρτου κάλλους ἀνα λαμβάνουσα ἀεὶ νέαν τὴν πρὸς τὸ ὑπερκείμενον ἐπιθυμίαν ἔχει οὐδέποτε κόρῳ τὸν πόθον ἀμβλύνουσα. διὰ τοῦτο πάντοτε τοῖς ἔμπροσθεν ἐπεκτεινομένη οὐ παύεται καὶ ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐξιοῦσα καὶ πρὸς τὸ ἐνδότερον εἰσδυομένη ἐν ᾧ οὔπω ἐγένετο καὶ τὸ πάντοτε θαυμαστὸν αὐτῇ καὶ μέγα φαινόμενον κατώτερον ποιουμένη τοῦ ἐφεξῆς διὰ τὸ περι καλλέστερον πάντως εἶναι τοῦ προκατειλημμένου τὸ ἀεὶ εὑρισκόμενον, καθὼς καὶ ὁ Παῦλος καθ' ἡμέραν ἀπέθνῃσκεν, ἐπειδὴ πάντοτε πρὸς καινήν τινα μετῄει ζωὴν νεκρὸς ἀεὶ τῷ παρῳχηκότι γινόμενος καὶ λήθην τῶν προδιηνυσμένων ποιούμενος. διὰ τοῦτο καὶ ἡ πρὸς τὸν νυμφίον τρέχουσα νύμφηστάσιν τινὰ τῆς ἐπὶ τὸ μεῖζον προκοπῆς οὐχ εὑρίσκει· παραδείσους ποιεῖ ῥοῶν διὰ στόματος ἀρώματα ῥέοντας, τροφὴν ἑτοιμάζει τῷ δεσπότῃ τῆς κτίσεως τοῖς ἰδίοις αὐτὸν δεξιουμένη καρποῖς, πηγάζει κήπους, φρέαρ γίνεται ὕδατος ζῶντος, ὅλη καλὴ καὶ ἄμωμος δείκνυται κατὰ τὴν μαρτυρίαν τοῦ λόγου. πάλιν ὑπὲρ ταῦτα γενομένη αἰσθάνεται μεγαλοπρεπέστερον προσιόντος τοῦ λόγου, πληρουμένου κατὰ τὴν κεφαλὴν τῆς δρόσου καὶ τῶν τῆς νυκτὸς ψεκάδων τῶν ἐν τοῖς βοστρύχοις γινομένων, νίπτεται τοὺς πόδας, τὸν χιτῶνα ἐκδύεται, σμύρναν διὰ τῶν χειρῶν ἀποστάζει, προσάγει τῷ κλείθρῳ τὰς χεῖρας, ἀνοίγει τὴν εἴσοδον, ζητεῖ τὸν μὴ καταλαμβανόμενον, φωνεῖ τὸν ἀνέφικτον, εὑρίσκεται ὑπὸ τῶν φυλάκων, δέχεται ἐφ' ἑαυτῆς τὴν πατάσσουσαν ῥάβδον, μιμεῖται τὴν πέτραν περὶ ἧς φησιν ὁ προφήτης ὅτι Ἐπάταξε πέτραν καὶ ἐρρύησαν ὕδατα. ὁρᾷς εἰς ὅσον ἀνέδραμεν ὕψος ἡ νύμφη· διὰ τοῦτο πατασσομένη ὥσπερ ἡ ἀκρότομος ὑπὸ τοῦ Μωϋσέως, ἵνα καθ' ὁμοιότητα ἐκείνης καὶ αὕτη πηγάσῃ τοῖς διψῶσι τὸνλόγον ἐκ τῆς πληγῆς ἀνομβρήσαντα. εἶτα ἐπὶ τούτοις γυμνοῖ τὸ κάλλος τῆς ὄψεως τῶν φυλάκων αὐτῆς περιελόντων τὸ θέριστρον. ταῦτά ἐστιν ἃ κατὰ τὸν τόπον τοῦτον ἡμεῖς καταλαβεῖν ἠδυνήθημεν. φθόνος δὲ οὐδεὶς γενέσθαι τινὶ παρὰ τοῦ ἀποκαλύπτοντος τὰ κεκρυμμένα μυστήρια ψυχωφε λεστέραν τινὰ θεωρίαν ἐν τοῖς προκειμένοις. Ἴσως δὲ φήσει τις καὶ τοῦ Ἠσαΐου τὴν ὀπτασίαν ἔχειν τινὰ πρὸς τὰ προκείμενα ῥητὰ κοινωνίαν· ἐκείνην λέγω τὴν ὀπτασίαν, ὅτε ἀποθανόντος τοῦ λεπροῦ βασιλέως ἑωρακέναι φησὶ τὸν ἐπὶ τοῦ ὑψηλοῦ τε καὶ ἐπηρμένου θρόνου μεγαλοπρεπῶς προκαθήμενον, οὗ σχῆμα μὲν καὶ εἶδος καὶ μέγεθος ἰδεῖν οὐκ ἐχώρησεν (ἦ γὰρ ἂν εἶπε πάντως, εἴπερ ἐχώρησε, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ὧν εἶδεν ἐποίησε πτέρυγας ἀριθμήσας καὶ στάσιν καὶ πτῆσιν διηγησάμενος), φωνῆς δὲ μόνης ἀκηκοέναι φησίν, ὅτε ἐπήρθη τὸ ὑπέρθυρον ὑπὸ τῆς τῶν Σεραφὶμ ὑμνῳδίας καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ καὶ δι' ἑνὸς τῶν Σεραφὶμ ἐπεβλήθη τῷ στόματι τοῦ προφήτου διάπυρος ἄνθραξ, οὗ γενομένου οὐ τὰ χείλη μόνον ἀλλὰ καὶ ἡ ἀκοὴ πρὸς τὴν τοῦ λόγου ὑποδοχὴν καθαρίζεται. ὡς γὰρἐνταῦθα παταχθῆναι λέγει καὶ τραυματισθῆναι παρὰ τῶν φυλάκων ἡ νύμφη καὶ οὕτω γυμνωθῆναι τῆς τοῦ θερίστρου περιβολῆς, οὕτω κἀκεῖ ἀντὶ μὲν τοῦ θερίστρου τὸ ὑπέρθυρον αἴρεται, ὥστε ἀνεμπόδιστον αὐτῷ γενέσθαι τῶν ἐν τοῖς ἀδύτοις τὴν θεωρίαν, ἀντὶ δὲ τῶν φυλάκων τὰ Σεραφὶμ ὀνομάζεται, ἀντὶ δὲ τῆς ῥάβδου ὁ ἄνθραξ. ἀντὶ δὲ τῆς πληγῆς ἡ καῦσις. κοινὸν δὲ τὸ πέρας ἐπί τε τῆς νύμφης καὶ ἐπὶ τῆς τοῦ προφήτου ψυχῆς ἡ καθαρότης ἐστίν. ὡς οὖν ὁ προφήτης διὰ τοῦ ἄνθρακος οὐχὶ ἀλγύνεται καιόμενος, ἀλλὰ δοξάζεται λαμπρυνόμενος, οὕτω καὶ ἐνταῦθα ἡ νύμφη, οὐκ ὀδύνην ἐκ τῆς πληγῆς αἰτιᾶται, ἀλλ' ἐπικαυχᾶται τῇ τῆς παρρησίας προσθήκῃ ἐν τῇ ἀφαιρέσει τοῦ προκαλύμματος, ὃ θέριστρον ὁ λόγος ὠνόμασεν. Ἔστι δέ τινα καὶ ἄλλην διάνοιαν ἐν τοῖς προκειμένοις εὑρεῖν οὐδὲν τῶν τεθεωρημένων ἀπᾴδουσαν· ἡ γὰρ ἐξελθοῦσα ψυχὴ ἐν τῷ λόγῳ αὐτοῦ καὶ ζητοῦσα μὲν τὸν οὐχ εὑρισκό μενον, ἀνακαλοῦσα δὲ τὸν τῇ σημασίᾳ τῶν ὀνομάτων ἀνέφικτον διδάσκεται παρὰ τῶν φυλάκων ὅτι τοῦ ἀνεφίκτου ἐρᾷ καὶ τοῦ ἀκαταλήπτου ἐφίεται. δι' ὧν τρόπον τινὰ πλήσσεται καὶ τραυματίζεται τῇ ἀνελπιστίᾳ τοῦ ποθουμένου ἀτελῆ τε καὶ ἀναπόλαυστον τοῦ καλοῦ τὴν ἐπιθυμίαν νομίσασα. ἀλλὰ περιαιρεῖται τὸ τῆς λύπης θέριστρον διὰ τοῦ μαθεῖν ὅτι τὸ ἀεὶ προκόπτειν ἐν τῷ ζητεῖν καὶ τὸ μηδέποτε τῆςἀνόδου παύεσθαι τοῦτό ἐστιν ἡ ἀληθὴς τοῦ ποθουμένου ἀπόλαυσις τῆς πάντοτε πληρουμένης ἐπιθυμίας ἑτέραν ἐπιθυμίαν τοῦ ὑπερκειμένου γεννώσης. ὡς οὖν περιείλετο τῆς ἀνελπιστίας τὸ θέριστρον καὶ εἶδε τὸ ἀόριστόν τε καὶ ἀπερίγραπτον τοῦ ἀγαπωμένου κάλλος ἐν πάσῃ τῇ ἀϊδιότητι τῶν αἰώνων κρεῖττον ἀεὶ εὑρισκόμενον, ἐν σφοδροτέρῳ τείνεται πόθῳ καὶ μηνύει τῷ ἀγαπωμένῳ διὰ τῶν τῆς Ἰερουσαλὴμ θυγατέρων τὴν τῆς καρδίας διάθεσιν, ὅτι τὸ ἐκλεκτὸν τοῦ θεοῦ βέλος ἐν ἑαυτῇ δεξαμένη διὰ τῆς κατὰ τὴν πίστιν ἀκίδος βέβληται τὴν καρδίαν ἐν τῷ καιρίῳ δεξαμένη τὴν τῆς ἀγάπης τοξείαν. θεὸς δέ ἐστιν ἡ ἀγάπη, κατὰ τὴν Ἰωάννου φωνήν, ᾧ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.