In Canticum canticorum
Gregory of Nyssa (gregory-of-nyssa)Cant 14 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
14.1
Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά, χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. Χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληρωμέναι θαρσεῖς, κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου, Κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς, εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι, Φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ. Ὁ τῷ ἀδόλῳ γάλακτι τρέφων τὸ νηπιάζον ἔτι τῆς πνευ ματικῆς ἡλικίας, τροφός, καθώς φησιν αὐτὸς ὁ ἀπόστολος, τῶν ἀρτιγενῶν ἐν τῇ ἐκκλησίᾳ γινόμενος, ταμιεύεται τὸν τῆς σοφίας ἄρτον τοῖς τελειωθεῖσι κατὰ τὸν ἔσω ἄνθρωπον εἰπών· Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, οἳ διὰ τὴντῶν ἀγαθῶν διδαγμάτων ἕξιν γεγυμνασμένα ἔχοντες τὰ τῆς ψυχῆς αἰσθητήρια τοῦ ἄρτου τῆς σοφίας εὐπαράδεκτοι γίνονται τῆς λεπτοποιούσης ἐν τοῖς ὀδοῦσι τῶν λογισμῶν σιαγόνος εἰς τροφὴν προσδεόμενοι. χρὴ τοίνυν εἶναι καὶ σιαγόνας ἐν τῷ σώματι τοῦ Χριστοῦ τοῖς μηκέτι προσανέχουσι τῇ θηλῇ τοῦ λόγου ἀλλ' ἤδη τῆς στερροτέρας ἐφιεμένοις τροφῆς, περὶ ὧν νῦν ποιεῖται τὸν λόγον ἡ νύμφη λέγουσα οὕτως· Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά. τὸ μὲν οὖν ἀκολούθως ἔχειν τὸν περὶ τῶν σιαγόνων λόγον τοῖς περὶ τῶν ὀφθαλμῶν θεωρηθεῖσι παντὶ δῆλον ἂν εἴη τῷ συνετῶς ἐπαΐοντι· διὰ τοῦτο γὰρ χρὴ τὸν ὀφθαλμὸν τῷ πληρώματι τῶν πνευματικῶν ὑδάτων προσεδρεύοντα τῷ ἀπλανεῖ τε καὶ ἀδόλῳ λούεσθαι γάλακτι τῇ ἀκάκῳ περιστερᾷ ὁμοιούμενον, ἵνα κοινωνοὺς ποιήσῃ τῶν ἰδίων ἀγαθῶν πάντας τοὺς εἰς τὸ σῶμα συντελοῦντας τῆς ἐκκλησίας. οὗ χάριν καὶ ὁ μέγας Ἠσαΐας τὸν ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν ἀναβάντα διὰ τῆς πολιτείας βοᾶν διακελεύεται λαμπρᾷ τῇ φωνῇ, ὥστε γνῶναι δι' αὐτοῦ τοὺς ἀκούοντας τὸν μετὰ ἰσχύος ἐρχόμενον κύριον καὶ τὸν ἐξουσιάζοντα τῶν ὄντων βραχίονα, τὸν ποιμαίνοντα τὸ ποίμνιον καὶ τοὺς ἄρνας συνάγοντα καὶ τὰς καλῶς διὰ τῶν ἀγαθῶν ἐλπίδων κυοφορούσας παρακαλοῦντα, τὸν διειληφότα τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακὶ περισφίγγοντα, καὶ ὅσα ἄλλα πρὸς τούτοις ἡ προφητεία φησὶ δεῖν παρὰ τοῦ τῆς ἀκρωρείας ἐπιβεβηκότος κηρύσσεσθαι. εἰ τοίνυν ἐπὶ τούτῳ γίνεται τοῖς ὀφθαλμοῖς ἡ ἐκ τῶν ὑδάτων τε καὶ τοῦ γάλακτος δύναμις πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν, ἀκολούθως ἐπαινοῦνται μετ' ἐκείνους αἱ σιαγόνες, ὧν ἔργον ἐστὶ τὸ λεπτοποιεῖν τὴν τροφὴν δι' ἧς ἡ τοῦ σώματος συντηρεῖται φύσις καὶ δύναμις. Ἴδωμεν τοίνυν ἐν τίνι τῶν σιαγόνων ἔστιν ὁ ἔπαινος. αὐτῆς ἀκούσωμεν τῆς νύμφης οἷα περὶ αὐτῶν διεξέρχεται· Σιαγόνες αὐτοῦ, φησίν, ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά. εἰ τὸ διηπλωμένον τῶν ἐκπωμάτων εἶδος ὁ λόγος σημαίνει τῷ τῆς φιάλης ὀνόματι, ἐν ᾧ κλέπτεται διὰ τῆς κατασκευῆς ἡ κοιλότης οὔτε ἄγαν βαθυνομένου τοῦ σχήματος οὔτε δι' εὐθείας ἐξυπτιάζοντος, ὡς μήτε κοῖλον ἀκριβῶς εἶναι δοκεῖν μήτε ἐπίπεδον, εἰ τοίνυν τὸ τοιοῦτον εἶδος ὑποδείκνυσι διὰ τῆς φιάλης ἡ νύμφη, ἴδιον ἂν ἔχοι λόγον ἐκ τοῦ σχήματος τούτου τῶν σιαγόνων ὁ ἔπαινος. εἴποι γὰρ ἄν τις τὸ ἁπλοῦν τε καὶ διηπλωμένον καὶ ἄδολον τῆς διδασκαλίας ἐπαινέσαι τὸν λόγον βουλόμενον μνήμην τῆς φιάλης ποιήσασθαι, ἐν ᾗ τὸ ἀπηγορευμένον ὑπὸ τοῦ προφήτουβάθος συστῆναι οὐ δύναται τοῦ εἰπόντος· Ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων. τὴν οὖν ἐν ἁπλότητι φανερουμένην ἀλήθειαν δίχα τινὸς δολερᾶς κοιλότη τός φαμεν διὰ τοῦ ὀνόματος τῆς φιάλης σημαίνεσθαι, ἧς ὕλη μέν ἐστι τὸ ἄρωμα, ἔργον δὲ τὸ φύειν μυρεψικά· Σιαγόνες γὰρ αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, οὐκ ἐξ ἀργύρου γενό μεναι ἢ χρυσοῦ ἢ ὑέλου ἤ τινος ἑτέρας ὕλης τοιαύτης, ἀλλ' αὐτοῦ τοῦ ἀρώματος, ταῦτα ἐξ ἑαυτῶν φύουσαι, δι' ὧν τὰ μύρα κατασκευάζεται. σαφὴς δὲ πάντως διὰ τῶν εἰρημένων ἐστὶν ἡ τοῖς ῥητοῖς τούτοις ἐνθεωρουμένη διάνοια ὅτι τῶν καθαρῶν τῆς ἐκκλησίας ὀμμάτων ἔστι τοιαύτην παρασκευά ζειν τῷ σώματι τὴν τροφὴν τῇ λεαντικῇ τῶν σιαγόνων δυνάμει ὡς μηδὲν βαθύ τε καὶ ὕπουλον ἐν τοῖς λεγομένοις ὁρᾶσθαι, ἀλλ' εἶναι πάντα τηλαυγῆ τε καὶ ἐλεύθερα καὶ πάσης δολερᾶς ἐπικρύψεως καὶ βαθύτητος κεχωρισμένα, ὡς καὶ νηπίοις εἶναι κατάδηλα, καθώς φησιν ὁ προφήτης ὅτι Ἡ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια· καὶ Ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς. εἰ γὰρ τοιαῦται εἶεν αἱ φιάλαι τοῦ λόγου, οὐκ ἐκ τῆς γηΐνης ὕλης δηλονότι συστήσονται, ἀλλ' ἐκ τοῦ ἀρώματος αὐτοῖς ἔσται ἡ φύσις, ἐκείνου λέγω τοῦ ἀρώματος ὃ ὑπὲρ πάντα τὰ ἀρώματά φησιν εἶναι ἡ νύμφη ἐν τοῖς προοιμίοις τοῦ Ἄισματος. τοιαύτη φιάλη ὁ Παῦλος ἦν, ὁ μὴ ἐν πανουργίᾳ τὸν λόγονδολῶν ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ἑαυτὸν συνιστάνων. οὗ ἡ ὕλη τὸ ἐκ γῆς εἶναι ἀπέθετο, ἀφ' οὗ διὰ τοῦ βαπτισμοῦ τὰς λεπίδας τῶν ὀφθαλμῶν τῇ σαρκὶ συναπέβαλεν, ἀλλ' ἐκ τοῦ εὐπνοοῦντος ἀρώματος ἀνεσκευάσθη τοῦ ἁγίου πνεύματος τέκνον γενόμενος· ὃς ἐπειδὴ διὰ τῆς τοιαύτης χαλκείας ἐκλογῆς σκεῦος κατεσκευάσθη, πρὸς τὴν οἰνοχοΐαν τοῦ λόγου φιάλη γενόμενος οὐκέτι χρείαν ἔσχεν ἀνθρώπου τὴν γνῶσιν αὐτῷ τῶν μυστηρίων ἐγχέοντος (Οὐ γὰρ προσανέθετο σαρκὶ καὶ αἵματι), ἀλλ' αὐτὸς ἔφυεν ἐν ἑαυτῷ καὶ ἀνέβρυε τὸ θεῖον ποτὸν διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας τὰ ποικίλα τῶν ἀρετῶν ἄνθη μυρεψῶν τοῖς ἀκούουσιν, ὥστε κατὰ τὰς διαφοράς τε καὶ ἰδιότητας τῶν δεχομένων τὸν λόγον κατάλληλον εὑρίσκεσθαι πρὸς τὴν τοῦ ζητοῦντος χρείαν τὸ ἄρωμα τοῖς Ἰουδαίοις, τοῖς Ἕλλησι, ταῖς γυναιξί, τοῖς ἀνδράσι, τοῖς δεσπόταις, τοῖς δούλοις, τοῖς γονεῦσι, τοῖς τέκνοις, τοῖς ἀνόμοις, τοῖς ὑπὸ νόμον. οὕτως αὐτῷ πολυειδὴς ἦν διὰ πάσης ἀρετῆς κεκραμένη τῆς διδασκαλίας ἡ χάρις, διὰ τῶν ποικίλων διδαγμάτων καταλλήλως τῇ ἑκάστου χρείᾳ μυρεψούσης τῆς φιάλης τοῖς δεχομένοις τὸν λόγον. τὰς οὖν τοιαύτας ἐπαινεῖ σιαγόνας ἡ τὸ τοῦ σώματος τοῦ νυμφίου κάλλος διαζωγραφοῦσα τῷ λόγῳ. Καὶ ὅτι πρὸς τοῦτο βλέπει τῶν σιαγόνων ὁ ἔπαινος, ὁ ἐφεξῆς λόγος διὰ τῆς ἀκολουθίας μαρτύρεται· ἐπαινεῖται γὰρ μετὰ τὰς σιαγόνας τὰ χείλη δι' ὧν ὁ ἀρωματίζωνλόγος προέρχεται. οὕτω δὲ ὁ ἔπαινος ἔχει· Χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη. δύο κατὰ ταὐτὸν ἀρετὰς μαρτυρεῖ τῷ λόγῳ διὰ τοῦ διπλοῦ ὑποδείγματος, ὧν ἓν μέν ἐστιν ἡ ἀλήθεια λαμπρά τε καὶ φωτοειδὴς ἐν τοῖς λεγομένοις θεωρουμένη (τοιοῦτον γὰρ τοῦ κρίνου τὸ εἶδος, οὗ ἡ λαμπρότης αἴνιγμα τῆς τῶν λεγομένων καθαρότητός τε καὶ ἀληθείας ἐστίν), ἕτερον δὲ τὸ μόνην τὴν νοητήν τε καὶ ἄϋλον ζωὴν ὑπὸ τῆς διδασκαλίας προδείκνυσθαι, διὰ τῆς τῶν νοητῶν θεωρίας ἀπονεκρουμένης τῆς κάτω ζωῆς τῆς διὰ σαρκός τε καὶ αἵματος ἐνεργουμένης. ἡ γὰρ ἀπορ ρέουσα τοῦ στόματος σμύρνα καὶ πλήρη ποιοῦσα ἑαυτῆς τὴν τοῦ δεχομένου ψυχὴν τῆς τοῦ σώματος νεκρώσεως ἔμφασις γίνεται· πολλαχῆ γὰρ τὸ τοιοῦτον ἐν τῇ καταχρήσει τῶν θεοπνεύστων λόγων παρατετήρηται τὸ τοῦ θανάτου σημαντικὸν εἶναι τῆς σμύρνης τὸ ὄνομα. ὁ τοίνυν τέλειος καὶ καθαρὸς ὀφθαλμός, ὁ τὴν σιαγόνα φιάλην ποιῶν τὴν τὰ μύρα ἐξ ἑαυτῆς φύουσάν τε καὶ πηγάζουσαν οὗτος ἀνθεῖ τὰ κρίνα τῶν λόγων διὰ τοῦ στόματος τῶν τῇ θείᾳ κεκαλλω πισμένων λαμπρότητι· οὕτω γὰρ τοὺς καθαρούς τε καὶ δι' ἀρετῆς εὐπνοοῦντας ὀνομάζει ὁ λόγος, ἀφ' ὧν γίνεται ἡ τῆς σμύρνης σταγὼν ἀνελλιπῶς πληροῦσα τὴν τῶν δεχο μένων διάνοιαν, ὅπερ ἐστὶν ἡ τῆς ὑλικῆς ζωῆς ὑπεροψία πάντων τῶν τῇδε σπουδαζομένων διὰ τὴν τῶν ὑπερκειμένων ἀγαθῶν ἐπιθυμίαν ἀνενεργήτων τε καὶ νεκρῶν γινομένων. τοιαύτην ὁ Παῦλός ποτε σμύρναν προέχει τοῦ στόματος μεμιγμένην τῷ καθαρῷ κρίνῳ τῆς σωφροσύνης ἐν ἀκοαῖς τῆς ἁγίας παρθένου (Θέκλα δὲ ἦν ἡ παρθένος), ἣ καλῶς τῇ ψυχῇ τὰς ἀπορρεούσας τοῦ κρίνου σταγόνας ἐν ἑαυτῇ δεξαμένη θανάτῳ διαλαμβάνει τὸν ἔξωθεν ἄνθρωπον πᾶσαν σαρκώδη διάνοιάν τε καὶ ἐπιθυμίαν ἑαυτῆς ἀποσβέσασα. ἧς μετὰ τὴν ἀγαθὴν διδασκαλίαν νεκρὰ μὲν ἦν ἡ νεότης, νεκρὸν δὲ τὸ ἐπιφαινόμενον κάλλος, νεκρὰ δὲ πάντα τὰ σωματικὰ αἰσθητήρια μόνου ζῶντος ἐν αὐτῇ τοῦ λόγου, δι' οὗ τεθνήκει μὲν αὐτῇ ἅπας ὁ κόσμος, τεθνήκει δὲ καὶ ἡ παρθένος τῷ κόσμῳ. οὕτω ποτὲ παρὰ Κορνηλίῳ καὶ ὁ μέγας Πέτρος τὰ λαμπρὰ τοῦ λόγου κρίνα φθεγγόμενος πλήρεις τῆς σμύρνης τὰς τῶν ἀκουόντων ψυχὰς παρε σκεύασεν, οἳ παραχρῆμα τὸν λόγον δεξάμενοι τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος συνετάφησαν νεκροὶ τῷ βίῳ γενόμενοι. καὶ μυρία πρὸς τούτοις ἔστιν τῶν ἁγίων εὑρεῖν ὑποδείγματα, πῶς τοῦ κοινοῦ σώματος τῆς ἐκκλησίας στόμα γενόμενοι τῆς νεκρωτικῆς τῶν παθημάτων σμύρνης πλήρεις τοὺς ἀκροωμένους ἐποίουν ἀνθοφοροῦντες διὰ τῶν κρίνων τοῦ λόγου, δι' ὧν οἱ μεγάλοι τῆς πίστεως πρόμαχοι διὰ τῆς ἀγαθῆς ὁμολογίας κατὰ τὸν τῆς μαρτυρίας, καιρὸν ἐν τοῖς ὑπὲρεὐσεβείας ἀγῶσι κατεσμυρνώθησαν. καὶ τί χρὴ διὰ πλειόνων μηκύνειν τὸν περὶ τούτων λόγον φανερᾶς διὰ τῶν εἰρημένων γενομένης ἡμῖν τῆς διανοίας, πῶς τὸ στόμα τῆς ἐκκλησίας κρίνον γίνεται καὶ πῶς ἀποστάζει τοῦ κρίνου ἡ σμύρνα καὶ πῶς πληροῦται τῆς τοιαύτης σταγόνος ἡ τῶν δεχομένων ψυχή. Ἀλλὰ πρὸς τὸν ἐφεξῆς ἤδη λόγον μετέλθωμεν. φησὶ γάρ· Χεῖρες αὐτοῦ τορευταί, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς. ὅτι μὲν οὖν ἀτελής ἐστιν ἐπὶ τοῦ σώματος τῆς ἐκκλησίας ἡ τοῦ ὀφθαλμοῦ χάρις τῆς τῶν χειρῶν ὑπουργίας διεζευγμένη, σαφῶς παρὰ τοῦ μεγάλου μεμαθήκαμεν Παύλου ὅς φησιν ὅτι Οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω. τότε γὰρ μάλιστα ἡ τῶν ὀφθαλμῶν ἐνέργεια δείκνυται, ὅταν τὰ ἔργα μαρτυρῇ τὴν ὀξυωπίαν τῷ ὄμματι διὰ τῆς περὶ τὰ καλὰ σπουδῆς τὴν ἀγαθὴν ὁδηγίαν ἐπισημαίνοντα. ἐπεὶ δὲ χρὴ προθέντας τὸν περὶ τῶν χειρῶν τοῦ θείου σώματος ἔπαινον ὁδηγηθῆναι διὰ τῶν εἰρημένων, ὅπως προσήκει κατηρτίσθαι τοὺς ἀντὶ χειρῶν ὄντας ἐπὶ τῆς ἐκκλησίας, αὐτὸ προθέντες τὸ θεῖον λόγιον, ὅπως ἂν οἷόν τε ᾖ, τὴν ἐγκειμένην αὐτῷ θεωρῆσαι διάνοιαν διδόντος θεοῦ πειρασό μεθα. Χεῖρες αὐτοῦ, φησί, τορευταί, χρυσαῖ. τέως μὲν οὖν τοσοῦτον πρόδηλόν ἐστιν ἐκ τῶν εἰρημένων τὸ νόημα, ὅτι οἷς τὸ τῆς κεφαλῆς εἶδος ἐγκωμιάζεται διὰ τῶν αὐτῶνκαὶ ταῖς χερσὶ πληροῦται ὁ ἔπαινος. κεφαλὴν δὲ τὸν κατὰσάρκα Χριστὸν ἐνοήσαμεν, ἐν ᾧ ὁ θεὸς ἦν τὸν κόσμον ἑαυτῷ καταλλάσσων κατὰ τὴν τοῦ Παύλου φωνήν, ὁ ἐν τῇ σαρκὶ διὰ τῶν δυνάμεών τε καὶ τῶν θαυμάτων ἑαυτὸν φανερώσας. εἰ οὖν ἡ νοηθεῖσα ἡμῖν αὕτη κεφαλὴ χρυσίον ἀκήρατον παρὰ τοῦ λόγου κατωνομάσθη διὰ τὸ πάσης ἁμαρτίας ἐκτὸς εἶναι (Ὃς ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ), χρυσᾶς δὲ εἶναί φησι καὶ τὰς χεῖρας ὁ λόγος, πρόδηλόν ἐστι τὸ διὰ τούτων νοούμενον ὅτι τὸ καθόλου καθαρόν τε καὶ ἀναμάρτητον καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον νομοθετεῖ τῇ χειρὶ ὁ λόγος. χεῖρα δὲ νοοῦμεν πάντως τὴν τὰ κοινὰ τῆς ἐκκλησίας εἰς τὰς τῶν ἐντολῶν χρείας διαχειρίζουσαν, ἧς ἔπαινός ἐστι τὸ ὁμοιωθῆναι τῇ τῆς κεφαλῆς φύσει κατὰ τὸ καθαρόν τε καὶ ἀναμάρτητον. καθαρὰ δὲ γίνεται τότε ἡ χείρ, ὅταν διὰ τῆς τορείας ἅπαν ἀποξύσηται τὸ ἐμποδίζον τῷ κάλλει· καθάπερ γὰρ οἱ πρός τινα ζῴου μορφὴν ἀποτυποῦντες τὸ μάρμαρον ἐκεῖνα διὰ τῆς τορείας ἐκγλύφουσι τοῦ λίθουκαὶ ἐκκολάπτουσιν ὧν περιαιρεθέντων πρὸς τὸ ἀρχέτυπον εἶδος ἀποτυποῦται τὸ μίμημα, οὕτω καὶ ἐπὶ τοῦ κάλλους τῶν τοῦ σώματος τῆς ἐκκλησίας χειρῶν πολλὰ χρὴ διὰ τῆς τῶν λογισμῶν τορείας ἀποξυσθῆναι, ἵνα γένηται ἡ χεὶρ χρυσῆ ὡς ἀληθῶς καὶ ἀκήρατος. πάντως δὲ πρόδηλα πᾶσίν ἐστιν, ὅσα μὴ περιαιρεθέντα τῆς χειρὸς τῷ κάλλει λυμαίνεται, οἷον τὸ ἀνθρωπάρεσκον, τὸ φιλοκερδές, τὸ φιλό δοξον, τὸ μόνον πρὸς τὸ φαινόμενον βλέπειν, τὸ περιφανείας τινὰς ἑαυτῷ διὰ τῶν ἐν χερσὶ πραγματεύεσθαι, τὸ εἰς τρυφὴν καὶ ἀπόλαυσιν ἰδίαν τῇ τῶν ἐντολῶν ἀποκεχρῆσθαι παρασκευῇ· ἃ χρὴ πάντα ταῦτα καὶ τὰ τοιαῦτα τοῖς τῶν λογισμῶν ὀργάνοις περιξυσάμενον ἐκεῖνο καταλιπεῖν μόνον τὸ καθαρόν τε καὶ ἀκιβδήλευτον χρυσίον τῆς προαιρέσεως τὸ τῇ ἀκηράτῳ κεφαλῇ ὁμοιούμενον. σαφέστερον δ' ἂν γένοιτο ἡμῖν τὸ λεγόμενον διὰ τῆς τοῦ ἀποστόλου φωνῆς, ὃς πιστὸν τὸν θεὸν ὀνομάσας οὐδὲν ἄλλο καὶ ἐν τοῖς οἰκονόμοις ζητεῖν ἀξιοῖ ἢ τὸ πιστὸν εὑρεθῆναι, οὑτωσὶ γράψας τῷ ῥήματι· Ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ. οὐκοῦν ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος ἀντὶ χειρὸς ὢν τῇ ἐκκλησίᾳ χρυσῆν καθ' ὁμοιότητα τῆς κεφαλῆς δείκνυσι τὴν χεῖρα τοῦ σώματος τὸν σοφὸν ἑαυτοῦ δεσπότην διὰ τοῦ βίου μιμούμενος. οὐκ ἦν τοιαύτη χεὶρ ἐν τῷ τῶν ἀπο στόλων σώματι ὁ Ἰούδας ἐκεῖνος ὁ ἐλεεινός τε καὶ δείλαιος, μᾶλλον δὲ ὁ στυγητός τε καὶ ἀποτρόπαιος, ὃς οἰκονομίανπτωχῶν πεπιστευμένος τὸν τῆς φιλοχρηματίας λίθον οὐκ ἀπεξύσατο, ἀλλὰ φύλαξ ὢν τοῦ γλωσσοκόμου διὰ τοὺς κλέπτοντας αὐτὸς ἑαυτοῦ κλέπτης ἐγένετο, ὃ ἐν ταῖς ἑαυτοῦ χερσὶν εἶχε διὰ τῶν ἰδίων χειρῶν ὑφαιρούμενος καὶ οὐ πρὸς τὴν ἐντολὴν ἀλλὰ πρὸς τὰ χρήματα βλέπων. ὧν ἡ ἀπόλαυσις ἐγένετο τίς; ἀγχόνη ἑκούσιος, ζωῆς ἀλλοτρίωσις, πανωλεθρία ψυχῆς, μνημόσυνον πονηρὸν παντὶ τῷ μετ' αὐτὸν χρόνῳ συνεκτεινόμενον. οὐκοῦν χρὴ τορευτὰς εἶναι καὶ διαγλύφους τὰς χεῖρας, ἵνα περιαιρεθέντων τῶν κακῶς συμπεφυκότων τὸ λειπόμενον χρυσὸς ᾖ τῷ τῆς κεφαλῆς κάλλει κατὰ τὸ εἶδος συμβαῖνον. Ἡ δὲ τοῦ θαρσεῖς λέξις πολύσημός ἐστιν ἐν τῇ γραφικῇ συνηθείᾳ οὐ κατὰ τῆς αὐτῆς πάντοτε διανοίας εὑρισκομένη· ἀλλὰ πολλάκις μὲν πρὸς τὸ κατεγνωσμένον, πολλάκις δὲ πρὸς τὸ θεῖόν τε καὶ μακάριον ἡ σημασία μεταλαμβάνεται. οἷον ὅτε φεύγει ἀπὸ προσώπου τοῦ θεοῦ Ἰωνᾶς ὁ προφήτης, ζητεῖ πλοῖον ἐπὶ θαρσεῖς πορευόμενον· καὶ ὁ μέγας Δαβὶδ πλοῖα θαρσεῖς βιαίῳ πνεύματι λέγει συντρίβεσθαι, βίαιον πνεῦμα ὡς οἶμαι λέγων τὸ τοῖς μαθηταῖς ἐπιφανέν, τοῖςἐν τῷ ὑπερῴῳ συνειλεγμένοις, ὃ πρότερον μὲν δι' ἀκοῆς προεγνώσθη ὥσπερ φερομένης πνοῆς βιαίας, μετὰ ταῦτα δὲ καὶ τοῖς ὀφθαλμοῖς ἐφανερώθη εἰς γλωσσῶν σχῆμα τυπούμενον καὶ τῇ ἐκλαμπτικῇ φύσει τοῦ πυρὸς ὁμοιούμενον, δι' οὗ συντρίβεται ἡ πολυσχιδῶς ἐπιπολάζουσα τῇ ἀνθρωπίνῃ φύσει κακία, ἣν πλοῖα θαρσεῖς ὁ προφήτης ὠνόμασεν. ταῦτα μὲν οὖν ἐστι δι' ὧν τῷ ὀνόματι τούτῳ τὰ χείρω σημαίνεται, ὁ δὲ μέγας Ἰεζεκιὴλ εἰς ὑπογραφὴν ἄγων τῆς γενομένης αὐτῷ ποτε θεοφανείας τὴν ὀπτασίαν ἑνὸς τῶν θείων θεαμάτων τὸ εἶδος τῇ λέξει ταύτῃ διασημαίνει λέγων· Καὶ τὸ εἶδος αὐτῶν ὡς εἶδος θαρσεῖς. φασὶ δὲ οἱ δι' ἀκριβείας τῶν Ἑβραϊκῶν λέξεων τὰς ἐμφάσεις ἐπεσκεμμένοι τὸ ἀχρω μάτιστόν τε καὶ νοητὸν καὶ ἀσώματον διὰ τῆς λέξεως ταύτης ἐν τῇ προφητείᾳ σημαίνεσθαι. διπλῆς τοίνυν οὔσης ἐν τῇ λέξει ταύτῃ τῆς σημασίας, ἐπειδὴ πρόδηλόν ἐστιν ὅτι πρὸς τὸ κρεῖττον νῦν παρελήφθη τὸ ταύτης τῆς φωνῆς σημαινό μενον (οὐ γὰρ ἂν εἰς ἔπαινον ἐλαμβάνετο τὸ ὑπαίτιον), ἀκόλουθον ἂν εἴη τοῦτο περὶ τῶν ἐγκωμιαζομένων ἐννοῆσαι χειρῶν ὅτι ἀκριβῶς ἀφ' ἑαυτῶν πᾶν τὸ περιττόν τε καὶ σωματῶδες ἀποτορεύσασαι πρὸς τὸ θεῖόν τε καὶ νοητὸν μεταβαίνουσι τὴν ὑλώδη πᾶσαν καὶ βαρεῖαν περὶ τὰ πράγματα σχέσιν ἐκτιναξάμεναι. οἷον δή φασι καὶ ἐπὶ τῆςσμαραγδίνης βώλου τοὺς λιθογλύφους ἐργάζεσθαι· τὸ γὰρ ἀφεγγὲς καὶ γεῶδες διὰ τῆς ἀκόνης ἐκδαπανήσαντές τε καὶ ἀποψήξαντες ἐκεῖνο μόνον καταλείπουσιν ἀδαπάνητον, ᾧ καθορᾶταί τις αὐγὴ χλοερά τε ἅμα καὶ ἐλαιάζουσα. ὅπερ μοι δοκεῖ σαφέστερον ἑρμηνεύων ὁ θεῖος ἀπόστολος τοῦτο συμβουλεύειν ἔν τινι τῶν ἑαυτοῦ λόγων ὅτι χρὴ ἀποσκευά ζεσθαι τὴν περὶ τὰ βλεπόμενα σχέσιν, πρὸς δὲ τὸ ἀόρατον ταῖς ἐπιθυμίαις ὁρμᾶν· Μὴ σκοπούντων γὰρ ἡμῶν, φησί, τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. ταῦτα μὲν οὖν ἐν τῷ ἐπαίνῳ τῶν χειρῶν ἐνοήσαμεν, πῶς τῆς ὑλώδους προσπα θείας ἐκτορευθεῖσαι ἀκήρατοι γίνονται πρὸς τὸ ἄϋλόν τε καὶ νοητὸν ἀλλοιούμεναι διὰ τῆς προαιρέσεως· Χεῖρες γὰρ αὐτοῦ, φησί, τορευταί, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς. Ἀκόλουθον δ' ἂν εἴη καὶ τὸν ἐφεξῆς λόγον διασκοπῆσαι, ὃν περὶ τῆς κοιλίας πεποίηται. ἔχει δὲ οὕτως ὁ λόγος· Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. ὅτε τῷ Μωϋσῇ τὸν ταῖς λιθίνοις δέλτοις ἐγχαραχθέντα νόμον ὁ τῆς φύσεως δίδωσι νομοθέτης, πυξία λίθινα τὰς πλάκας ὠνόμασεν, αἷς ἐνετυπώθη τὰ θεῖα χαράγματα, οὕτως εἰπόντος τοῦ πρὸς τὸν Μωϋσέα περὶ αὐτῶν χρηματίσαν τος ὅτι Ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς. μετὰ ταῦτα δέ, ἐπειδὴ πᾶν τὸ σωματικὸν καὶ γεῶδες ἀπεξύσατο διὰ τῆς εὐαγγελικῆς σαφηνείας ὁ νόμος, οὐκέτι λίθινον τὸ δεχόμενον τὰ γράμματα πυξίον ἐστὶν ἀλλ' ἐκ τοῦ λαμπροῦ τε καὶ νεοξύστου ἐλέφαντος· τὸ γὰρ δεκτικὸν τῶν ἐντολῶν καὶ τῶν νόμων, ὅπερ κοιλίαν ὠνόμασε, πυξίον εἶναί φησιν ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου. πρῶτον δὲ οἶμαι χρῆναι τὸ σωματικὸν ὑπόδειγμα φανερὸν τῷ λόγῳ ποιῆσαι, εἶθ' οὕτως ἐπὶ τὴν θεωρίαν τῶν εἰρημένων ἐλθεῖν. πυκνόν τι ξύλον ἡ πύξος ἐστὶ καὶ ὑπόλευκον, ἀφ' ἧς φιλοτε χνοῦσιν ἑαυτοῖς πίνακας οἷς τῶν γραμμάτων μέλει. τὸ τοίνυν τοιοῦτον πινάκιον τὸ πρὸς τὴν τῶν γραμμάτων χρείαν κατεσκευασμένον, κἂν ἀφ' ἑτέρας ὕλης τύχῃ γενόμενον, πυξίον καταχρηστικῶς ὀνομάζεται. οὐκοῦν πυξίον ἀκούσαντες λεῖόν τι σκεῦος ἐπιτήδειον πρὸς γραμμάτων ὑποδοχὴν ἐνοήσαμεν. ἐπεὶ τοίνυν γενικόν τι τῶν τοιούτων πινάκων ὄνομα τὸ πυξίον ἐστίν, ἐνταῦθα καὶ τὸ εἶδος τῆς ὕλης τῷὑποδείγματι ὁ λόγος προστίθησι, οὐκ ἀπὸ ξύλου λέγων ἀλλ' ἐξ ἐλέφαντος εἶναι τὴν κατασκευὴν τοῦ πυξίου. φασὶ δὲ διὰ πολλὴν πυκνότητα καὶ στερρότητα τὸ τοιοῦτον ὀστέον ἀδιάφθορον διαμένειν ἐφ' ὅτι μήκιστον μηδεμίαν ἐκ χρόνου βλάβην παραδεχόμενον. ὁ δὲ σάπφειρος τῷ κυανοειδεῖ τῆς χρόας εἰς παραμυθίαν τοῦ καμάτου τῶν ὀφθαλμῶν ἐπινοεῖται, τοῖς φιλοπόνως προσανέχουσι τῷ καταγεγραμ μένῳ πυξίῳ φυσικῶς τῆς τοιαύτης αὐγῆς τὰς ὄψεις δι' ἑαυτῆς ἀναπαυούσης. τὸ μὲν οὖν ὑπόδειγμα, ᾧ διὰ συγκρίσεως ὁμοιοῦται ἡ ἐγκωμιαζομένη τῆς ἐκκλησίας κοιλία, τοιοῦτόν ἐστιν, ἐγὼ δὲ παρὰ τῆς προφητείας ἀκούσας τοῦτο διακελευο μένης ἐκ προσώπου τοῦ θεοῦ ὅτι Γράψον ὅρασιν καὶ σαφῶς εἰς πυξίον, ἔννοιαν λαμβάνω, τί διὰ τοῦ ὀνόματος τῆς κοιλίας ἐν τῷ ἐπαινουμένῳ σώματι τοῦ κυρίου προσήκει νοεῖν· εἰ γὰρ τὴν θείαν ὅρασιν σαφῶς ἐγγράφειν τῷ πυξίῳ ὁ λόγος διακελεύεται, τάχα τὸ καθαρὸν τῆς καρδίας, ᾧ διὰ τῆς μνήμης τὰς θείας ὁράσεις ἀπογραφόμεθα, τῷ τῆς κοιλίας ὀνόματι διασημαίνει. καθάπερ καὶ ὁ διαστείλας τὸ στόμα τοῦ μεγάλου Ἰεζεκιὴλ καὶ ἐνθεὶς αὐτῷ τὴν κεφαλίδα τοῦ βιβλίου πλήρη γραμμάτων καθ' ἑκάτερον οὖσαν, κατά τε τὸ ἔξωθεν αὐτοῦ καὶ τὸ ἔσωθεν, φησὶ πρὸς αὐτὸν ὅτι Τὸ στόμα σου φάγεται καὶ ἡ κοιλία σου πλησθήσεται, τὸδιανοητικὸν καὶ τὸ λογιστικὸν τῆς ψυχῆς, ᾧ ἐναπέθετο τὰ θεῖα μαθήματα, κοιλίαν προσαγορεύσας. παραπλησίως δὲ καὶ τὸν μέγαν Ἰερεμίαν τὴν ὑπὸ τῶν σκυθρωπῶν ἐκείνων νοημάτων ὀδυνωμένην καρδίαν κοιλίαν ἔγνωμεν ὀνομάζοντα, δι' ὧν φησιν ὅτι Τὴν κοιλίαν μου ἀλγῶ καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει. εἰ δὲ χρὴ τὸ κυριώτερον τῶν εἰς τὴν διάνοιαν ταύτην ὁδηγούντων ἡμᾶς ἀπὸ τῆς θείας παραθέ σθαι φωνῆς, τοῦτό φαμεν ὅπερ πρὸς τοὺς πεπιστευκότας εἶπεν ὁ κύριος ποταμοὺς λέγων ἐκ τῆς κοιλίας ἀπορρέειν ὕδατος ζῶντος τῶν εἰς αὐτὸν πιστευόντων. ἔχει δὲ οὕτως ἡ λέξις· Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. διὰ πάντων τοίνυν τῶν εἰρημένων τὴν καθαρὰν καρδίαν διὰ τοῦ τῆς κοιλίας ὀνόματος νοεῖν ἐναγόμεθα, ἥτις πυξίον τοῦ θείου γίνεται νόμου, τῶν, καθώς φησιν ὁ ἀπόστολος, Ἐνδεικνυ μένων τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, Οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος ἐγχαρασσομένων τῇ ψυχῇ τῶν τοιούτων γραμμάτων, Οὐκ ἐν πλαξὶ λιθίναις, καθώς φησιν ὁ ἀπόστολος, ἀλλ' ἐν τῷ τῆς καρδίας πυξίῳκαθαρῷ τε ὄντι καὶ λείῳ καὶ στίλβοντι· τοιοῦτον γὰρ εἶναι χρὴ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, ὥστε τρανὴν ἐν αὐτῷ καὶ ἀσύγχυτον τῶν θείων λογίων ἐντυποῦσθαι τὴν μνήμην οἷόν τισι γράμμασιν εὐσήμοις διηρθρωμένην. καλῶς δὲ συμπαρείληπται τῷ τοιούτῳ πυξίῳ πρὸς τὸν τῆς κοιλίας ἔπαινον καὶ ὁ σάπφειρος· οὐρανοειδὴς γὰρ ἡ τοῦ σαπφείρου αὐγή. τὸ δὲ τοιοῦτον αἴνιγμα σύμβολον γίνεται τοῦ τὴν καρδίαν ἡμῶν τὰ ἄνω φρονεῖν τε καὶ βλέπειν, ὅπου τὸν θησαυρὸν ἀποτίθεται, κἀκεῖ τὰς ὄψεις προσαναπαύειν, ὥστε μὴ κάμνειν ἐν τῇ προσοχῇ τῶν θείων παραγγελμάτων τῆς οὐρανίας ἐλπίδος τὸ ὀπτικὸν τῶν τῆς ψυχῆς ὀμμάτων ἀναπαυούσης. Εἶτα διαδέχεται τὸν τῆς κοιλίας ἔπαινον τὰ τῆς κνήμης ἐγκώμια· φησὶ γὰρ ὅτι Κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς. πολύστυλος μέν ἐστι τῆς σοφίας ὁ οἶκος ὃν ἑαυτῇ ᾠκοδόμησε, πολλοὶ δὲ καὶ οἱ τὴν τοῦ μαρτυρίου σκηνὴν διερείδοντες στῦλοι διαφόροις ὕλαις κεκοσμημένοι, ὧν κεφαλίδες μὲν ἦσαν καὶ βάσεις χρυσαῖ, τὸ δὲ μέσον τῇ τοῦ ἀργυρίου περιβολῇ κεκαλλώπιστο. τοὺς δὲ τῆς ἐκκλησίας στύλους (οἶκος δέ ἐστιν ἡ ἐκκλησία, καθώς φησιν ὁ ἀπόστολος ὅτι Πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι) μαρμαρίνους εἶναί φησιν ἡ νύμφη ἐπὶχρυσῶν βεβηκότας τῶν βάσεων, ὅτι μὲν οὖν συμφωνεῖ τῇ τοῦ Βεσελεὴλ σοφίᾳ ἡ νύμφη κατὰ τὴν τοῦ κάλλους ὑπογραφὴν παραπλησίως ἐκείνῳ τὴν κεφαλὴν καὶ τὰς βάσεις τῷ χρυσίῳ κοσμήσασα, παντὶ δῆλόν ἐστι τῷ τοῖς περὶ τῆς σκηνῆς εἰρημένοις καθομιλήσαντι· ὡς γὰρ ἐκεῖνος χρυσῆν ἑκάστῳ τῶν στύλων τὴν κεφαλὴν ἐφαρμόσας ἐπὶ χρυσῆς ἵστησι βάσεως, οὕτω καὶ ἐνταῦθά φησιν ἡ καθαρῶς πρὸς τὸ τοῦ νυμφίου βλέπουσα κάλλος κεφαλὴν μὲν αὐτοῦ εἶναι χρυσίον καθαρὸν καὶ ἀκήρατον (τοῦτο γὰρ ἡ τοῦ κεφὰζ λέξις ἐνδείκνυται), τεθεμελιῶσθαι δὲ τὰς κνήμας ἐπὶ χρυσῶν λέγει τῶν βάσεων. πρὸς ὅ τι δὲ χρὴ μεταληφθῆναι τὰ περὶ τῶν στύλων αἰνίγματα, τῷ ἁγίῳ Παύλῳ μαθητευόμενοι τῆς ἀληθοῦς ἐννοίας οὐκ ἐκπεσούμεθα, ὃς τοὺς προέχοντας ἐν τοῖς ἀποστόλοις Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην στύλους τῆς ἐκκλησίαςὠνόμασεν. ἐπεὶ δὲ καὶ τοῦτο προσήκει μαθεῖν, πῶς ἔστι γενέσθαι στῦλον, ὡς ἂν καὶ ἡμεῖς ἄξιοι τῆς τοιαύτης γενοίμεθα κλήσεως, πάλιν καὶ τοῦτο παρὰ τῆς τοῦ Παύλου σοφίας ἀκούομεν, ὅς φησι στῦλον εἶναι τὸ ἑδραίωμα τῆς ἀληθείας. οὐκοῦν χρυσίον μέν ἐστιν ἡ ἀλήθεια, ἡ καὶ βάσις τῶν κνημῶν γινομένη καὶ τὰς χεῖρας καὶ τὴν κεφαλὴν δι' ἑαυτῆς καλλωπίζουσα, τὸ δὲ ἑδραίωμα εἰς τὴν τοῦ μαρμάρουφύσιν μεταλαβών τις οὐχ ἁμαρτήσεται. ὡς εἶναι τοιαύτην τὴν τῶν λεγομένων διάνοιαν ὅτι αἱ κνῆμαι τοῦ σώματος, οἱ μαρμάρινοι στῦλοι (τουτέστιν οἱ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς ἐκκλησίας βαστάζοντές τε καὶ διερείδοντες, δι' ὧν ἥ τε βάσις τῆς πίστεως ἔχει τὸ πάγιον καὶ ὁ κατ' ἀρετὴν δρόμος ἀνύεται καὶ ἐν τοῖς ἅλμασι τῶν θείων ἐλπίδων ὅλον τὸ σῶμα μετέωρον γίνεται) διὰ τῶν δύο κατορθοῦνται τούτων, ἀληθείας καὶ βεβαιότητος, τοῦ μὲν χρυσοῦ μεταλαμβανομένου πρὸς τὴν ἀλήθειαν, ἥτις κατὰ τὴν τοῦ Παύλου φωνὴν θεμέλιος τῆς θείας οἰκοδομῆς γίνεταί τε καὶ ὀνομάζεται (οὕτω γάρ φησιν ὅτι Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἰησοῦς Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια, ᾗ ἐνθεμελιοῦνται αἱ κνῆμαι, οἱ στῦλοι τῆς ἐκκλησίας), διὰ δὲ τοῦ μαρμάρου νοούντων ἡμῶν τό τε λαμπρὸν τοῦ βίου καὶ τὸ πρὸς τὴν τῶν ἀγαθῶν διάθεσιν ἐμβριθές τε καὶ ἀμετάθετον. ἀλλ' ἐπειδὴ πολλοὶ μὲν οἱ στῦλοι τῆς τοῦ μαρτυρίου σκηνῆς, πολλοὶ δὲ καὶ οἱ τὸν τῆς σοφίας οἶκον διαβαστάζοντες, δύο δὲ νῦν ἐξαρκοῦσιν ὅλον ἀνέχειν ἐφ' ἑαυτῶν τὸ σῶμα, τάχα πρὸς ἄλλην τινὰ διάνοιαν χρὴ μεταγαγεῖν τὸν σκοπὸν τοῦ αἰνίγματος· οἶμαι γὰρ διὰτούτων ἐκεῖνο κατασκευάζεσθαι τὸ πολυειδεῖς μὲν γίνεσθαι τὰς ἐκ τοῦ νόμου πρὸς ἀρετὴν ὁδηγίας, πολλὰ δὲ καὶ τῆς σοφίας εἶναι τὰ παραγγέλματα πρὸς τὸν αὐτὸν ὁρῶντα σκοπόν, τὸν δὲ συντετμημένον τοῦ εὐαγγελίου λόγον εἰς εὐαρίθμητόν τε καὶ συνεσταλμένον ἀγαγεῖν πᾶσαν τοῦ κατ' ἀρετὴν βίου τὴν τελειότητα οὕτως εἰπόντος τοῦ κυρίου ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. ἴσον δὲ πάντως ἐστὶν εἰς δύναμιν ἢ ὑποκρεμάμενον ἀνέχειν τὸ βάρος ἢ ἐπικείμενον· εἷς γὰρ δι' ἀμφοτέρων ὁ τῆς δυνάμεως θεωρεῖται τόνος τοῦ καθ' ἑκάτερον τρόπον τὸ ἄχθος βαστάζοντος· φέρει γὰρ ὁμοίως δι' ἑαυτοῦ, εἴτε ἀπηρτημένον ἔχει τὸ βάρος εἴτε ὑπολαμβάνει τῇ παλάμῃ τὸ βασταζόμενον. ἐπεὶ οὖν ὁ μὲν κύριος ἐν ταύταις φησὶ ταῖς δυσὶν ἐντολαῖς ὅλον τὸν νόμον κρέμασθαι καὶ τοὺς προφήτας, νῦν δὲ ἡ νύμφη δύο στύλοις ἐπὶ χρυσῶν θεμελίων βεβηκόσι βαστάζεσθαι λέγει τὸ σῶμα, καλῶς ἂν ἔχοι πρὸς τὴν θεωρίαν τοῦ κατὰ τὰς κνήμας αἰνίγματος συμπαραλαβεῖν τὰς δύο ἐντολὰς ἐκείνας, ὧν τὴν μὲν πρώτην ὀνομάζει ὁ κύριος, τὴν δὲ ὁμοίαν τῇ πρώτῃ, λέγων τὸ μὲν ἀγαπᾶν τὸν θεὸν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως τὴν πρώτην ἐντολὴν εἶναι, τὸ δὲ τὸν πλησίον ὡς ἑαυτὸνἰσοδυναμεῖν τῇ πρώτῃ. ἀλλὰ καὶ ὁ Παῦλος οἷόν τινα οἶκον δεκτικὸν τοῦ θεοῦ κατασκευάζων τὸν μέγαν Τιμόθεον τοὺς δύο τούτους ἐν αὐτῷ ἵστησι στύλους, τῷ μὲν ὄνομα θέμενος πίστιν τῷ δὲ ἑτέρῳ συνείδησιν, διὰ μὲν τῆς πίστεως τὴν εἰς θεὸν ἀγάπην τὴν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως σημαίνων, διὰ δὲ τῆς ἀγαθῆς συνειδήσεως τὴν ἀγαπητικὴν εἰς τὸν πλησίον διάθεσιν. τάχα δὲ οὐκ ἐναντιοῦται τῷ προτέρῳ νοήματι ἡ νῦν ἐφευρεθεῖσα διάνοια· δι' ἀμφοτέρων γὰρ τούτων ἐστὶ τὸ γενέσθαι στύλους τοὺς κατὰ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ εἰ δή τις ἄλλος κατ' ἐκείνους τοῦ τοιούτου ὀνόματος ἄξιος ἢ γέγονεν ἢ γενήσεται· ὁ γὰρ ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς τελειωθεὶς στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας κατασκευάζεται κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, ὥστε τοῖς δύο τούτοις κατορθώμασιν ὅλον τὸ σῶμα τῆς ἀληθείας καθάπερ κνήμαις τισὶν ἐπερεί δεσθαι, τοῦ χρυσοῦ θεμελίου τῆς κατὰ τὴν πίστιν βάσεως τὸ ἀκλινές τε καὶ ἀμετάθετον καὶ τὸ ἐν παντὶ ἀγαθῷ πάγιον τοῖς λογισμοῖς ἐμποιοῦντος. Μετὰ δὲ τοὺς ἐπαίνους τούτους καθάπερ ἀνακεφαλαιου μένη ὅλον τοῦ νυμφίου τὸ κάλλος φησίν· Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι· φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία, οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίονμου, θυγατέρες Ἰερουσαλήμ. ἐν τούτῳ γὰρ οἶμαι σαφέστε ρον αὐτὴν διασημαίνειν ὅτι περὶ τὸ βλεπόμενον τοῦ νυμφίου κάλλος ἐστὶν ὁ ἔπαινος (ἐκεῖνό φημι τὸ βλεπόμενον, ὃ διὰ τῶν καθ' ἕκαστον μελῶν τῶν συμπληρούντων τὴν ἐκκλησίαν σωματοποιεῖ ὁ ἀπόστολος)· ἓν γὰρ εἶδος αὐτοῦ φησιν εἶναι τὰς μυριάδας τῶν κέδρων, αἷς διείληπται πανταχόθεν ὁ Λίβανος, δηλοῦσα διὰ τῶν λεγομένων ὅτι οὐδὲν ταπεινὸν καὶ χαμαίζηλον συντελεῖ πρὸς τὴν εὐμορφίαν τοῦ σώματος, ἐὰν μή τι κατὰ τὴν κέδρον ὑψηλὸν ᾖ καὶ πρὸς τὸ ἄνω τῇ κορυφῇ ἐπειγόμενον. Μᾶλλον δὲ τὸ παρατεθὲν ἐν τοῖς εἰρημένοις πρῶτον κατανοήσωμεν· Εἶδος αὐτοῦ, φησίν, ὡς Λίβανος ἐκλεκτός. ἐκλογὴ δὲ παντὸς πράγματος διὰ τῆς τοῦ ἐναντίου παραθέσεως γίνεται. ἐπεὶ οὖν ὁμώνυμόν ἐστι τὸ ἀγαθὸν ἐπί τε τοῦ ὄντως ὄντος τοιούτου καὶ ἐπὶ τοῦ μὴ ὄντος μέν, ὑποκρινομένου δὲ δι' ἀπάτης καὶ δοκοῦντος εἶναι ὃ οὐκ ἔστιν, ὁ μὴ διαμαρτὼν τῆς τοῦ καλοῦ κρίσεως τὸ ἐξειλεγμένον ἀγαθὸν ἀντὶ τοῦ ἠπατημένου προείλετο. ἐπεὶ οὖν ἐνταῦθα τῷ ἐκλεκτῷ Λιβάνῳ τὸ εἶδος τοῦ νυμφίου προσείκασε, δύο κατὰ τὸ ἀκόλουθον Λιβάνους ὁ λόγος νοεῖν ὑποτίθεται· ἕνα μὲν τὸνπονηρὸν καὶ ἀπόβλητον, τὸν ἴσα τῷ μόσχῳ κατὰ τὴν προφητείαν μετὰ τῶν κέδρων τῶν ἐφ' ἑαυτοῦ συντριβόμενον, ἕτερον δὲ τὸν ἐκλεκτόν τε καὶ τίμιον, οὗ τὸ κάλλος θεοπρεπές ἐστι καὶ θεοείκελον. ὃ δὲ νοοῦμεν διὰ τῶν εἰρημένων τοιοῦτόν ἐστιν· εἷς βασιλεὺς κυρίως τε καὶ ἀληθινῶς καὶ πρώτως ἐστὶν ὁ βασιλεὺς πάσης τῆς κτίσεως. ἀλλ' ὅμως καὶ ὁ κοσμοκράτωρ τοῦ σκότους σεμνύνει ἑαυτὸν τῷ τῆς βασιλείας ὀνόματι. λεγεῶνες ἀγγέλων παρὰ τῷ ἀληθινῷ βασιλεῖ καὶ λεγεῶνες δαιμόνων παρὰ τῷ ἄρχοντι τῆς ἐξουσίας τοῦ σκότους. ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις ὑπὸ τὸν βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων. ἔχει κἀκεῖνος κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν ἀρχάς τε καὶ ἐξουσίας καὶ δυνάμεις τὰς καταργουμένας, ὅταν μέλλῃ τὸ κακὸν εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι (Ὅταν γὰρ καταργήσῃ, φησί, πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν). ἐπὶ θρόνου βλέπει ὁ προφήτης τὸν βασιλέα τῆς δόξης καθήμενον ὑψηλοῦ τε καὶ ἐπηρμένου. κἀκεῖνος ἐπαγγέλλεται θήσειν ἐπάνω τῶν ἄστρων τὸν ἴδιον θρόνον, ὥστε εἶναι ὅμοιον τῷ ὑψίστῳ. σκεύη ἐκλογῆς ἐν τῇ μεγάλῃ ἑαυτοῦ οἰκίᾳ ὁ τοῦ παντὸς ἔχει δεσπότης. ἔχει κἀκεῖνος σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. πάλιν ζωὴν καὶ εἰρήνην δι' ἀγγέλων χορηγεῖ τοῖς ἀξίοις ὁ τῶν ἀγγέλων κύριος. κἀκεῖνος θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστέλλει διὰ τῶν ἀγγέλων τῶν πονηρῶν. καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγειν, δι' ὧν κατὰ τὸ ἐναντίον ἀντεπαίρεται πρὸς τὴν τοῦ ἀγαθοῦ φύσιν ὁ ἀντικείμενος; ἐπεὶ οὖν κατὰ τὸ αἰσθητὸν περιφανές ἐστι θέαμα τὸ ὄρος ὁ Λίβανος πανταχόθεν ταῖς ὑψηλαῖς κέδροις συνηρεφής τε καὶ δάσκιος, τούτου χάριν πρὸς τὰς ἐναντίας ἐννοίας διὰ τῶν κατὰ τὸ φαινόμενον ὑποδειγμάτων ὑπὸ τῆς γραφῆς τὸ ὄρος μερίζεται προσφόρως λαμβανόμενον καθ' ἑκάτερον. καὶ οὕτως ἔστι παρὰ τοῖς αὐτοῖς προφήταις ἰδεῖν τὸ αὐτὸ ὄνομα κατὰ τὴν τῶν δηλουμένων διαφορὰν ἐπαινούμενόν τε καὶ κακιζόμενον· νῦν μὲν γὰρ συντρίβει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ ὅλον τὸν Λίβανον μετὰ τῶν ἐν αὐτῷ κέδρων λεπτύνει καθ' ὁμοιότητα τοῦ εἰδωλο ποιηθέντος μόσχου ἐν τῇ ἐρήμῳ (δι' οὗ τοῦτο ἡ προφητεία παρίστησιν ὅτι αὐτή τε ἡ κακία καὶ πᾶν ἐξ αὐτῆς ὕψωμα τὸ κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον εἰς τὸ μὴ ὂν περιστήσεται), νῦν δὲ πρὸς τὸ κρεῖττον αὐτοῦ μεταλαμβάνειτὴν σημασίαν λέγων· Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται· ὁ γὰρ ἀληθῶς δίκαιος (κύριος δέ ἐστιν ὁ δίκαιος ὁ δι' ἡμᾶς ἐκ γῆς ἀνασχών), ἐκεῖνος ὁ ὑψίκομος φοῖνιξ ὁ ἐν τῇ ὕλῃ τῆς φύσεως ἡμῶν ἀνατείλας ὄρος γίνεται ταῖς κέδροις τῶν ῥιζουμένων διὰ πίστεως ἐν αὐτῷ πληθυνόμενος, αἵτινες ὅταν ἐν τῷ οἴκῳ τοῦ θεοῦ φυτευθῶσιν, Ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐξανθήσουσιν. οἶκον δὲ τὴν ἐκκλησίαν κατὰ τὴν τοῦ ἀποστόλου ὑφήγησιν ἐνοήσαμεν, ἐν ᾧ γίνεται ἡ τῶν κέδρων τοῦ θεοῦ φυτεία, αὐλὰς δὲ τὰς αἰωνίους σκηνάς, ἐν αἷς ἡ τῶν ἀγαθῶν ἐλπίδων ἐξάνθησίς τε καὶ φανέρωσις τοῖς καθήκουσι χρόνοις γενήσεται. ἐπειδὴ τοίνυν τὸ σῶμα τοῦ Χριστοῦ διὰ τῶν καθ' ἕκαστον ἐκπληροῦται μελῶν (τὰ γὰρ πολλὰ μέλη ἓν σῶμα γίνεται, καθώς φησιν ὁ ἀπόστολος), τούτου χάριν ὅλον τὸ τοῦ νυμφίου κάλλος τὸν ἐκλεκτὸν ὠνόμασε Λίβανον τὴν πρὸς τὸν ἀπόβλητον Λίβανον διαφορὰν τῷ ἐκλεκτὸν διαστείλασα· ἐκεῖνος γάρ ἐστιν ὁ Λίβανος ὁ κατὰ τὸν Ἠσαΐαν σὺν τοῖς ὑψηλοῖς πεσούμενος, ὅταν ἐκ τῆς τοῦ Ἰεσσαὶ ῥίζης ἀνατείλῃ τὸ ἄνθος καὶ ἡ τῆς ἐξουσίας ῥάβδος ἀναφύῃ, δι' ἧς μεταβάλλετοῦ τε λέοντος καὶ τῆς παρδάλεως καὶ τῶν ἀσπίδων ἡ φύσις πρὸς τὸ τιθασόν τε καὶ ἥμερον, ὥστε συνδιαιτᾶσθαι μὲν τῷ μόσχῳ τὸν λέοντα, συναναπαύεσθαι δὲ τῷ ἐρίφῳ τὴν πάρδαλιν, ἐπιστατεῖν δὲ τούτων τὸ παιδίον ἐκεῖνο τὸ νήπιον ὃ ἐγεννήθη ἡμῖν, οὗ ἡ χεὶρ ἐν τῇ τρώγλῃ τῶν ἀσπίδων γίνεται καὶ τῶν ἐγγόνων τῆς ἀσπίδος ἐφαπτομένη καὶ τὸν ἰὸν αὐτῶν ἀπαμβλύνουσα, ὧν γινομένων φησὶν ὁ προφήτης ὅτι καὶ Ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. ὅσα δὲ μηνύει διὰ τῶν αἰνιγμάτων τούτων ἡ προφητεία, ὡς πρόδηλα πᾶσιν ὄντα περιττὸν ἂν εἴη δι' ἀκριβείας ἐκτίθεσθαι. τίς γὰρ οὐκ οἶδε τὸ γεννηθὲν ἡμῖν παιδίον τὸ τῶν ἀσπίδων τῇ χειρὶ ἐφαπτόμενον, οὗ ἡ ἐπιστασία τὰ δηλητήρια τῶν θηρίων ποιεῖ τοῖς ἡμέροις ὁμόσκηνα τῆς φυσικῆς πικρίας λήθην ποιούμενα; ἐπεὶ οὖν πίπτει διὰ τούτων ὁ Λίβανος, ἡ κακία, καὶ συγκαταπίπτει τῇ πρώτῃ τῶν κακῶν ἀρχῇ τὰ κατὰ τῆς ἀληθείας ὑψώματα, διὰ τοῦτο τῷ ἐκλεκτῷ Λιβάνῳ παρεικάζει ἡ νύμφη τοῦ κυρίου τὸ κάλλος οὕτως εἰποῦσα τοῖς ῥήμασιν· Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι. Προστίθησι δὲ καὶ τῷ φάρυγγι τὸν κατάλληλον ἔπαινον γλυκασμόν τε αὐτὸν καὶ ἐπιθυμίαν ὀνομάσασα. ἔχει δὲ ἡ λέξις οὕτως· Φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία. ὃ δὲ περὶ τούτου νοοῦμεν, τοιοῦτόν ἐστι· τὸ ὑπὸ τὸν ἀνθερεῶνα μέρος φάρυγγα καλεῖ ἡ συνήθεια, ᾧ φασιτὸν ἦχον τῇ προσπτώσει τοῦ ἐκ τῆς ἀρτηρίας πνεύματος ἀπογεννᾶσθαι περιδονούμενον. ἐπεὶ οὖν κηρία μέλιτος οἱ καλοί εἰσι λόγοι, λόγου δὲ ὄργανόν ἐστιν ἡ φωνή, ἧς ἡ γένεσίς ἐστιν ἐκ φάρυγγος, τάχα τοὺς ὑπηρέτας τε καὶ ὑποφήτας τοῦ λόγου ἐν οἷς λαλεῖ ὁ Χριστὸς τῷ ὀνόματι τούτῳ σημαί νεσθαι νοῶν τις οὐχ ἁμαρτήσεται· καὶ γὰρ ὁ μέγας Ἰωάννης ἐρωτηθεὶς ὅστις εἴη φωνὴν ἑαυτὸν κατωνόμασεν, ἐπειδὴ τοῦ λόγου πρόδρομος ἦν, καὶ ὁ μακάριος Παῦλος δοκιμὴν ἐδίδου τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ, ᾧ τὴν φωνὴν ἑαυτοῦ χρήσας γλυκασμὸς ἦν δι' ἐκείνου φθεγγόμενος, καὶ πάντες οἱ προφῆται τὰ φωνητικὰ ἑαυτῶν ὄργανα τῷ ἐνηχοῦντι αὐτοῖς πνεύματι παραχωρήσαντες γλυκασμὸς ἐγίνοντο τὸ θεῖον μέλι διὰ τοῦ λάρυγγος τοῦ ἰδίου πηγάζοντες, ὃ Βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται, οὗ ἡ ἀπόλαυσις οὐκ ἐπικόπτει τὴν ἐπιθυμίαν τῷ κόρῳ, ἀλλὰ τρέφει μᾶλλον διὰ τῆς τῶν ἐπιθυμουμένων μετουσίας τὸν πόθον. διὰ τοῦτο καὶ ὅλον αὐτὸν ἐπιθυμίαν κατονομάζει οἷόν τινι ὁρισμῷ τὸ τοῦ ζητουμένου κάλλος διὰ ταύτης τῆςφωνῆς ὑπογράφουσα· Ὅλος γάρ, φησίν, ἐπιθυμία. ὡς μακάρια τὰ μέλη ἐκεῖνα, δι' ὧν τὸ ὅλον ἐπιθυμία γίνεται, διὰ τῆς ἐν παντὶ ἀγαθῷ τελειότητος σύγκρατον ἐκ πάντων τὸ ἐράσμιον ἀπεργαζόμενα κάλλος, ὥστε ὅλον, μὴ ἐν ὀφθαλμῷ μόνον καὶ κέρασιν [ἢ βοστρύχοις] ἀλλὰ καὶ ἐν ποσὶ καὶ ἐν χερσὶ καὶ ἐν κνήμαις καὶ κατὰ τὸν φάρυγγα παραπλησίως ἐπιθυμητὸν εἶναι μηδενὸς ἐν τοῖς μέλεσι κατὰ τὴν ὑπερβολὴν τοῦ κάλλους ἐλαττουμένου. Οὗτος, φησίν, ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ· πάντα γὰρ ὑπ' ὄψιν αὐταῖς ἀγαγοῦσα διὰ τῆς τοῦ λόγου γραφῆς τὰ γνωρίσματα, δι' ὧν ἦν δυνατὸν γενέσθαι τὴν τοῦ ζητουμένου φανέρωσιν, τότε τῷ δεικτικῷκέχρηται λόγῳ, οὗτός ἐστι, λέγουσα, ὁ ζητούμενος, ὃς διὰ τοῦ ἀδελφὸς γενέσθαι ἐξ Ἰούδα ἡμῖν ἀνατείλας πλησίον ἐγένετο τοῦ ἐμπεπτωκότος εἰς τοὺς λῃστὰς ἐλαίῳ καὶ οἴνῳ καὶ ἐπιδέσμοις τὰς πληγὰς ἰασάμενος καὶ ἐπὶ τοῦ ἰδίου ἄρας ὑποζυγίου καὶ τῷ πανδοχείῳ ἐναναπαύσας καὶ τὰ δύο δηνάρια πρὸς τὴν ζωὴν παρασχόμενος καὶ ἐν τῇ ἐπανόδῳ αὐτοῦ τὸ προστεθὲν εἰς τὸ τῆς ἐντολῆς ἔργον ἀποδώσειν ἐπαγγειλάμενος. πάντως δὲ φανερόν ἐστι τούτων ἕκαστον εἰς ὅ τι βλέπει· τῷ γὰρ ἐκπειράζοντι τὸν κύριον νομικῷ βουλομένῳ ὑπὲρ τοὺς ἄλλους ἑαυτὸν δεῖξαι καὶ ἐν ὑπερηφανίᾳ τὸ πρὸς τοὺς λοιποὺς ὁμότιμον διαπτύοντι ἐν τῷ λέγειν· Καὶ τίς ἐστί μου πλησίον; τότε ἐν διηγήματος εἴδει πᾶσαν τὴν φιλάνθρωπον οἰκονομίαν ὁ λόγος ἐκτίθεται, τὴν ἄνωθεν κάθοδον τοῦ ἀνθρώπου διηγησάμενος καὶ τὴν τῶν λῃστῶν ἐνέδραν καὶ τὴν τοῦ ἀφθάρτου ἐνδύματος περιαίρεσιν καὶ τὰ τῆς ἁμαρτίας τραύματα καὶ τὸ εἰς ἥμισυ τῆς φύσεως προχωρῆσαι τὸν θάνατον τῆς ψυχῆς ἀθανάτου διαμεινάσης καὶ τοῦ νόμου τὴν ἀνωφελῆ πάροδον οὔτε ἱερέως οὔτε Λευΐτου τὰς πληγὰς τοῦ παραπεπτωκότος τοῖς λῃσταῖς θεραπεύσαντος· ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφελεῖν ἁμαρτίας, ἀλλὰ τὸν πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἀπαρχῆς τοῦ φυράματος περιθέμενον, ἐν ᾗ παντὸςἦν ἔθνους τὸ μέρος, Ἰουδαίου τε καὶ Σαμαρείτου καὶ Ἕλληνος καὶ πάντων ἅπαξ ἀνθρώπων, τοῦτον μετὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὑποζύγιον, τῷ τόπῳ τῆς τοῦ ἀνθρώπου κακώσεως ἐπιστάντα καὶ θεραπεῦσαι τὰ τραύματα καὶ ἐπὶ τοῦ ἰδίου αὐτὸν κτήνους ἐπαναπαῦσαι καὶ καταγώγιον ποιῆσαι αὐτῷ τὴν ἰδίαν φιλανθρωπίαν, ᾗ πάντες οἱ κοπιῶντες καὶ πεφορτι σμένοι ἐναναπαύονται. ὁ δὲ ἐν αὐτῷ γενόμενος δέχεται πάντως ἐν ἑαυτῷ τὸν ἐν ᾧ ἐγένετο οὕτως εἰπόντος τοῦ λόγου ὅτι Ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ. δεξάμενος οὖν τῷ ἰδίῳ χωρήματι πανδοχεύει ἐν ἑαυτῷ τὸν ἀχώρητον, παρ' οὗ δέχεται τὰ δύο νομίσματα, ὧν τὸ μέν ἐστιν ἡ ἐξ ὅλης ψυχῆς εἰς τὸν θεὸν ἀγάπη, τὸ δὲ ἕτερον ἡ εἰς τὸν πλησίον ὡς ἑαυτόν, καθὼς καὶ ὁ νομικὸς ἀπεκρίνατο. ἀλλ' ἐπειδὴ Οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται, χρὴ μὴ μόνον δέξασθαι τὰ δύο ταῦτα νομίσματα (τὴν πίστιν λέγω τὴν εἰς τὸ θεῖον καὶ τὴν ἀγαθὴν πρὸς τοὺς ὁμοφύλους συνείδησιν), ἀλλά τι καὶ αὐτὸν συνεισενεγκεῖν διὰ τῶν ἔργων πρὸς τὴν τῶν ἐντολῶν τούτων ἐκπλήρωσιν. διὰ τοῦτό φησιν πρὸς τὸν πανδοχέα ὁ κύριος ὅτι πᾶν τὸ περὶ τὴν θεραπείαν τοῦ κεκακωμένου παρ' αὐτοῦ γενόμενον ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ κατὰ τὴν ἀξίαν τῆς σπουδῆς ἀπολήψεται. ὁ τοίνυν πλησίον ἡμῶν γεγονὼς διὰ τῆς τοιαύτης φιλανθρωπίας, ὁ διὰ τοῦ ἐξ Ἰούδα ἡμῖν ἀνατεῖλαι ἀδελφιδὸς γενόμενος οὗτός ἐστιν, ὃν μηνύει ταῖς νεάνισιν ὁ τῆς νύμφης λόγος, οὗτός ἐστιν ὁ ταῖς θυγατράσιν Ἰερουσαλὴμ παρὰ τῆς ἀχράντου νύμφης δηλούμενος, δι' ὧν φησιν ὅτι Οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον μου, θυγατέρες Ἰερουσαλήμ· ὃν καὶ ἡμεῖς διὰ τῶν δηλωθέντων γνωρισμάτων εὕροιμέν τε καὶ καταλάβοιμεν ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν ἡμῶν διὰ τῆς τοῦ ἁγίου πνεύματος χειραγωγίας, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.