Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Canticum canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, ἀπαγγείλατε αὐτῷ, ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ. Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων· Κεφαλὴ αὐτοῦ χρυσίον κεφάζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ, Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουμέναι ἐν γάλακτι καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. Ὁ διὰ Μωϋσέως μὲν νομοθετήσας τὰ τοῦ νόμου μυστήρια, πληρώσας δὲ δι' ἑαυτοῦ ὅλον τὸν νόμον καὶ τοὺς προφήτας, καθὼς ἐν τῷ εὐαγγελίῳ φησὶν ὅτι Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, ὁ τῇ μὲν ἀναιρέσει τῆς ὀργῆς συνεξαλείψας τὸν φόνον, τῷ δὲ ἀφανισμῷ τῆς ἐπιθυμίας συνεξελὼν τῆς μοιχείας τὸ ἄγος, οὗτος ἐκβάλλει τοῦ βίου καὶ τὴν ἐκ τῆς ἐπιορκίας κατάραν τῇ ἀπαγορεύσει τοῦ ὅρκου πεδήσας ἐν ἀπραξίᾳ τὸ δρέπανον· οὐ γάρ ἐστι δυνατὸν ὅρκου γενέσθαι παράβασιν μὴ ὄντος ὅρκου. διό φησινἨκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις· οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ κυρίῳ τοὺς ὅρκους σου. ἐγὼ δὲ λέγω σοι, φησί, μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ θεοῦ, μήτε ἐν Ἱεροσολύμοις, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως, μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι ποιῆσαι τρίχα λευκὴν ἢ μέλαιναν. ἔστω δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ διαβόλου ἐστίν. ἡ δὲ διὰ τοῦ Ἄισματος τῶν Ἀισμάτων ἐπὶ τελειότητι μεμαρτυρημένη ψυχὴ καὶ περιελομένη μὲν τῆς καρδίας τὸ κάλυμμα ἐν τῇ ἀπεκδύσει τοῦ παλαιοῦ χιτῶνος, τοῦ δὲ προσώπου τὸ θέριστρον ἀποβαλοῦσα, ὅπερ νοοῦμεν πᾶσαν διστάζουσάν τε καὶ κραδαινομένην διάνοιαν, ὥστε καθαρῶς τε καὶ ἀναμφιβόλως πρὸς τὴν ἀλήθειαν βλέπειν, ὁρκίζει τὰς θυγατέρας Ἰερουσαλὴμ οὔτε κατὰ τοῦ θείου θρόνου, ὃν οὐρανὸν ὀνομάζει ὁ λόγος, οὔτε κατὰ τῶν τοῦ θεοῦ βασιλείων, οἷς ὄνομά ἐστιν Ἱεροσόλυμα, οὐ μὴν οὐδὲ κατὰτῆς κεφαλῆς τῆς τιμίας, ἧς αἱ τρίχες οὔτε λευκαὶ οὔτε μέλαιναι γενέσθαι δύνανται, ἀλλ' ἐπὶ τὸν ἀγρὸν μεταφέρει τὸν ὅρκον κατὰ τῶν ἐν αὐτῷ δυνάμεων τὸν ὁρκισμὸν ἐπάγουσα ταῖς νεάνισι λέγουσα· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ. ὅτι μὲν οὖν ἡ δι' ὅλου μαρτυρηθεῖσα εἶναι καλὴ καὶ παντὸς καθα ρεύουσα μώμου οὐδὲν φθέγγεται τῶν περιττῶν, ὃ τῆς τοῦ διαβόλου μερίδος ἐστίν, ἀλλ' ἐκ τοῦ θεοῦ ποιεῖται τὸν λόγον, παρ' οὗ κατὰ τὸν Μιχαίαν εἴ τι ἀγαθόν ἐστι καὶ εἴ τι καλὸν καὶ παρὰ ταῦτα οὐδέν, παντὶ δῆλόν ἐστι τῷ διὰ τῆς δεσποτικῆς μαρτυρίας διδαχθέντι τὰ προσόντα τῇ νύμφῃ πλεονεκτήματα. ἦ γάρ; ἀφεῖσα πάντα τὰ ἀπηγορευ μένα εἴδη τοῦ ὅρκου καὶ μήτε τὴν βασιλεύουσαν πόλιν μήτε τὸν θρόνον τοῦ μεγάλου βασιλέως ὅρκιον ταῖς νεάνισι ποιησαμένη (διὰ τούτου γὰρ παιδευόμεθα πόσον ἀπέχειν ἡμᾶς χρὴ τοῦ κατατολμᾶν τοῦ θεοῦ ἐν τοῖς ὅρκοις, ὅτι οὔτε τὸν θρόνον οὔτε τὴν πόλιν ἐν τῷ ὅρκῳ παραλαμβάνειν ἐπιτρεπόμεθα) φεισαμένη τε πρὸς τούτοις τῆς κεφαλῆς τῆς τιμίας, ἣν ἐν τοῖς ἐφεξῆς χρυσῆν εἶναι διαγράφει τῷ λόγῳ, ἧς αἱ τρίχες οὔτε λευκαί εἰσιν οὔτε μέλαιναι (πῶς γὰρ ἂν ἢ μελανθείη χρυσὸς ἢ πρὸς τὸ λευκὸν εἶδος μεταχρωσθείη;); πάντως, ὅτι τοιοῦτόν τινα προτείνει τὸνὁρκισμὸν ταῖς παρθένοις, ὃς οὔτε τῷ εὐαγγελικῷ μάχεται νόμῳ καὶ ἐπαίνου γίνεται τοῖς ὀμωμοκόσιν ὑπόθεσις κατὰ τὴν τοῦ προφήτου φωνὴν ἥ φησιν ὅτι Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὥστε τὴν τῶν λεγομένων διάνοιαν μὴ ἔξω εἶναι τοῦ ναὶ οὔ, ᾧ πιστοῦσθαι βούλεται τὴν ἀλήθειαν ὁ εὐαγγελικὸς νόμος λέγων Ἔστω δὲ ὑμῶν ὁ λόγος τὸ ναὶ [ναὶ καὶ τὸ οὒ] οὔ. εἰ τοίνυν ἐν τοῖς ὁρκίοις ὀνόμασι κωλύεται μὲν ὁ θρόνος τοῦ βασιλέως παραλαμβάνεσθαι, κωλύεται δὲ καὶ ἡ πόλις ἐν ᾗ τὰ βασίλεια, κωλύεται δὲ ὡσαύτως καὶ ἡ ἀληθινὴ κεφαλὴ πρὸς τὴν τοῦ ὅρκου παράλη ψιν, μόνον δὲ τὸ ναὶ καὶ τὸ οὒ συγκεχώρηται δι' ἀμφοτέρων κατὰ τὸ ἴσον τῆς ἀληθείας ἐν τῷ ναὶ θεωρουμένης, δῆλον ἂν εἴη ὅτι καὶ νῦν ὁ ταῖς νεάνισιν ἐπαγόμενος ὁρκισμὸς παρὰ τῆς νύμφης περὶ τὴν τοῦ ναὶ διάνοιαν ἀναστρέφεται, ὅπου χρὴ ἐρηρεισμένην ἡμῶν εἶναι τὴν τῆς ψυχῆς συγκατά θεσιν. ἔχει δὲ ἡ λέξις οὕτως· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, ἀπαγγείλατε αὐτῷ ὅτι τετρωμένη ἀγάπης εἰμὶ ἐγώ. Ταῦτα δὲ τεθεώρηται μὲν ἤδη καὶ ἐν τοῖς φθάσασιν ὡς ἡ ἀκολουθία τῶν νοημάτων ὑπέβαλεν, εἰρήσεται δὲ καὶ νῦν διὰ βραχέων τὰ εὑρισκόμενα. ἀμετάθετόν τι πρᾶγμα τὸν ὅρκον εἶναί φησιν ὁ ἀπόστολος βεβαιοῦντα δι' ἑαυτοῦ τὴν ἀλήθειαν καὶ πάσης αὐτὸν ἀντιλογίας εἶναι πέρας ὁρίζεται εἰς τὴν τῶν ἐγνωσμένων βεβαίωσιν. ἐπάγει τοίνυν τὸν ὁρκισμὸν ταῖς παρθένοις ἡ νύμφη ὥστε ἀπαράβατον φυλαχθῆναι αὐταῖς τὸ λεγόμενον. ἀλλ' ἐπειδὴ πᾶς ὅρκος κατὰ τοῦ μείζονος γίνεται καθώς φησιν ὁ ἀπόστολος (οὐ γὰρ ἄν τις ὅρκιον ποιήσαιτο τὸ ἑαυτοῦ ἀτιμότερον), σκοπῆσαι προσήκει, τί ταῖς νεάνισιν ἐν τῷ ὅρκῳ παρὰ τῆς νύμφης μεῖζον προτείνεται. Ὥρκισα, φησίν, ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ. τί οὖν τὸ ὑπὲρ ἡμᾶς ἐν τούτοις ἐστίν; ἀγρὸν γὰρ τὸν κόσμον διὰ τῆς τροπικῆς σημασίας νοεῖσθαι οὐκ ἀμφι βάλλομεν οὕτω τοῦ κυρίου καὶ ὀνομάσαντος τὸν κόσμον καὶ ἑρμηνεύσαντος. αἱ τοίνυν πολλαὶ δυνάμεις τε καὶ ἰσχύες τοῦ κόσμου τίνες εἰσίν, αἱ τῷ ὅρκῳ προκείμεναι, ἃς χρὴ μείζονας ἡμῶν νομισθῆναι, ἵνα ἰσχὺν λάβῃ πρὸς βεβαίωσιν τῆς ἀληθείας ὁ ὅρκος κατὰ τῶν μειζόνων γινόμενος; οὐκοῦνἀναγκαῖον ἂν εἴη παραθέσθαι πρὸς τὴν σαφήνειαν τῶν προκειμένων ἑτέραν ἔκδοσιν ἑρμηνευτικὴν τῶν ῥητῶν ἔχουσαν οὕτως· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, κατὰ τῶν δορκάδων καὶ κατὰ τῶν ἐλάφων τοῦ ἀγροῦ. διδασκόμεθα τοίνυν διὰ τῶν ὀνομάτων τούτων, ἐν τίνι ἐστὶν ἡ τοῦ κόσμου τούτου ἰσχὺς καὶ ἐν τίνι ἡ δύναμις, ἃ πρὸς βεβαίωσιν τῆς ἀληθείας διὰ τοῦ ὅρκου παραλαμβάνεται. δύο ἐστὶ τὰ τῷ θεῷ προσοικειοῦντα τὸν ἄνθρωπον· ἓν μὲν τὸ ἀπλανὲς τῆς περὶ τὸ ὄντως ὂν ὑπολήψεως, ὡς μὴ ταῖς ἠπατημέναις ὑπονοίαις εἰς ἐθνικάς τε καὶ αἱρετικὰς περὶ τοῦ θείου δόξας ἐκφέρεσθαι, ὅπερ ἐστὶν ὡς ἀληθῶς τὸ ναί, ἕτερον δὲ ὁ καθαρὸς λογισμὸς πᾶσαν ἐμπαθῆ διάθεσιν τῆς ψυχῆς ἐξορίζων, ὅπερ οὐδὲ αὐτὸ τοῦ ναὶ ἠλλοτρίωται. τῆς τοίνυν διπλῆς ταύτης τῶν ἀγαθῶν ἕξεως, ὧν ἡ μὲν πρὸς τὸ ὄντως ὂν ἀναβλέπειν ποιεῖ, ἡ δὲ φυγαδεύει τὰ πάθη τὰ τὴν ψυχὴν λυμαινόμενα, ἡ τῶν δορκάδων τε καὶ τῶν ἐλάφων μνήμη διὰ συμβόλων γνωρίζει τὴν δύναμιν· τούτων γὰρ ἡ μὲν ἀπλανῶς ὁρᾷ, ἡ δὲ βρωτικήν τινα καὶ ἀναλωτικὴν τῶν θηρίων δύναμιν ἔχει. τοῦτο τοίνυν προτείνει ταῖς παρθένοις ἡ νύμφη τὸ ναί· τό τε εὐσεβῶς δεῖν πρὸς τὸ θεῖον βλέπεινκαὶ τὸ καθαρῶς ἐν ἀπαθείᾳ παρατρέχειν τὸν βίον. ὧν κατορθουμένων τὸ ἀμετάθετον πρᾶγμα ἐν ἡμῖν βεβαιοῦται τὸ ναί. οὗτος γάρ ἐστιν ὁ τὴν ἀλήθειαν πιστούμενος ὅρκος, ὃν Πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ἐπαινεῖται, καθώς φησιν ὁ προφήτης· ἀληθῶς γὰρ ὁ ἐν τοῖς δύο τούτοις τὸ ἀσφαλὲς ἐν ἑαυτῷ κατορθώσας ἔν τε τῷ λόγῳ τῆς πίστεως, ὅταν ἀπλανῶς πρὸς τὴν ἀλήθειαν βλέπῃ, καὶ ἐν τῷ τρόπῳ τῆς ζωῆς, ὅταν παντὸς καθαρεύῃ τοῦ ἐκ πονηρίας μολύσματος, οὗτος ὀμνύει τῷ κυρίῳ μὴ ἀναβῆναι ἐπὶ κλίνης στρωμνῆς, μὴ δοῦναι ὕπνον τοῖς ὀφθαλμοῖς αὐτοῦ μηδὲ νυσταγμὸν τοῖς βλεφάροις, ἕως οὗ εὕρῃ ἐν ἑαυτῷ τόπον τῷ κυρίῳ σκήνωμα τοῦ ἐν αὐτῷ οἰκοῦντος γενόμενος. Εἰ τοίνυν ἐσμὲν καὶ ἡμεῖς τῆς ἄνω Ἰερουσαλὴμ τέκνα, ἀκούσωμεν τῆς διδασκάλου, πῶς ἔστιν ἰδεῖν τὸν ποθούμενον. τί οὖν φησιν; ἐὰν ὅρκιον ἑαυτοῖς τοῦτο ποιήσωμεν τὸ ἐν ταῖς δυνάμεσιν εἶναι τῶν διορατικῶν δορκάδων καὶ ἐν ταῖς ἰσχύσεσι τῶν ἀφανιστικῶν τῆς κακίας ἐλάφων, ἔστι διὰ τούτων ἰδεῖν τὸν καθαρὸν νυμφίον, τὸν τῆς ἀγάπης τοξότην, καὶ εἰπεῖν πρὸς αὐτὸν τὴν ἑκάστου ψυχὴν ὅτι Τετρωμένη ἀγάπης εἰμί. καλὰ δὲ εἶναι τῆς ἀγάπης τὰ τραύματα καὶ παρὰ τῆς Παροιμίας ἐμάθομεν ἥ φησιν Αἱρετὰ μὲν τοῦ φίλου τὰ τραύματα, κακὰ δὲ τῆς ἔχθρας καὶ τὰ φιλήματα. τίς δὲ ὁ φίλος οὗ τὰ τραύματα τῶν φιλημάτων τοῦ ἐχθροῦ προτιμότερα, παντὶ δῆλόν ἐστι τῷ μὴ ἀγνοοῦντι τὰ τῆς σωτηρίας μυστήρια. φίλος μὲν γάρ ἐστιν ἀληθινός τε καὶ βέβαιος ὁ καὶ ἐχθροὺς γενομένους ἡμᾶς τοῦ ἀγαπᾶν μὴ παυσάμενος, ἐχθρὸς δὲ ἄπιστός τε καὶ ἀνήμερος ὁ μηδὲν ἠδικηκότας ὑπαγαγὼν τῷ θανάτῳ. τραῦμα τοῖς πρωτοπλά στοις ἐδόκει ἡ διὰ τῆς ἐντολῆς γενομένη τοῦ κακοῦ ἀπαγόρευσις (τραῦμα γὰρ ἐνομίσθη τοῦ ἡδέος ἡ ἀλλοτρίωσις), φίλημα δὲ ἡ πρὸς τὸ ἡδὺ καὶ εὐφανὲς προτροπή. ἀλλ' ἔδειξεν ἡ πεῖρα ὅτι τὰ νομιζόμενα τοῦ φίλου τραύματα τῶν φιλημάτων ἦν τοῦ ἐχθροῦ λυσιτελέστερά τε καὶ αἱρετώτερα. ἐπεὶ οὖν συνέστησεν ἑαυτοῦ τὴν ἀγάπην ὁ καλὸς ἐραστὴς τῶν ἡμετέρων ψυχῶν, δι' ἣν καὶ Ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, διὰ τοῦτο ἀντερασθεῖσα ἡ νύμφη τοῦ ἀγαπήσαντος δείκνυσιν ἐν ἑαυτῇ ἐγκείμενον διὰ βάθους τῆς ἀγάπης τὸ βέλος, τουτέστι τὴν τῆς θεότητος αὐτοῦ κοινωνίαν· ἡ γὰρ ἀγάπη ἐστὶν ὁ θεός, καθὼς εἴρηται, ἡ διὰ τῆς κατὰ τὴν πίστιν ἀκίδος τῇ καρδίᾳ ἐγγενομένη. εἰ δὲ χρὴ καὶ ὄνομα τοῦ βέλους εἰπεῖν τούτου, ἐροῦμεν ὃ παρὰ τοῦ Παύλου ἐμάθομεν ὅτι τὸ βέλος τοῦτό ἐστι Πίστις δι' ἀγάπης ἐνεργουμένη. Ἀλλὰ ταῦτα μὲν ἐχέτω ὡς ἄν τῳ δοκῇ, ἴδωμεν δὲ καὶ τὴν παρὰ τῶν παρθένων προσαχθεῖσαν ἐρώτησιν τῇ διδα σκάλῳ· Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; τοιαύτην δέ μοί τινα δοκεῖ περιέχειν ἡ ῥῆσις διάνοιαν, καθὼς ἡ ἀκολουθία τῶν προεξητασμένων εἰκάζειν δίδωσιν· ἐπειδὴ γὰρ εἶδον αἱ παρθένοι τὴν καλὴν ἔξοδον τῆς ψυχῆς, τῆς νύμφης, ὅτε προσεφύη τῷ λόγῳ ἡ εἰποῦσα ὅτι Ἐξῆλθεν ἡ ψυχή μου ἐν λόγῳ αὐτοῦ, καὶ ἔγνωσαν ὅτι ἐζήτει ἐξελθοῦσα τὸν διὰ σημείων οὐχ εὑρισκόμενον καὶ ἐκάλει βοῶσα τὸν οὐχ ὑπακούοντα τοῖς ὀνόμασι, διὰ τοῦτό φασι· πῶς ἐπιγνῶμεν αὐτὸν ἡμεῖς τὸν μηδενὶ σημείῳ γνωριστικῷ εὑρισκόμενον, ὃς οὔτε ὑπακούει καλούμενος οὔτε κρατεῖται ζητούμενος; περίελε τοίνυν καὶ σὺ τῶν ὀφθαλμῶν τῶν ἡμετέρων τὰ θέριστρα, ὅπερ ἐποίησαν ἐπὶ σοὶ οἱ τῆς πόλεως φύλακες, ἵνα τις γένηται ἡμῖν ὁδηγία πρὸς τὸ ζητούμενον. εἰπὲ τί ἐστιν ὁ ἀδελφιδός σου, καθ' ὃ ἔστιν ἐν τῷ λόγῳ τῆς φύσεως· δὸς ἡμῖν ἔφοδον τῆς ἐπιγνώσεως αὐτοῦ διὰ γνωριστικῶντινων τεκμηρίων, σὺ ἡ τοῦ καλοῦ πληρωθεῖσα καὶ διὰ τοῦτο γενομένη καλὴ ἐν γυναιξί· γνώρισον ἡμῖν τὸ ζητούμενον· δίδαξον ἡμᾶς δι' ὧν εὑρίσκεται σημείων ὁ μὴ ὁρώμενος, ὡς μηνῦσαι αὐτῷ περὶ τοῦ βέλους τῆς ἀγάπης, ᾧ μέσην τέτρωσαι τὴν καρδίαν διὰ τῆς γλυκείας ὀδύνης τὸν πόθον ἐπαύξουσα. Κρεῖττον δ' ἂν εἴη πάλιν τὴν αὐτὴν ῥῆσιν ἐπαναλαβεῖν ἐπὶ λέξεως, ὡς ἂν ἐφαρμοσθείη τοῖς ῥητοῖς ἡ ἐκτεθεῖσα διάνοια· Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς; ἀκούσωμεν τοίνυν τῆς ἀκριβῶς περιελομένης τὸ θέριστρον καὶ ἀνακεκα λυμμένῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ βλεπούσης πρὸς τὴν ἀλήθειαν. πῶς ὑπογράφει αὐταῖς τὸ ζητούμενον; πῶς ζωγραφεῖ τῷ λόγῳ τοῦ ποθουμένου τὸν χαρακτῆρα; πῶς ὑπ' ὄψιν ἄγει ταῖς παρθένοις τὸν ἀγνοούμενον; ἐπειδὴ γὰρ τοῦ Χριστοῦ τὸ μὲν κτιστόν ἐστι τὸ δὲ ἄκτιστον (λέγομεν δὲ ἄκτιστον μὲν εἶναι αὐτοῦ τὸ ἀΐδιόν τε καὶ προαιώνιον καὶ ποιητικὸν πάντων τῶν ὄντων, κτιστὸν δὲ τὸ κατὰ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν συσχηματισθὲν τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν. μᾶλλον δὲ δι' αὐτῶν τῶν θείων ῥημάτων τὴν περὶ τούτου διάνοιαν βέλτιον ἂν εἴη παραθέσθαι τῷ λόγῳ· ἄκτιστον λέγομεν τὸν ἐν ἀρχῇ ὄντα λόγον καὶ ἀεὶ πρὸς τὸν θεὸν ὄντα καὶ θεὸν ὄντα λόγον, τὸν δι' οὗ τὰ πάντα ἐγένετο καὶ οὗ χωρὶς τῶν γεγονότων ἔστιν οὐδέν, κτιστὸν δὲ τὸν σάρκα γενόμενον καὶ ἐν ἡμῖν σκηνώσαντα, οὗ καὶ σαρκωθέν τος ἡ ἐμφαινομένη δόξα δηλοῖ, ὅτι Θεὸς ἐφανερώθη ἐν σαρκί, θεὸς δὲ πάντως ὁ μονογενής, ὁ ἐν τοῖς κόλποις ὢν τοῦ πατρός, οὕτως εἰπόντος τοῦ Ἰωάννου ὅτι Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, καίτοι τὸ φαινόμενον ἄνθρωπος ἦν, ἀλλὰ τὸ δι' αὐτοῦ γνωριζόμενον Δόξαν φησὶν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας) ἐπειδὴ τοίνυν τὸ μὲν ἄκτιστον αὐτοῦ καὶ προαιώνιον καὶ ἀΐδιον ἄληπτον μένει καθ' ὅλου πάσῃ φύσει καὶ ἀνεκφώνητον, τὸ δὲ διὰ σαρκὸς ἡμῖν φανερωθὲν δύναται ποσῶς καὶ εἰς γνῶσιν ἐλθεῖν, τούτου χάριν πρὸς ταῦτα ἡ διδάσκαλος βλέπει καὶ περὶ τούτων ποιεῖται τὸν λόγον ὅσα δύναται γενέσθαι χωρητὰ τοῖς ἀκούουσιν. λέγω δὲ Τὸ μέγα τῆς εὐσεβείας μυστήριον, δι' οὗ ὁ θεὸς ἐφανερώθη ἐν σαρκί, ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων καὶ τῷ δουλικῷ προσωπείῳ διὰ σαρκὸς συναναστραφεὶς τοῖς ἀνθρώποις, ὃς ἐπειδὴ ἅπαξ πρὸς ἑαυτὸν διὰ τῆς ἀπαρχῆς ἐπεσπάσατο τὴν ἐπίκηρον τῆς σαρκὸς φύσιν, ἣν διὰ τῆς ἀφθόρου παρθενίας ἀνέλαβεν, ἀεὶ τῇ ἀπαρχῇ συναγιάζει τὸ κοινὸν τῆς φύσεως φύραμα διὰτῶν ἑνουμένων αὐτῷ κατὰ τὴν κοινωνίαν τοῦ μυστηρίου τρέφων τὸ ἑαυτοῦ σῶμα, τὴν ἐκκλησίαν, καὶ καταλλήλως τὰ ἐμφυόμενα διὰ τῆς πίστεως αὐτῷ μέλη τῷ κοινῷ σώματι ἐναρμόζων εὐπρεπὲς τὸ πᾶν ἀπεργάζεται εἰς ὀφθαλμοὺς καὶ στόμα καὶ χεῖρας καὶ τὰ λοιπὰ μέλη πρεπόντως τε καὶ ἁρμοδίως διατιθεὶς τοὺς πιστεύοντας. οὕτω γάρ φησιν ὁ Παῦλος ὅτι Ἓν μέν ἐστι σῶμα, πολλὰ δὲ μέλη. Τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, ἀλλ' ἔστι τις καὶ ὀφθαλμὸς ἐν τῷ σώματι μὴ καταφρονῶν τῆς χειρὸς καὶ κεφαλή τις ὢν οὐκ ἀπωθεῖται τοὺς πόδας, ἀλλὰ συγκέκραται πρὸς ἑαυτὸ τῇ ποικιλίᾳ τῶν ἐνεργειῶν ἅπαν διὰ τῶν μελῶν τὸ σῶμα, ἵνα μὴ στασιάζῃ πρὸς τὸ ὅλον τὰ μέρη. ταῦτα δὲ δι' αἰνιγμάτων προθεὶς τὰ νοήματα ἐπὶ τὸ σαφέστερον προάγει τὸν λόγον εἰπὼν ὅτι Ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ διδασκάλους καὶ ποιμένας Πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. καὶ πάλιν Αὐξήσωμεν, φησίν, εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενονδιὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ' ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. οὐκοῦν ὁ πρὸς τὴν ἐκκλησίαν βλέπων πρὸς τὸν Χριστὸν ἄντικρυς βλέπει τὸν ἑαυτὸν διὰ τῆς προσθήκης τῶν σῳζομένων οἰκοδομοῦντα καὶ μεγαλύνον τα. ἡ τοίνυν ἀποθεμένη τῶν ὀμμάτων τὸ θέριστρον καθαρῷ τῷ ὀφθαλμῷ τὸ ἄφραστον ὁρᾷ τοῦ νυμφίου κάλλος καὶ διὰ τοῦτο τρωθεῖσα τῷ ἀσωμάτῳ καὶ διαπύρῳ βέλει τοῦ ἔρωτος· ἐπιτεταμένη γὰρ ἀγάπη ὁ ἔρως λέγεται, ᾧ οὐδεὶς ἐπαισχύνε ὅταν μὴ κατὰ σαρκὸς γένηται παρ' αὐτοῦ ἡ τοξεία, ἀλλ' ἐπικαυχᾶται μᾶλλον τῷ τραύματι ὅταν διὰ τοῦ βάθους τῆς καρδίας δέξηται τὴν τοῦ ἀΰλου πόθου ἀκίδα. ὅπερ δὴ καὶ αὕτη πεποίηκε ταῖς νεάνισι λέγουσα ὅτι Τετρωμένη ἀγάπης εἰμὶ ἐγώ. Ἡ τοίνυν εἰς τοσοῦτον τελειότητος προελθοῦσα, ἐπειδὴ ἔδει καὶ ταῖς παρθένοις ὑποδεῖξαι τοῦ νυμφίου τὸ κάλλος, οὐκ ἐκεῖνο λέγει ὃ ἦν ἐν ἀρχῇ (οὐδὲ γὰρ οἷόν τε ἦν δυνάμει λόγων φανερωθῆναι τὸ ἄρρητον), ἀλλὰ πρὸς τὴν διὰ σαρκὸς γενομένην ἡμῖν θεοφάνειαν χειραγωγεῖ τὰς παρθένους (ὅπερ δὴ καὶ ὁ μέγας Ἰωάννης πεποίηκεν, Ὃ μὲν ἦν ἀπ' ἀρχῆς σιωπήσας, Ὃ δὲ ἑωράκαμεν καὶ ἀκηκόαμεν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ἀληθείας τοῦτομετ' ἐπιμελείας διηγησάμενος). φησὶν οὖν πρὸς αὐτὰς ἡ νύμφη· Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, ἐκλελοχισμένος ἀπὸ μυριάδων. κεφαλὴ αὐτοῦ χρυσίον κεφάζ, βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ, οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά, χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη, χεῖρες αὐτοῦ τορευταί, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς, κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς. εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι, φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ. ταῦτα γὰρ πάντα, δι' ὧν ἡ τοῦ κάλλους γέγονεν ὑπογραφή, οὐ τῶν ἀοράτων τε καὶ ἀκαταλήπτων τῆς θεότητός ἐστιν ἐνδεικτικὰ ἀλλὰ τῶν κατ' οἰκονομίαν φανερωθέντων, ὅτε ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη τὴν ἀνθρωπίνην ἐνδυσάμενος φύσιν, δι' ὧν κατὰ τὸν ἀποστολικὸν λόγον καὶ τὰ ἀόρατα αὐτοῦ τοῖς ποιήμασι νοούμενα καθορᾶται διὰ τῆς τοῦ ἐκκλησιαστικοῦ κόσμου κατασκευῆς φανερούμενα. κόσμου γὰρ κτίσις ἐστὶν ἡ τῆς ἐκκλησίας κατασκευή, ἐν ᾗκατὰ τὴν τοῦ προφήτου φωνὴν καὶ οὐρανὸς κτίζεται καινός (ὅπερ ἐστὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως καθὼς ὁ Παῦλός φησι) καὶ γῆ καινὴ κατασκευάζεται, Ἡ πίνουσα τὸν ἐπ' αὐτὴν ἐρχόμενον ὑετόν, καὶ ἄνθρωπος πλάσσεται ἄλλος, ὁ διὰ τῆς ἄνωθεν γεννήσεως ἀνακαινιζόμενος κατ' εἰκόνα τοῦ κτίσαντος αὐτόν, καὶ φωστήρων φύσις ἑτέρα γίνεται, περὶ ὧν φησιν ὅτι Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου, καὶ Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, καὶ ἀστέρες πολλοί, οἱ ἐν τῷ στερεώματι τῆς πίστεως ἀνατέλλοντες. καὶ οὔπω τοῦτο θαυμαστόν, εἰ πλήθη ἄστρων ἐστὶν ἐν τῷ καινῷ τούτῳ κόσμῳ ὑπὸ τοῦ θεοῦ ἀριθμούμενα καὶ ὀνομαζό μενα, ὧν τὰ ὀνόματα ὁ ποιητὴς τῶν τοιούτων ἄστρων ἐν τοῖς οὐρανοῖς ἀπογεγράφθαι λέγει (οὕτω γὰρ ἤκουσα τοῦ δημιουργοῦ τῆς καινῆς κτίσεως πρὸς τοὺς ἰδίους αὐτοῦ φωστῆρας λέγοντος ὅτι Τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς), οὐ τοῦτο τοίνυν μόνον τῆς καινῆς κτίσεώς ἐστι τὸ παράδοξον ὅτι ἄστρων πλῆθος ἐν αὐτῇ δημιουργεῖται παρὰ τοῦ λόγου, ἀλλ' ὅτι καὶ ἥλιοι πολλοὶ κτίζονται ταῖς τῶν ἀγαθῶν ἔργων ἀκτῖσι τὴν οἰκουμένην φωτίζοντες οὕτως εἰπόντος τοῦ ποιητοῦ τῶν τοιούτων ἡλίων· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ Τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος. ὥσπερ τοίνυν ὁ πρὸς τὸναἰσθητὸν ἀπιδὼν κόσμον καὶ τὴν ἐμφαινομένην τῷ κάλλει τῶν ὄντων σοφίαν κατανοήσας ἀναλογίζεται διὰ τῶν ὁρωμένων τό τε ἀόρατον κάλλος καὶ τὴν πηγὴν τῆς σοφίας, ἧς ἡ ἀπόρροια τὴν τῶν ὄντων συνεστήσατο φύσιν, οὕτω καὶ ὁ πρὸς τὸν καινὸν τοῦτον κόσμον τῆς κατὰ τὴν ἐκκλησίαν κτίσεως βλέπων ὁρᾷ ἐν αὐτῷ τὸν πάντα ἐν πᾶσιν ὄντα τε καὶ γινόμενον διὰ τῶν χωρητῶν τε καὶ καταλαμβανομένων ὑπὸ τῆς φύσεως ἡμῶν χειραγωγῶν τὴν γνῶσιν πρὸς τὸ ἀχώρητον. οὗ χάριν ἐπειδὴ ταύτην προσάγουσι τῇ πρὸς τὸ τέλειον ἀναδραμούσῃ ψυχῇ τὴν αἴτησιν αἱ παρθένοι ψυχαὶ τοῦ γνωρισθῆναι αὐταῖς τὸν ποθούμενον, διὰ τῶν ἐπὶ σωτηρίᾳ φανερωθέντων ἡμῖν ὑπογράφει ταῖς παρθένοις τὰ τοῦ ζητουμένου γνωρίσματα καὶ πᾶσαν τὴν ἐκκλησίαν ἓν σῶμα τοῦ νυμφίου ποιήσασα ἴδιόν τι νόημα δι' ἑκάστου τῶν μελῶν ἐν τῇ ὑπογραφῇ τοῦ κάλλους ἐνδείκνυται, δι' ὧν ὅλον ἐκ τῶν κατὰ μέρος θεωρουμένων τὸ τοῦ σώματος κάλλος συναπαρτίζεται. Ἀρχὴν οὖν ποιεῖται τῆς διδασκαλίας τὴν προσεχῆ καὶ οἰκείαν ἡμῖν· ἐκ γὰρ τοῦ σώματος τῆς κατηχήσεως ἄρχεται. ὥσπερ δὴ καὶ ὁ Ματθαῖος πεποίηκεν· ἐκ τοῦ Ἀβραάμ τε καὶ Δαβὶδ γενεαλογήσας τὸ κατὰ σάρκα μυστήριον τῷ μεγάλῳ Ἰωάννῃ ἐταμιεύσατο τοῖς ἤδη διὰ τούτων στοιχειω θεῖσι τὴν ἐξ ἀϊδίου νοουμένην ἀρχὴν καὶ τὸν τῇ ἀρχῇσυγκατανοούμενον λόγον εὐαγγελίσασθαι. διὰ τούτων τοίνυν τῶν νοημάτων ἡ νύμφη μυσταγωγεῖ τὰς νεάνιδας ὅτι· οὐ πρότερον ἐπὶ τὸ ἄληπτόν τε καὶ ἀόριστον ἀναχθήσεται ὑμῶν ἡ διάνοια πρὶν τοῦ ὀφθέντος διὰ τῆς πίστεως περι δράξασθαι. τὸ δὲ ὀφθὲν ἡ τῆς σαρκός ἐστι φύσις· εἰποῦσα γὰρ ὅτι Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, διὰ τῆς τῶν δύο τούτων χρωμάτων μίξεως τὸ τῆς σαρκὸς ἰδίωμα ὑπο γράφει τῷ λόγῳ. τοῦτο δὲ καὶ ἐν τοῖς ἄνω ἐποίησε μῆλον αὐτὸν ὀνομάσασα, οὗ πρὸς ἑκάτερον τῶν χρωμάτων σύγκρατον καθορᾶται τὸ εἶδος· λευκόν τε γάρ ἐστι τὸ μῆλον καὶ ἐρυθραίνεται, τὴν τοῦ αἵματος οἶμαι φύσιν συμβολικῶς ἐνδεικνυμένου τοῦ ἐρυθήματος. Ἀλλ' ἐπειδὴ πᾶσα σὰρξ ἐν τόκῳ συνίσταται γάμου πάντως ὁδοποιοῦντος τὸν τόκον τοῖς εἰς τὴν ζωὴν ταύτην παριοῦσι διὰ γεννήσεως, ὡς ἂν μή τις σαρκὸς γένεσιν περὶ τὸ μυστήριον τῆς εὐσεβείας παραδεξάμενος πρὸς τὰ τῆς φύσεως ἔργα καὶ πάθη τῇ διανοίᾳ κατολισθήσειεν ὁμοιογενῆ τοῖς πᾶσι κἀκείνης τῆς σαρκὸς ἐννοήσας τὴν γένεσιν, τούτου χάριν τὸν κοινωνήσαντα σαρκὸς καὶ αἵματος λευκὸν μὲν εἶναι καὶ πυρρὸν ὡμολόγησε διὰ τῶν δύο χρωμάτων τὴν τοῦ σώματος φύσιν αἰνισσομένη, οὐ μὴν ὁμοιότροπον αὐτοῦ τὴν λοχείαν τῷ κοινῷ τόκῳ γεγενῆσθαι λέγει. ἀλλ' ἐκπασῶν τῶν μυριάδων, τῶν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι καὶ εἰς ὅσον προελεύσεται ῥέουσα διὰ τοῦ τόκου τῶν ἐπιγινομένων ἡ φύσις, μόνος οὗτός ἐστι τῷ καινῷ τῆς λοχείας εἴδει τῆς ζωῆς ταύτης ἁψάμενος, ᾧ οὐχὶ συνήργησε πρὸς τὸ γενέσθαι ἡ φύσις ἀλλ' ὑπηρέτησεν. διὰ τοῦτό φησιν ὅτι ὁ λευκὸς οὗτος καὶ πυρρός, ὁ διὰ σαρκὸς καὶ αἵματος ἐπιδημήσας τῷ βίῳ, μόνος ἐστὶν ἐκ πασῶν τῶν μυριάδων ἐκ τῆς παρθενικῆς καθαρότητος ἐκλελοχισμένος· οὗ ἀσυνδύαστος μὲν ἡ κυοφο ρία, ἀμόλυντος δὲ ἡ λοχεία, ἀνώδυνος δὲ ἡ ὠδίς· οὗ θάλαμος ἡ τοῦ ὑψίστου δύναμις οἷόν τις νεφέλη τὴν παρθενίαν ἐπισκιάζουσα, πυρσὸς δὲ γαμήλιος ἡ τοῦ ἁγίου πνεύματος ἔλλαμψις, κλίνη δὲ ἡ ἀπάθεια καὶ γάμος ἡ ἀφθαρσία. ὁ τοίνυν ἐκ τῶν τοιούτων γενόμενος καλῶς ἐκλελοχισμένος ἐκ πασῶν τῶν μυριάδων κατωνομάσθη, ὅπερ τὸ μὴ ἐκ λοχοῦς αὐτὸν εἶναι σημαίνει· τούτου γὰρ μόνου χωρὶς λοχείας ἡ γέννησις ὥσπερ καὶ χωρὶς γάμου ἡ σύστασις. οὐ γὰρ ἔστιν ἐπὶ τῆς ἀφθόρου τε καὶ ἀπειρογάμου κυρίως τὸ ὄνομα τῆς λοχείας εἰπεῖν, διότι παρθενίας τε καὶ λοχείας ἀσύμβατά ἐστι περὶ τὴν αὐτὴν τὰ ὀνόματα. ἀλλ' ὥσπερ υἱὸς ἐδόθη ἡμῖν ἄνευ πατρός, οὕτω καὶ τὸ παιδίον ἄνευ λοχείας γεγέννηται. ὡς γὰρ οὐκ ἔγνω ἡ παρθένος ὅπως ἐν τῷ σώματι αὐτῆς τὸ θεοδόχον συνέστη σῶμα, οὕτως οὐδὲ τοῦ τόκου ᾔσθετο μαρτυρούσης τῆς προφητείας αὐτῇ τὸ ἀνώδυνοντῆς ὠδῖνος· φησὶ γὰρ Ἠσαΐας ὅτι Πρὶν ἐλθεῖν τοὺς πόνους τῶν ὠδίνων ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. διὰ τοῦτο ἐκλελοχι σμένος καὶ ξενίζων καθ' ἑκάτερον τὴν ἀκολουθίαν τῆς φύσεως, οὔτε ἀρξάμενος ἐξ ἡδονῆς οὔτε προελθὼν διὰ πόνων. καὶ τοῦτο κατὰ τὸ ἀκόλουθόν τε γίνεται καὶ οὐκ ἔξω τοῦ εἰκότος ἐστίν· ἐπειδὴ γὰρ ἡ τὸν θάνατον διὰ τῆς ἁμαρτίας ἐπεισαγα γοῦσα τῇ φύσει ἐν λύπαις καὶ πόνοις τίκτειν κατεδικάσθη, ἔδει πάντως τὴν τῆς ζωῆς μητέρα ἀπὸ χαρᾶς τε τῆς κυοφορίας ἄρξασθαι καὶ διὰ χαρᾶς τελειῶσαι τὸν τόκον. Χαῖρε γάρ, φησί, κεχαριτωμένη, πρὸς αὐτὴν ὁ ἀρχάγγελος ἐκβαλὼν τῇ φωνῇ τὴν λύπην τὴν ἐξ ἀρχῆς ὑπὸ τῆς ἁμαρτίας ἀποκληρω θεῖσαν τῷ τόκῳ. οὗτος μὲν οὖν ὁ τῷ καινῷ τε καὶ ἰδιάζοντι τῆς γεννήσεως ἐκ πασῶν τῶν μυριάδων μόνος τοιοῦτος γενόμενος, ὁ λευκός τε καὶ πυρρὸς διὰ τὴν σάρκα καὶ τὸ αἷμα καλῶς ὠνομασμένος, καὶ ἐκλελοχισμένος ἀπὸ μυριάδων διὰ τὴν ἄφθαρτόν τε καὶ ἀπαθῆ τοῦ τόκου παρὰ τοὺς λοιποὺς ἰδιότητα. ἢ τάχα καὶ διὰ τὰ λοιπὰ τῆς γεννήσεως εἴδη, τὰ δίχα λοχείας γενόμενα, ταύτην ἐφήρμοσεν αὐτῷ τὴν φωνὴν ἡ νύμφη. οὐκ ἀγνοεῖς δὲ πάντως, ὁσάκις ἐγεννήθη ὁ τῆς καινῆς κτίσεως πάσης πρωτότοκος ὁ ἐν πολλοῖς ἀδελφοῖς πρωτότοκος, ὁ ἐκ νεκρῶν πρωτότοκος, ὁ πρῶτος λύσαςτὰς ὠδῖνας τοῦ θανάτου καὶ πᾶσι τὸν ἐκ νεκρῶν τόκον ὁδοποιήσας διὰ τῆς ἀναστάσεως. ἐν πᾶσι μὲν γὰρ τούτοις ἐγεννήθη, οὐ μὴν διὰ λοχείας παρῆλθεν εἰς γέννησιν· ἥ τε γὰρ ἐκ τοῦ ὕδατος γέννησις τὸ τῆς λοχείας πάθος οὐ παρεδέξατο καὶ ἡ ἐκ νεκρῶν παλιγγενεσία καὶ ἡ τῆς θείας ταύτης κτίσεως πρωτοτοκία, ἀλλ' ἐν πᾶσι τούτοις καθαρεύει τῆς λοχείας ὁ τόκος. διὰ τοῦτό φησιν Ἐκλελοχι σμένος ἀπὸ μυριάδων. Οἷον δὲ αὐτοῦ τὸ κάλλος ἐν τοῖς καθ' ἕκαστον μέλεσι διηγεῖται, καιρὸς ἂν εἴη κατανοῆσαι διὰ τῶν εἰρημένων. Κεφαλὴ αὐτοῦ, φησί, χρυσίον κεφάζ. ἡ δὲ Ἑβραϊκὴ λέξις, εἰ πρὸς τὴν ἡμετέραν μεταληφθείη φωνήν, τὸ καθαρόν τε καὶ ἄπεφθον καὶ πάσης ἐπιμιξίας ἀλλότριον χρυσίον διὰ τῆς φωνῆς ταύτης ἐνδείκνυται. ἀνερμήνευτον δέ μοι δοκοῦσι καταλελοιπέναι τὴν τοῦ κεφὰζ λέξιν οἱ τὰς φωνὰς τῶν Ἑβραίων ἐξελληνίσαντες διὰ τὸ μὴ εὑρεῖν ἐν τοῖς Ἑλληνικοῖς ῥήμασι μηδεμίαν φωνὴν ἐξαγγελτικὴν τῆς ἐμφάσεως τῆς ἐνθεωρουμένης τῇ Ἑβραΐδι φωνῇ. ἡμεῖς δὲ τοῦτο μαθόντες ὅτι τὸ εἰλικρινῶς καθαρὸν καὶ πάσης ὕλης ῥυπαρᾶς ἀμιγές τε καὶ ἀπαράδεκτον ἡ τοιαύτη λέξις ἐνδείκνυται, ταῦτα περὶ τοῦ προκειμένου ῥητοῦ νοεῖν ἐναγόμεθα ὅτι κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας ἐστὶν ὁ Χριστός. Χριστὸν δὲνῦν λέγομεν οὐ πρὸς τὸ ἀΐδιον τῆς θεότητος ἀναπέμποντες τοῦτο τὸ ὄνομα ἀλλὰ πρὸς τὸν θεοδόχον ἄνθρωπον, τὸν ἐπὶ γῆς ὀφθέντα καὶ τοῖς ἀνθρώποις συναναστραφέντα, τὸν τῆς παρθενίας βλαστόν, ἐν ᾧ Κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, τὴν ἀπαρχὴν τοῦ κοινοῦ φυράματος, δι' οὗ ὁ λόγος τὴν φύσιν ἡμῶν περιεβάλετο ποιήσας αὐτὴν ἀκήρατον, πάντων τῶν συμπεφυκότων αὐτῇ παθημάτων ἐκκαθαρθεῖσαν. οὕτω γάρ φησι περὶ αὐτοῦ ὁ προφήτης ὅτι Ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, τοῦ πεπειραμένου κατὰ πάντα καθ' ὁμοιότητα τῆς φύσεως ἡμῶν χωρὶς ἁμαρτίας. ἡ μὲν οὖν κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας, ἡ πάσης τῆς φύσεως ἡμῶν ἀπαρχή, τὸ καθαρόν τε καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον χρυσίον ἐστίν, οἱ βόστρυχοι δέ, οἵ ποτε ζοφώδεις καὶ μέλανες καὶ τοῖς κόραξιν ὡμοιωμένοι τῷ εἴδει (ἐκείνοις λέγω τοῖς κόραξιν, οἷς ἔργον ἐστὶ τὸ τοὺς ὀφθαλμοὺς ἐκκόπτειν κατὰ τὸν παροιμιώδη λόγον καὶ τοῖς νεοσσοῖς τῶν ἀετῶν βρῶμα τοὺς πηρωθέντας τῶν ὁρατικῶν αἰσθητηρίων παρασκευάζειν), οὗτοι ἐλάται, τὰ ὑψηλά τε καὶ οὐρανομήκη δένδρα, γενόμενοι διὰ τοῦ ἀναδραμεῖν ἐκ γῆς ἐπὶ τὸ οὐράνιον ὕψος προσθήκη τοῦ κάλλους γίνονται τοῦ νυμφίου τῆς θείας κεφαλῆς ἑαυτοὺςἐξαρτήσαντες. οὐκ ἀγνοεῖς δὲ πάντως, τί τῶν βοστρύχων τούτων ἔργον ἐστίν, ἐν τοῖς ἄνω μαθὼν παρ' αὐτῆς τῆς τοῦ νυμφίου φωνῆς ὅτι Οἱ βόστρυχοί μου ἐπλήσθησαν ψεκάδων νυκτός. ἐκεῖνοι οὖν εἰσιν οἱ ψεκάζοντες βόστρυχοι, οἱ παρὰ τῶν προφητῶν νεφέλαι ὠνομασμένοι, ἀφ' ὧν γίνεται τῆς διδασκαλίας ὁ ὄμβρος, ὁ τὰς ἐμψύχους ἀρούρας ποτίζων πρὸς τὴν εὐκαρπίαν τῶν τοῦ θεοῦ γεωργίων. ἀποστόλους δὲ οἶμαι τροπικῶς τοὺς βοστρύχους ὑπὸ τοῦ λόγου σημαίνεσθαι, ὧν τινες ἦσαν πρότερον ζοφώδεις τοῖς τοῦ βίου ἐπιτηδεύμασιν· ὁ τελώνης, ὁ λῃστής, ὁ διώκτης, καὶ εἴ τις ἄλλος τοιοῦτος κατὰ τὸν μέλανά τε καὶ σαρκοβόρον, τὸν τῶν ὀφθαλμῶν ἀφανιστικὸν κόρακα, λέγω δὲ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους, καθώς φησιν ὁ ἀπὸ κόρακος ἐλάτη γενόμενος καὶ διὰ τοῦτο βόστρυχος τῆς θείας κεφαλῆς χρηματίσας ὅτι Τὸ πρότερον ὢν βλάσφημος καὶ διώκτης καὶ ὑβριστής, ἕως ἦν κόραξ, πρὸς τὴν χάριν ταύτην μετεσκευάσθη βόστρυχος γενόμενος τῇ οὐρανίᾳ δρόσῳ διάβροχος, ὁ παντὶ τῷ σώματιτῆς ἐκκλησίας τὸν τῶν ἀποκρύφων τε καὶ σκοτεινῶν μυστηρίων λόγον ἐπιψεκάζων. τούτους μὲν οὖν λέγεσθαι παρὰ τῆς νύμφης βοστρύχους ὑπενοήσαμεν, οἳ τῆς χρυσῆς κεφαλῆς ἀπηρτημένοι οὐ μικρὰν δι' ἑαυτῶν ποιοῦσι προσθήκην τῆς ὥρας τῇ τοῦ πνεύματος αὔρᾳ περισοβούμενοι. οὗτοι στέφανος γίνονται κάλλους τῇ ἀκηράτῳ κεφαλῇ κοσμοῦντες αὐτὴν τῷ ἰδίῳ κυκλώματι· περὶ τούτων γάρ μοι δοκεῖ λέγειν ἡ προφητεία ὅτι Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. ὥστε αὐτοὺς δι' ἑκατέρων νοεῖσθαι τῶν ὀνομάτων· εὐπρεπεῖς τε βοστρύχους καὶ λίθους τιμίους δι' ἑαυτῶν τὴν κεφαλὴν καλλωπίζοντας. Ἀκόλουθον δ' ἂν εἴη καὶ τὰ περὶ τῶν ὀφθαλμῶν εἰρημένα θεωρῆσαι τῷ λόγῳ. ἔστι δὲ ἡ λέξις αὕτη· Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων, λελουμέναι ἐν γάλακτι, καθήμεναι ἐπὶ πληρώματα ὑδάτων. ἡ δὲ τῶν εἰρημένων διάνοια τῆς μὲν καταλήψεως ἡμῶν ἐστιν ὑψηλοτέρα (ὃ γὰρ ἂν ἐννοήσωμεν περὶ τούτων, ἔλαττον εἶναι τῆς ἀληθείας οἰόμεθα), σκοπουμένοις δὲ δι' ἐπιμελείας ἡμῖν τοιαύτη τις ἔδοξεν εἶναι· φησί που τῶν ἑαυτοῦ λόγων ὁ θεῖος ἀπόστολος μὴ δύνασθαι λέγειν τὸν ὀφθαλμὸν τῇ χειρὶ Χρείαν σου οὐκ ἔχω, δόγμα διὰ τούτων ποιούμενος ὅτι δι' ἀμφοτέρων προσήκει τὸ σῶμα τῆς ἐκκλησίας πράττεινκαλῶς τοῦ διορατικοῦ τῆς ἀληθείας συγκεκραμένου πρὸς τὸ δραστήριον, οὔτε τῆς θεωρίας καθ' ἑαυτὴν τὴν ψυχὴν τελειούσης, εἰ μὴ καὶ τὰ ἔργα παρείη, τὰ τὸν ἠθικὸν κατορ θοῦντα βίον, οὔτε τῆς πρακτικῆς φιλοσοφίας αὐτάρκη παρεχομένης τὴν ὠφέλειαν μὴ τῆς ἀληθινῆς εὐσεβείας τῶν γινομένων καθηγουμένης. εἰ τοίνυν ἀναγκαία τῶν ὀφθαλμῶν πρὸς τὰς χεῖράς ἐστιν ἡ συζυγία, τάχα προσαγό μεθα διὰ τῶν εἰρημένων πρῶτον μὲν τοὺς ὀφθαλμούς, οἵτινές εἰσι, κατανοῆσαι, ἔπειτα δὲ καὶ τὸν περὶ αὐτῶν ἔπαινον ἐν θεωρίᾳ λαβεῖν. τὸν δὲ περὶ τῶν χειρῶν λόγον τῷ ἰδίῳ ταμιευσόμεθα τόπῳ. ὀφθαλμῶν γὰρ ἴδιον ἐκ φύσεως ἔργον ἐστὶ τὸ ὁρᾶν. διὸ κατὰ τὴν τοπικὴν θέσιν πάντων ὑπέρκεινται τῶν αἰσθητηρίων εἰς ὁδηγίαν τοῦ παντὸς σώματος προτεταγμένοι παρὰ τῆς φύσεως. ὅταν οὖν τοὺς τῆς ἀληθείας καθηγουμένους παρὰ τῆς θείας γραφῆς οὕτως ὀνομαζομένους ἀκούσωμεν, ὧν ὁ μέν τις ἐλέγετο ὁ βλέπων, ἕτερος δὲ ὁ ὁρῶν, ἄλλος δὲ σκοπός, οὕτω παρὰ τοῦ θεοῦ διὰ τῆς προφητείας ὠνομασμένος, ἐναγόμεθα διὰ τούτων τοὺς ἐφορᾶν καὶ ἐπιβλέπειν καὶ ἐπισκοπεῖν τεταγμένους ὀφθαλμοὺς ἐνταῦθα νομίζειν κατονομάζεσθαι. τὸ δὲ περὶ αὐτοὺς θαῦμα καθ' ὁμοιότητά τινα συγκριτικὴν γίνεσθαι διδασκόμεθα τῆς πρὸςτὸ κρεῖττον παραθέσεως τὸ κάλλος αὐτῶν ὑπογραφούσης· φησὶ γὰρ ὅτι Ὀφθαλμοὶ αὐτοῦ ὡς περιστεραί. καλὸς γὰρ ὡς ἀληθῶς τῶν τοιούτων ὀμμάτων ἔπαινος ἡ ἀκακία, ἣν κατορθοῦσιν οἱ μηκέτι τῷ σαρκώδει βίῳ ἐμμολυνόμενοι ἀλλὰ ζῶντές τε καὶ στοιχοῦντες τῷ πνεύματι· ὁ γὰρ πνευ ματικός τε καὶ ἄϋλος βίος τῷ τῆς περιστερᾶς εἴδει χαρακτη ρίζεται, ἐπειδὴ καὶ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον οὕτως ὤφθη παρὰ τοῦ Ἰωάννου ἐκ τῶν οὐρανῶν ἐπὶ τὸ ὕδωρ ἱπτάμενον. οὐκοῦν τὸν ἀντὶ ὀφθαλμοῦ τῷ σώματι τῆς ἐκκλησίας ὑπὸ τοῦ θεοῦ τεταγμένον, εἰ μέλλοι καθαρῶς ἐπισκοπεῖν τε καὶ ἐφορᾶν καὶ ἐπιβλέπειν, πᾶσαν τὴν ἐκ κακίας λήμην ἀποκλύζεσθαι προσήκει τῷ ὕδατι. ἔστι δὲ οὐχ ἓν ὕδωρ ῥυπτικὸν τῶν ὀμμάτων, ἀλλὰ πολλὰ τῶν τοιούτων ὑδάτων εἶναί φησι τὰ πληρώματα. ὅσαι γάρ εἰσιν ἀρεταί, τοσαύτας χρὴ τὰς τῶν καθαρσίων ὑδάτων ἐννοῆσαι πηγάς, δι' ὧν οἱ ὀφθαλμοὶ γίνονται ἀεὶ ἑαυτῶν καθαρώτεροι· οἷον πηγὴ τοῦ καθαρσίου ὕδατός ἐστιν ἡ σωφροσύνη, ἄλλη τοιαύτη πηγὴ ἡ ταπεινοφροσύνη ἡ ἀλήθειά τε καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρεία καὶ ἡ τοῦ ἀγαθοῦ ἐπιθυμία καὶ ἡ τοῦ κακοῦ ἀλλοτρίωσις. ταῦτα καὶ τὰ τοιαῦτα ὕδατά ἐστιν ἐκ μιᾶς μὲν πηγῆς, διαφόρων δὲ ῥείθρων εἰς ἓν ἀθροιζόμενα πλήρωμα, δι' ὧν πάσης ἐμπαθοῦς λήμης γίνεται τοῖς ὀφθαλμοῖς τὰ καθάρσια. ἀλλ' εἰσὶ μὲν ἐπὶ τὰ πληρώματα τῶν ὑδάτων οἱ ὀφθαλμοί, οἱ διὰ τῆς ἀκεραιότητός τε καὶ ἀκακίας ταῖς περιστεραῖς ὡμοιωμένοι, λουτρὸν δὲ αὐτῶν εἶναι τὸ γάλα φησὶν οὕτως εἰπόντος τοῦ λόγου ὅτι Λελουμέναι ἐν γάλακτι. πρέπων δὲ τοῖς τοιούτοις ὄμμασιν ἔπαινος τὸ τῷ γάλακτι τὴν τοιαύτην περιστερὰν λουομένην ἐνωραΐζεσθαι· ἀληθὴς γὰρ ἡ τοῦ γάλακτός ἐστι παρατήρησις ὅτι μόνον τῶν ὑγρῶν τοῦτο τοιαύτην ἔχει τὴν ἰδιότητα τὸ μὴ ἐμφαίνεσθαι αὐτῷ εἴδωλόν τινος καὶ ὁμοίωμα. πάντα γὰρ ὅσα τῆς ὑγρᾶς ἐστι φύσεως καθ' ὁμοιότητα τῶν κατόπτρων διὰ τοῦ λείου τῆς ἐπιφανείας τῶν εἰς αὐτὰ βλεπόντων ἀντιφαίνεσθαι παρασκευάζει τὰ ὁμοιώματα, ἐν μόνῳ δὲ τῷ γάλακτι ἡ τοιαύτη εἰδωλοποιΐα χώραν οὐκ ἔχει. οὗ χάριν τοιοῦτος τῶν τῆς ἐκκλησίας ὀφθαλμῶν ἐστιν ὁ τελεώτατος ἔπαινος τὸ μηδὲν ἀνυπόστατόν τε καὶ πεπλανημένον καὶ μάταιον παρὰ τὴν τῶν ὄντων ἀλήθειαν σκιαγραφεῖν ἐν ἑαυτοῖς δι' ἀπάτης ἀλλὰ τὸ ὄντως ὂν βλέπειν, τὰς δὲ ἠπατημένας τοῦ τῇδε βίου ὄψεις τε καὶφαντασίας μὴ παραδέχεσθαι. διὰ τοῦτο πρὸς τὴν καθαρότητα τῶν ὀμμάτων ὑπὸ τῆς τελείας ψυχῆς τὸ τοῦ γάλακτος λουτρὸν ἀσφαλὲς ἐκρίθη. Ὁ δὲ ἐφεξῆς λόγος νόμος ἐστὶ τοῖς ἐπαΐουσι περὶ ἃ χρὴ τοὺς ὀφθαλμοὺς τὴν σπουδὴν ἔχειν· Καθήμεναι γάρ, φησίν, ἐπὶ πληρώματα ὑδάτων. τὴν γὰρ διηνεκῆ προσεδρείαν τῆς περὶ τὰ θεῖα μαθήματα προσοχῆς ὁ τοιοῦτος ὑποτίθεται λόγος, δι' ὧν ἐπαινεῖ τοὺς καθαροὺς ὀφθαλμοὺς καὶ ἡμᾶς διδάσκων, ὅπως ἂν τὸ ἴδιον κάλλος τῶν ὀφθαλμῶν ἀναλάβοι μεν ἀεὶ προσκαθήμενοι τοῖς τῶν ὑδάτων πληρώμασιν, ὡς οἵ γε πολλοὶ τῶν εἰς ὀφθαλμοὺς τεταγμένων καταλιπόντες τὸ τοῖς τοιούτοις πληρώμασι προσεδρεύειν τοῖς Βαβυλωνίοις ποταμοῖς παρακάθηνται πληροῦντες τὴν ἐκ προσώπου τοῦ θεοῦ γενομένην ἐπὶ τῶν τοιούτων κατηγορίαν Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ μὴ δύνωνται ὕδωρ συνέχειν. μάθημα τοίνυν ἐστίν, ὅπως ἂν γένοιτο καλὸς ὀφθαλμός, ἐμπρέπων τε καὶ ἐναρμόζων τῇ χρυσῇ κεφαλῇ, τὸ εἶναι αὐτὸν ἀκέραιον μὲν κατὰ τὴν περιστεράν, ἀπλανῆ τε καὶ ἀνεξαπάτητον κατὰ τὴν τοῦ γάλακτος φύσιν, μηδεμιᾷπλάνῃ τῶν ἀνυποστάτων φαντασιούμενον, προσκαθῆσθαι δὲ διὰ παραμονῆς καὶ προσεδρείας τοῖς πληρώμασι τῶν θείων ὑδάτων καθ' ὁμοιότητα τοῦ ξύλου τοῦ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένου καὶ μὴ μεθισταμένου· οὕτω γὰρ ὅ τε καρπὸς ἐπὶ τοῦ ἰδίου καιροῦ προβληθήσεται καὶ ὁ κλάδος ἀειθαλὴς φυλαχθήσεται τῇ εὐχροίᾳ τῶν φύλλων περισοβούμενος. νυνὶ δὲ πολλοὶ τῶν ὀφθαλμῶν τῶν πνευ ματικῶν τούτων ὑδάτων καταμελοῦντες καὶ τῆς τοῦ λόγου προσεδρείας μικρὰ φροντίζοντες ἤτοι τὸν τῆς φιλοχρηματίας ἑαυτοῖς λάκκον ὀρύσσουσιν ἢ τὴν κενοδοξίαν λατομοῦσιν ἢ τὴν ὑπερηφανίαν φρεωρυχοῦσιν ἢ ἄλλους τινὰς λάκκους ἀπάτης μετ' ἐπιμελείας ὀρύσσουσιν, οἳ συνέχειν εἰς τὸ διηνεκὲς τὸ σπουδαζόμενον αὐτοῖς ὕδωρ φύσιν οὐκ ἔχουσιν ἀεὶ τῆς ὧδε τιμῆς τε καὶ δυναστείας καὶ δόξης, περὶ ἥν ἐστιν ἡ σπουδὴ τοῖς πολλοῖς, ὁμοῦ τῷ συστῆναι διαρρεούσης καὶ οὐδὲν ἴχνος τῆς ματαίας σπουδῆς ἐν τοῖς ἠπατημένοις καταλειπούσης. τοιούτους εἶναι βούλεται τοὺς ὁρῶντάς τε καὶ ἐπισκοποῦντας ὁ λόγος ὧν χρὴ προβεβλῆσθαι μὲν οἷόν τινα ὀφρύων περιβολὴν τὴν τῶν θείων διδαγμάτων ἀσφάλειαν, ἐπικαλύπτεσθαι δὲ τῇ ταπεινοφροσύνῃ καθάπερ τινὶ βλεφάρων περιβολῇ τὸ καθαρόν τε καὶ στίλβον τῆς πολιτείας, μή ποτε ἡ τῆς οἰήσεως δοκὸς ἐμπεσοῦσα τῷ καθαρῷ τῆς κόρης ἐμποδὼν γένηται πρὸς τὴν ὅρασιν. τίς δὲ μετὰ τοὺς ὀφθαλμοὺςτῶν μελῶν τοῦ νυμφίου ἐστὶν ὁ ἔπαινος, ἐν τοῖς ἐφεξῆς θεοῦ διδόντος ἐπελευσόμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Intertext edge

Open linked passage

Note