In Canticum canticorum
Gregory of Nyssa (gregory-of-nyssa)Cant 15 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα. Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις. Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἰερουσαλήμ, θάμβος ὡς τεταγμέναι. Ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον ἐμοῦ ὅτι αὐτοὶ ἀνεπτέρωσάν με. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ, Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς, Ὡς σπαρτίον κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. Ὁ ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου μαρτυρηθεὶς εἶναι Φίλιππος ὁ ἀπόστολος (ἐγκώμιον γάρ μοι δοκεῖ τοῦ Φιλίππου τὸ πολίτην αὐτὸν τῶν ἀδελφῶν ἐκείνων εἶναι τῶν προθαυμασθέντων ἐν τῷ εὐαγγελίῳ διὰ τῆς περὶ αὐτῶν ἱστορίας· ὁ μὲν γὰρ Ἀνδρέας ὑποδείξαντος τοῦ βαπτιστοῦ, τίς ἐστιν ὁ ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, αὐτός τε τὸ μυστήριον κατενόησε κατόπιν τοῦ δειχθέντος ἀκολουθή σας καὶ ὅπου μένει μαθὼν καὶ τῷ ἰδίῳ ἀδελφῷ παρεῖναι τὸν προμηνυθέντα παρὰ τῆς προφητείας εὐαγγελίζεται, ὁ δὲ φθάσας μικροῦ δεῖν τῇ πίστει τὴν ἀκοὴν ὅλῃ τῇ ψυχῇ προστίθεται τῷ ἀμνῷ καὶ διὰ τῆς τοῦ ὀνόματος ὑπαλλαγῆς μεταποιεῖται παρὰ τοῦ κυρίου πρὸς τὸ θειότερον ἀντὶ Σίμωνος Πέτρος καὶ ὀνομασθεὶς καὶ γενόμενος. καίτοι τῷ Ἀβραὰμ καὶ τῇ Σάρρᾳ πολλοῖς ὕστερον χρόνοις μετὰ πολλὰς θεοφανείας τῆς ἐκ τῶν ὀνομάτων μεταδίδωσιν εὐλογίας ὁ κύριος τὸν μὲν πατέρα τὴν δὲ ἄρχουσαν διὰ τῆς τῶν ὀνομάτων μεταποιήσεως χειροτονήσας. ὡσαύτως δὲ καὶ ὁ Ἰακὼβ μετὰ τὴν παννύχιον πάλην ἀξιοῦται τῆς τοῦἸσραὴλ ἐπωνυμίας τε καὶ δυνάμεως. ὁ δὲ μέγας Πέτρος οὐ κατὰ μικρὸν δι' αὐξήσεως προῆλθεν ἐπὶ τὴν χάριν ταύτην, ἀλλ' ὁμοῦ τε ἤκουσε τοῦ ἀδελφοῦ καὶ ἐπίστευσε τῷ ἀμνῷ καὶ ἐτελειώθη διὰ τῆς πίστεως καὶ προσφυεὶς τῇ πέτρᾳ Πέτρος ἐγένετο) οὗτος τοίνυν ὁ Φίλιππος ὁ ἄξιος τῶν τοσούτων τε καὶ τηλικούτων πολίτης, ἐπειδὴ εὕρεμα τοῦ κυρίου γενόμενος, καθώς φησι τὸ εὐαγγέλιον ὅτι Εὑρίσκει τὸν Φίλιππον ὁ Ἰησοῦς, ἀκόλουθος ἐχειροτονήθη τοῦ λόγου τοῦ εἰπόντος ὅτι Ἀκολούθει μοι καὶ τῷ φωτὶ τῷ ἀληθινῷ προσεγγίσας καθάπερ τις λύχνος ἐκεῖθεν ἔσπασε πρὸς ἑαυτὸν τὴν τοῦ φωτὸς κοινωνίαν, καὶ περιλάμπει τὸν Ναθαναὴλ δᾳδουχήσας αὐτῷ τὸ τῆς εὐσεβείας μυστήριον δι' ὧν φησιν· Ὃν ἔγραψε Μωϋσῆς καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας. τοῦ δὲ Ναθαναὴλἐπιστατικῶς δεξαμένου τὸ εὐαγγέλιον διὰ τὸ μετὰ πάσης ἀκριβείας κατηχῆσθαι παρὰ τῆς προφητείας αὐτὸν τὸ περὶ τοῦ κυρίου μυστήριον καὶ εἰδέναι μὲν ὅτι ἐκ Βηθλεὲμ ἡ πρώτη διὰ σαρκὸς γενήσεται θεοφάνεια, διὰ δὲ τὴν ἐν Ναζαροῖς διαγωγὴν Ναζωραῖος κληθήσεται, πρὸς ἀμφότερα τοίνυν ἀποσκοποῦντος καὶ λογιζομένου, ὅτι ἐν μὲν τῇ τοῦ Δαβὶδ Βηθλεὲμ διὰ τὴν οἰκονομίαν τῆς κατὰ σάρκα γεννήσεως ἀναγκαῖον ἦν γενέσθαι τὸ κατὰ τὸ σπήλαιον καὶ τὰ σπάργανα καὶ τὴν φάτνην μυστήριον, ἡ δὲ Γαλιλαία (ἐθνῶν δὲ τόπος ἡ Γαλιλαία) ἐπονομασθήσεταί ποτε τῷ τοῖς ἔθνεσιν ἐμφιλοχωρήσαντι λόγῳ, καὶ διὰ τοῦτο συνθεμένου τῷ τὸ φῶς αὐτῷ τῆς γνώσεως φήναντι καὶ εἰπόντος ὅτι Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι, τότε ὁδηγὸς πρὸς τὴν χάριν ὁ Φίλιππος γίνεται λέγων· Ἔρχου καὶ ἴδε. διὸ κατα λιπὼν ὁ Ναθαναὴλ τὴν τοῦ νόμου συκῆν, ἧς ἡ σκιὰ πρὸς τὴν μετουσίαν τοῦ φωτὸς διεκώλυε, καταλαμβάνει τὸν τὰ φύλλα τῆς συκῆς διὰ τὴν τῶν ἀγαθῶν ἀκαρπίανἀποξηραίνοντα. διὸ καὶ μαρτυρεῖται παρὰ τοῦ λόγου γνήσιος εἶναι καὶ οὐχὶ νόθος Ἰσραηλίτης ἐν τῷ ἀδόλῳ τῆς προαιρέσεως καθαρὸν ἐφ' ἑαυτοῦ δεικνὺς τοῦ πατριάρχου τὸν χαρακτῆρα· Ἴδε γάρ, φησίν, ἀληθινὸς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Πρὸς ὅ τι δὲ βλέπει τὸ ἐν τῷ προοιμίῳ διήγημα, φανερόν ἐστι πάντως τοῖς εὐμαθεστέροις ἀκροαταῖς ἐκ τῆς προτεθείσης κατὰ τὸ ἀκόλουθον ἡμῖν ἀναγνώσεως τῶν ἐκ τοῦ Ἄισματος τῶν Ἀισμάτων· ὡς γὰρ ὁ μὲν Ἀνδρέας τῇ φωνῇ τοῦ Ἰωάννου πρὸς τὸν ἀμνὸν ὡδηγήθη, ὁ δὲ Ναθαναὴλ φωταγωγηθεὶς παρὰ τοῦ Φιλίππου καὶ τῆς περιεχούσης αὐτὸν τοῦ νόμου σκιᾶς ἔξω γενόμενος ἐν τῷ φωτὶ τῷ ἀληθινῷ γίνεται, οὕτω καὶ αἱ νεάνιδες πρὸς τὴν εὕρεσιν τοῦ μηνυθέντος αὐταῖς ἀγαθοῦ καθηγεμόνι χρῶνται τῇ τελειωθείσῃ διὰ τοῦ κάλλους ψυχῇ λέγουσαι πρὸς αὐτήν· Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου; καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ. ἀκολούθως δὲ προσάγουσι τῇ διδασκάλῳ τὴν πεῦσιν αἱ παρθένοι ψυχαί· πρῶτον γὰρ τὸν περὶ τοῦ τί ἐστιν ἐποιήσαντο λόγον ἐν τῷ πρὸ ταύτης τῆς ῥήσεως ἐρωτήματι λέγουσαι· Τί ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν; ὅπερ διδαχθεῖσαι διὰ τῶν εἰρημένων σημείων ὅτι λευκὸς καὶ πυρρὸς καὶ τὰ λοιπά, δι' ὧν ὑπεγράφη τὸ εἶδοςτοῦ ζητουμένου, περὶ τοῦ ποῦ πυνθάνονται. διὸ λέγουσι· Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου; ἢ Ποῦ ἀπέβλεψεν; ἵνα πάντως ὅπου μέν ἐστι μαθοῦσαι προσκυνήσωσιν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ, ὅπου δὲ ἀποβλέπει διδα χθεῖσαι οὕτω στήσωσιν ἑαυτάς, ὥστε καὶ αὐταῖς ἐποφθῆναι τὴν δόξαν αὐτοῦ, οὗ ἡ ἐπιφάνεια σωτηρία τῶν ἐποπτευόντων γίνεται, καθώς φησιν ὁ προφήτης ὅτι Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα. καὶ ἡ διδάσκαλος καθ' ὁμοιότητα Φιλίππου τοῦ εἰπόντος· Ἔρχου καὶ ἴδε καθηγεῖται τῶν παρθένων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν ἀντὶ τοῦ εἰπεῖν τὸ Ἴδε τὸν τόπον ὑποδεικνύουσα ἐν ᾧ ἐστιν ὁ ζητού μενος καὶ ὅπου βλέπει· φησὶ γὰρ ὅτι Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος. ἕως τούτου τὸ ἐν ᾧ ἐστιν ὑπὸ τοῦ λόγου σημαίνεται, τὸ δὲ ἀπὸ τούτου, τί ὁρᾷ καὶ ὅπου βλέπει, τῷ λόγῳ δείκνυσιν ἡ διδάσκαλος εἰποῦσα ὅτι Ποιμαίνει ἐν κήποις καὶ συλλέγει κρίνα. αὕτη μὲν οὖν ἡ σωματικὴ τοῦ λόγου πρὸς τὰς νεάνιδάς ἐστιν ὁδηγία, δι' ὧν μανθάνουσι καὶ ὅπου ἐστὶ καὶ ὅπου βλέπει. Χρὴ δὲ πάντως καὶ τὸ ὠφέλιμον τῆς θεοπνεύστου ταύτης ἐπιγνῶναι γραφῆς διὰ τῆς πνευματικῆς θεωρίας. οὐκοῦν ὅταν ἀκούσωμεν ὅτι Ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ, τὸ εὐαγγελικὸν μυστήριον διὰ τῶν εἰρημένων μανθάνομεν ἑκάστου τῶν ὀνομάτων τούτων τὸν μυστικὸν λόγον ἡμῖν σαφηνίζοντος· ὁ ἐν σαρκὶ φανερωθεὶς θεὸς διὰ τὸ ἐξ Ἰούδα μὲν ἀνατεῖλαι, λάμψαι δὲ τοῖς ἔθνεσι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις καλῶς καὶ προσφυῶς τῷ ὀνόματι τοῦ ἀδελφιδοῦ παρὰ τῆς μνηστευθείσης αὐτῷ πρὸς ἀΐδιον συζυγίαν κατονομάζεται ἀδελφῆς οὔσης τοῦ ἐξ Ἰούδα λαοῦ, τὸ δὲ Κατέβη δηλοῖ ὅτι διὰ τὸν ἀπὸ Ἱεροσολύμων εἰς Ἱεριχὼ καταβάντα καὶ ἐν τοῖς λῃσταῖς γενόμενον ἄνθρωπον καὶ αὐτὸς τῇ καθόδῳ τοῦ ἐμπεσόντος τοῖς πολεμίοις συγκατέρχεται, δι' ὧν σημαίνει τὴν ἐκ τῆς ἀφράστου μεγαλειότητος γενομένην ἐπὶ τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν συγκατάβασιν· διὰ δὲ τοῦ κατὰ τὸν κῆπον αἰνίγματος τοῦτο μανθάνομεν ὅτι ἀναφυτεύει τὸ ἑαυτοῦ γεώργιον ὁ ἀληθινὸς γεωργός, ἡμᾶς τοὺς ἀνθρώπους (ἡμεῖς γάρ ἐσμεν αὐτοῦ τὸ γεώργιον κατὰ τὴν τοῦ Παύλου φωνήν. ἐπεὶ οὖν ἐκεῖνός ἐστιν ὁ κατ' ἀρχὰς ἐν τῷ παραδείσῳ γεωργήσας τὴν ἀνθρωπίνην φυτείαν ἣν ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος, διὰ τοῦτο τοῦ μονιοῦ τοῦ ἀγρίου κατανεμηθέντος ἡμᾶς, τὸν κῆπον, καὶ λυμηναμένου τὸ θεῖον γεώργιον κατέβη τοῦ πάλιν ποιῆσαι κῆπον τὴν ἔρημον τῇ τῶν ἀρετῶν φυτείᾳ καλλωπιζόμενον τὴν καθαρὰν καὶ θείαν τῆς διδασκαλίας πηγὴν ἐπὶ τὴν τῶν τοιούτων φυτῶν ἐπιμέλειαν ὀχετηγήσας τῷ λόγῳ)· αἱ δὲ τοῦ ἀρώματος φιάλαι ἐν μὲν τῇ τοῦ κάλλους ὑπογραφῇ πρὸς τὸ τῶν σιαγόνων ἐγκώμιον παρελήφθησαν, δι' ὧν καταλεαίνεται τὰ πνευματικὰ σιτία τοῖς τρεφομένοις, ἐνταῦθα δὲ τόπος εἶναι τοῦ νυμφίου καὶ ἐνδιαίτημα παρὰ τοῦ λόγου μηνύεται τοῦτο μανθανόντων ἡμῶν ὅτι οὔτε ἐν ἐρήμῳ τῶν ἀρετῶν ψυχῇ ὁ νυμφίος αὐλίζεται καί, εἴ τις κατὰ τὸν προαποδοθέντα λόγον φιάλη ἀρώματος γένοιτο φύουσα τὰ μυρεψικά, ὁ τοιοῦτος κρατὴρ τῆς σοφίας γενόμενος δέχεται ἐν ἑαυτῷ τὸν θεῖόν τε καὶ ἀκήρατον οἶνον δι' οὗ γίνεται τῷ δεξαμένῳ ἡ εὐφροσύνη. ὁ δὲ ἐφεξῆς λόγος διδάσκει ἡμᾶς ποίαις νομαῖς τὰ ποίμνια τοῦ καλοῦ ποιμένος πιαίνεται· οὐ γὰρ εἰς ἐρήμους τινὰς καὶ ἀκανθοφόρους τόπους ἐξελαύνειτὰ πρόβατα, ὥστε τὴν χορτώδη δρέψασθαι πόαν, ἀλλὰ τροφὴ πρόκειται αὐτοῖς τὰ ἐκ τῶν κήπων ἀρώματα, ἀντὶ δὲ χόρτου τὸ κρίνον γίνεται ὅπερ φησὶ παρὰ τοῦ ποιμένος εἰς διατροφὴν τῶν προβάτων συλλέγεσθαι, ταῦτα φιλοσοφοῦν τος ἡμῖν διὰ τούτων τοῦ λόγου ὅτι ἡ περιεκτικὴ τῶν ὄντων φύσις καὶ δύναμις πάντα ἐν ἑαυτῇ περιείρουσα τόπον ἑαυτῆς καὶ χώρημα ποιεῖται τῶν δεχομένων τὴν καθαρότητα, ἐν οἷς ὁ πολυειδῶς διὰ τῶν ἀρετῶν γεωργούμενος κῆπος κομᾷ μὲν τοῖς τῶν κρίνων ἄνθεσι, βρύει δὲ τῇ τῶν ἀρωμάτων καρπογονίᾳ· τὰ μὲν γὰρ κρίνα τοῦ λαμπροῦ καὶ καθαροῦ τῆς διανοίας αἴνιγμα γίνεται, ἡ δὲ τῶν ἀρωμάτων εὔπνοια τοῦ πάσης ἁμαρτιῶν δυσωδίας ἀλλοτρίως ἔχειν. τούτοις οὖν φησι τὸν τῶν λογικῶν ἐπιστάτην ποιμνίων ἐναναστρέφε σθαι, ἐν μὲν τοῖς κήποις νομεύοντα, τὰ δὲ κρίνα πρὸς τὴν τῶν προβάτων διατροφὴν κείροντά τε καὶ συλλέγοντα, ἅπερ διὰ τοῦ μεγάλου Παύλου τοῖς προβάτοις προτίθησι τοῦ ἐκ τῆς θείας ἀποθήκης προβάλλοντος ἡμῖν τὴν ἐκ τῶν κρίνων διατροφήν. ἔστι δὲ ταῦτα Ὅσα ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος. ταῦτά ἐστι κατά γε τὸν ἐμὸνλόγον τὰ κρίνα οἷς διατρέφεται παρὰ τοῦ καλοῦ ποιμένος τε καὶ διδασκάλου τὰ ποίμνια. Ὁ δὲ ἐφεξῆς λόγος, ὃν ἡ καθαρὰ καὶ ἀκηλίδωτος νύμφη πεποίηται λέγουσα· Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, κανὼν καὶ ὅρος τῆς κατ' ἀρετήν ἐστι τελειότητος· μανθάνομεν γὰρ διὰ τούτων τὸ μὴ δεῖν πλὴν τοῦ θεοῦ μηδὲν ἐν ἑαυτῷ ἔχειν μηδὲ πρὸς ἄλλο τι βλέπειν τὴν κεκαθαρμένην ψυχήν, ἀλλ' οὕτως ἑαυτὴν ἐκκαθᾶραι παντὸς ὑλικοῦ πράγμα τός τε καὶ νοήματος, ὡς ὅλην διόλου μετατεθεῖσαν πρὸς τὸ νοητόν τε καὶ ἄϋλον ἐναργεστάτην εἰκόνα τοῦ ἀρχετύπου κάλλους ἑαυτὴν ἀπεργάσασθαι. καὶ ὥσπερ ὁ ἐπὶ τοῦ πίνακος ἰδὼν τὴν γραφὴν δι' ἀκριβείας πρός τι τῶν ἀρχετύπων μεμορφωμένην, μίαν ἀμφοτέρων εἶναι τὴν μορφὴν ἀποφαίνε καὶ τὸ ἐπὶ τῆς εἰκόνος κάλλος τοῦ πρωτοτύπου λέγων εἶναι καὶ τὸ ἀρχέτυπον ἐναργῶς ἐν τῷ μιμήματι καθορᾶσθαι, τὸν αὐτὸν τρόπον ἡ εἰποῦσα ὅτι Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, συμμεμορφῶσθαι λέγει τῷ Χριστῷ τὸ ἴδιον κάλλος ἀπολαβοῦσα, τὴν πρώτην τῆς φύσεως ἡμῶν μακαριότητα, κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ πρώτου καὶ μόνου καὶ ἀληθινοῦ κάλλους ὡραϊσθεῖσα. καὶ οἷον ἐπὶ τοῦ κατόπτρου γίνεται, ὅταν τεχνικῶς τε καὶ καταλλήλως τῇ χρείᾳ κατεσκευασμένον ἐν καθαρᾷ τῇ ἐπιφανείᾳ δι' ἀκριβείας ἐν ἑαυτῷ δείξῃ τοῦ ἐμφανέντος προσώπου τὸν χαρακτῆρα, οὕτως ἑαυτὴν ἡ ψυχὴ προσφόρως τῇ χρείᾳ κατασκευάσασα καὶ πᾶσαν ὑλικὴν ἀπορριψαμένη κηλῖδα καθαρὸν τοῦ ἀκηράτου κάλλους ἑαυτῇ τὸ εἶδος ἐνετυπώσατο. λέγει οὖν τὴν φωνὴν ταύτην τὸ προαιρετικόν τε καὶ ἔμψυχον κάτοπτρον ὅτι· ἐπειδὴ ἐγὼ ὅλῳ τῷ κύκλῳ τὸ τοῦ ἀδελφιδοῦ πρόσωπον βλέπω, διὰ τοῦτο ὅλον τῆς ἐκείνου μορφῆς τὸ κάλλος ἐν ἐμοὶ καθορᾶται. ταύτας ἄντικρυς μιμεῖται τὰς φωνὰς ὁ Παῦλος λέγων τῷ θεῷ ζῆν ὁ νεκρὸς τῷ κόσμῳ γενόμενος καὶ ὅτι ζῇ ἐν αὐτῷ ὁ Χριστὸς μόνος· ὁ γὰρ εἰπὼν ὅτι Ἐμοὶ τὸ ζῆν Χριστός, τοῦτο διὰ τοῦ λόγου βοᾷ ὅτι οὐδὲν τῶν ἀνθρωπίνων τε καὶ ὑλικῶν παθημάτων ἐν αὐτῷ ζῇ, οὔτε ἡδονὴ οὔτε λύπη οὔτε θυμὸς οὔτε φόβος οὔτε δειλία οὔτε πτόησις οὔτε τῦφος οὔτε θράσος, οὐ μνησικακία οὐ φθόνος οὐκ ἀμυντική τις διάθεσις οὐ φιλοχρηματία οὐ φιλοδοξία οὐ φιλοτιμία, οὐκ ἄλλο τι τῶν τὴν ψυχὴν διά τινος σχέσεως κηλιδούντων, ἀλλ' ἐκεῖνός μοι μόνος ἐστὶν ὃς οὐδὲν τούτων ἐστίν· πᾶν γὰρ τὸ ἔξω τῆς ἐκείνου φύσεως θεωρούμενον ἀποξυσάμενος οὐδὲν ἔχω ἐν ἐμαυτῷ τοιοῦτονοἷον ἐν ἐκείνῳ οὐκ ἔστιν. οὗ χάριν Ἐμοὶ τὸ ζῆν Χριστός, ἤ, καθὼς ἡ νύμφη, Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, ὅς ἐστιν ἁγιασμὸς καὶ καθαρότης καὶ ἀφθαρσία καὶ φῶς καὶ ἀλήθεια καὶ τὰ τοιαῦτα ὅσα. ποιμαίνει τὴν ἐμὴν ψυχὴν οὐκ ἐν χόρτοις τισὶν ἢ φρυγάνοις ἀλλ' ἐν ταῖς λαμπρότησι τῶν ἁγίων· ἡ γὰρ τῶν κρίνων φύσις ἐν τῷ λαμπρῷ τῆς εὐχροίας ταύτην ὑπαινίσσεται ἡμῖν τὴν διάνοιαν. οὐκοῦν διὰ τοῦτο ἐπὶ τοὺς λειμῶνας τῶν κρίνων ἄγει τὸ ἑαυτοῦ ποίμνιον ὁ ἐν τοῖς κρίνοις ποιμαίνων, ἵνα γένηται Ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ' ἡμᾶς· τῷ γὰρ εἴδει τῆς τροφῆς συνδιατίθεται πάντως καὶ τὸ τρεφόμενον. οἷον τί λέγω; ἔστω καθ' ὑπόθεσιν κοῖλόν τι σκεῦος ἐξ ὑέλου πεποιημένον, ἐν ᾧ πᾶν τὸ βαλλόμενον διαφαίνεται οἱονδὴ ἂν ᾖ, εἴτε ἀσβόλη τὸ ἐγκείμενον εἴη εἴτε τι τῶν καθαρωτέρων τε καὶ λαμπροτέρων. οὐκοῦν τὴν λαμπρότητα τῶν κρίνων ταῖς ψυχαῖς ἐντιθεὶς λαμπρὰς δι' αὐτῶν τὰς ψυχὰς ἀπεργάζεται διαφαινομένου τοῦ ἐγκειμένου εἴδους ἐπὶ τὸ ἔξωθεν. ὡς δ' ἂν πρὸς τὸ σαφέστερον ἡμῖν προαχθείη τὸ νοητόν, τοῦτό φαμεν ὅτι τρέφεται μὲν διὰ τῶν ἀρετῶν ἡ ψυχή, κρίνα δὲ κατονομάζει τὰς ἀρετὰς δι' αἰνίγματος, ὧν ὁ διὰ τῆς ἀγαθῆς πολιτείας ἐμφορηθεὶς ἐπίδηλον ποιεῖ διὰ τοῦ βίου ἑκάστης ἀρετῆς τὸ εἶδος διὰ τοῦ ἤθους ἐπιδεικνύ μενος. ἔστω κρίνον καθαρὸν ἡ σωφροσύνη τε καὶ δικαιοσύνη καὶ ἀνδρεία καὶ φρόνησις καὶ Ὅσα φησὶν ὁ ἀπόστολος ἀληθῆ καὶ ὅσα σεμνὰ καὶ ὅσα προσφιλῆ, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος· πάντα γὰρ ταῦτα ἐντὸς τῆς ψυχῆς γενόμενα τῷ καθαρῷ διαδείκνυται βίῳ, καλλωπίζοντά τε τὸν περιέχοντα καὶ αὐτὰ διὰ τοῦ εἰσδεξαμένου καλλωπιζόμενα. Ἡ τοίνυν ἀναθεῖσα ἑαυτὴν τῷ ἀδελφιδῷ καὶ δεξαμένη τοῦ ἀγαπηθέντος τὸ κάλλος ἐν τῇ ἰδίᾳ μορφῇ οἵων ἀξιοῦται παρὰ τοῦ τοὺς δοξάζοντας αὐτὸν δοξάζοντος, ἀκούσωμεν διὰ τῆς προσκειμένης τοῖς εἰρημένοις ἀκολουθίας· φησὶ γὰρ πρὸς τὴν νύμφην ὁ λόγος· Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἰερουσαλήμ, θάμβος ὡς τεταγμέναι. ὅτι μὲν οὖν ἡ δόξα παρὰ τῆς οὐρανίου στρατιᾶς ἀναπέμπεται τῷ ἐν ὑψίστοις θεῷ ὑπὲρ τῆς ἐν ἀνθρώποις εὐδοκίας ἐν ταῖς ἀκοαῖς τῶν ποιμένων, ὅτε εἶδον γεννηθεῖσαν ἐπὶ γῆς τὴνεἰρήνην, καὶ ὅτι πόλις τοῦ μεγάλου βασιλέως ἡ Ἰερουσαλὴμ παρὰ τοῦ δεσπότου πάσης κτίσεως ὀνομάζεται, παντὶ δῆλον ἂν εἴη τῷ τοῖς εὐαγγελικοῖς καθομιλήσαντι λόγοις, ὡς διὰ τούτων μὴ ἀγνοῆσαι, ποῖον μαρτυρεῖ τῇ νύμφῃ κάλλος ὁ λόγος διὰ τῆς πρὸς τὴν Ἰερουσαλὴμ καὶ πρὸς τὴν εὐδοκίαν συγκρίσεως. δῆλον γὰρ ὅτι τοῦτο περὶ αὐτῆς ὁ λόγος ἐνδείκνυται τὸ διὰ τῆς κατορθουμένης ἀνόδου μέχρις ἐκείνου τὴν ψυχὴν ὑψωθῆναι, ὡς πρὸς τὰ τοῦ δεσπότου θαύματα ἑαυτὴν ἐπεκτεῖναι· εἰ γὰρ ὁ ἐν ὑψίστοις θεός, Ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὑπὲρ τῆς ἐν ἀνθρώποις εὐδοκίας αἵματι καὶ σαρκὶ κατακίρναται, ἵνα γεννηθῇ ἐπὶ τῆς γῆς εἰρήνη, δῆλον ὅτι ἡ πρὸς ταύτην τὴν εὐδοκίαν τὸ ἑαυτῆς ὁμοιώσασα κάλλος τὸν Χριστὸν μιμεῖται τοῖς κατορ θώμασιν, ἐκεῖνο γινομένη τοῖς ἄλλοις ὅπερ ὁ Χριστὸς τῇ φύσει τῶν ἀνθρώπων ἐγένετο· καθάπερ καὶ ὁ μιμητὴς τοῦ Χριστοῦ Παῦλος ἐποίει ἑαυτὸν τῆς ζωῆς ἀφορίζων, ἵνα τοῦ ἰδίου πάθους τὴν σωτηρίαν τῷ Ἰσραὴλ ἀνταλλάξηται, λέγων· Ηὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. πρὸς ὃν εἰκότως εἰπεῖν ἁρμόζει τὸ εἰρημένον τῇ νύμφῃ ὅτι· τοιοῦτόν ἐστι τῆς ψυχῆς σου τὸ κάλλος, οἵα ἡ τοῦ δεσπότου γέγονεν ὑπὲρ ἡμῶν εὐδοκία, ὃς Ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, καὶ ἔδωκεν ἑαυτὸν ἀντάλλαγμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ Δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς ἐν τῷ θανάτῳ αὐτοῦ ζήσωμεν καὶ ἐν τῇ πτωχείᾳ αὐτοῦ πλουτήσωμεν καὶ ἐν τῇ τῆς δουλείας αὐτοῦ μορφῇ βασιλεύσωμεν. τὸ δὲ αὐτὸ μέγεθος καὶ ἡ πρὸς Ἰερουσαλὴμ ὡραιότητος ὁμοιότης ἐνδείκνυται, τὴν ἄνω δηλαδὴ Ἰερουσα λήμ, τὴν ἐλευθέραν, τὴν τῶν ἐλευθέρων μητέρα, ἣν πόλιν τοῦ μεγάλου βασιλέως εἶναι παρὰ τῆς τοῦ δεσπότου φωνῆς μεμαθήκαμεν· ἡ γὰρ χωρήσασα ἐν ἑαυτῇ τὸν ἀχώρητον, ὥστε ἐνοικεῖν αὐτῇ καὶ ἐμπεριπατεῖν τὸν θεόν, τῇ ὡραιότητι τοῦ ἐν αὐτῇ κατοικοῦντος καλλωπισθεῖσα Ἰερουσαλὴμ ἐπου ράνιος γίνεται τὸ ἐκείνης κάλλος ἐφ' ἑαυτῆς δεξαμένη. κάλλος δὲ τῆς πόλεως τοῦ βασιλέως καὶ ὡραιότης, αὐτοῦ πάντως ἐστὶ τοῦ βασιλέως τὸ κάλλος· ἐκείνου γάρ ἐστι κατὰ τὸν λόγον τῆς ψαλμῳδίας ἡ ὡραιότης καὶ τὸ κάλλος, πρὸς ὃν ἡ προφητεία φησὶ Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· τούτοις γὰρ τὸ θεῖον κάλλος χαρακτηρίζεται, τῇ ἀληθείᾳ λέγω καὶ τῇ δικαιοσύνῃ καὶ τῇπραότητι. ἡ τοίνυν ἐν τοῖς τοιούτοις κάλλεσι μορφωθεῖσα ψυχὴ ὡραία γίνεται ὡς Ἰερουσαλὴμ τῇ τοῦ βασιλέως ὥρᾳ καλλωπισθεῖσα. Ἀλλὰ ταῦτα μὲν πρόδηλον ἔχει τοῦ τῆς νύμφης κάλλους τὸν ἔπαινον τῇ πρὸς τὴν εὐδοκίαν τε καὶ τὴν Ἰερουσαλὴμ συγκρίσει πληρούμενον, τὸν δὲ ἐφεξῆς λόγον ἐγκώμιον μὲν εἶναι τῆς νύμφης οὐκ ἀμφιβάλλομεν, τὴν δὲ διάνοιαν, καθ' ἣν τῷ τοιούτῳ ἐπαίνῳ σεμνύνεται ἡ τῆς εὐφημίας ταύτης ἀξιωθεῖσα, οὐκ ἔστιν ἐκ τοῦ προχείρου μαθεῖν. ἔχει γὰρ ἡ λέξις οὕτως· Θάμβος ὡς τεταγμέναι. τάχα δ' ἄν τις τοῖς προθεωρηθεῖσιν ἑπόμενος εἴποι διὰ τῆς πρὸς τὴν ὑπερκόσμιον φύσιν συγκρίσεως μεγαλύνεσθαι ὑπὸ τοῦ λόγου διὰ τῶν ἐπαίνων τὴν νύμφην· ἐκεῖ γάρ εἰσιν αἱ τεταγμέναι [δυνάμεις] ὅπου αἱ μὲν ἐξουσίαι διὰ παντὸς ἐν τῷ κυριεύειν εἰσί, κρατοῦσι δὲ διόλου αἱ κυριότητες, βεβήκασι δὲ παγίως οἱ θρόνοι, ἀδούλωτοι δὲ μένουσιν αἱ ἀρχαί, εὐλογοῦσι δὲ ἀδιαλείπτως τὸν θεὸν αἱ δυνάμεις, ἥ τε πτῆσις τῶν Σεραφὶμ οὐχ ἵσταται καὶ ἡ στάσις οὐ μετα βαίνει καὶ τὰ Χερουβὶμ ἀνέχοντα τὸν ὑψηλόν τε καὶ ἐπηρμένον θρόνον οὐκ ἀπολήγει, οἵ τε λειτουργοὶ ποιοῦντες τὸ ἔργονκαὶ ἀκούοντες τῶν λόγων οὐ παύονται. ἐπεὶ οὖν αἱ ἐξουσίαι αὗται ὑπὸ τοῦ θεοῦ τεταγμέναι εἰσὶ καὶ ἡ τάξις τῶν νοητῶν καὶ ὑπερκοσμίων δυνάμεων ἀσύγχυτος εἰς τὸ διηνεκὲς μένει μηδεμιᾶς κακίας ἀνατρεπούσης τὴν εὐταξίαν, διὰ τοῦτο καὶ ἡ πρὸς μίμησιν ἐκείνων [ψυχὴ] πάντα κατὰ τάξιν καὶ εὐσχημόνως ποιοῦσα τοιοῦτον ἐφ' ἑαυτῆς κινεῖ τὸ θαῦμα οἷον ἐν ταῖς δυνάμεσιν ἐκείναις ταῖς τεταγμέναις ἐστίν· ἔκπληξιν γὰρ ἡ τοῦ θάμβους ἑρμηνεύει διάνοια, διὰ δὲ τῆς ἐκπλήξεως τὸ θαῦμα νοοῦντες τῆς ἀληθείας οὐχ ἁμαρτάνομεν. Ἡ δὲ τούτοις ἐκ τοῦ ἀκολούθου προσκειμένη ῥῆσις ἀμφίβολα ποιεῖ τὰ πρόσωπα, παρ' οὗ τε εἴρηται καὶ πρὸς ὃν εἶπε τὸ Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου ἀπεναντίον ἐμοῦ, ὅτι αὐτοὶ ἀνεπτέρωσάν με· τοῖς μὲν γὰρ δοκεῖ παρὰ τοῦ δεσπότου πρὸς τὴν καθαρὰν εἰρῆσθαι ταῦτα ψυχήν, ἐγὼ δὲ τῇ νύμφῃ πρέπειν ὑπονοῶ μᾶλλον τὸ ῥητὸν ἐφαρμόζεσθαι. ταύτῃ γὰρ κατάλληλον εὑρίσκω τὴν τῶν σημαινομένων ὑπὸ τοῦ λόγου διάνοιαν. τὰ δέ μοι παραστάντα δι' ὀλίγων ἐκθήσομαι· ἤκουσα πολλαχῆ τῆς θεοπνεύστου γραφῆς πτέρυγας εἶναι τῷ θεῷ διηγουμένης, νῦν μὲν τῆς προφητείας λεγούσης ὅτι Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με, καὶ ὅτι Ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς, πάλιν δὲ τοῦ Μωϋσέως ἐν τῇ μεγάλῃ ᾠδῇ τὸ αὐτὸ ὑπογράφοντος ἐν οἷς φησιν ὅτι Διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτούς. καὶ τὸ παρὰ τοῦ κυρίου πρὸς τὴν Ἰερουσαλὴμ εἰρημένον, ὅτι Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας αὐτῆς, οὐκ ἔξω τοῦ προκειμένου νοήματος εἴποι τις ἂν εἶναι πρὸς τὸ ἀκόλουθον βλέπων. εἰ τοίνυν κατά τινα λόγον ἀπόρρητον πτέρυγας εἶναι περὶ τὴν θείαν φύσιν ὁ θεόπνευστος διορίζεται λόγος, ἡ δὲ πρώτη τοῦ ἀνθρώπου Κατασκευὴ τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγενῆσθαι τὴν φύσιν ἡμῶν μαρτύρεται, ὁρίζεται πάντως ὅτι διὰ πάντων εἶχεν ὁ κατ' εἰκόνα γενόμενος τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα. ἀλλὰ μὴν ἐπτέρωται κατὰ τὴν ἁγίαν γραφὴν τὸ πρωτότυπον. οὐκοῦν πτερόεσσα καὶ ἡ τοῦ ἀνθρώπου κατεσκευάσθη φύσις, ὡς ἂν καὶ ἐν ταῖς πτέρυξιν ἔχοι πρὸς τὸ θεῖον ὁμοίως. δῆλον δὲ ὅτι τὸ τῶν πτερύγων ὄνομα διά τινος τροπικῆς θεωρίας εἴς τι θεοπρεπὲς μεταληφθήσεται νόημα, δυνάμεώς τε καὶ μακαριότητος καὶ ἀφθαρσίας καὶ τῶν τοιούτων διὰ τοῦ ὀνόματος τῶν πτερύγων σημαινομένων. ἐπεὶ οὖν ταῦτα καὶ περὶ τὸν ἄνθρωπον ἦν, ἕως ὅτε τῷ θεῷ διὰ πάντων ὅμοιος ἦν, μετὰ ταῦτα δὲ ἡ πρὸς τὴν κακίαν ῥοπὴ τῶν τοιούτων πτερύγων ἡμᾶς ἀπεσύλησεν (ἔξω γὰρ τῆς σκέπης τῶν τοῦ θεοῦ πτερύγων γενόμενοι καὶ τῶν ἰδίων πτερύγων ἐγυμνώθημεν), διὰ τοῦτο ἐπεφάνη ἡ τοῦ θεοῦ χάρις φωτίζουσα ἡμᾶς, ἵνα ἀποθέμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας πάλιν δι' ὁσιότητός τε καὶ δικαιοσύνης πτεροφυήσωμεν. οὐκοῦν εἰ ταῦτα τῆς ἀληθείας οὐκ ἀπεσχοίνισται, πρέπει παρὰ τῆς νύμφης ὁμολογεῖσθαι τὴν ἐπ' αὐτῆς γεγενημένην παρὰτῶν θείων ὀφθαλμῶν χάριν· ὁμοῦ τε γὰρ ἐπεῖδεν ἡμᾶς τοῖς τῆς φιλανθρωπίας ὀφθαλμοῖς ὁ θεὸς καὶ ἡμεῖς κατὰ τὴν ἀρχαίαν χάριν ἀνεπτερώθημεν. ταὐτὰ οὖν οἶμαι διὰ τῶν εἰρημένων τὸν λόγον ἐνδείκνυσθαι, ἃ προσευχόμενος ὁ Δαβὶδ ἐν ἑξκαιδεκάτῃ ψαλμῳδίᾳ φησὶ πρὸς τὸν κύριον ὅτι Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας, τὰς ἐμὰς δηλονότι· Ἐδοκίμασας γάρ, φησί, τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός, ἐπύρωσάς με καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. ἴσον οὖν ἐστιν εἰπεῖν ὅτι Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας, καὶ ὅτι οἱ ὀφθαλμοί σου τὸ ἐναντίον μὴ θεασάσθωσαν· ὁ γὰρ τὸ εὐθὲς ἰδὼν σκολιὸν οὐκ εἶδε καὶ ὁ σκολιὸν μὴ ἰδὼν τὸ εὐθὲς πάντως τεθέαται. οὐκοῦν διὰ τῆς τοῦ ἐναντίου ὑπεξαιρέσεως τὸ ἀγαθὸν τοῖς θείοις ὀφθαλμοῖς ὑποδείκνυσι, δι' ὧν ἀναπτε ροῦται πάλιν ἡ ψυχή, ἡ διὰ τῆς παρακοῆς τῶν πρωτοπλάστων πτερορρυήσασα. τοῦτο τοίνυν διὰ τῶν εἰρημένων κατενοήσαμεν ὅτι· οἱ ὀφθαλμοί σου, ὅταν ἐπ' ἐμὲ ἐπιβλέπωσιν, ἀποστρέ φονται ἀπὸ τοῦ ἐναντίου· οὐ γὰρ ὄψονταί τι ἐν ἐμοὶ τῶν ἐναντιουμένων μοι. διὰ τοῦτο γίνεταί μοι ἀπὸ τῶν ὀφθαλμῶν σου τὸ πάλιν πτερωθῆναι καὶ ἀναλαβεῖν διὰ τῶν ἀρετῶν τὰς πτέρυγας τῆς ὡσπερεὶ περιστερᾶς, δι' ἧς γίνεταί μοι ἡ τῆςπτήσεως δύναμις, ὥστε πετασθῆναι καὶ καταπαῦσαι, ἐκείνην δηλαδὴ τὴν κατάπαυσιν ἣν κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ. Πάλιν δὲ μετὰ τὰς φωνὰς ταύτας ἡ τοῦ κάλλους τῆς νύμφης ὑπογραφὴ διαδέχεται τῶν εἰς τὴν ὥραν αὐτῆς συντελούντων ἕκαστον διά τινος προσφυοῦς ὁμοιώσεως τοῦ λόγου σεμνύνοντος· ἐπαινεῖται γὰρ αὐτῆς τῶν τε τριχῶν τὸ κάλλος καὶ τῶν ὀδόντων ἡ θέσις καὶ τὸ ἐπὶ τοῦ χείλους ἄνθος καὶ τὸ ἡδὺ τῆς φωνῆς τῆς τε παρειᾶς τὸ ἐρύθημα. ὁ δὲ περὶ ἑκάστου τῶν εἰρημένων ἔπαινος διά τινος καταλλήλου συγκρίσεώς τε καὶ παραθέσεως πληροῦται τῇ νύμφῃ. αἱ μὲν γὰρ τρίχες ἀγέλαις αἰγῶν ταῖς ἀναφανείσαις ἀπὸ τοῦ Γαλαὰδ ὡμοιώθησαν, αἱ δὲ τῶν κεκαρμένων ἀγέλαι αἱ διδύμοις τόκοις ἐπαγαλλόμεναι τὸ τῶν ὀδόντων ἐγκώμιον πληροῦσι διὰ τῆς ὁμοιώσεως, σπαρτίῳ δὲ κοκκο βαφεῖ τὸ χεῖλος εἰκάζεται καὶ τῷ λεπύρῳ τῆς ῥόας ἡ παρειὰ καλλωπίζεται. ἔχει δὲ ἡ λέξις οὕτω· Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλαάδ, ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς, ὡς σπαρτίον κόκκινον χείλη σου καὶ ἡ λαλιά σου ὡραία, ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. ὧν ἁπάντων ἐν τοῖς φθάσασιν ἱκανῶς ἐξητασμένων περιττὸν ἂν εἴη διὰ τῆς τῶν αὐτῶν θεωρημάτων παλιλλογίας ὄχλονἐπεισάγειν τῷ λόγῳ. εἰ δέ τις καὶ νῦν τὸν περὶ τῶν αὐτῶν λόγον ἐπιζητοίη γενέσθαι διὰ τοὺς ἀνηκόους τῶν πρώην εἰς τὰ ῥητὰ ταῦτα θεωρηθέντων, δι' ὀλίγων τὴν διάνοιαν τῶν αἰνιγμάτων ἐπιδραμούμεθα· αἱ τρίχες τοῦ σώματος ἰδιάζουσαν ἔχουσι παρὰ τὸ λοιπὸν σῶμα τὴν φύσιν· παντὸς γὰρ τοῦ σώματος αἰσθητικῇ δυνάμει διοικουμένου, ἧς ἄνευ ἐν τῷ ζῆν εἶναι φύσιν οὐκ ἔχει (ζωὴ γὰρ τοῦ σώματός ἐστιν ἡ αἴσθησις), μόνας ὁρῶμεν τὰς τρίχας καὶ μέρος οὔσας τοῦ σώματος καὶ ἀμοιρούσας αἰσθήσεως. δείκνυσι δὲ ταύτην ἐπὶ τοῦ μέρους τούτου τὴν ἰδιότητα τὸ μήτε διὰ καύσεως μήτε διὰ τομῆς καθ' ὁμοιότητα τοῦ ἄλλου σώματος καὶ ταύτας ἀλγύνεσθαι. ἐπειδὴ τοίνυν κατὰ τὴν Παύλου φωνὴν δόξα τῆς γυναικός ἐστιν ἡ κόμη διὰ τῶν πλοκάμων τὴν κεφαλὴν ὡραΐζουσα, τοῦτο διὰ τοῦ ἐπαίνου τῶν τῆς νύμφης τριχῶν διδασκόμεθα ὅτι χρὴ τοὺς περὶ τὴν κεφαλὴν τῆς νύμφης θεωρουμένους, δι' ὧν ἡ ἐκκλησία δοξάζεται, κρείττους τῶν αἰσθήσεων εἶναι κρύπτοντας διὰ τῆς σοφίας τὴν αἴσθησιν, καθὼς ἡ Παροιμία φησὶν ὅτι Σοφοὶ κρύψουσιν αἴσθησιν· οἷς οὐχ ὅρασις τοῦ καλοῦ κριτήριον γίνεται, οὐ τῇ γεύσει τὸ ἀγαθὸν δοκιμάζεται, οὐκ ὀσφρήσει τε καὶ ἁφῇ οὐδὲ ἄλλῳ τινὶ αἰσθητηρίῳ ἡ τοῦ καλοῦ ἐπιτρέπεται κρίσις, ἀλλὰ πάσης νεκρωθείσης αἰσθήσεως διὰ μόνης τῆς ψυχῆς τῶνκατ' ἔννοιαν φαινομένων ἀγαθῶν ἐφάπτονταί τε καὶ ἐπορέγον καὶ οὕτω δοξάζουσι τὴν γυναῖκα, τὴν ἐκκλησίαν, οὔτε τιμαῖς διογκούμενοι οὔτε μικροψυχίαις πρὸς τὰ λυπηρὰ συστελλόμενοι, ἀλλὰ κἂν τέμνεσθαι δέῃ διὰ τὴν εἰς Χριστὸν πίστιν, κἂν θηρίοις ἢ πυρὶ παραβάλλεσθαι, κἂν ἄλλο τι τῶν λυπηρῶν ὑπομένειν, τὴν τῶν τριχῶν ἀναισθησίαν ἐν τῇ πείρᾳ τῶν ἀλγεινῶν ὑποκρίνονται. τοιοῦτος Ἠλίας ἦν ὁ ἐκ τοῦ Γαλαὰδ ἀνασχὼν ἐν δασεῖ καὶ αὐχμῶντι τῷ σώματι, δέρμασιν αἰγὸς σκεπαζόμενος, πρὸς πᾶσαν ἀπειλὴν τοῦ τυράννου μένων ἀπτόητος. ὅσοι τοίνυν κατὰ μίμησιν τῆς τοῦ προφήτου μεγαλοφυΐας τοῦ κόσμου παντὸς ἑαυτοὺς ὑπεραίρουσιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ἔστιν ἄξιος ὁ κόσμος, οὗτοι ἀγεληδὸν περὶ τὴν τοῦ παντὸς κεφαλὴν θεωρούμενοι δόξα γίνονται τῆς ἐκκλησίας ἐπὶ τὴν οὐράνιον χάριν τῷ Γαλααδίτῃ συναναβαίνοντες. Τὸ δὲ τῆς αἰγὸς ζῷον εἰς τὸν τῶν τριχῶν ἔπαινον ἀνελήφθη τάχα μὲν ὅτι καὶ ἡ φύσις τοῦ τοιούτου ζῴου κατάλληλος πρὸς γένεσιν τριχῶν κατεσκεύασται, ὥστε αἴνιγμα τοῦ διὰ τῶν τριχῶν κόσμου γενέσθαι τὸ ζῷον τὸ ταῖς θριξὶ φυσικῶς δασυνόμενον, ἢ ὅτι διὰ τῶν πετρῶν ἀνολισθήτωςβαίνει καὶ περὶ τὰς κορυφὰς τῶν ὀρῶν ἀναστρέφεται διὰ τῶν δυσπορεύτων τε καὶ ἀποτόμων εὐθαρσῶς τὴν πορείαν ποιούμενον, ὅπερ τοῖς τὴν τραχεῖαν τῆς ἀρετῆς ὁδὸν κατορ θοῦσι προσφυῶς ἁρμοσθήσεται· μᾶλλον δ' ἄν τις εἴποι διὰ τὸ πρὸς πολλὰ τῆς νομικῆς ἱερουργίας ὑπὸ τοῦ νομοθέτου παρειλῆφθαι τὸ ζῷον συντελεῖν ταύτας τῇ κεφαλῇ πρὸς ἐγκώμιον. οἶδα δὲ καὶ ἐν τοῖς τῆς Παροιμίας αἰνίγμασιν ἐν τοῖς τέσσαρσι τοῖς εὐοδουμένοις ἓν καὶ τοῦτο τῶν καλῶς διαβαινόντων ἀπηριθμῆσθαι τὸν τράγον τὸν ἡγούμενον τοῦ αἰπολίου. ὃ δὲ περὶ τούτου στοχαστικῶς ὑπονοοῦμεν τοιοῦτόν ἐστι· πᾶν ἐπιτήδευμα δι' ἑνὸς ἀρχόμενον εἰς πολλοὺς διαδίδοται· ὡς ἐπὶ τῆς χαλκευτικῆς ἡ γραφὴ τὸν Θόβελ εὑρετὴν τῆς τέχνης εἰποῦσα πάντων τῶν μετ' αὐτὸν μεταχειριζομένων τοῦ σιδήρου τὴν ἐργασίαν εἰς ἐκεῖνον ἀνάγει τὴν ἐπιστήμην. οὕτω καὶ τῆς ποιμαντικῆς ὁ Ἄβελ ἡγήσατο καὶ ὁ Κάϊν τῆς γεωργίας, καὶ τὸν Νεβρὼδ ἀρχηγὸν λέγει τῆς κυνηγετικῆς ἐπιστήμης καὶ τῆς ἀμπελουργίας τὸν Νῶε καὶ τῆς εἰς θεὸν ἐλπίδος τὸν Ἐνώς φησιν ἄρξασθαι· καὶ πολλὰ τοιαῦτα παρὰ τῆς ἁγίας ἔστι διδαχθῆναι γραφῆς, ὅτι ἑνός τι ἐπιτηδεύσαντος εἰσῆλθε κατὰ μίμησιν εἰς τὸν βίον τὸ ἐπιτήδευμα. ἐπειδὴ τοίνυν τοῦ θείου ζήλου διαφε ρόντως κατὰ πᾶσαν ἐξοχὴν ὁ Ἠλίου καθηγήσατο, ὅσοι μετ' ἐκεῖνον τὸν ἐκείνου μιμησάμενοι ζῆλον τοῖς αὐτοῖςἴχνεσι τῆς τοῦ προφήτου παρρησίας ἐπηκολούθησαν, αἰπόλιον γεγόνασι τοῦ ἡγησαμένου τῆς τοιαύτης ζωῆς· οἵτινες δόξα τῆς ἐκκλησίας καὶ ἔπαινος γίνονται εἰς τὸν τῶν τριχῶν καταταγέντες κόσμον, ὧν ἡ αἰσθητικὴ ζωὴ κεχώρισταί τε καὶ ἠλλοτρίωται. διὰ τῶν ὁμοίων δὲ πληροῖ καὶ τοῖς ὀδοῦσι τὸν ἔπαινον. οὗτοι δ' ἂν εἶεν οἱ τρέφοντες δι' ἑαυτῶν τῆς ἐκκλησίας τὸ σῶμα, οὓς βούλεται πάντοτε μὲν ὡς ἀπὸ λουτροῦ καθαροὺς ὁρᾶσθαι, ἀπερίττους δὲ διὰ παντὸς ὡς ἀπὸ προσφάτου κουρᾶς, κατὰ δὲ τὸν τόκον τῶν ἀρετῶν διδυ μεύοντας τῆς διπλῆς καθαρότητος γινομένους πατέρας, τῆς τε κατὰ ψυχὴν καὶ τῆς κατὰ σῶμα θεωρουμένης, ὡς ἐξόριστον εἶναι τῶν ὀδόντων τούτων πᾶν τὸ ἀγονοῦν ἐν τῷ κρείττονι. τὸ δὲ σπαρτίον ἐπὶ τοῦ χείλους τιθέμενον τὴν μεμετρημένην τοῦ λόγου διακονίαν παραδηλοῖ τῷ αἰνίγματι, ὅπερ ὁ προφήτης φυλακήν τε καὶ θύραν περιοχῆς κατωνό μασεν, ὅταν ἐν καιρῷ ἀνοίγηται τῷ λόγῳ τὸ στόμα καὶ κατὰ καιρὸν ἐπικλείηται. μέτρου δὲ ὄνομα τὸ σπαρτίον εἶναι παρὰ τῆς προφητείας Ζαχαρίου ἐμάθομεν, ὅτι σπαρτίον γεωμετρι κὸν ἐν χερσὶν εἶχεν ὁ ἐν αὐτῷ λαλῶν ἄγγελος. τότε δὲ μάλιστα τυγχάνει τοῦ μέτρου ὁ λόγος, ὅταν περικεχρωσμένοςτύχῃ τῷ ἐρυθήματι, ὅπερ τοῦ αἵματος τοῦ λυτρωσαμένου ἡμᾶς αἴνιγμα γίνεται. ἐὰν οὖν τις κατὰ τὸν Παῦλον λαλοῦντα ἔχῃ ἐν ἑαυτῷ τὸν Χριστὸν τὸν τῷ ἰδίῳ αἵματι ἡμᾶς λυτρωσά μενον, οὗτος ἔχει τὸ γεωμετρικὸν σπαρτίον ἐπὶ τοῦ στόματος τῇ βαφῇ τῇ αἱματώδει καλλωπιζόμενον. ὁ δὲ ἐφεξῆς λόγος ἑρμηνεία ἐστὶ τοῦ αἰνίγματος· λαλιὰν γὰρ ὡραίαν ὀνομάζει τὸ σπαρτίον τὸ κόκκινον, δι' οὗ πάλιν σημαίνει τὸ κάθ ωρον καὶ ἔμμετρον· τὸ γὰρ ἀκριβῶς ὡραῖον, ἐν τῷ ἰδίῳ τῆς ἀκμῆς καιρῷ προφαινόμενον, οὔτε ἄωρόν ἐστιν οὔτε ἔξωρον. τῷ δὲ λεπύρῳ τῆς ῥόας τὸ μῆλον τῆς παρειᾶς ὡραΐζων μεγάλην τινα προσμαρτυρεῖ τῇ νύμφῃ τὴν ἐν τοῖς ἀγαθοῖς τελειότητα· σημαίνει γὰρ μὴ ἐν ἄλλῳ τινὶ τὸν θησαυρὸν αὐτῇ παρεσκευάσθαι, ἀλλ' αὐτὴν εἶναι θησαυρὸν ἑαυτῆς παντὸς ἀγαθοῦ παρασκευὴν ἐν ἑαυτῇ περιέχουσαν. ὡς γὰρ τῷ λεπύρῳ περιέχεται τῆς ῥόας τὸ ἐδώδιμον, οὕτως ἐνδείκνυ τῷ φαινομένῳ κάλλει τοῦ βίου τὸν ἔνδον αὐτῆς θησαυρὸν περιέχεσθαι. οὗτος οὖν ἐστιν ὁ κρυπτὸς θησαυρὸς τῶν ἐλπίδων, ὁ ἴδιος καρπὸς τῆς ψυχῆς ὁ τῷ ἐναρέτῳ βίῳκαθάπερ τινὶ ῥόας λεπύρῳ περικρατούμενος. τὸ δὲ Ἐκτὸς τῆς σιωπήσεώς σου ταύτην οἶμαι τὴν διάνοιαν ἔχειν, ὅτι ὁ ἔπαινος οὐκ ἐκ τῶν φαινομένων τοσοῦτόν ἐστιν ὅσα τῷ λόγῳ μηνύεται, ἀλλὰ μᾶλλον ὅσα τῇ σιωπῇ ὑποκέκρυπται τὴν τοῦ λόγου διαφεύγοντα μήνυσιν· ὥσπερ γὰρ τὸ ἐκτὸς τοῦ λόγου ἡ σιωπὴ νοεῖται, οὕτω καὶ τὸ ἐκτὸς τῆς σιωπῆς τὸν λόγον νοῶν τις οὐχ ἁμαρτήσεται. ἐκεῖνο γὰρ σιωπῶμεν ὃ διὰ τῶν ῥημάτων ἐξαγγεῖλαι ἀδυνατοῦμεν. εἰ οὖν τὸ ἐκτὸς ἐκείνου ἡ σιωπὴ νοεῖται, τὸ ἐκτὸς τῆς σιωπῆς ἀκόλουθόν ἐστι πάντως τὸν λόγον οἴεσθαι. οὐκοῦν ὁ εἰπὼν τὸ Ἐκτὸς τῆς σιωπήσεως, τοῦτο σαφῶς τῷ λόγῳ παρίστησιν ὅτι καλὰ μέν ἐστι καὶ μεγάλα τὰ τῷ λόγῳ φανῆναι δυνάμενα, ὅσα ἐκτός ἐστι τῆς σιωπήσεως, τὰ δὲ τοῦ λόγου ἐκτός, τὰ τῇ σιωπῇ καλυπτόμενα, τὰ ἄρρητά τε καὶ ἀνεκφώνητα, μείζω πάντως καὶ θαυμασιώτερα τῶν ἐκφωνουμένων ἐστίν. Ἀκούσωμεν δὲ καὶ τῶν ἐφεξῆς ἐπαίνων, ὧν ἡ διάνοια τῷ τῆς ἱστορίας ἔοικε φρέατι οὗ βαρύς τις λίθος ἐπέχων τὸ στόμιον ἄπορον ἐποίει ταῖς ποιμαινούσαις τὴν μετουσίαν τοῦ ὕδατος. ἀλλ' ὁ Ἰακὼβ ἐπιστὰς ἀναμοχλίζει τε τοῦ στομίου τὸν λίθον καὶ πλήρη τὰ ποτιστήρια ποιήσαςτοῦ ὕδατος ἔδωκε τοῖς θρέμμασι κατ' ἐξουσίαν ἐντρυφῆσαι τῷ νάματι. τίνα τοίνυν ἐστὶν ἃ τῷ τοιούτῳ φρέατι προσεικάζο μεν; Ἑξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαὶ καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. μία ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. τίς οὖν ἡμῖν ἀποκυλίσει τῆς ἀσαφείας ταύτης τὸν λίθον; τίς ἐξαντλήσει τῶν νοημάτων τὸ ὕδωρ οὕτως ἐν βάθει κείμενον, ὡς ἀνέφικτον εἶναι τῷ ἡμετέρῳ λόγῳ; ἀλλά μοι καλῶς ἔχειν δοκεῖ τοῦτο ταῖς ἀκοαῖς ὑμῶν διαμαρτύρασθαι ὅτι τὸ ταῦτα γνῶναι μόνων ἐκείνων ἐστὶν πρὸς οὕς φησιν ὁ ἀπόστολος ὅτι Ἐν παντὶ ἐπλουτίσθητε, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ἡ δὲ ἡμετέρα πενία τῶν προκειμένων τοῦ λόγου θησαυρῶν περιδράξασθαι ἀδυνάτως ἔχει. πλὴν ὡς ἂν τοῦ τῆς ἀργίας κατακρίματος ἔξω γενοίμεθα, διὰ τὸν ἐρευνᾶν τὰς γραφὰς ἡμῖν νομοθετήσαντα μικρόν τινα καὶ τούτοις ἱδρῶτα προσθεῖναι οὐ κατοκνήσομεν. φαμὲν τοίνυν δόγμα τι τῶν ἀστειοτέρων τὴν ἐν τοῖς ῥητοῖς τούτοις φιλοσοφίαν διὰ τῶν ἐπαίνων τῆς νύμφης ἡμῖν παρατίθεσθαι. τὸ δὲ δόγμα τοιοῦτόν ἐστιν· οὐ μετὰ τῆς αὐτῆς ἀκολουθίας καὶ τάξεως κτίζεται τὰ ὄντα καὶ ἀνακτί ζεται· ὅτε μὲν γὰρ κατ' ἀρχὰς διὰ τῆς θείας δυνάμεως ἡ τῆς κτίσεως ὑφίσταται φύσις, ἐφ' ἑκάστου τῶν ὄντωνἀδιαστάτως τῇ ἀρχῇ συναπηρτίσθη τὸ πέρας πᾶσι τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγομένοις ὁμοῦ τῇ ἀρχῇ συνανασχούσης τῆς τελειότητος. ἓν δὲ τῶν κτισθέντων καὶ ἡ ἀνθρωπίνη φύσις ἐστίν, οὐδὲ αὐτὴ καθ' ὁμοιότητα τῶν ἄλλων ἐκ προαγωγῆς προελθοῦσα ἐπὶ τὸ τέλειον, ἀλλ' ἀπὸ τῆς πρώτης ὑπάρξεως συμπλασθεῖσα τῇ τελειότητι· ἐγένετο γὰρ ὁ ἄνθρωπος, φησί, κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. ὅπερ ἐνδείκνυται τὸ τῶν ἀγαθῶν ἀκρότατόν τε καὶ τελειότατον. τί γὰρ ἂν ὑπέρτερον εὑρεθείη τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως; ἐπὶ μὲν οὖν τῆς πρώτης κτίσεως ἀδιαστάτως τῇ ἀρχῇ συνανεφάνη τὸ πέρας καὶ ἀπὸ τῆς τελειότητος ἡ φύσις τοῦ εἶναι ἤρξατο. ἐπειδὴ δὲ τῷ θανάτῳ διὰ τῆς πρὸς τὴν κακίαν σχέσεως οἰκειωθεῖσα τῆς ἐν τῷ ἀγαθῷ διαμονῆς ἀπερρύη, οὐκ ἀθρόαν καθ' ὁμοιότητα τῆς πρώτης συστάσεως ἐπανα λαμβάνει τὴν τελειότητα, ἀλλ' ὁδῷ τινι πρόεισιν ἐπὶ τὸ μεῖζον διά τινος ἀκολουθίας καὶ τάξεως κατ' ὀλίγον ἀπο σκευαζομένη τὴν πρὸς τὰ ἐναντία προσπάθειαν· ἐπὶ μὲν γὰρ τῆς πρώτης κατασκευῆς οὐδὲν ἦν τὸ κωλῦον συνδραμεῖν τῇ γενέσει τὸ τῆς φύσεως τέλειον κακίας οὐκ οὔσης, ἐπὶ δὲ τῆς δευτέρας ἀναστοιχειώσεως ἀναγκαίως ἡ διαστηματικὴ παράτασις συμπαρομαρτεῖ τοῖς πρὸς τὸ πρῶτον ἀγαθὸνἀνατρέχουσιν. διότι τῇ ὑλικῇ προσπαθείᾳ συνδεθεῖσα διὰ κακίας ἡμῶν ἡ διάνοια κατ' ὀλίγον ὥσπερ φλοιοῦ τινος τοῦ περιέχοντος διὰ τῆς ἀστειοτέρας ἀγωγῆς περιξύεται τὴν συμφυΐαν τοῦ χείρονος. τούτου χάριν πολλὰς εἶναι παρὰ τῷ πατρὶ μονὰς μεμαθήκαμεν κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πρὸς τὸ καλὸν σχέσεως καὶ τῆς τοῦ χείρονος ἀπο στάσεως, ἑτοιμαζομένης πᾶσι τῆς ἀντιδόσεως· ὁ μὲν γάρ τις ἐν ἀρχῇ τῆς τοῦ βελτίονός ἐστι κληρώσεως ἄρτι καθάπερ ἐκ βυθοῦ τινος τοῦ κατὰ κακίαν βίου πρὸς τὴν μετουσίαν τῆς ἀληθείας ἀνανηξάμενος, τῷ δέ τις γέγονεν ἤδη δι' ἐπιμελείας καὶ προσθήκη τοῦ κρείττονος, ἄλλος ἐπὶ πλεῖον διὰ τῆς ἐπιθυμίας τῶν ἀγαθῶν ἐπηυξήθη, ὁ δὲ μέσως ἔχει τῆς τῶν ὑψηλῶν ἀναβάσεως, ἕτερος καὶ τὸ μέσον παρέδραμεν, εἰσὶ δέ τινες οἱ καὶ τούτων ἑαυτοὺς ὑπεράραντες, ἄλλοι κἀκείνους παρήλασαν καὶ ὑπὲρ τούτους ἕτεροι πρὸς τὸν ἄνω δρόμον συντείνονται. καὶ ὅλως κατὰ τὴν ποικίλην τῶν προαιρέσεων διαφορὰν ἕκαστον ὁ θεὸς ἐν τῷ ἰδίῳ προσδέχεται τάγματι τὰ πρὸς ἀξίαν ἀποκληρῶντοῖς πᾶσι, καὶ συνάγων τοῖς ὑψηλοτέροις τὰς τῶν ἀγαθῶν ἀμοιβὰς καὶ συμμετρῶν τοῖς ἐλάττοσιν. ταῦτα διὰ τῶν προκειμένων ῥητῶν φιλοσοφεῖν τὸν λόγον ὑπενοήσαμεν τὴν διαφορὰν τῶν ψυχῶν, αἳ πρὸς τὸν νυμφίον ὁρῶσιν, ἐν τοῖς εἰρημένοις ἡμῖν διαστείλαντα· τὰς μὲν γὰρ ὀνομάζει νεάνιδας τὴν τοῦ ἀριθμοῦ φύσιν διὰ τοῦ πλήθους νικώσας, ἄλλας δὲ παλλακίδας καὶ ἄλλας βασιλίδας εἶναί φησιν, ὀκτὼ δεκάσι τῶν παλλακίδων τὸν ἀριθμὸν περιγράψας, τὰς δὲ βασιλίδας συντελεῖν εἰπὼν εἰς ἑξήκοντα, ὑπερτίθησι δὲ πασῶν τὴν ἐν τῇ μονάδι θεωρουμένην τελείαν περιστεράν, ἣν καὶ μόνην τῇ μητρὶ καὶ ἐκλεκτὴν εἶναι τῇ τεκούσῃ αὐτὴν ἀποφαίνεται. ταῦτα οὖν διὰ τῶν θείων τούτων λογίων νοεῖν ἐναγόμεθα ὅτι οἱ μὲν ἄρτι καθάπερ νηδύος τινὸς τῆς ἐν βάθει κειμένης ἀπάτης ἔξω γενόμενοι, ἀρτιγενεῖς τινες ὄντες καὶ οὔπω διηρθρωμένον ἐν ἑαυτοῖς τὸν λόγον χωρήσαντες τῇ ἀλογωτέρᾳ συγκαταθέσει τῆς πίστεως ἐν ἀπείρῳ θεωροῦν πλήθει, σωτήριον μὲν εἶναι πεπιστευκότες τοῦ μυστηρίου τὸν λόγον, οὐ μὴν ἐν ἐπιστήμῃ τινὶ καὶ τῇ διὰ τοῦ λόγου πληροφορίᾳ καθιδρυμένην ἔχοντες ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. αὗταί εἰσιν αἱ ὀνομασθεῖσαι νεάνιδες διὰ τὸ ἔτι νέαν ἄγειν τὴν πνευματικὴν ἡλικίαν, αἳ γεννηθεῖσαι τῷ λόγῳ τῆς πίστεως οὐδέπω διὰ τῆς καθηκούσης αὐξήσεως τοιαῦται γεγόνασιν ὡς ἐπὶ γάμου ἀκμὴν προελθεῖν καὶ φθάσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον γαμικῆς ἡλικίας, ὥστε τῷ φόβῳτοῦ κυρίου δύνασθαι κυοφορῆσαι καὶ πνεῦμα σωτηρίας παιδοποιήσασθαι, ἀλλ' ἔτι τῷ νηπίῳ τε καὶ ἀτελεῖ τῆς διανοίας ἀλογωτέρᾳ πως συζῶσι τῇ διαθέσει. πλὴν ἀλλὰ καὶ οὗτοι τῶν σῳζομένων εἰσί, καθώς φησιν ὁ προφήτης ὅτι Ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε, κτήνη λέγων τὸ ἀλογώτερον μέρος τῶν σῳζομένων. Τῶν δὲ διὰ τῆς καθηκούσης ἐπιμελείας αὐξηθέντων τῇ διανοίᾳ καὶ καταλελοιπότων ἤδη τὴν νηπιότητα διπλῆν ὑπὸ τοῦ λόγου τὴν διαφορὰν διδασκόμεθα· γίνονται μὲν γὰρ αἱ ψυχαὶ σύσσωμοι τῷ λόγῳ καὶ αὗται κἀκεῖναι, ἀλλ' αἱ μὲν ἐρωτικῇ τινι διαθέσει προσκολλῶνται (οἵα ἦν ἡ τοῦ Δαβὶδ καὶ ἡ τοῦ Παύλου ψυχή, ἡ μὲν λέγουσα τὸ Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν, ἡ δὲ τὸ Οὐδεὶς χωρίσει ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ· οὐ ζωή, οὐ θάνατος, οὐ τὸ παρόν, οὐ τὸ μέλλον, οὐκ ἄλλο τι τῶν ὄντων οὐδέν), αἱ δὲ φόβῳ κολάσεως τὰς μοιχικὰς ἀποφεύγουσι πείρας· μένουσι γὰρ ἐν ἀφθαρσίᾳ καὶ ἁγιασμῷ καὶ αὗται, ἀλλὰ τῷ φόβῳ μᾶλλον ἢ τῷ πόθῳ μόνῳ παιδαγωγούμεναι τὸ κακὸν οὐ προσδέχονται. αἱ μὲν οὖνδιὰ τῆς τελειοτέρας διαθέσεως πόθῳ τῆς ἀφθαρσίας ἀνα κραθεῖσαι τῇ τοῦ θεοῦ καθαρότητι βασίλισσαι διὰ τὴν κοινωνίαν τῆς βασιλείας κατονομάζονται, τὰς δὲ τῷ τῆς ἀπειλῆς φόβῳ τὴν ἀρετὴν ἐκπονούσας παλλακίδας ὀνομάζει ὁ λόγος· οὔπω γάρ τις αὐτῶν μήτηρ βασιλέως καὶ κοινωνὸς τῆς ἀξίας γενέσθαι δυνατῶς ἔχει. πῶς γὰρ ἂν δυνηθείη ἡ μηδέπω ἀναλαβοῦσα ἐν ἑαυτῇ τὸ ἀδέσποτον καὶ αὐτοκρατὲς τοῦ ἐναρέτου φρονήματος, ἀλλὰ δουλικῷ φόβῳ τῆς τῶν κακῶν κοινωνίας ἀφισταμένη; ὑποδείγματα δὲ τῶν εἰρημένων ἐστὶν ἐπὶ μὲν τῶν βασιλίδων τὸ κατὰ τοὺς τῆς δεξιᾶς στάσεως ἠξιωμένους, πρὸς οὓς ὁ βασιλεὺς λέγει· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· τοῦ δὲ δευτέρου καὶ ὑφειμένου τάγματος εἶεν ἂν ἐκεῖνοι, πρὸς οὓς λέγει ὁ κύριος· Φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν τοῦ πυρός. ταύτην δέ μοι δοκεῖ τὴν διαστολὴν τῶν δύο ταγμάτων ἡ κατὰ τοὺς ἀριθμοὺς διαφορὰ παραδηλοῦν δι' αἰνίγματος. πῶς τοῦτό φημι; ἕξ εἰσιν ἐντολαὶ δι' ὧν ἡ βασιλεία τοῖς δεξιοῖς ἑτοιμάζεται. λογισώμεθα τούτων ἑκάστην τὸ δεσπο τικὸν εἶναι τάλαντον, ὃ προσήκει παρὰ τοῦ ἀγαθοῦ καὶπιστοῦ οἰκέτου δεκαπλασιασθῆναι διὰ τῆς ἐργασίας, ἵνα οὕτως εἰσέλθῃ εἰς τὴν χαρὰν τοῦ κυρίου αὐτοῦ ἐν ὀλίγοις πιστὸς εὑρεθεὶς καὶ ἐπὶ πολλῶν καθιστάμενος. εἰ τοίνυν διὰ τῶν ἓξ τούτων ἐντολῶν ἡ τῆς βασιλείας γίνεται τῇ ψυχῇ κοινωνία, τὸ δὲ τέλειον τῆς ἐργασίας ἐφ' ἑκάστης ἐστὶ τὸ δεκαπλασιάσαι τὴν ἐντολήν, καθὼς ἔφη ὁ ἀγαθὸς δοῦλος ἐκεῖνος ὅτι Δέκα τάλαντα τὸ ἕν σου τάλαντον κατειργάσατο, εὑρίσκομεν ἐκ τοῦ ἀκολούθου τὴν μίαν βασίλισσαν εἰς ἑξήκοντα πλατυνομένην, τὴν διὰ τοῦ δεκαπλασιασμοῦ τῶν ἓξ ἐντολῶν εἰς κοινωνίαν τῆς βασιλείας παραδεχθεῖσαν, ὡς πολλὰς εἶναι τὴν μίαν τῷ πολυτρόπῳ χαρακτῆρι τῶν ἐντολῶν ἐμμερισθεῖσαν καὶ ἑκάστῳ τῶν κατορθωμάτων ἰδιαζόντως ἐμμορφωθεῖσαν. οὕτως οὖν εἰς ἑξήκοντα βασιλίδας ἡ μία καταμερίζεται πρὸς τὰ εἴδη τῶν ἐντολῶν διαιρουμένη τε καὶ ἀριθμουμένη καὶ γίνεται κοινωνὸς τῆς τοῦ Χριστοῦ βασιλείας ἡ νύμφη, δῆμος βασιλίδων ἡ μία γεγενημένη ἡ διὰ τῶν τοσούτων, τῶν κατὰ τὰς ἐντολὰς ἀξιωμάτων, ἀριθμηθεῖσα. Εἰ δὲ τὴν ἑξάδα τῶν ἐντολῶν ἐν μιᾷ κατὰ τὸ δεκαπλάσιον γεωργηθεῖσαν ψυχῇ διὰ τῶν ἑξήκοντα βασιλίδων σημαίνεσθαιδι' αἰνίγματος οὐκ ἔξω τοῦ εἰκότος ὑπενοήσαμεν, ἀκολούθως καὶ διὰ τῶν ὀγδοήκοντα τὸ τῆς ὀγδόης μυστήριον παραδη λοῦσθαί φαμεν διὰ τοῦ ὁμοίου αἰνίγματος, πρὸς ἣν βλέποντες οἱ τῷ φόβῳ παιδαγωγούμενοι τῆς τῶν κακῶν κοινωνίας ἀπείργονται· οὕτω γὰρ ἐν ταῖς ψαλμῳδίαις ἐμάθομεν, ἐν αἷς προτέτακται μὲν διὰ τῆς ἐπιγραφῆς ἡ ὀγδόη, μαστιγου μένων δὲ ἄντικρύς εἰσιν αἱ φωναὶ τῷ φόβῳ τῶν ἐλπιζομένων εἰς ἔλεον τὴν ἀκοὴν ἐπικάμπτουσαι. φησὶ γὰρ πρὸς τὸν φοβερὸν κριτὴν ὁ πρὸς τὴν ὀγδόην βλέπων· Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ὅσα ἐκ τοῦ ἀκολούθου τῷ ἀδεκάστῳ κριτῇ διὰ τῆς ἱκετηρίας προτείνεται, ἐν οἷς καὶ τὸ μὴ εἶναι θεοῦ μνήμην ἐν τῷ θανάτῳ ὀδύρεται (πῶς γὰρ ἂν εἴη δυνατὸν τοῖς κλαυθμῷ τε καὶ βρυγμῷ καταδεδικα σμένοις τὴν ἐκ τῆς μνήμης τοῦ θεοῦ εὐφροσύνην ἐγγίνεσθαι οὕτως εἰπόντος ἑτέρωθι τοῦ προφήτου ὅτι ἡ μνήμη τοῦ θεοῦ εὐφροσύνην ποιεῖ;), καὶ ἄλλα τοιαῦτά τινα προτεινάμενος ὁ δεδοικὼς τὴν ὀγδόην ἐν αἰσθήσει τῆς τοῦ ἐλέου γίνεται μετουσίας λέγων ὅτι Εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. πολλῶν δὲ μακαρίων φόβων ὑπὸ τῆς ἁγίας δηλουμένων γραφῆς εἴη ἂν καὶ ἐπὶ τούτων ἀναλόγως ταῖςἓξ ἐντολαῖς ἡ ἐπὶ τὸ δεκαπλάσιον αὔξησις, ὥστε τὸν διδαχθέντα παρὰ τῆς ψαλμῳδίας, πῶς κατορθοῦται τοῦ κυρίου ὁ φόβος ἐκ τοῦ ἐκκλῖναι μὲν ἀπὸ τοῦ κακοῦ ποιεῖν δὲ τὸ ἀγαθόν, οἷόν τινα μνᾶν ἢ τάλαντον δεκαπλασιάσαι διὰ τῆς ἐργασίας τὸ χρῆμα τοῦ φόβου καὶ οὕτω τὴν δευτε ρεύουσαν μετὰ τὴν βασιλίδα ψυχήν, ἣ φόβῳ καὶ οὐκ ἀγάπῃ τὸ καλὸν κατεργάζεται, πρὸς τὸν ἀριθμὸν τῶν ὀγδοήκοντα πλατυνθῆναι ἕκαστον εἶδος τῶν διὰ φόβου κατορθουμένων ἐπὶ τοῦ βίου ἑαυτῆς ἀσυγχύτως τε καὶ διακεκριμένως δεικνύουσαν, ὡς καὶ ἐπὶ ταύτης τὸν τῆς ὀγδόης λόγον τῇ πρὸς τὸ δεκαπλάσιον αὐξήσει συμπλατυνθῆναι καὶ οὕτω γενέσθαι ἐν φόβῳ δουλικῷ καὶ οὐχὶ ἔρωτι νυμφικῷ τῷ ἀγαθῷ προσεγγίζουσαν παλλακὴν ἀντὶ τῆς βασιλίδος διὰ τὸν τῆς ὀγδόης φόβον, ὃν δεκαπλασίως ἐν τοῖς κατορθώμασιν ηὔξησεν, εἰς τὸν ἀριθμὸν συντελοῦσαν τῶν ὀγδοήκοντα. ἣν κελεύει καὶ ὁ τῆς ἱστορίας λόγος νόθῳ πρὸς καιρὸν καὶ οὐκ εὐγενεῖ τόκῳ ὑπηρετήσασαν μὴ συνοικεῖν εἰς τέλος τῇ βασιλίδι, ὡς οὐκ οὔσης ἐκ τοῦ ἴσου τῆς βασιλικῆς κληρονομίας τῇ δουλικῇ γονῇ πρὸς τὸν ἐλεύθερον τόκον· Ἔκβαλε γάρ, φησί, τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονο μήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. εἰ δέ τινι βιαιοτέρα φαίνεται ἡ εἰς τὸν προκείμενον τοῖςῥητοῖς ἀριθμὸν θεωρία, ἀναμνησθήτω ὅτι καὶ κατ' ἀρχὰς τὸ μὴ δύνασθαι τυχεῖν τῆς ἐν τούτοις ἀληθείας ἐμαρτυράμεθα τοσοῦτον μόνον ἁψάμενοι ὅσον μὴ ἀγύμναστα καθόλου παραδραμεῖν τὰ αἰνίγματα. Πλὴν εἰ ἔξω βάλοι τελείως ἡ ἀγάπη τὸν φόβον κατὰ τὸ γεγραμμένον καὶ μεταποιηθεὶς ὁ φόβος ἀγάπη γένοιτο, τότε εὑρίσκεται μονὰς τὸ σῳζόμενον ἐν τῇ πρὸς τὸ μόνον ἀγαθὸν συμφυΐᾳ πάντων ἀλλήλοις ἑνωθέντων διὰ τῆς κατὰ τὴν περιστερὰν τελειότητος. τοιοῦτον γάρ τι νοοῦμεν ἐκ τοῦ ἐφεξῆς λόγου ὅς φησιν ὅτι Μία ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. ὅπερ ἐν τῷ εὐαγγελίῳ διὰ τῆς τοῦ κυρίου φωνῆς σαφέστερον ἡμῖν ἑρμηνεύεται· πᾶσαν γὰρ τοῖς μαθηταῖς ἑαυτοῦ ἐναποτιθέμενος διὰ τῆς εὐλογίας δύναμιν τά τε ἄλλα διὰ τῶν πρὸς τὸν πατέρα λόγων ἀγαθὰ τοῖς ἁγίοις χαρίζεται καὶ προστίθησι τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ μηκέτι αὐτοὺς ἐν διαφορᾷ τινι προαιρέσεων ἐν τῇ περὶ τοῦ καλοῦ κρίσει πολλαχῇ διασχίζεσθαι, ἀλλ' ἓν γενέσθαι τοὺς πάντας τῷ ἑνὶ καὶ μόνῳ ἀγαθῷ συμφυέντας, ὥστε διὰ τῆς τοῦ πνεύματος τοῦ ἁγίου ἑνότητος, καθώς φησιν ὁ ἀπόστολος, τῷ συνδέσμῳ τῆς εἰρήνης διασφιγχθένταςἓν σῶμα γενέσθαι τοὺς πάντας καὶ ἓν πνεῦμα διὰ μιᾶς ἐλπίδος εἰς ἣν ἐκλήθησαν. βέλτιον δ' ἂν εἴη αὐτὰς ἐπὶ λέξεως παραθέσθαι τὰς θείας τοῦ εὐαγγελίου φωνάς· Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. τὸ δὲ συνδετικὸν τῆς ἑνότητος ταύτης ἡ δόξα ἐστίν· δόξαν δὲ λέγεσθαι τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἄν τις τῶν ἐπεσκεμμένων ἀντείποι πρὸς αὐτὰς βλέπων τὰς τοῦ κυρίου φωνάς· Τὴν δόξαν γάρ, φησίν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς. ἔδωκε γὰρ ὡς ἀληθῶς τοῖς μαθηταῖς τοιαύτην δόξαν ὁ εἰπὼν πρὸς αὐτούς· Λάβετε πνεῦμα ἅγιον. ἔλαβε δὲ ταύτην τὴν δόξαν ἣν πάντοτε εἶχε πρὸ τοῦ τὸν κόσμον εἶναι ὁ τὴν ἀνθρωπίνην φύσιν περιβαλόμενος, ἧς δοξασθείσης διὰ τοῦ πνεύματος ἐπὶ πᾶν τὸ συγγενὲς ἡ τῆς δόξης τοῦ πνεύματος διάδοσις γίνεται ἀπὸ τῶν μαθητῶν ἀρξαμένη. διὰ τοῦτό φησι· Τὴν δόξαν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἕν. ὁ τοίνυν ἐκ μὲν νηπίου πρὸς ἄνδρα τέλειον ἀναδραμὼν διὰ τῆς αὐξήσεως καὶ φθάσας εἰς τὸ μέτρον τῆς νοητῆς ἡλικίας, ἐκ δὲ τῆς δούλης τε καὶ τῆς παλλακίδος τὴν τῆς βασιλείας ἀξίαν μεταλαβών, δεκτικὸς δὲ τῆς τοῦ πνεύματος δόξης γενόμενοςδι' ἀπαθείας καὶ καθαρότητος, οὗτός ἐστιν ἡ τελεία περιστερὰ πρὸς ἣν ὁ νυμφίος ὁρᾷ λέγων ὅτι Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. τίς οὖν ἡμῖν ἀποκυλίσει τῆς ἀσαφείας ταύτης τὸν λίθον; τίς ἐξαντλήσει τῶν νοημάτων τὸ ὕδωρ οὕτως ἐν βάθει κείμενον, ὡς ἀνέφικτον εἶναι τῷ ἡμετέρῳ λόγῳ; ἀλλά μοι καλῶς ἔχειν δοκεῖ τοῦτο ταῖς ἀκοαῖς ὑμῶν διαμαρτύρασθαι ὅτι τὸ ταῦτα γνῶναι μόνων ἐκείνων ἐστὶν πρὸς οὕς φησιν ὁ ἀπόστολος ὅτι Ἐν παντὶ ἐπλουτίσθητε, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. ἡ δὲ ἡμετέρα πενία τῶν προκειμένων τοῦ λόγου θησαυρῶν περιδράξασθαι ἀδυνάτως ἔχει. πλὴν ὡς ἂν τοῦ τῆς ἀργίας κατακρίματος ἔξω γενοίμεθα, διὰ τὸν ἐρευνᾶν τὰς γραφὰς ἡμῖν νομοθετήσαντα μικρόν τινα καὶ τούτοις ἱδρῶτα προσθεῖναι οὐ κατοκνήσομεν. φαμὲν τοίνυν δόγμα τι τῶν ἀστειοτέρων τὴν ἐν τοῖς ῥητοῖς τούτοις φιλοσοφίαν διὰ τῶν ἐπαίνων τῆς νύμφης ἡμῖν παρατίθεσθαι. τὸ δὲ δόγμα τοιοῦτόν ἐστιν· οὐ μετὰ τῆς αὐτῆς ἀκολουθίας καὶ τάξεως κτίζεται τὰ ὄντα καὶ ἀνακτίζεται· ὅτε μὲν γὰρ κατ' ἀρχὰς διὰ τῆς θείας δυνάμεως ἡ τῆς κτίσεως ὑφίσταται φύσις, ἐφ' ἑκάστου τῶν ὄντωνἀδιαστάτως τῇ ἀρχῇ συναπηρτίσθη τὸ πέρας πᾶσι τοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγομένοις ὁμοῦ τῇ ἀρχῇ συνανασχούσης τῆς τελειότητος. ἓν δὲ τῶν κτισθέντων καὶ ἡ ἀνθρωπίνη φύσις ἐστίν, οὐδὲ αὐτὴ καθ' ὁμοιότητα τῶν ἄλλων ἐκ προαγωγῆς προελθοῦσα ἐπὶ τὸ τέλειον, ἀλλ' ἀπὸ τῆς πρώτης ὑπάρξεως συμπλασθεῖσα τῇ τελειότητι· ἐγένετο γὰρ ὁ ἄνθρωπος, φησί, κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν. ὅπερ ἐνδείκνυται τὸ τῶν ἀγαθῶν ἀκρότατόν τε καὶ τελειότατον. τί γὰρ ἂν ὑπέρτερον εὑρεθείη τῆς πρὸς τὸν θεὸν ὁμοιώσεως; ἐπὶ μὲν οὖν τῆς πρώτης κτίσεως ἀδιαστάτως τῇ ἀρχῇ συνανεφάνη τὸ πέρας καὶ ἀπὸ τῆς τελειότητος ἡ φύσις τοῦ εἶναι ἤρξατο. ἐπειδὴ δὲ τῷ θανάτῳ διὰ τῆς πρὸς τὴν κακίαν σχέσεως οἰκειωθεῖσα τῆς ἐν τῷ ἀγαθῷ διαμονῆς ἀπερρύη, οὐκ ἀθρόαν καθ' ὁμοιότητα τῆς πρώτης συστάσεως ἐπαναλαμβάνει τὴν τελειότητα, ἀλλ' ὁδῷ τινι πρόεισιν ἐπὶ τὸ μεῖζον διά τινος ἀκολουθίας καὶ τάξεως κατ' ὀλίγον ἀποσκευαζομένη τὴν πρὸς τὰ ἐναντία προσπάθειαν· ἐπὶ μὲν γὰρ τῆς πρώτης κατασκευῆς οὐδὲν ἦν τὸ κωλῦον συνδραμεῖν τῇ γενέσει τὸ τῆς φύσεως τέλειον κακίας οὐκ οὔσης, ἐπὶ δὲ τῆς δευτέρας ἀναστοιχειώσεως ἀναγκαίως ἡ διαστηματικὴ παράτασις συμπαρομαρτεῖ τοῖς πρὸς τὸ πρῶτον ἀγαθὸνἀνατρέχουσιν. διότι τῇ ὑλικῇ προσπαθείᾳ συνδεθεῖσα διὰ κακίας ἡμῶν ἡ διάνοια κατ' ὀλίγον ὥσπερ φλοιοῦ τινος τοῦ περιέχοντος διὰ τῆς ἀστειοτέρας ἀγωγῆς περιξύεται τὴν συμφυΐαν τοῦ χείρονος. τούτου χάριν πολλὰς εἶναι παρὰ τῷ πατρὶ μονὰς μεμαθήκαμεν κατὰ τὴν ἀναλογίαν τῆς ἐν ἑκάστῳ πρὸς τὸ καλὸν σχέσεως καὶ τῆς τοῦ χείρονος ἀποστάσεως, ἑτοιμαζομένης πᾶσι τῆς ἀντιδόσεως· ὁ μὲν γάρ τις ἐν ἀρχῇ τῆς τοῦ βελτίονός ἐστι κληρώσεως ἄρτι καθάπερ ἐκ βυθοῦ τινος τοῦ κατὰ κακίαν βίου πρὸς τὴν μετουσίαν τῆς ἀληθείας ἀνανηξάμενος, τῷ δέ τις γέγονεν ἤδη δι' ἐπιμελείας καὶ προσθήκη τοῦ κρείττονος, ἄλλος ἐπὶ πλεῖον διὰ τῆς ἐπιθυμίας τῶν ἀγαθῶν ἐπηυξήθη, ὁ δὲ μέσως ἔχει τῆς τῶν ὑψηλῶν ἀναβάσεως, ἕτερος καὶ τὸ μέσον παρέδραμεν, εἰσὶ δέ τινες οἱ καὶ τούτων ἑαυτοὺς ὑπεράραντες, ἄλλοι κἀκείνους παρήλασαν καὶ ὑπὲρ τούτους ἕτεροι πρὸς τὸν ἄνω δρόμον συντείνονται. καὶ ὅλως κατὰ τὴν ποικίλην τῶν προαιρέσεων διαφορὰν ἕκαστον ὁ θεὸς ἐν τῷ ἰδίῳ προσδέχεται τάγματι τὰ πρὸς ἀξίαν ἀποκληρῶντοῖς πᾶσι, καὶ συνάγων τοῖς ὑψηλοτέροις τὰς τῶν ἀγαθῶν ἀμοιβὰς καὶ συμμετρῶν τοῖς ἐλάττοσιν. ταῦτα διὰ τῶν προκειμένων ῥητῶν φιλοσοφεῖν τὸν λόγον ὑπενοήσαμεν τὴν διαφορὰν τῶν ψυχῶν, αἳ πρὸς τὸν νυμφίον ὁρῶσιν, ἐν τοῖς εἰρημένοις ἡμῖν διαστείλαντα· τὰς μὲν γὰρ ὀνομάζει νεάνιδας τὴν τοῦ ἀριθμοῦ φύσιν διὰ τοῦ πλήθους νικώσας, ἄλλας δὲ παλλακίδας καὶ ἄλλας βασιλίδας εἶναί φησιν, ὀκτὼ δεκάσι τῶν παλλακίδων τὸν ἀριθμὸν περιγράψας, τὰς δὲ βασιλίδας συντελεῖν εἰπὼν εἰς ἑξήκοντα, ὑπερτίθησι δὲ πασῶν τὴν ἐν τῇ μονάδι θεωρουμένην τελείαν περιστεράν, ἣν καὶ μόνην τῇ μητρὶ καὶ ἐκλεκτὴν εἶναι τῇ τεκούσῃ αὐτὴν ἀποφαίνεται. ταῦτα οὖν διὰ τῶν θείων τούτων λογίων νοεῖν ἐναγόμεθα ὅτι οἱ μὲν ἄρτι καθάπερ νηδύος τινὸς τῆς ἐν βάθει κειμένης ἀπάτης ἔξω γενόμενοι, ἀρτιγενεῖς τινες ὄντες καὶ οὔπω διηρθρωμένον ἐν ἑαυτοῖς τὸν λόγον χωρήσαντες τῇ ἀλογωτέρᾳ συγκαταθέσει τῆς πίστεως ἐν ἀπείρῳ θεωροῦνται πλήθει, σωτήριον μὲν εἶναι πεπιστευκότες τοῦ μυστηρίου τὸν λόγον, οὐ μὴν ἐν ἐπιστήμῃ τινὶ καὶ τῇ διὰ τοῦ λόγου πληροφορίᾳ καθιδρυμένην ἔχοντες ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. αὗταί εἰσιν αἱ ὀνομασθεῖσαι νεάνιδες διὰ τὸ ἔτι νέαν ἄγειν τὴν πνευματικὴν ἡλικίαν, αἳ γεννηθεῖσαι τῷ λόγῳ τῆς πίστεως οὐδέπω διὰ τῆς καθηκούσης αὐξήσεως τοιαῦται γεγόνασιν ὡς ἐπὶ γάμου ἀκμὴν προελθεῖν καὶ φθάσαι εἰς ἄνδρα τέλειον, εἰς μέτρον γαμικῆς ἡλικίας, ὥστε τῷ φόβῳτοῦ κυρίου δύνασθαι κυοφορῆσαι καὶ πνεῦμα σωτηρίας παιδοποιήσασθαι, ἀλλ' ἔτι τῷ νηπίῳ τε καὶ ἀτελεῖ τῆς διανοίας ἀλογωτέρᾳ πως συζῶσι τῇ διαθέσει. πλὴν ἀλλὰ καὶ οὗτοι τῶν σῳζομένων εἰσί, καθώς φησιν ὁ προφήτης ὅτι Ἀνθρώπους καὶ κτήνη σώσεις, κύριε, κτήνη λέγων τὸ ἀλογώτερον μέρος τῶν σῳζομένων. Τῶν δὲ διὰ τῆς καθηκούσης ἐπιμελείας αὐξηθέντων τῇ διανοίᾳ καὶ καταλελοιπότων ἤδη τὴν νηπιότητα διπλῆν ὑπὸ τοῦ λόγου τὴν διαφορὰν διδασκόμεθα· γίνονται μὲν γὰρ αἱ ψυχαὶ σύσσωμοι τῷ λόγῳ καὶ αὗται κἀκεῖναι, ἀλλ' αἱ μὲν ἐρωτικῇ τινι διαθέσει προσκολλῶνται (οἵα ἦν ἡ τοῦ Δαβὶδ καὶ ἡ τοῦ Παύλου ψυχή, ἡ μὲν λέγουσα τὸ Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν, ἡ δὲ τὸ Οὐδεὶς χωρίσει ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ· οὐ ζωή, οὐ θάνατος, οὐ τὸ παρόν, οὐ τὸ μέλλον, οὐκ ἄλλο τι τῶν ὄντων οὐδέν), αἱ δὲ φόβῳ κολάσεως τὰς μοιχικὰς ἀποφεύγουσι πείρας· μένουσι γὰρ ἐν ἀφθαρσίᾳ καὶ ἁγιασμῷ καὶ αὗται, ἀλλὰ τῷ φόβῳ μᾶλλον ἢ τῷ πόθῳ μόνῳ παιδαγωγούμεναι τὸ κακὸν οὐ προσδέχονται. αἱ μὲν οὖνδιὰ τῆς τελειοτέρας διαθέσεως πόθῳ τῆς ἀφθαρσίας ἀνακραθεῖσαι τῇ τοῦ θεοῦ καθαρότητι βασίλισσαι διὰ τὴν κοινωνίαν τῆς βασιλείας κατονομάζονται, τὰς δὲ τῷ τῆς ἀπειλῆς φόβῳ τὴν ἀρετὴν ἐκπονούσας παλλακίδας ὀνομάζει ὁ λόγος· οὔπω γάρ τις αὐτῶν μήτηρ βασιλέως καὶ κοινωνὸς τῆς ἀξίας γενέσθαι δυνατῶς ἔχει. πῶς γὰρ ἂν δυνηθείη ἡ μηδέπω ἀναλαβοῦσα ἐν ἑαυτῇ τὸ ἀδέσποτον καὶ αὐτοκρατὲς τοῦ ἐναρέτου φρονήματος, ἀλλὰ δουλικῷ φόβῳ τῆς τῶν κακῶν κοινωνίας ἀφισταμένη; ὑποδείγματα δὲ τῶν εἰρημένων ἐστὶν ἐπὶ μὲν τῶν βασιλίδων τὸ κατὰ τοὺς τῆς δεξιᾶς στάσεως ἠξιωμένους, πρὸς οὓς ὁ βασιλεὺς λέγει· Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· τοῦ δὲ δευτέρου καὶ ὑφειμένου τάγματος εἶεν ἂν ἐκεῖνοι, πρὸς οὓς λέγει ὁ κύριος· Φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν τοῦ πυρός. ταύτην δέ μοι δοκεῖ τὴν διαστολὴν τῶν δύο ταγμάτων ἡ κατὰ τοὺς ἀριθμοὺς διαφορὰ παραδηλοῦν δι' αἰνίγματος. πῶς τοῦτό φημι; ἕξ εἰσιν ἐντολαὶ δι' ὧν ἡ βασιλεία τοῖς δεξιοῖς ἑτοιμάζεται. λογισώμεθα τούτων ἑκάστην τὸ δεσποτικὸν εἶναι τάλαντον, ὃ προσήκει παρὰ τοῦ ἀγαθοῦ καὶπιστοῦ οἰκέτου δεκαπλασιασθῆναι διὰ τῆς ἐργασίας, ἵνα οὕτως εἰσέλθῃ εἰς τὴν χαρὰν τοῦ κυρίου αὐτοῦ ἐν ὀλίγοις πιστὸς εὑρεθεὶς καὶ ἐπὶ πολλῶν καθιστάμενος. εἰ τοίνυν διὰ τῶν ἓξ τούτων ἐντολῶν ἡ τῆς βασιλείας γίνεται τῇ ψυχῇ κοινωνία, τὸ δὲ τέλειον τῆς ἐργασίας ἐφ' ἑκάστης ἐστὶ τὸ δεκαπλασιάσαι τὴν ἐντολήν, καθὼς ἔφη ὁ ἀγαθὸς δοῦλος ἐκεῖνος ὅτι Δέκα τάλαντα τὸ ἕν σου τάλαντον κατειργάσατο, εὑρίσκομεν ἐκ τοῦ ἀκολούθου τὴν μίαν βασίλισσαν εἰς ἑξήκοντα πλατυνομένην, τὴν διὰ τοῦ δεκαπλασιασμοῦ τῶν ἓξ ἐντολῶν εἰς κοινωνίαν τῆς βασιλείας παραδεχθεῖσαν, ὡς πολλὰς εἶναι τὴν μίαν τῷ πολυτρόπῳ χαρακτῆρι τῶν ἐντολῶν ἐμμερισθεῖσαν καὶ ἑκάστῳ τῶν κατορθωμάτων ἰδιαζόντως ἐμμορφωθεῖσαν. οὕτως οὖν εἰς ἑξήκοντα βασιλίδας ἡ μία καταμερίζεται πρὸς τὰ εἴδη τῶν ἐντολῶν διαιρουμένη τε καὶ ἀριθμουμένη καὶ γίνεται κοινωνὸς τῆς τοῦ Χριστοῦ βασιλείας ἡ νύμφη, δῆμος βασιλίδων ἡ μία γεγενημένη ἡ διὰ τῶν τοσούτων, τῶν κατὰ τὰς ἐντολὰς ἀξιωμάτων, ἀριθμηθεῖσα. Εἰ δὲ τὴν ἑξάδα τῶν ἐντολῶν ἐν μιᾷ κατὰ τὸ δεκαπλάσιον γεωργηθεῖσαν ψυχῇ διὰ τῶν ἑξήκοντα βασιλίδων σημαίνεσθαιδι' αἰνίγματος οὐκ ἔξω τοῦ εἰκότος ὑπενοήσαμεν, ἀκολούθως καὶ διὰ τῶν ὀγδοήκοντα τὸ τῆς ὀγδόης μυστήριον παραδηλοῦσθαί φαμεν διὰ τοῦ ὁμοίου αἰνίγματος, πρὸς ἣν βλέποντες οἱ τῷ φόβῳ παιδαγωγούμενοι τῆς τῶν κακῶν κοινωνίας ἀπείργονται· οὕτω γὰρ ἐν ταῖς ψαλμῳδίαις ἐμάθομεν, ἐν αἷς προτέτακται μὲν διὰ τῆς ἐπιγραφῆς ἡ ὀγδόη, μαστιγουμένων δὲ ἄντικρύς εἰσιν αἱ φωναὶ τῷ φόβῳ τῶν ἐλπιζομένων εἰς ἔλεον τὴν ἀκοὴν ἐπικάμπτουσαι. φησὶ γὰρ πρὸς τὸν φοβερὸν κριτὴν ὁ πρὸς τὴν ὀγδόην βλέπων· Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ὅσα ἐκ τοῦ ἀκολούθου τῷ ἀδεκάστῳ κριτῇ διὰ τῆς ἱκετηρίας προτείνεται, ἐν οἷς καὶ τὸ μὴ εἶναι θεοῦ μνήμην ἐν τῷ θανάτῳ ὀδύρεται (πῶς γὰρ ἂν εἴη δυνατὸν τοῖς κλαυθμῷ τε καὶ βρυγμῷ καταδεδικασμένοις τὴν ἐκ τῆς μνήμης τοῦ θεοῦ εὐφροσύνην ἐγγίνεσθαι οὕτως εἰπόντος ἑτέρωθι τοῦ προφήτου ὅτι ἡ μνήμη τοῦ θεοῦ εὐφροσύνην ποιεῖ;), καὶ ἄλλα τοιαῦτά τινα προτεινάμενος ὁ δεδοικὼς τὴν ὀγδόην ἐν αἰσθήσει τῆς τοῦ ἐλέου γίνεται μετουσίας λέγων ὅτι Εἰσήκουσε κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. πολλῶν δὲ μακαρίων φόβων ὑπὸ τῆς ἁγίας δηλουμένων γραφῆς εἴη ἂν καὶ ἐπὶ τούτων ἀναλόγως ταῖςἓξ ἐντολαῖς ἡ ἐπὶ τὸ δεκαπλάσιον αὔξησις, ὥστε τὸν διδαχθέντα παρὰ τῆς ψαλμῳδίας, πῶς κατορθοῦται τοῦ κυρίου ὁ φόβος ἐκ τοῦ ἐκκλῖναι μὲν ἀπὸ τοῦ κακοῦ ποιεῖν δὲ τὸ ἀγαθόν, οἷόν τινα μνᾶν ἢ τάλαντον δεκαπλασιάσαι διὰ τῆς ἐργασίας τὸ χρῆμα τοῦ φόβου καὶ οὕτω τὴν δευτερεύουσαν μετὰ τὴν βασιλίδα ψυχήν, ἣ φόβῳ καὶ οὐκ ἀγάπῃ τὸ καλὸν κατεργάζεται, πρὸς τὸν ἀριθμὸν τῶν ὀγδοήκοντα πλατυνθῆναι ἕκαστον εἶδος τῶν διὰ φόβου κατορθουμένων ἐπὶ τοῦ βίου ἑαυτῆς ἀσυγχύτως τε καὶ διακεκριμένως δεικνύουσαν, ὡς καὶ ἐπὶ ταύτης τὸν τῆς ὀγδόης λόγον τῇ πρὸς τὸ δεκαπλάσιον αὐξήσει συμπλατυνθῆναι καὶ οὕτω γενέσθαι ἐν φόβῳ δουλικῷ καὶ οὐχὶ ἔρωτι νυμφικῷ τῷ ἀγαθῷ προσεγγίζουσαν παλλακὴν ἀντὶ τῆς βασιλίδος διὰ τὸν τῆς ὀγδόης φόβον, ὃν δεκαπλασίως ἐν τοῖς κατορθώμασιν ηὔξησεν, εἰς τὸν ἀριθμὸν συντελοῦσαν τῶν ὀγδοήκοντα. ἣν κελεύει καὶ ὁ τῆς ἱστορίας λόγος νόθῳ πρὸς καιρὸν καὶ οὐκ εὐγενεῖ τόκῳ ὑπηρετήσασαν μὴ συνοικεῖν εἰς τέλος τῇ βασιλίδι, ὡς οὐκ οὔσης ἐκ τοῦ ἴσου τῆς βασιλικῆς κληρονομίας τῇ δουλικῇ γονῇ πρὸς τὸν ἐλεύθερον τόκον· Ἔκβαλε γάρ, φησί, τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας. εἰ δέ τινι βιαιοτέρα φαίνεται ἡ εἰς τὸν προκείμενον τοῖςῥητοῖς ἀριθμὸν θεωρία, ἀναμνησθήτω ὅτι καὶ κατ' ἀρχὰς τὸ μὴ δύνασθαι τυχεῖν τῆς ἐν τούτοις ἀληθείας ἐμαρτυράμεθα τοσοῦτον μόνον ἁψάμενοι ὅσον μὴ ἀγύμναστα καθόλου παραδραμεῖν τὰ αἰνίγματα. Πλὴν εἰ ἔξω βάλοι τελείως ἡ ἀγάπη τὸν φόβον κατὰ τὸ γεγραμμένον καὶ μεταποιηθεὶς ὁ φόβος ἀγάπη γένοιτο, τότε εὑρίσκεται μονὰς τὸ σῳζόμενον ἐν τῇ πρὸς τὸ μόνον ἀγαθὸν συμφυΐᾳ πάντων ἀλλήλοις ἑνωθέντων διὰ τῆς κατὰ τὴν περιστερὰν τελειότητος. τοιοῦτον γάρ τι νοοῦμεν ἐκ τοῦ ἐφεξῆς λόγου ὅς φησιν ὅτι Μία ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. ὅπερ ἐν τῷ εὐαγγελίῳ διὰ τῆς τοῦ κυρίου φωνῆς σαφέστερον ἡμῖν ἑρμηνεύεται· πᾶσαν γὰρ τοῖς μαθηταῖς ἑαυτοῦ ἐναποτιθέμενος διὰ τῆς εὐλογίας δύναμιν τά τε ἄλλα διὰ τῶν πρὸς τὸν πατέρα λόγων ἀγαθὰ τοῖς ἁγίοις χαρίζεται καὶ προστίθησι τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ μηκέτι αὐτοὺς ἐν διαφορᾷ τινι προαιρέσεων ἐν τῇ περὶ τοῦ καλοῦ κρίσει πολλαχῇ διασχίζεσθαι, ἀλλ' ἓν γενέσθαι τοὺς πάντας τῷ ἑνὶ καὶ μόνῳ ἀγαθῷ συμφυέντας, ὥστε διὰ τῆς τοῦ πνεύματος τοῦ ἁγίου ἑνότητος, καθώς φησιν ὁ ἀπόστολος, τῷ συνδέσμῳ τῆς εἰρήνης διασφιγχθένταςἓν σῶμα γενέσθαι τοὺς πάντας καὶ ἓν πνεῦμα διὰ μιᾶς ἐλπίδος εἰς ἣν ἐκλήθησαν. βέλτιον δ' ἂν εἴη αὐτὰς ἐπὶ λέξεως παραθέσθαι τὰς θείας τοῦ εὐαγγελίου φωνάς· Ἵνα πάντες ἓν ὦσι καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν. τὸ δὲ συνδετικὸν τῆς ἑνότητος ταύτης ἡ δόξα ἐστίν· δόξαν δὲ λέγεσθαι τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἄν τις τῶν ἐπεσκεμμένων ἀντείποι πρὸς αὐτὰς βλέπων τὰς τοῦ κυρίου φωνάς· Τὴν δόξαν γάρ, φησίν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς. ἔδωκε γὰρ ὡς ἀληθῶς τοῖς μαθηταῖς τοιαύτην δόξαν ὁ εἰπὼν πρὸς αὐτούς· Λάβετε πνεῦμα ἅγιον. ἔλαβε δὲ ταύτην τὴν δόξαν ἣν πάντοτε εἶχε πρὸ τοῦ τὸν κόσμον εἶναι ὁ τὴν ἀνθρωπίνην φύσιν περιβαλόμενος, ἧς δοξασθείσης διὰ τοῦ πνεύματος ἐπὶ πᾶν τὸ συγγενὲς ἡ τῆς δόξης τοῦ πνεύματος διάδοσις γίνεται ἀπὸ τῶν μαθητῶν ἀρξαμένη. διὰ τοῦτό φησι· Τὴν δόξαν, ἣν ἔδωκάς μοι, ἔδωκα αὐτοῖς, ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσι τετελειωμένοι εἰς τὸ ἕν. ὁ τοίνυν ἐκ μὲν νηπίου πρὸς ἄνδρα τέλειον ἀναδραμὼν διὰ τῆς αὐξήσεως καὶ φθάσας εἰς τὸ μέτρον τῆς νοητῆς ἡλικίας, ἐκ δὲ τῆς δούλης τε καὶ τῆς παλλακίδος τὴν τῆς βασιλείας ἀξίαν μεταλαβών, δεκτικὸς δὲ τῆς τοῦ πνεύματος δόξης γενόμενοςδι' ἀπαθείας καὶ καθαρότητος, οὗτός ἐστιν ἡ τελεία περιστερὰ πρὸς ἣν ὁ νυμφίος ὁρᾷ λέγων ὅτι Μία ἐστὶ περιστερά μου, τελεία μου, μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτή ἐστι τῇ τεκούσῃ αὐτήν. οὐκ ἀγνοοῦμεν δὲ πάντως τὴν μητέρα τῆς περιστερᾶς ἐκ τοῦ καρποῦ τὸ δένδρον γνωρίσαντες· ὡς γὰρ ἄνθρωπον θεασάμενοι ἐξ ἀνθρώπου αὐτὸν εἶναι οὐκ ἀμφιβάλλομεν, οὕτω καὶ τῆς ἐκλεκτῆς περιστερᾶς τὴν μητέρα ζητοῦντες οὐκ ἄλλην τινὰ ἐκείνην ἢ περιστερὰν ἐννοήσομεν· τῷ γὰρ τέκνῳ πάντως ἡ τοῦ γεγεννηκότος ἐπιθεωρεῖται φύσις. ἐπεὶ οὖν τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι, περιστερὰ δὲ τὸ τέκνον, περιστερὰ πάντως καὶ ἡ τοῦ τέκνου μήτηρ ἐστίν, ἡ ἐπὶ τὸν Ἰορδάνην ἐξ οὐρανῶν καταπτᾶσα, καθὼς Ἰωάννης μαρτύρεται. ταύτην μακαρίζουσι νεάνιδες, ταύτην αἰνοῦσι παλλακαὶ καὶ βασίλισσαι· κοινὸς γὰρ ἐκ παντὸς τάγματος πρόκειται πάσαις ταῖς ψυχαῖς δρόμος πρὸς τὴν τοιαύτην μακαριότητα. διό φησιν· Εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν· βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν. φύσις δὲ πᾶσίν ἐστι πρὸς τὸ μακάριόν τε καὶ ἐπαινούμενον τῇ ἐπιθυμίᾳ συντείνεσθαι. ὥστε εἰ μακαρίζουσι τὴν περιστερὰν αἱ θυγατέρες, ἐπιθυμοῦσιπάντως γενέσθαι περιστεραὶ καὶ αὐταί. καὶ τὸ αἰνεῖσθαι τὴν περιστερὰν παρὰ τῶν παλλακῶν τε καὶ βασιλίδων τεκμήριόν ἐστι τοῦ καὶ ταύτας πρὸς τὸ ἐπαινούμενον τὴν σπουδὴν ἔχειν, ἕως ἂν πάντων ἓν γενομένων τῶν πρὸς τὸν αὐτὸν σκοπὸν τῆς ἐπιθυμίας βλεπόντων, μηδεμιᾶς ἐν μηδενὶ κακίας ὑπολειφθείσης, γένηται ὁ θεὸς τὰ πάντα ἐν πᾶσι, τοῖς διὰ τῆς ἑνότητος ἀλλήλοις ἐν τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ συγκεκραμένοις ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.