In Canticum canticorum
Gregory of Nyssa (gregory-of-nyssa)Cant 1 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα, μύρον ἐκκενωθὲν ὄνομά σοι. Διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, Εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμούμεθα. εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί, ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε. Ὅσοι κατὰ τὴν συμβουλὴν τοῦ Παύλου τὸν παλαιὸν ἄνθρωπον ὥσπερ τι περιβόλαιον ῥυπαρὸν ἀπεδύσασθε σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ καὶ τὰ φωτεινὰ τοῦ κυρίου ἱμάτια, οἷα ἐπὶ τῆς τοῦ ὄρους μεταμορφώσεως ἔδειξε, διὰ τῆς καθαρότητος τοῦ βίου περιεβάλεσθε, μᾶλλον δὲ οἱ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τῆς ἁγίας αὐτοῦ στολῆς ἐνδυσάμενοι καὶ συμμεταμορφωθέντες αὐτῷ 6. 15 πρὸς τὸ ἀπαθές τε καὶ θειότερον, ὑμεῖς ἀκούσατε τῶν μυστηρίων τοῦ Ἄισματος τῶν Ἀισμάτων· ὑμεῖς ἐντὸς γένεσθε τοῦ ἀκηράτου νυμφῶνος λευχειμονοῦντες τοῖς καθαροῖς τε καὶ ἀμολύντοις νοήμασιν. μή τις ἐμπαθῆ καὶ σαρκώδη λογισμὸν ἐπαγόμενος καὶ μὴ ἔχων πρέπον τῷ θείῳ γάμῳ τὸ τῆς συνειδήσεως ἔνδυμα συνδεθῇ τοῖς ἰδίοις νοήμασι, τὰς ἀκηράτους τοῦ νυμφίου τε καὶ τῆς νύμφης φωνὰς εἰς κτηνώδη καὶ ἄλογα καθέλκων πάθη, καὶ δι' αὐτῶν ταῖς αἰσχραῖς ἐνδεθεὶς φαντασίαις ἔξω τῶν ἐν τῷ γάμῳ φαι δρυνομένων ἀπορριφῇ, τὸν βρυγμὸν καὶ τὸ δάκρυον ἀντὶ τῆς ἐν παστάδι χαρᾶς ἀλλαξάμενος. ταῦτα διαμαρτύρομαι μέλλων ἅπτεσθαι τῆς ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων μυστικῆς θεωρίας. διὰ γὰρ τῶν ἐνταῦθα γεγραμμένων νυμφοστολεῖται τρόπον τινὰ ἡ ψυχὴ πρὸς τὴν ἀσώματόν τε καὶ πνευματικὴν καὶ ἀμόλυντον τοῦ θεοῦ συζυγίαν· ὁ γὰρ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν τὸν τελεώτατον ἐνταῦθα καὶ μακάριον τῆς σωτηρίας ὑποδείκνυσι τρόπον, τὸν διὰ τῆς ἀγάπης λέγω. ἔστι μὲν γὰρ καὶ διὰ φόβου τισὶ γινομένη ἡ σωτηρία, ὅταν πρὸς τὰς ἀπειλὰς τῆς ἐν τῇ γεέννῃ κολάσεως 6. 16 βλέποντες τοῦ κακοῦ χωριζώμεθα. εἰσὶ δέ τινες οἱ καὶ διὰ τὴν ἀποκειμένην τοῖς εὖ βεβιωκόσι τῶν μισθῶν ἐλπίδα τὴν ἀρετὴν κατορθοῦντες, οὐκ ἀγάπῃ τοῦ ἀγαθοῦ, ἀλλὰ τῇ προσδοκίᾳ τῆς ἀμοιβῆς κατακτώμενοι. ὁ μέντοι πρὸς τὸ τέλειον ἀναδραμὼν τῇ ψυχῇ ἀπωθεῖται μὲν τὸν φόβον (ἀν δραποδώδης γὰρ ἡ τοιαύτη διάθεσις, τὸ μὴ δι' ἀγάπης παραμένειν τῷ κυριεύοντι, ἀλλὰ τῷ τῶν μαστίγων φόβῳ μὴ δραπετεύειν), ὑπερορᾷ δὲ καὶ αὐτῶν τῶν μισθῶν, ὡς ἂν μὴ δοκοίη τὸν μισθὸν ποιεῖσθαι προτιμότερον τοῦ δω ρουμένου τὸ κέρδος· ἀγαπᾷ δὲ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως οὐκ ἄλλο τι τῶν παρ' αὐτοῦ γινο μένων, ἀλλ' αὐτὸν ἐκεῖνον ὅς ἐστι τῶν ἀγαθῶν ἡ πηγή. ταύτην τοίνυν ὁ καλῶν ἡμᾶς πρὸς τὴν ἑαυτοῦ μετουσίαν νομοθετεῖ ταῖς τῶν ἀκουόντων ψυχαῖς τὴν διάθεσιν. ὁ δὲ βεβαιῶν τὴν νομοθεσίαν ταύτην ἐστὶ Σολομῶν, οὗ ἡ σοφία κατὰ τὴν θείαν μαρτυρίαν μέτρον οὐκ ἔχει, πᾶσιν ἐπ' ἴσης τοῖς τε προγεγονόσι καὶ τοῖς ἐσομένοις ἀσύγκριτος οὖσα καὶ ἀπαράθετος, ὃν ἔλαθε τῶν ὄντων οὐδέν. ἆρά με τοῦτον οἴει λέγειν τὸν ἐκ τῆς Βηρσαβεὲ Σολομῶντα, τὸν ἐπὶ τοῦ ὄρους ἀνενεγκόντα τὴν χιλιόμβην, τὸν ἐκ τῆς Σιδωνίας συμβόλῳ 6. 17 πρὸς τὴν ἁμαρτίαν χρησάμενον; ἀλλὰ Σολομῶν διὰ τούτου σημαίνεται ἄλλος· ὁ καὶ αὐτὸς ἐκ τοῦ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα γενόμενος, ᾧ ὄνομα εἰρήνη, ὁ ἀληθινὸς τοῦ Ἰσραὴλ βασιλεύς, ὁ οἰκοδόμος τοῦ ναοῦ τοῦ θεοῦ, ὁ πάντων ἐμπεριειληφὼς τὴν γνῶσιν, οὗ ἀόριστος ἡ σοφία, μᾶλλον δὲ οὗ τὸ εἶναι σοφία ἐστὶ καὶ ἀλήθεια, καὶ πᾶν θεοπρεπές τε καὶ ὑψηλὸν ὄνομά τε καὶ νόημα. οὗτος ὀργάνῳ τῷ Σολομῶντι τούτῳ χρησάμενος διὰ τῆς ἐκείνου φωνῆς ἡμῖν διαλέγεται πρότερον μὲν ἐν Παροιμίαις, εἶτα ἐν τῷ Ἐκκλησιαστῇ καὶ μετὰ ταῦτα ἐν τῇ προκειμένῃ τοῦ Ἄισματος τῶν Ἀισμάτων φιλοσοφίᾳ ὁδῷ καὶ τάξει τὴν πρὸς τὸ τέλειον ἄνοδον ὑποδεικνύων τῷ λόγῳ. καθάπερ γὰρ ἐπὶ τῆς κατὰ σάρκα ζωῆς οὐ πᾶσα ἡλικία πάσας χωρεῖ τὰς φυσικὰς ἐνεργείας οὐδὲ διὰ τῶν ὁμοίων ἡμῖν ἐν ταῖς τῶν ἡλικιῶν διαφοραῖς ὁ βίος 6. 18 προέρχεται (οὔτε γὰρ τὸ νήπιον τὰ τῶν τελείων ἔργα μετέρχεται οὔτε ὁ τέλειος ἐν ταῖς ἀγκάλαις τῆς τιθήνης ἀναλαμβάνεται, ἀλλ' ἑκάστῳ καιρῷ τῆς ἡλικίας ἄλλο τι πρόσφορόν ἐστι καὶ κατάλληλον), οὕτως ἔστιν ἰδεῖν καὶ ἐν τῇ ψυχῇ ἀνάλογόν τινα πρὸς τὰς σωματικὰς ἡλικίας, δι' ὧν εὑρίσκεται τάξις τις καὶ ἀκολουθία πρὸς τὸν κατ' ἀρετὴν βίον χειραγωγοῦσα τὸν ἄνθρωπον. οὗ χάριν ἄλλως ἡ Παροιμία παιδεύει καὶ ἄλλως ὁ Ἐκκλησιαστὴς διαλέγεται· καὶ ἡ διὰ τοῦ Ἄισματος τῶν Ἀισμάτων φιλοσοφία διὰ τῶν ὑψηλοτέρων δογμάτων ἀμφοτέρων ὑπέρκειται. ἡ γὰρ διὰ τῶν παροιμιῶν διδασκαλία πρὸς τὸν ἔτι νηπιάζοντα ποιεῖται τοὺς λόγους καταλλήλως τῇ ἡλικίᾳ τὴν νουθεσίαν ἁρμόζουσα· Ἄκουε, φησίν, υἱέ, νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου. ὁρᾷς ἐκ τῶν λεγομένων τὸ ἁπαλὸν ἔτι τῆς κατὰ ψυχὴν ἡλικίας καὶ εὔπλαστον· ἔτι μητρῴων αὐτὸν θεσμῶν ἐπιδεᾶ βλέπει καὶ πατρικῆς νουθεσίας καί, ὡς ἂν προθυμότερον προσέχοι τοῖς γονεῦσι τὸ νήπιον, τοὺς παιδι κοὺς αὐτῷ κατεπαγγέλλεται κόσμους ἐκ τῆς περὶ τὰ μαθήματα σπουδῆς προσγενήσεσθαι· παιδίῳ γάρ ἐστι κόσμος 6. 19 χρύσεος μανιάκης τῷ τραχήλῳ περιλαμπόμενος καὶ ὁ ἐξ ἀνθῶν τινων ἐπιχαρίτων ἀναπλεκόμενος στέφανος. νοεῖν δὲ χρὴ ταῦτα πάντως ὅπως ἂν ὁδηγήσῃ πρὸς τὸ κρεῖττον ἡ τοῦ αἰνίγματος ἔννοια. καὶ οὕτως ὑπογράφειν ἄρχεται τὴν σοφίαν αὐτῷ ποικίλως τε καὶ πολυειδῶς τοῦ ἀφράστου κάλλους διερμηνεύων τὴν ὥραν, ὥστε μὴ φόβῳ τινὶ καὶ ἀνάγκῃ ἀλλὰ ἐπιθυμίᾳ καὶ πόθῳ πρὸς τὴν τῶν ἀγαθῶν μετουσίαν διαναστῆναι· ἡ γὰρ τοῦ κάλλους ὑπογραφὴ ἐπισπᾶταί πως τὴν τῶν νέων ἐπιθυμίαν πρὸς τὸ δεικνύμενον πρὸς κοινωνίαν τῆς ὥρας τὸν πόθον ἀναρριπίζουσα. ὡς ἂν οὖν μᾶλλον αὐτῷ τὸ ἐπιθυμητικὸν αὐξηθείη μετατεθὲν ἀπὸ τῆς ὑλικῆς προσπαθείας πρὸς τὴν ἄϋλον σχέσιν, ὡραΐζει διὰ τῶν ἐγκωμίων τῆς σοφίας τὸ κάλλος. καὶ οὐ μόνον τὸ κάλλος τῆς ὥρας διὰ τῶν λόγων προδείκνυσιν, ἀλλὰ καὶ τὸν πλοῦτον αὐτῆς ἀπ αριθμεῖται, οὗ κύριος πάντως ὁ συνοικήσας γενήσεται. ὁ δὲ πλοῦτος τέως ἐν τοῖς προκοσμήμασιν αὐτῆς θεωρεῖται· κόσμος μὲν γὰρ αὐτῇ περιδέξιος αἰῶνες ὅλοι οὕτως εἰ πόντος τοῦ λόγου ὅτι Μῆκος βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ τὸν πολύτιμον τῶν ἀρετῶν 6. 20 περίκειται πλοῦτον τῇ λαμπηδόνι τῆς δόξης συνδιαλάμ ποντα· λέγει γὰρ ὅτι Ἐν τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. εἶτα καὶ τοῦ στόματος αὐτῆς λέγει τὴν εὔπνοιαν τοῦ καλοῦ τῆς δικαιοσύνης ἀρώματος ἀποπνέουσαν λέγων Ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. τοῖς δὲ χείλεσιν αὐτῆς φησιν ἀντὶ τοῦ φυσικοῦ ἐρυθήματος τὸν νόμον ἐπαν θεῖν καὶ τὸν ἔλεον. καὶ ὡς ἂν διὰ πάντων εὑρεθείη τῇ τοιαύτῃ νύμφῃ τὸ κάλλος ἐρανιζόμενον, ἐπαινεῖται αὐτῆς καὶ τὸ βάδισμα· φησὶ γὰρ ὅτι Ἐν ὁδοῖς δικαιοσύνης περιπατεῖ. οὐ λείπει τοῖς ἐπαίνοις τῆς ὥρας οὐδὲ τὸ μέγεθος ἴσα φυτῷ τινι τῶν εὐερνῶν τῆς αὐξήσεως ἀναδραμούσης. τὸ δὲ φυτὸν τοῦτο ᾧ τὸ ὕψος αὐτῆς προσεικάζεται, Αὐτό, φησί, τὸ τῆς ζωῆς ξύλον ἐστίν, ὃ τροφὴ μὲν γίνεται τοῖς ἀντεχομένοις, στῦλος δὲ τοῖς ἐπερειδομένοις ἀσφαλής τε καὶ ἄσειστος. νοῶ δὲ δι' ἀμφοτέρων τὸν κύριον· αὐτὸς γάρ ἐστι καὶ ἡ ζωὴ καὶ τὸ ἔρεισμα. ἔχει δὲ ἡ λέξις οὕτως· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής. συμπαραλαμβάνεται δὲ μετὰ τῶν λοιπῶν ἐγκωμίων αὐτῆς καὶ ἡ δύναμις, ὡς ἂν διὰ πάντων τῶν ἀγαθῶν πληρωθείη τοῦ κάλλους τῆς σοφίας ὁ ἔπαινος. Ὁ θεὸς γάρ, φησί, τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει, καὶ τὰ καθ' ἕκαστον 6. 21 τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰς τὴν τῆς σοφίας ἀνάγει δύναμιν διαποικίλλων αὐτὴν τοῖς ὀνόμασιν· τὴν γὰρ αὐτὴν καὶ σοφίαν λέγει καὶ φρόνησιν, αἴσθησίν τε καὶ γνῶσιν καὶ σύνεσιν καὶ τὰ τοιαῦτα. μετὰ δὲ ταῦτα νυμφοστολεῖν ἄρχεται τὸν νέον πρὸς τὴν τοιαύτην συνοίκησιν ἤδη πρὸς τὸν θεῖον θάλαμον βλέπειν ἐγκελευόμενος· λέγει γὰρ ὅτι Μὴ ἐγκατα λίπῃς αὐτὴν καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς καὶ τηρήσει σε, περιχαράκωσον αὐτὴν καὶ ὑψώσει σε· τίμησον αὐτὴν ἵνα σε περιλάβῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. ἐν τούτοις δὲ τοῖς στεφάνοις ἤδη τοῖς γαμικοῖς ὡς νυμφίον κατακοσμήσας ἀχώριστον αὐτῆς εἶναι διακελεύεται λέγων Ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δ' ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλήσῃ σοι. διὰ τούτων καὶ τῶν τοιούτων τοῦ νεάζοντος ἔτι κατὰ τὸν ἔσω ἄνθρωπον τὸ ἐπιθυμητικὸν ἀναφλέξας καὶ αὐτὴν ἐκείνην τὰ περὶ ἑαυτῆς διηγουμένην ὑποδείξας τῷ λόγῳ, δι' ὧν μάλιστα τὴν ἀγαπητικὴν σχέσιν τῶν ἀκουόντων ἐφέλκεται τοῦτο μετὰ τῶν ἄλλων εἰποῦσα ὅτι Τοὺς ἐμὲ 6. 22 φιλοῦντας ἀγαπῶ (ἡ γὰρ ἐλπὶς τοῦ ἀνταγαπηθῆναι σφοδρό τερον εἰς ἐπιθυμίαν τὸν ἐραστὴν διατίθησι), καὶ μετὰ τούτων τὰς λοιπὰς ἐπαγαγὼν συμβουλὰς ἐν ἀποφαντικοῖς τισι καὶ εὐπεριγράπτοις ἀποφθέγμασι καὶ εἰς τελειοτέραν ἕξιν αὐτὸν ἀγαγὼν εἶτα πρὸς τοῖς τελευταίοις τῶν Παροιμιῶν μακαρίσας ταύτην τὴν ἀγαθὴν συζυγίαν, ἐν οἷς διεξῆλθε τὰ τῆς ἀνδρείας γυναικὸς ἐκείνης ἐγκώμια, τότε προστίθησι τὴν ἐν τῷ Ἐκκλησιαστῇ φιλοσοφίαν τῷ ἱκανῶς διὰ τῆς παροιμιώδους ἀγωγῆς εἰσηγμένῳ εἰς τὴν τῶν ἀρετῶν ἐπιθυμίαν. καὶ διαβαλὼν ἐν τούτῳ τῷ λόγῳ τὴν περὶ τὰ φαινόμενα τῶν ἀνθρώπων σχέσιν καὶ μάταιον εἰπὼν εἶναι πᾶν τὸ ἀστατοῦν τε καὶ παρερχόμενον, ἐν οἷς φησιν ὅτι Πᾶν τὸ ἐρχόμενον ματαιότης, ὑπερτίθησι παντὸς τοῦ δι' αἰσθήσεως καταλαμβανομένου τὴν ἐπιθυμητικὴν τῆς ψυχῆς ἡμῶν κίνησιν ἐπὶ τὸ ἀόρατον κάλλος καὶ οὕτως ἐκκαθάρας τὴν καρδίαν τῆς περὶ τὰ φαινόμενα σχέσεως τότε διὰ τοῦ Ἄισματος τῶν Ἀισμάτων ἐντὸς τῶν θείων ἀδύτων μυσταγωγεῖ τὴν διάνοιαν· ἐν οἷς τὸ μὲν ὑπογραφόμενον ἐπιθαλάμιός τίς ἐστι διασκευή, τὸ δὲ νοούμενον τῆς ἀνθρωπίνης ψυχῆς ἡ πρὸς τὸ θεῖόν 6. 23 ἐστιν ἀνάκρασις. διὰ τοῦτο νύμφη ὧδε ὁ ἐν ταῖς Παροιμίαις υἱὸς ὀνομάζεται καὶ ἡ σοφία εἰς νυμφίου τάξιν ἀντιμεθίσταται, ἵνα μνηστευθῇ τῷ θεῷ ὁ ἄνθρωπος ἁγνὴ παρθένος ἐκ νυμφίου γενόμενος καὶ κολληθεὶς τῷ κυρίῳ γένηται πνεῦμα ἓν διὰ τῆς πρὸς τὸ ἀκήρατόν τε καὶ ἀπαθὲς ἀνακράσεως νόημα καθαρὸν ἀντὶ σαρκὸς βαρείας γενόμενος. ἐπειδὴ τοίνυν σοφία ἐστὶν ἡ λαλοῦσα, ἀγάπησον ὅσον δύνασαι ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως, ἐπιθύμησον ὅσον χωρεῖς. προστίθημι δὲ θαρρῶν τοῖς ῥήμασι τούτοις καὶ τὸ ἐράσθητι· ἀνέγκλητον γὰρ τοῦτο καὶ ἀπαθὲς ἐπὶ τῶν ἀσωμάτων τὸ πάθος, καθώς φησιν ἡ σοφία ἐν ταῖς Παροιμίαις τοῦ θείου κάλλους νομοθετοῦσα τὸν ἔρωτα. ἀλλὰ καὶ ὁ νῦν προκείμενος λόγος τὰ ἴσα διακελεύεται οὐ γυμνήν σοι τὴν περὶ τούτου συμβουλὴν προσάγων, ἀλλὰ δι' ἀπορρήτων φιλοσοφεῖ τοῖς νοήμασιν εἰκόνα τινὰ τῶν κατὰ τὸν βίον ἡδέων εἰς τὴν τῶν δογμάτων τούτων κατασκευὴν προστησάμενος. ἡ δὲ εἰκὼν γαμική τίς ἐστι διασκευή, ἐν ᾗ κάλλους ἐπιθυμία μεσιτεύει τῷ πόθῳ, οὐ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν τοῦ νυμφίου τῆς ἐπιθυμίας κατάρξαντος, ἀλλὰ προλαμβάνει τὸν νυμφίον ἡ παρθέ νος ἀνεπαισχύντως τὸν πόθον δημοσιεύουσα καὶ εὐ 6. 24 χὴν ποιουμένη τοῦ νυμφικοῦ ποτε κατατρυφῆσαι φιλήματος. ἐπειδὴ γὰρ οἱ ἀγαθοὶ τῆς παρθένου προμνήστορες, πατριάρχαι τε καὶ προφῆται καὶ νομοθέται, προσήγαγον τῇ μεμνηστευ μένῃ τὰ θεῖα χαρίσματα, ἅπερ ἕδνα καλεῖ ἡ συνήθεια τὰ πρὸ τῶν γάμων δῶρα οὕτω κατονομάζουσα (ταῦτα δὲ ἦν ἄφεσις παραπτωμάτων, ἀμνηστία κακῶν, ἁμαρτίας ἀναίρεσις, μεταστοιχείωσις φύσεως, τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον μεταποίησις, παραδείσου τρυφή, βασιλείας ἀξίωμα, εὐφροσύνη τέλος οὐκ ἔχουσα), ταῦτα τοίνυν ἡ παρθένος δεξαμένη τὰ θεῖα δωρήματα παρὰ τῶν καλῶν ἑδνοφόρων τῶν διὰ τῆς προφητικῆς διδασκαλίας αὐτῇ προσαγαγόντων τὰ δῶρα καὶ ὁμολογεῖ τὴν ἐπιθυμίαν καὶ ἐπισπεύδει τὴν χάριν ἤδη τῆς ὥρας τοῦ ποθουμένου κατατρυφῆσαι σπουδάζουσα. ἀκροῶνται δὲ αὐτῆς συνήθεις τινὲς καὶ ὁμήλικες πρὸς μείζονα τὴν νύμφην ἐπιθυμίαν διερεθίζουσαι. παραγίνεται δὲ καὶ ὁ νυμφίος φίλων αὐτῷ τινων καὶ καταθυμίων χορὸν ἐπαγόμενος. οὗτοι δ' ἂν εἶεν ἢ τὰ λειτουργικὰ πνεύματα, δι' ὧν οἱ ἄνθρωποι σῴζονται, ἢ οἱ προφῆται οἱ ἅγιοι, οἳ τῆς φωνῆς τοῦ νυμφίου ἀκούοντες χαίρουσί τε καὶ ἀγάλλονται τῆς ἀκηράτου συζυγίας ἁρμοζομένης, δι' ἧς ἡ κολλωμένη 6. 25 τῷ κυρίῳ ψυχὴ ἓν πνεῦμα γίνεται, καθώς φησιν ὁ ἀπόστολος. Πάλιν τοίνυν τὸν ἐν τοῖς προοιμίοις ἐπαναλήψομαι λόγον· μή τις ἐμπαθὴς καὶ σαρκώδης ἔτι τῆς νεκρᾶς τοῦ παλαιοῦ ἀνθρώπου δυσωδίας ἀπόζων πρὸς τὰς κτηνώδεις ἀλογίας κατασυρέτω τὰς τῶν θεοπνεύστων νοημάτων τε καὶ ῥημάτων ἐμφάσεις, ἀλλ' ἐκβὰς ἕκαστος αὐτὸς ἑαυτοῦ καὶ ἔξω τοῦ ὑλικοῦ κόσμου γενόμενος καὶ ἐπανελθὼν τρόπον τινὰ δι' ἀπαθείας εἰς τὸν παράδεισον καὶ διὰ καθαρότητος ὁμοιω θεὶς τῷ θεῷ οὕτως ἐπὶ τὸ ἄδυτον τῶν προφαινομένων ἡμῖν διὰ τοῦ βιβλίου τούτου μυστηρίων χωρείτω. εἰ δέ τισιν ἀπαρασκεύαστός ἐστιν ἡ ψυχὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν, ἀκουσάτωσαν τοῦ Μωϋσέως νομοθετοῦντος μὴ κατατολμῆσαι τῆς ἐπὶ τὸ ὄρος τὸ πνευματικὸν ἀναβάσεως, πρὶν πλῦναι τῶν καρδιῶν ἡμῶν τὰ ἱμάτια καὶ τοῖς καθήκουσι τῶν λογισμῶν περιρραντηρίοις τὰς ψυχὰς ἀφαγνίσασθαι. ὥστε νῦν ἐν ᾧ χρόνῳ προσεδρεύομεν τῇ θεωρίᾳ ταύτῃ, λήθην τῶν γαμικῶν νοημάτων ποιήσασθαι κατὰ τὸ παράγγελ μα τοῦ Μωϋσέως τοῦ καθαρεύειν ἀπὸ τῶν γάμων τοῖς μυσταγωγουμένοις νομοθετήσαντος καὶ διὰ πάντων ἀναλαβεῖν 6. 26 οἶμαι δεῖν ἡμᾶς τὰ τοῦ νομοθέτου προστάγματα μέλλοντας προσβαίνειν τῷ πνευματικῷ τῆς θεογνωσίας ὄρει, ἐν ᾧ τὸ θῆλυ γένος τῶν λογισμῶν μετὰ τῆς ὑλικῆς ἀποσκευῆς τῷ κάτω καταλείπεται βίῳ. πᾶν δὲ ἄλογον νόημα εἰ περὶ τὸ τοιοῦτον ὄρος ὀφθείη, τοῖς στερροτέροις λογισμοῖς οἷόν τισι λίθοις καταφονεύεται. μόγις γὰρ ἂν οὕτω χωρήσαιμεν τὴν φωνὴν τῆς σάλπιγγος ταύτης μέγα τι καὶ ἐξαίσιον καὶ ὑπὲρ τὴν δύναμιν τῶν δεχομένων ἠχούσης, ἣν αὐτὸς ὁ γνόφος τῆς ἀσαφείας προΐεται, ἐν ᾧ ἐστιν ὁ θεὸς ὁ τὸ ὑλικὸν ἅπαν ἐπὶ τοῦ τοιούτου ὄρους τῷ πυρὶ καταφλέγων. Ἤδη τοίνυν ἐντὸς τοῦ ἁγίου τῶν ἁγίων γενώμεθα, ὅπερ ἐστὶ τὸ ᾆσμα τῶν ᾀσμάτων. ὡς γὰρ ἐν τῷ ἁγίῳ τῶν ἁγίων πλεονασμόν τινα καὶ ἐπίτασιν τῆς ἁγιότητος διὰ τῆς ὑπερθετικῆς ταύτης φωνῆς διδασκόμεθα, οὕτω καὶ διὰ τοῦ ᾄσματος τῶν ᾀσμάτων μυστηρίων μυστήρια διδάσκειν ἡμᾶς ὁ ὑψηλὸς λόγος κατεπαγγέλλεται. πολλῶν γὰρ ὄντων κατὰ τὴν θεόπνευστον διδασκαλίαν ᾀσμάτων, δι' ὧν τὰ μεγάλα νοήματα περὶ τοῦ θεοῦ διδασκόμεθα παρά τε τοῦ μεγάλου Δαβὶδ καὶ Ἠσαΐου καὶ Μωϋσέως καὶ ἄλλων 6. 27 πολλῶν, τοῦτο παρὰ τῆς ἐπιγραφῆς ταύτης μανθάνομεν, ὅτι ὅσον ἀπέχει τῶν τῆς ἔξω σοφίας ᾀσμάτων τὰ τῶν ἁγίων ᾄσματα, τοσοῦτον ὑπέρκειται τῶν ἁγίων ᾀσμάτων τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων μυστήριον, οὗ τὸ πλέον εἰς κατανόησιν οὔτε εὑρεῖν οὔτε χωρῆσαι ἡ ἀνθρωπίνη δύναται φύσις. καὶ τούτου χάριν τὸ σφοδρότατον τῶν καθ' ἡδονὴν ἐνεργουμένων (λέγω δὲ τὸ ἐρωτικὸν πάθος) τῆς τῶν δογμάτων ὑφηγήσεως αἰνιγματωδῶς προεστήσατο, ἵνα διὰ τούτου μάθωμεν, ὅτι χρὴ τὴν ψυχὴν πρὸς τὸ ἀπρόσιτον τῆς θείας φύσεως κάλλος ἐνατενίζουσαν τοσοῦτον ἐρᾶν ἐκείνου, ὅσον ἔχει τὸ σῶμα τὴν σχέσιν πρὸς τὸ συγγενὲς καὶ ὁμόφυλον, μετενεγκοῦσαν εἰς ἀπάθειαν τὸ πάθος, ὥστε πάσης κατασβεσθείσης σωματικῆς διαθέσεως μόνῳ τῷ πνεύματι ζέειν ἐρωτικῶς ἐν ἡμῖν τὴν διάνοιαν διὰ τοῦ πυρὸς ἐκείνου θερμαινομένην, ὃ βαλεῖν ἐπὶ τὴν γῆν ἦλθεν ὁ κύριος. Ἀλλὰ ταῦτα μέν, ὅπως χρὴ διακεῖσθαι τὴν ψυχὴν τῶν μυστικῶν ῥημάτων ἀκούοντας, ἱκανῶς ἔχειν φημί. καιρὸς δὲ ἂν εἴη καὶ αὐτὰς τὰς θείας τοῦ ᾄσματος τῶν ᾀσμάτων φωνὰς ἤδη προσθεῖναι τῇ θεωρίᾳ τοῦ λόγου. καὶ πρότερόν γε τὴν τῆς ἐπιγραφῆς κατανοήσωμεν δύναμιν· οὐ γὰρ ἀργῶς μοι δοκεῖ τῷ Σολομῶντι τὸ βιβλίον ἐκ τῆς ἐπιγραφῆς 6. 28 ἀνατεθεῖσθαι, ἀλλ' ὥστε γενέσθαι διάνοιαν τοῖς ἐντυγχάνουσι τοῦ μέγα τι καὶ θεῖον ἐν τοῖς λεγομένοις προσδέχεσθαι. ἐπειδὴ γὰρ ἀνυπέρβλητόν ἐστι παρ' ἑκάστῳ διὰ τῆς περὶ αὐτοῦ μαρτυρίας ἐπὶ τῇ σοφίᾳ τὸ θαῦμα, τούτου χάριν εὐθὺς ἐκ προοιμίων ἡ τοῦ ὀνόματος μνήμη παραλαμβάνεται, ὥστε τι μέγα καὶ τῆς περὶ αὐτοῦ δόξης ἐπάξιον ἐλπισθῆναι διὰ τοῦ βιβλίου τούτου τοῖς ἐντυγχάνουσιν. ὥσπερ δὲ κατὰ τὴν γραφικὴν ἐπιστήμην ὕλη μέν τις πάντως ἐστὶν ἐν διαφόροις βαφαῖς ἡ συμπληροῦσα τοῦ ζῴου τὴν μίμησιν, ὁ δὲ πρὸς τὴν εἰκόνα βλέπων τὴν ἐκ τῆς τέχνης διὰ τῶν χρωμάτων συμ πληρωθεῖσαν οὐ ταῖς ἐπιχρωσθείσαις τῷ πίνακι βαφαῖς ἐμφιλοχωρεῖ τῷ θεάματι, ἀλλὰ πρὸς τὸ εἶδος βλέπει μόνον, ὃ διὰ τῶν χρωμάτων ὁ τεχνίτης ἀνέδειξεν, οὕτω προσήκει καὶ ἐπὶ τῆς παρούσης γραφῆς μὴ πρὸς τὴν ὕλην τῶν ἐν τοῖς ῥήμασι χρωμάτων βλέπειν, ἀλλὰ καθάπερ τι βασιλέως εἶδος ἐν αὐτοῖς καθορᾶν τὸ διὰ τῶν καθαρῶν νοημάτων ἀνατυπούμενον. λευκὸν γὰρ ἢ ὠχρὸν ἢ μέλαν ἢ ἐρυθρὸν ἢ κυάνεον ἢ ἄλλο τι χρῶμά ἐστι τὰ ῥήματα ταῦτα κατὰ τὰς προχείρους ἐμφάσεις, στόμα καὶ φίλημα καὶ μύρον καὶ οἶνος καὶ τὰ τῶν μελῶν ὀνόματα καὶ κλίνη καὶ νεάνιδες καὶ τὰ τοιαῦτα· ἡ δὲ διὰ τούτων ἀποτελουμένη μορφὴ μακαριότης ἐστὶ καὶ ἀπάθεια καὶ ἡ πρὸς τὸ θεῖον συνάφεια καὶ ἡ τῶν κακῶν ἀλλοτρίωσις καὶ ἡ πρὸς τὸ ὄντως καλόν 6. 29 τε καὶ ἀγαθὸν ἐξομοίωσις. ταῦτά ἐστι τὰ νοήματα τὰ μαρ τυροῦντα τῷ Σολομῶντι τὴν σοφίαν ἐκείνην τὴν ὑπερβαίνουσαν τοὺς ὅρους τῆς ἀνθρωπίνης σοφίας. τί γὰρ ἂν γένοιτο τούτου παραδοξότερον ἢ τὸ αὐτὴν ποιῆσαι τὴν φύσιν τῶν ἰδίων παθημάτων καθάρσιον διὰ τῶν νομιζομένων ἐμπαθῶν ῥημάτων τὴν ἀπάθειαν νομοθετοῦσάν τε καὶ παιδεύουσαν; οὐ γὰρ λέγει τὸ δεῖν ἔξω τῶν τῆς σαρκὸς γίνεσθαι κινημάτων καὶ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ καθαρεύειν ἀπὸ τῶν ἐμπαθῶν ῥημάτων τῷ στόματι, ἀλλ' οὕτω διέθηκε τὴν ψυχήν, ὡς διὰ τῶν ἀπεμφαίνειν δοκούντων πρὸς τὴν καθα ρότητα βλέπειν, διὰ τῶν ἐμπαθῶν ῥήσεων τὴν ἀκήρατον ἑρμηνεύων διάνοιαν. ἓν μὲν δὴ τοῦτο διὰ τῶν προοιμίων ἡμᾶς παιδευσάτω ὁ λόγος, τὸ μηκέτι ἀνθρώπους εἶναι τοὺς ἐπὶ τὰ ἄδυτα τῶν τοῦ βιβλίου τούτου μυστηρίων εἰσαγομένους ἀλλὰ μεταποιηθῆναι τῇ φύσει διὰ τῆς τοῦ κυρίου μαθητείας πρὸς τὸ θειότερον, καθὼς μαρτυρεῖ τοῖς ἑαυτοῦ μαθηταῖς ὁ λόγος, ὅτι κρείττους ἦσαν ἢ κατὰ ἄνθρω πον, οὓς διέκρινεν ἀπὸ τῶν ἀνθρώπων ἡ γενομένη πρὸς αὐτοὺς παρὰ τοῦ κυρίου διαστολή, ὅτε φησί· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀληθῶς 6. 30 γὰρ ὁ διὰ τῶν τοιούτων ῥημάτων, ὧν ἡ πρόχειρος ἔμφασις τὰς σαρκώδεις ἡδυπαθείας ἐνδείκνυται, μὴ κατολισθαίνων εἰς τὴν ῥυπῶσαν διάνοιαν ἀλλὰ πρὸς τὴν τῶν θείων φιλοσοφίαν, ἐπὶ τὰς καθαρὰς ἐννοίας διὰ τῶν ῥημάτων τούτων χειραγω γούμενος δείκνυσι τὸ μηκέτι ἄνθρωπος εἶναι μηδὲ σαρκὶ καὶ αἵματι συμμεμιγμένην τὴν φύσιν ἔχειν, ἀλλὰ τὴν ἐλπιζομένην ἐν τῇ ἀναστάσει τῶν ἁγίων ζωὴν ἐπιδείκνυται ἰσάγγελος διὰ τῆς ἀπαθείας γενόμενος. ὡς γὰρ μετὰ τὴν ἀνάστασιν τὸ μὲν σῶμα μεταστοιχειωθὲν πρὸς τὸ ἄφθαρτον τῇ ψυχῇ τοῦ ἀνθρώπου συμπλέκεται, τὰ δὲ νῦν διὰ σαρκὸς ἡμῖν ἐνοχλοῦντα πάθη τοῖς σώμασιν ἐκείνοις οὐ συνανίσταται ἀλλά τις εἰρηνικὴ κατάστασις τὴν ζωὴν ἡμῶν διαδέξεται, μηκέτι τοῦ φρονήματος τῆς σαρκὸς πρὸς τὴν ψυχὴν στασιάζοντος μηδὲ διὰ τοῦ ἐμφυλίου πολέμου τῶν ἐμπαθῶν κινημάτων ἀντιστρατευομένου τῷ νόμῳ τοῦ νοὸς καὶ ὥσπερ αἰχμάλωτόν τινα τῇ ἁμαρτίᾳ προσάγοντος τὴν ἡττηθεῖσαν ψυχήν, ἀλλὰ πάντων τῶν τοιούτων καθαρεύσει τότε ἡ φύσις καὶ ἓν δι' ἀμφοτέρων ἔσται τὸ φρόνημα (τῆς σαρκός φημι καὶ τοῦ πνεύματος) πάσης σωματικῆς διαθέσεως ἐξαφανισθείσης ἀπὸ τῆς φύσεως, οὕτω παρακελεύεται καὶ διὰ τοῦ βιβλίου 6. 31 τούτου ὁ λόγος τοῖς ἐπαΐουσι, κἂν ἐν σαρκὶ ζῶμεν, μηδ' ἐν τοῖς νοήμασι πρὸς αὐτὴν ἐπιστρέφεσθαι, ἀλλὰ πρὸς μόνην τὴν ψυχὴν βλέπειν καὶ τὰς ἀγαπητικὰς τῶν ῥημάτων ἐμφάσεις καθαράς τε καὶ ἀμολύντους ἀνατιθέναι τῷ ὑπερέχοντι πάντα νοῦν ἀγαθῷ, ὃ μόνον ἐστὶν ὡς ἀληθῶς γλυκύ τε καὶ ἐπιθυμητὸν καὶ ἐράσμιον, οὗ ἡ ἀπόλαυσις ἡ ἀεὶ γινομένη ἀφορμὴ μείζονος ἐπιθυμίας γίνεται τῇ μετουσίᾳ τῶν ἀγαθῶν τὸν πόθον συνεπιτείνουσα. οὕτως ὁ Μωϋσῆς, ἡ νύμφη, τὸν νυμφίον ἐφίλει κατὰ τὴν ἐν τῷ Ἄισματι παρθένον τὴν λέγουσαν Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὃς διὰ τῆς στόμα κατὰ στόμα γινομένης αὐτῷ παρὰ τοῦ θεοῦ ὁμιλίας, καθὼς μαρτυρεῖ ἡ γραφή, ἔτι ἐν ἐπιθυμίᾳ μείζονι τῶν τοιούτων φιλημάτων ἐγίνετο μετὰ τοσαύτας θεοφανείας 6. 32 ὡς μήπω τεθεαμένος ἰδεῖν ἀξιῶν τὸν ποθούμενον, οὕτως οἱ λοιποὶ πάντες, οἷς ὁ θεῖος πόθος διὰ βάθους ἐνέκειτο, οὐδαμοῦ τῆς ἐπιθυμίας ἵσταντο πᾶν τὸ θεόθεν αὐτοῖς εἰς ἀπόλαυσιν τοῦ ποθουμένου γινόμενον ὕλην καὶ ὑπέκκαυμα τῆς σφοδροτέρας ἐπιθυμίας ποιούμενοι. ὥσπερ δὴ καὶ νῦν ἡ τῷ θεῷ συναπτομένη ψυχὴ ἀκορέστως ἔχει τῆς ἀπολαύσεως, ὅσῳ δαψιλέστερον ἐμφορεῖται τοῦ κάλλους, τοσούτῳ σφοδρότερον τοῖς πόθοις ἀκμάζουσα. ἐπειδὴ γὰρ τὰ ῥήματα τοῦ νυμφίου πνεῦμά ἐστι καὶ ζωή ἐστι, πᾶς δὲ ὁ τῷ πνεύματι κολλώμενος πνεῦμα γίνεται καὶ ὁ τῇ ζωῇ συναπτόμενος ἀπὸ θανάτου εἰς ζωὴν μεταβαίνει κατὰ τὴν τοῦ κυρίου φωνήν, διὰ τοῦτο ποθεῖ προσεγ γίσαι τῇ πηγῇ τῆς πνευματικῆς ζωῆς ἡ παρθένος ψυχή. ἡ δὲ πηγή ἐστι τοῦ νυμφίου τὸ στόμα, ὅθεν τὰ ῥήματα τῆς αἰωνίου ζωῆς ἀναβρύοντα πληροῖ τὸ στόμα τὸ ἐφελκόμενον, καθὼς ἐποίει ὁ προφήτης διὰ τοῦ στόματος ἕλκων τὸ πνεῦμα. ἐπειδὴ τοίνυν χρὴ προσθεῖναι τὸ στόμα τῷ στόματι τὸν ἐκ τῆς πηγῆς ποτὸν ἐφελκόμενον, πηγὴ δὲ ὁ κύριος ὁ εἰπὼν Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, διὰ τοῦτο ἡ ψυχὴ ἡ διψῶσα προσαγαγεῖν τὸ ἑαυτῆς στόμα τῷ τὴν ζωὴν πηγάζοντι 6. 33 στόματι βούλεται λέγουσα Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ. καὶ ὁ πᾶσι τὴν ζωὴν βρύων καὶ πάντας σωθῆναι θέλων οὐδένα βούλεται τῶν σῳζομένων τοῦ τοιούτου φιλήματος εἶναι ἀμέτοχον· καθάρσιον γάρ ἐστι ῥύπου παντὸς τοῦτο τὸ φίλημα. διό μοι δοκεῖ τῷ λεπρῷ Σίμωνι τὸ τοιοῦτον ὀνειδιστικῶς προφέρειν ὁ κύριος, ὅτι Φίλημά μοι οὐκ ἔδωκας. ἦ γὰρ ἂν ἐκαθαρίσθης τοῦ πάθους τῷ στόματι σπάσας τὴν καθαρότητα. ἀλλ' ἐκεῖνος μὲν εἰκότως ἀνέραστος ἦν ὑπερσαρ κήσας διὰ τῆς νόσου καὶ πρὸς τὴν θείαν ἐπιθυμίαν μένων ὑπὸ τοῦ πάθους ἀκίνητος, ἡ δὲ κεκαθαρμένη ψυχὴ μηδεμιᾶς σαρκώ δους λέπρας ἐπιπροσθούσης βλέπει τὸν τῶν ἀγαθῶν θησαυρόν. ὄνομα δέ ἐστι τῷ θησαυρῷ ἡ καρδία, ἀφ' ἧς ἐστι τοῖς μαζοῖς ἡ χορηγία τοῦ θείου γάλακτος, ᾧ τρέφεται ἡ ψυχὴ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως ἐφελκομένη τὴν χάριν. διὰ τοῦτό φησιν ὅτι Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, ἐκ τῆς τοπικῆς θέσεως διὰ τῶν μαζῶν τὴν καρδίαν ὑποσημαίνουσα. πάντως δὲ καρδίαν μὲν τὴν κεκρυμμένην τε καὶ ἀπόρρητον τῆς θεότητος δύναμιν νοῶν τις οὐχ ἁμαρτήσεται. μαζοὺς δὲ τὰς ἀγαθὰς τῆς θείας δυνάμεως ὑπὲρ ἡμῶν ἐνεργείας εἰκότως ἄν τις ὑπονοήσειε, δι' ὧν τιθηνεῖται τὴν ἑκάστου ζωὴν ὁ θεὸς κατάλληλον ἑκάστῳ τῶν δεχομένων τὴν τροφὴν χαριζόμενος. 6. 34 Μανθάνομεν δέ τι κατὰ πάροδον καὶ ἕτερον δόγμα διὰ τῆς τοῦ βιβλίου τούτου φιλοσοφίας, ὅτι διπλῆ τίς ἐστιν ἐν ἡμῖν ἡ αἴσθησις, ἡ μὲν σωματικὴ ἡ δὲ θειοτέρα, καθώς φησί που τῆς Παροιμίας ὁ λόγος ὅτι αἴσθησιν θείαν εὑρήσεις· ἀναλογία γάρ τίς ἐστιν ἐν τοῖς ψυχικοῖς ἐνεργήμασι πρὸς τὰ τοῦ σώματος αἰσθητήρια. καὶ τοῦτο ἐκ τῶν παρόντων μανθάνομεν· ὁ μὲν γὰρ οἶνός τε καὶ τὸ γάλα τῇ γεύσει κρίνεται, νοητῶν δὲ ὄντων ἐκείνων νοητὴ πάντως καὶ ἡ ἀντιληπτικὴ τούτων τῆς ψυχῆς ἐστι δύναμις. τὸ δὲ φίλημα διὰ τῆς ἁπτικῆς αἰσθήσεως ἐνεργεῖται· ἐφάπτεται γὰρ ἀλλήλων τὰ χείλη ἐν τῷ φιλήματι. ἔστι δέ τις καὶ ἁφὴ τῆς ψυχῆς ἡ ἁπτομένη τοῦ λόγου διά τινος ἀσωμάτου καὶ νοητῆς ἐπαφήσεως ἐνεργουμένη, καθὼς εἶπεν ὁ εἰπὼν ὅτι Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς. ὡσαύτως δὲ καὶ ἡ τῶν θείων μύρων ὀσμὴ οὐ μυκτήρων ἐστὶν ὀσμή, ἀλλά τινος νοητῆς καὶ ἀΰλου δυνάμεως τῇ τοῦ πνεύματος ὁλκῇ τὴν τοῦ Χριστοῦ συνεφελκομένης εὐωδίαν. οὕτω γὰρ ἡ ἀκολουθία τῆς παρθενικῆς εὐχῆς ἐν προοιμίοις ἔχει Ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον καὶ ὀσμὴ 6. 35 μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. δηλοῦται δὲ διὰ τούτων, καθὼς ἡμεῖς ὑπειλήφαμεν, οὐ μικρόν τι οὐδὲ εὐκαταφρόνητον νόημα· τάχα γὰρ ἐν τῷ ὑπερθεῖναι διὰ συγκρίσεως τὸ ἐκ τῶν θείων μαστῶν γάλα τῆς ἐκ τοῦ οἴνου γινομένης ἡμῖν εὐφρο σύνης μανθάνομεν διὰ τῶν εἰρημένων, ὅτι πᾶσα ἀνθρωπίνη σοφία καὶ ἐπιστήμη τῶν ὄντων καὶ πᾶσα δύναμις θεωρητικὴ καὶ καταληπτικὴ φαντασία ἀδυνάτως ἔχει παρισωθῆναι διὰ συγκρίσεως τῇ ἁπλουστέρᾳ τῶν θείων μαθημάτων τροφῇ. ἐκ γὰρ τῶν μαστῶν τὸ γάλα φέρεται· νηπίων δέ ἐστι τὸ γάλα τροφή. ὁ δὲ οἶνος δι' εὐτονίαν τε καὶ θερμότητα τῶν τελειοτέρων ἀπόλαυσις γίνεται. ἀλλ' ὅμως τὸ ἐν τῇ ἔξω σοφίᾳ τέλειον τῆς νηπιώδους τοῦ θείου λόγου διδασκαλίας ἐστὶ μικρότερον. διὰ τοῦτο κρείττους οἱ θεῖοι μαστοὶ τοῦ ἀνθρωπίνου οἴνου. ἡ δὲ ὀσμὴ τῶν θείων μύρων καλλίων ἐστὶ πάσης τῆς ἐν τοῖς ἀρώμασιν εὐωδίας. ὅπερ τοιοῦτόν μοι δοκεῖ νοῦν ὑποδεικνύειν· ἀρώματα νοοῦμεν τὰς ἀρετὰς οἷον σοφίαν σωφροσύνην δικαιοσύνην ἀνδρείαν φρόνησιν καὶ τὰ τοιαῦτα, οἷς προσχρωννύμενος κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ προαίρεσιν ἕκαστος ἄλλος ἄλλως ἐν εὐωδίᾳ γινόμεθα· ὁ 6. 36 μὲν ἐκ σωφροσύνης ἢ σοφίας, ὁ δὲ ἐκ δικαιοσύνης ἢ ἀνδρείας ἢ ἄλλου τινὸς τῶν κατ' ἀρετὴν νοουμένων, ὁ δὲ τυχὸν καὶ ἐκ πάντων τῶν τοιούτων ἀρωμάτων συγκεκραμένην ἔχει ἐν ἑαυτῷ τὴν εὐωδίαν. ἀλλ' ὅμως ταῦτα πάντα οὐκ ἂν εἰς σύγκρισιν ἔλθοι τῆς παντελοῦς ἀρετῆς ἐκείνης, ἣν τοὺς οὐρανοὺς διειληφέναι φησὶν Ἀμβακοὺμ ὁ προφήτης εἰπὼν Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, ἥτις ἐστὶν αὐτοσοφία καὶ αὐτοδικαιοσύνη καὶ αὐτοαλήθεια καὶ τὰ καθ' ἕκαστον πάντα. τῶν οὖν σῶν μύρων ἡ ὀσμή, φησίν, ἀπαράθετον ἔχει τὴν χάριν πρὸς ταῦτα τὰ ἀρώματα τὰ παρ' ἡμῶν γινωσκόμενα. Πάλιν ἐν τοῖς ἐφεξῆς ὑψηλοτέρας ἅπτεται φιλοσοφίας ἡ ψυχή, ἡ νύμφη, τὸ ἀπρόσιτόν τε καὶ ἀχώρητον λογισμοῖς ἀνθρωπίνοις τῆς θείας δυνάμεως ἐνδεικνυμένη, ἐν οἷς φησι Μύρον ἐκκενωθὲν ὄνομά σοι· τοιοῦτον γάρ τι δοκεῖ μοι διὰ τοῦ λόγου τούτου σημαίνεσθαι, ὅτι οὐκ ἔστιν ὀνοματικῇ σημασίᾳ περιληφθῆναι δι' ἀκριβείας τὴν ἀόριστον φύσιν· ἀλλὰ πᾶσα νοημάτων δύναμις καὶ πᾶσα ῥημάτων τε καὶ ὀνομάτων ἔμφασις, κἄν τι μέγα καὶ θεοπρεπὲς ἔχειν δόξῃ, αὐτοῦ τοῦ ὄντος ἐφάψασθαι φύσιν οὐκ ἔχει· ἀλλ' ὥσπερ ἐξ 6. 37 ἰχνῶν τινων καὶ ἐναυσμάτων ὁ λόγος ἡμῶν τοῦ ἀδήλου καταστοχάζεται διὰ τῶν καταλαμβανομένων εἰκάζων ἔκ τινος ἀναλογίας τὸ ἀκατάληπτον. ὅ τι γὰρ ἂν ἐπινοήσωμεν, φησίν, ὄνομα γνωριστικὸν τοῦ τῆς θεότητος μύρου, οὐκ αὐτὸ τὸ μύρον διὰ τῆς ἐμφάσεως τῶν λεγομένων σημαίνομεν, ἀλλὰ βραχύ τι λείψανον ἀτμοῦ τῆς θείας εὐωδίας τοῖς θεολογι κοῖς ὀνόμασιν ἐνδεικνύμεθα. ὡς ἐπὶ τῶν ἀγγείων, ὧν ἂν ἐκκενωθῇ τὸ μύρον, αὐτὸ μὲν τῇ ἑαυτοῦ φύσει ἀγνοεῖται τὸ μύρον τὸ ἐκκενωθὲν τῶν ἀγγείων, οἷόν ἐστιν· ἐξ ἀμυδρᾶς δέ τινος τῆς ὑπολειφθείσης ἐκ τῶν ἀτμῶν τῷ ἀγγείῳ ποιότη τος στοχασμόν τινα περὶ τοῦ ἐκκενωθέντος μύρου ποιούμεθα. τοῦτο οὖν ἐστιν ὃ διὰ τῶν εἰρημένων μανθάνομεν, ὅτι αὐτὸ μὲν τὸ τῆς θεότητος μύρον, ὅ τί ποτε κατ' οὐσίαν ἐστίν, ὑπὲρ πᾶν ἐστιν ὄνομά τε καὶ νόημα· τὰ δὲ τῷ παντὶ ἐνθεωρούμενα θαύματα τῶν θεολογικῶν ὀνομάτων τὴν ὕλην δίδωσι, δι' ὧν σοφόν, δυνατόν, ἀγαθόν, ἅγιον, μακάριόν τε καὶ ἀΐδιον καὶ κριτὴν καὶ σωτῆρα καὶ τὰ τοιαῦτα κατονομάζομεν· ἅπερ πάντα ποιότητά τινα βραχεῖαν τοῦ θείου μύρου ἐνδεί 6. 38 κνυται, ἣν πᾶσα ἡ κτίσις διὰ τῶν ἐνθεωρουμένων θαυμάτων σκεύους τινὸς μυρεψικοῦ δίκην ἐν ἑαυτῇ ἀπεμάξατο. Διὰ τοῦτο, φησί, νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε. εἶπε τὴν αἰτίαν τῆς ἐπαινετῆς ἐπιθυμίας καὶ τῆς ἀγαπητικῆς διαθέσεως. τίς γὰρ τοῦ τοιούτου κάλλους ἀνέραστος γίνεται, εἰ μόνον ὀφθαλμὸν ἔχοι τὸν ἐνατενίσαι τῇ ὥρᾳ δυνάμενον, οὗ πολὺ μὲν τὸ καταλαμβανόμενον κάλλος, ἀπειροπλάσιον δὲ τὸ διὰ τοῦ φαινομένου στοχαστικῶς εἰκαζόμενον; ἀλλ' ὥσπερ ὁ ὑλικὸς ἔρως τῶν ἔτι νηπιαζόντων οὐχ ἅπτεται (οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης), οὐδὲ μὴν τοὺς ἐν ἐσχάτῳ γήρᾳ πεπονηκότας ἐν τοῖς τοιούτοις ἔστιν ἰδεῖν, οὕτω καὶ ἐπὶ τοῦ θείου κάλλους ὅ τε νήπιος ἔτι καὶ κλυδωνιζό μενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ τῆς διδασκαλίας καὶ ὁ παλαιὸς καὶ γηράσας καὶ τῷ ἀφανισμῷ προσεγγίσας ἀκίνητοι πρὸς τὴν ἐπιθυμίαν ταύτην εὑρίσκονται· οὐ γὰρ ἅπτεται τῶν τοιούτων τὸ ἀόρατον κάλλος, μόνη δὲ ἡ τοιαύτη ψυχὴ ἡ διαβᾶσα μὲν τὴν νηπιώδη κατάστασιν καὶ διὰ τῆς πνευματικῆς ἡλικίας ἀκμάσασα, μὴ προσλαβοῦσα δὲ σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἡ μήτε ὑπὸ νηπιότητος ἀναισθη τοῦσα μήτε ὑπὸ παλαιότητος ἀδρανοῦσα, ἣν νεᾶνιν ὀνομάζει ὁ λόγος, αὕτη πείθεται τῇ μεγάλῃ καὶ πρώτῃ ἐντολῇ τοῦ νόμου ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως ἀγαπῶσα τὸ κάλλος ἐκεῖνο, οὗ ὑπογραφὴν καὶ ὑπόδειγμα καὶ ἑρμηνείαν οὐχ 6. 39 εὑρίσκει ἡ ἀνθρωπίνη διάνοια. αἱ τοιαῦται τοίνυν νεάνιδες αἱ διὰ τῶν ἀρετῶν αὐξηθεῖσαι καὶ καθ' ὥραν ἤδη τῶν μυστηρίων τοῦ θείου θαλάμου γενόμεναι ἀγαπῶσι τοῦ νυμφίου τὸ κάλλος καὶ διὰ τῆς ἀγάπης πρὸς ἑαυτὰς ἐπιστρέφουσι. τοιοῦτος γὰρ ὁ νυμφίος, ὡς ἀντιδιδόναι τοῖς ἀγαπῶσι τὸν πόθον, ὁ οὕτως εἰπὼν ἐκ προσώπου τῆς σοφίας ὅτι Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ· καὶ ὅτι Μεριῶ τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν (αὐτὸς δέ ἐστιν ἡ ὕπαρξις) καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἕλκουσι τοίνυν αἱ ψυχαὶ πρὸς ἑαυτὰς τοῦ ἀφθάρτου νυμφίου τὸν πόθον ὀπίσω, καθὼς γέγραπται, κυρίου τοῦ θεοῦ πορευόμεναι. τῆς δὲ ἀγάπης αὐτῶν αἰτία ἡ τοῦ μύρου εὐωδία γίνεται, πρὸς ἣν ἀεὶ τρέχουσαι τοῖς ἔμπροσθεν ἐπεκτείνονται τοῦ κατόπιν λήθην ποιούμεναι. Ὀπίσω γάρ σου, φησίν, εἰς ὀσμὴν μύρων σου δραμούμεθα. ἀλλὰ αἱ μὲν οὔπω τῆς ἀρετῆς τὸ τέλειον ἔχουσαι καὶ καθ' ἡλικίαν ἔτι νεάζουσαι δραμεῖσθαι πρὸς τὸν σκοπόν, ὃν ὑποδείκνυσιν ἡ ὀσμὴ τῶν μύρων, κατεπαγγέλλονται (λέγουσι γὰρ ὅτι Εἰς ὀσμὴν μύρων σου δραμούμεθα), ἡ δὲ τελειοτέρα ψυχὴ σφοδρότερον ἐπεκταθεῖσα τοῖς ἔμπροσθεν ἤδη τυγχάνει τοῦ σκοποῦ, δι' ὃν ὁ δρόμος ἀνύεται, καὶ τῶν ἐν τοῖς ταμείοις θησαυρῶν 6. 40 ἀξιοῦται. φησὶ γὰρ ὅτι Εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ. ἡ γὰρ ἄκροις χείλεσι τοῦ ἀγαθοῦ ψαῦσαι ποθήσασα καὶ τοσοῦτον μόνον ἐφαψαμένη τοῦ κάλλους, ὅσον ἡ τῆς εὐχῆς ἐνδείκνυται δύναμις (ηὔξατο δὲ οἷόν τινος φιλήματος ἀξιωθῆναι διὰ τῆς τοῦ λόγου ἐλλάμψεως), αὕτη δι' ὧν ἔτυχε καὶ ἐπὶ τὸ ἐνδότερον τῶν ἀπορρήτων τῷ λογισμῷ διαδυεῖσα βοᾷ τὸ μὴ μόνον ἐν προθύροις τῶν ἀγαθῶν εἶναι τὸν δρόμον, ἀλλὰ τῇ ἀπαρχῇ τοῦ πνεύματος, οὗ διὰ τῆς πρώτης χάριτος οἷον διά τινος φιλήματος ἠξιώθη, διερευνᾶν τοῦ θεοῦ τὰ βάθη καὶ ἐν τοῖς ἀδύτοις γενομένη τοῦ παραδείσου κατὰ τὸν μέγαν Παῦλον ὁρᾶν τέ φησι τὰ ἀθέατα καὶ τῶν ἀλαλήτων ἐπακροᾶσθαι ῥημάτων. Ἡ δὲ ἐφεξῆς ῥῆσις τὴν ἐκκλησιαστικὴν οἰκονομίαν ἐκκαλύπτει τῷ λόγῳ. οἱ γὰρ πρῶτοι μαθητευθέντες τῇ χάριτι καὶ αὐτόπται τοῦ λόγου γενόμενοι οὐκ ἐν ἑαυτοῖς τὸ ἀγαθὸν περιώρισαν, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους ἐκ διαδόσεως τὴν αὐτὴν ἐνεποίησαν χάριν. διὰ τοῦτο πρὸς τὴν νύμφην φασὶν αἱ νεάνιδες τὴν πρώτην διὰ τοῦ κατὰ στόμα γενέσθαι τοῦ λόγου τῶν ἀγαθῶν πληρωθεῖσαν καὶ τῶν κεκρυμμένων μυστηρίων ἀξιωθεῖσαν ὅτι Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί (κοινὴ γὰρ ἡμῶν ἐστι χαρὰ 6. 41 τὸ σὸν ἀγαλλίαμα) καὶ ὅτι ὡς σὺ ἀγαπᾶς ὑπὲρ οἶνον τοὺς μαζοὺς τοῦ λόγου, οὕτω καὶ ἡμεῖς σὲ μιμησώμεθα καὶ τοὺς σοὺς μαζούς, δι' ὧν τοὺς νηπίους ἐν Χριστῷ γάλα ποτίζεις, ὑπὲρ τὸν ἀνθρώπινον ἀγαπήσωμεν οἶνον. καί, ὡς ἄν τις ἐπὶ τὸ σαφέστερον προαγάγοι τὸ νόημα, τοιοῦτόν ἐστι τὸ λεγόμενον· ἠγάπησε τοὺς μαζοὺς τοῦ λόγου ὁ ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσὼν Ἰωάννης καὶ οἷόν τινα σπογγιὰν τὴν ἑαυτοῦ καρδίαν παραθεὶς τῇ πηγῇ τῆς ζωῆς καὶ πλήρης ἔκ τινος ἀρρήτου διαδόσεως τῶν ἐγκειμένων τῇ τοῦ κυρίου καρδίᾳ μυστηρίων γενόμενος καὶ ἡμῖν ἐπέχει τὴν πληρωθεῖ σαν ὑπὸ τοῦ λόγου θηλὴν καὶ πλήρεις ποιεῖ τῶν ἐντεθέντων αὐτῷ παρὰ τῆς πηγῆς ἀγαθῶν κηρύσσων ἐν μεγαλοφωνίᾳ τὸν ἀεὶ ὄντα λόγον. ὅθεν εἰκότως καὶ ἡμεῖς πρὸς αὐτὸν ἐροῦμεν ὅτι Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον, εἴπερ δὴ τοιοῦτοι γεγόναμεν, ὡς νεάνιδες εἶναι καὶ μήτε ταῖς φρεσὶ νηπιάζειν ὑπὸ τῆς τῇ ματαιότητι συνεζευγμένης νεότητος μήτε ῥυτιδοῦσθαι δι' ἁμαρτίας ἐν παλαιότητι τῇ εἰς ἀφανισμὸν καταληγούσῃ· διὰ τοῦτο δὲ ἀγαπῶμεν τὴν τῶν σῶν 6. 42 διδαγμάτων ἐπιρροήν, ὅτι Σὲ ἡ εὐθύτης ἠγάπησεν. οὗτος γάρ ἐστιν ὁ μαθητής, ὃν ἠγάπα ὁ Ἰησοῦς. Ἰησοῦς δέ ἐστιν ἡ εὐθύτης. κάλλιον δὲ καὶ θεοπρεπέστερον ὁ λόγος οὗτος παρὰ τὸν προφήτην Δαβὶδ ὀνομάζει τὸν κύριον· ὁ μὲν γάρ φησιν ὅτι Εὐθὺς κύριος ὁ θεός, οὗτος δὲ εὐθύτητα ὀνομάζει, ᾧ πᾶν τὸ σκολιὸν πρὸς τὸ ὀρθὸν ἀπευθύνεται, ἀλλὰ γένοιτο καὶ ἡμῖν πᾶν τὸ σκολιὸν εἰς εὐθεῖαν καὶ τὰ τραχέα εἰς ὁδοὺς λείας χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.