In Canticum canticorum
Gregory of Nyssa (gregory-of-nyssa)Cant 2 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1
Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, ὡς σκηνώματα κηδάρ, ὡς δέρρεις Σολομών. Μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ὁ ἥλιος· υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, 6. 43 ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου. Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων. Τῆς ἱερᾶς τοῦ μαρτυρίου σκηνῆς οὐχ ὁμότιμον ἦν τῷ ἔνδοθεν κεκρυμμένῳ κάλλει τὸ ἐκτὸς προφαινόμενον· αὐλαῖαι μὲν γὰρ ἐκ λινῶν ὑφασμάτων καὶ αἱ διὰ τῶν τριχῶν τῶν αἰγῶν δέρρεις καὶ αἱ τῶν ἐρυθρῶν δερμάτων περιβολαὶ τὸν ἔξωθεν τῆς σκηνῆς κόσμον ἐπλήρουν καὶ οὐδὲν ἦν μέγα καὶ τίμιον τοῖς τὰ ἐκτὸς ὁρῶσι παρὰ ταῦτα φαινόμενον, ἔσωθεν δὲ χρυσῷ καὶ ἀργύρῳ καὶ τοῖς τιμίοις τῶν λίθων πᾶσα ἡ τοῦ μαρτυρίου σκηνὴ κατελάμπετο· οἱ στῦλοι, αἱ βάσεις, αἱ κεφαλίδες, τὸ θυμιατήριον, τὸ θυσιαστήριον, 6. 44 ἡ κιβωτός, ἡ λυχνία, τὸ ἱλαστήριον, οἱ λουτῆρες, τὰ τῶν εἰσόδων καταπετάσματα, οἷς τὸ κάλλος ἐκ παντὸς εἴδους τῆς εὐχροούσης βαφῆς συνεκίρνατο, νῆμα χρύσεον ὑακίνθῳ καὶ πορφύρᾳ καὶ βύσσῳ καὶ κόκκῳ διά τινος τεχνικῆς λεπτουργίας εὐκόσμως συνυφαινόμενον, σύγκρατον ἐκ πάντων, καθάπερ ἐν ἴριδος αὐγαῖς ἀποστίλβειν ἐποίει τὴν αὐγὴν τοῦ ὑφάσματος. πρὸς ὅ τι δὲ βλέπων ἐντεῦθεν προοιμιάζομαι, πρόδηλον ὑμῖν πάντως ἐκ τῶν ῥηθησομένων γενήσεται. πάλιν πρόκειται ἡμῖν τὸ Ἆισμα τῶν Ἀισμάτων εἰς πᾶσαν φιλοσοφίας τε καὶ θεογνωσίας ὑφήγησιν. αὕτη ἐστὶν ἡ ἀληθινὴ τοῦ μαρτυρίου σκηνή, ἧς προκαλύμματα μὲν καὶ δέρρεις καὶ ἡ τῆς αὐλαίας περιβολὴ ἐρωτικοί τινες γίνονται λόγοι καὶ ῥήματα τὴν πρὸς τὸ ποθούμενον σχέσιν ἐμφαίνοντα καὶ κάλλους ὑπογραφὴ καὶ μνήμη σωματικῶν μελῶν, τῶν τε προφαινομένων ἐν τῷ προσώπῳ καὶ τῶν ὑποκεκρυμ μένων τῇ τῆς ἐσθῆτος περιβολῇ. τὰ δὲ ἐντὸς πολύφωτός τίς ἐστιν ὡς ἀληθῶς λυχνία καὶ κιβωτὸς μυστηρίων πλήρης. καὶ τὸ τῆς εὐωδίας θυμιατήριον καὶ τὸ καθάρσιον τῆς ἁμαρτίας, τὸ πάγχρυσον ἐκεῖνο τῆς εὐσεβείας θυσιαστήριον, τό τε τῶν καταπετασμάτων κάλλος, τὸ διὰ τῆς τῶν ἀρετῶν εὐχροίας εὐσχημόνως ἐξυφαινόμενον, καὶ οἱ ἀκλινεῖς τῶν λογισμῶν στῦλοι καὶ αἱ ἀμετάθετοι τῶν δογμάτων βάσεις 6. 45 τό τε τῶν κεφαλίδων κάλλος, δι' ὧν ἡ περὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἑρμηνεύεται χάρις καὶ οἱ τῶν ψυχῶν λουτῆρες καὶ πάντα ὅσα πρὸς τὴν οὐρανίαν τε καὶ ἀσώματον πολιτείαν βλέπει, ἃ δι' αἰνιγμάτων ὁ νόμος διακελεύεται, ἐν τοῖς ὑποκεκρυμμένοις τῇ λέξει νοήμασιν ἔστιν εὑρεῖν, εἰ μόνον ἐπιτηδείους πρὸς τὴν εἰς τὰ ἅγια τῶν ἁγίων εἴσοδον ἑαυτοὺς δι' ἐπιμελείας ποιήσαιμεν τῷ λουτῆρι τοῦ λόγου πάντα ῥύπον αἰσχρᾶς ἐννοίας ἀποκλυσάμενοι, μήποτε θιγόντες παρὰ τὸ παράγγελμα τοῦ νόμου θνησιμαίου νοήματος ἤ τινος τῶν ἀκαθάρτων ἐνθυμίων ἁψάμενοι ἀθέατοι τῶν ἐντὸς τῆς σκηνῆς θαυμάτων ἀποκλεισθῶμεν. οὐ γὰρ παραδέχεται τῶν τοιούτων τὴν εἴσοδον ὁ τοῦ πνεύματος νόμος, ἐὰν μή τις πλύνῃ τὸ τῆς συνειδήσεως ἑαυτοῦ ἱμάτιον κατὰ τὸ Μωϋσέως παράγγελμα ὁ νεκρᾶς τινος καὶ βδελυκτῆς ἐννοίας ἁψάμενος. Ἄγει δὲ τὸν λόγον ἡ ἀκολουθία τῶν προεξητασμένων πρὸς τὴν θεωρίαν τῶν παρὰ τῆς νύμφης πρὸς τὰς νεάνιδας εἰρημένων. ἔστι δὲ ταῦτα· Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, ὡς σκηνώματα κηδάρ, ὡς δέρρεις Σολομών. καλῶς ἡ διδάσκαλος ἀφ' ὧν ἔδει ταῖς μαθητευομέναις ψυχαῖς 6. 46 ἄρχεται ποιεῖσθαι τῶν ἀγαθῶν τὴν ὑφήγησιν· αἱ μὲν γὰρ προθύμως ἔχουσι, δι' ὧν ἐπαγγέλλονται, παντὸς ἀνθρωπίνου λόγου, ὃν οἶνον τροπικῶς ὀνομάζουσι, προτιμοτέραν ποιεῖσθαι τὴν ἐκ τῶν λογικῶν αὐτῆς μαζῶν ἀπορρέουσαν χάριν οὕτως εἰποῦσαι τῷ ῥήματι ὅτι Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον, ἐπειδὴ σὲ ἡ εὐθύτης ἠγάπησεν, ἡ δὲ προσθήκην ποιεῖ ταῖς μαθητευομέναις τοῦ περὶ αὑτὴν θαύματος, ὡς ἂν μᾶλλον μάθοιμεν τὴν ἀμέτρητον τοῦ νυμφίου φιλανθρωπίαν τοῦ διὰ τῆς ἀγάπης ἐπιβάλλοντος τῇ ἀγαπηθείσῃ τὸ κάλλος· μὴ θαυμάσητε γάρ φησι, ὅτι ἐμὲ ἡ εὐθύτης ἠγάπησεν, ἀλλ' ὅτι μέλαιναν οὖσαν ἐξ ἁμαρτίας καὶ προσῳκειωμένην τῷ ζόφῳ διὰ τῶν ἔργων καλὴν διὰ τῆς ἀγάπης ἐποίησε τὸ ἴδιον κάλλος πρὸς τὸ ἐμὸν αἶσχος ἀνταλλαξάμενος. μεταθεὶς γὰρ πρὸς ἑαυτὸν τὸν τῶν ἐμῶν ἁμαρτιῶν ῥύπον μετέδωκέ μοι τῆς ἑαυτοῦ καθαρότητος κοινωνόν με τοῦ ἑαυτοῦ κάλλους ἀπεργασάμενος, ὃς πρῶτον ἐποίησεν ἐξ εἰδεχθοῦς ἐρασμίαν καὶ οὕτως ἠγάπησεν. μετὰ ταῦτα προτρέπεται τὰς νεάνιδας καὶ αὐτὰς γενέσθαι καλὰς τὸ καθ' ἑαυτὴν προδεικνύουσα κάλλος καθ' ὁμοιότητα τοῦ μεγάλου Παύλου τοῦ λέγοντος Γίνεσθε ὡς ἐγώ, ὅτι καὶ ἐγὼ ὡς ὑμεῖς· καὶ Μιμηταί μου 6. 47 γίνεσθε καθὼς κἀγὼ Χριστοῦ. διὰ τοῦτο γὰρ οὐκ ἐᾷ τὰς μαθητευομένας αὐτῇ ψυχὰς πρὸς τὸ παρῳχηκὸς τοῦ βίου βλεπούσας ἀπελπίζειν τοῦ γίνεσθαι καλάς, ἀλλὰ πρὸς αὐτὴν ὁρώσας τοῦτο μανθάνειν διὰ τοῦ ὑποδείγματος, ὅτι τὸ παρὸν γίνεται τοῦ παρῳχηκότος προκάλυμμα, ἐὰν ἄμωμον ᾖ. λέγει γὰρ ὅτι κἂν νῦν μοι ἐπιλάμπῃ τὸ κάλλος, ὅ μοι διὰ τοῦ ἀγαπηθῆναι παρὰ τῆς εὐθύτητος ἐπεμορφώθη, ἀλλ' οἶδα ἐμαυτὴν οὐ λαμπρὰν οὖσαν τὸ κατ' ἀρχὰς ἀλλὰ μέλαιναν. τὸ δὲ τοιοῦτον εἶδος περὶ ἐμέ, τὸ σκοτεινὸν καὶ ζοφῶδες, ὁ προλαβὼν βίος ἐποίησεν. ἀλλ' ὅμως ἐκεῖνο οὖσα τοῦτό εἰμι. μετεσκευάσθη γὰρ τὸ ὁμοίωμα τοῦ σκότους εἰς κάλλους μορφήν. καὶ ὑμεῖς τοίνυν, ὦ θυγατέρες Ἰερουσαλήμ, ἀναβλέψατε πρὸς τὴν μητέρα ὑμῶν Ἰερουσαλήμ. κἂν σκηνώματα τοῦ κηδὰρ ἦτε διὰ τοῦ ἐνοικῆσαι ὑμῖν τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους (σκοτασμὸς γὰρ ἡ τοῦ κηδὰρ λέξις διερμηνεύεται), δέρρεις τοῦ Σολομῶντος γενή σεσθε, τουτέστι ναὸς τοῦ βασιλέως ἔσεσθε ἐνοικήσαντος ὑμῖν 6. 48 τοῦ βασιλέως Σολομῶντος. Σολομὼν δὲ ὁ εἰρηνικός ἐστιν, ὁ τῇ εἰρήνῃ ἐπώνυμος. δέρρεις γὰρ Σολομῶντος ἀπὸ μέρους πᾶσαν τὴν βασιλικὴν σκηνὴν κατωνόμασεν. τούτοις μοι δοκεῖ τοῖς νοήμασιν ὁ μέγας Παῦλος προσεχέστερον ἐν τῷ πρὸς Ῥωμαίους φιλοχωρῆσαι λόγῳ, ἐν οἷς συνίστησι τοῦ θεοῦ τὴν περὶ ἡμᾶς ἀγάπην, ὅτι ἁμαρτωλοὺς ὄντας ἡμᾶς καὶ μέλανας φωτοειδεῖς τε καὶ ἐρασμίους διὰ τοῦ ἐπιλάμψαι τὴν χάριν ἐποίησεν. ὥσπερ γὰρ ἐν νυκτὶ πάντα τῷ ἐπικρατοῦντι συμμελαίνεται ζόφῳ, κἂν λαμπρὰ κατὰ φύσιν ὄντα τύχῃ, φωτὸς δὲ ἐπιλαβόντος οὐ παραμένει τοῖς ἐν τῷ ζόφῳ σκοτισθεῖσιν ἡ πρὸς τὸ σκότος ὁμοίωσις, οὕτω μετατεθείσης τῆς ψυχῆς ἀπὸ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν καὶ ἡ σκοτεινὴ τοῦ βίου μορφὴ πρὸς τὴν φωτεινὴν χάριν συμμεταβάλλεται. ταὐτὰ καὶ πρὸς τὸν Τιμόθεον, ὡς αὕτη πρὸς τὰς νεάνιδας, λέγει ἡ τοῦ Χριστοῦ νύμφη, ὁ Παῦλος, ὁ λαμπρὸς ἐκ μέλανος μετὰ ταῦτα γενόμενος ὅτι καλὸς ἠξιώθη καὶ αὐτὸς γενέσθαι τὸ πρότερον βλάσφημος ὢν καὶ διώκτης καὶ ὑβριστὴς καὶ μέλας καὶ ὅτι Χριστὸς εἰς τὸν κόσμον ἦλθε 6. 49 λαμπροὺς ποιῆσαι τοὺς μέλανας, οὐ δικαίους πρὸς ἑαυτὸν καλῶν ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, οὓς τῷ λουτρῷ τῆς παλιγγενεσίας λάμπειν ὡς φωστῆρας ἐποίησε τὸ ζοφῶδες αὐτῶν εἶδος ἀποκλύσας τῷ ὕδατι· τὸ αὐτὸ τοῦτο καὶ ὁ τοῦ Δαβὶδ ὀφθαλμὸς ἐν τῇ ἄνω πόλει ὁρᾷ καὶ ἐν θαύματι ποιεῖται τὸ θέαμα, πῶς ἐν τῇ πόλει τοῦ θεοῦ, περὶ ἧς τὰ δεδοξασμένα λελάληται, Βαβυλὼν οἰκίζεται καὶ ἡ πόρνη Ῥαὰβ μνημονεύεται, ἀλλόφυλοί τε καὶ Τύρος καὶ ὁ τῶν Αἰθιόπων λαὸς ἐν αὐτῇ γίνονται, ὡς μηκέτι τῶν ἀνθρώπων τινὰ τῇ πόλει ταύτῃ τὴν τῶν οἰκητόρων ἐρημίαν ἐπονειδίζειν λέγοντα Μή τις ἔτι τῇ Σιὼν ἐρεῖ· ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ; κἀκεῖ γὰρ φυλέται τῆς πόλεως γίνονται οἱ ἀλλόφυλοι καὶ Ἱεροσολυμῖται οἱ Βαβυλώνιοι καὶ παρθένος ἡ πόρνη καὶ λαμπροὶ οἱ Αἰθίοπες καὶ Τύρος ἡ ἄνω πόλις· οὕτω καὶ ἐνταῦθα τὰς θυγατέρας Ἰερουσαλὴμ προθυμοποιεῖται ἡ νύμφη συνιστῶσα τοῦ νυμφίου τὴν ἀγαθότητα, ὅτι κἂν μέλαινάν τινα λάβῃ ψυχήν, τῇ πρὸς ἑαυτὸν κοινωνίᾳ καλὴν ἀπεργάζεται, κἄν τις σκήνωμα ᾖ κηδάρ, φωτὸς οἰκητήριον γίνεται τοῦ ἀληθινοῦ Σολομῶντος, τουτέστι τοῦ εἰρηνικοῦ 6. 50 βασιλέως ἐν αὐτῇ κατοικήσαντος. διὰ τοῦτό φησι Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, ἵνα πρὸς ἐμὲ βλέπουσαι καὶ ὑμεῖς γένησθε δέρρεις Σολομῶντος, κἂν σκηνώματα ἦτε κηδάρ. Εἶτα ἐπάγει τοῖς εἰρημένοις τὰ ἐφεξῆς, δι' ὧν ἀναγκαίως ἀσφαλίζεται τὴν τῶν μαθητευομένων διάνοιαν μὴ τῷ δημιουργῷ τὴν αἰτίαν τοῦ σκοτεινοῦ εἴδους ἀνατιθέναι ἀλλὰ τὴν ἑκάστου προαίρεσιν τοῦ τοιούτου εἴδους τὰς ἀρχὰς καταβάλλεσθαι. Μὴ βλέψητε γὰρ πρός με, φησίν, ὅτι ἐγώ εἰμι μεμελανωμένη. οὐ τοιαύτη γέγονα παρὰ τὴν πρώτην· οὐδὲ γὰρ εἰκὸς ἦν ταῖς φωτειναῖς τοῦ θεοῦ χερσὶ πλασσομένην σκοτεινῷ τινι καὶ μέλανι περιχρωσθῆναι τῷ εἴδει. οὐκ ἤμην τοίνυν τοιαύτη, φησίν, ἀλλὰ γέγονα. οὐ γὰρ ἐκ φύσεώς εἰμι μεμελανωμένη, ἀλλ' ἐπείσακτόν μοι τὸ τοιοῦτον αἶσχος ἐγένετο τοῦ ἡλίου πρὸς τὸ μέλαν ἐκ λαμπροῦ τὴν μορφὴν μεταχρώσαντος. Ὁ ἥλιος γάρ, φησί, παρέβλεψέ με. τί οὖν ἐστιν ὃ διὰ τούτων μανθάνομεν; λέγει διὰ παραβολῆς τοῖς ὄχλοις ὁ κύριος ὅτι ὁ σπείρων τὸν λόγον οὐ τὴν ἀγαθὴν 6. 51 μόνον κατασπείρει καρδίαν, ἀλλὰ κἂν λιθώδης τις ᾖ κἂν ταῖς ἀκάνθαις ὑλομανοῦσα κἂν παρόδιός τε καὶ πεπατημένη, πᾶσιν ὑπὸ φιλανθρωπίας ἐπιβάλλει τοῦ λόγου τὰ σπέρματα. καὶ ἑκάστου τὰ ἰδιώματα ἑρμηνεύων τῷ λόγῳ τοῦτό φησιν ἐπὶ τῆς λιθώδους συμβαίνειν ψυχῆς, ὅτι οὐκ ἐν βάθει ῥιζοῦται τὸ ἐσπαρμένον, ἀλλὰ παραχρῆμα μὲν δι' ἐπιπολαίου βλάστης τὸν στάχυν κατεπαγγέλλεται, θερμότερον δὲ τοῦ ἡλίου τὸ ὑποκείμενον θάλψαντος τῷ μὴ ὑποκεῖσθαι ταῖς ῥίζαις ἰκμάδα καταξηραίνεται. πειρασμὸν δὲ διὰ τῆς ἑρμηνείας ὀνομάζει τὸν ἥλιον. οὐκοῦν τοῦτο παρὰ τῆς διδασκάλου τὸ δόγμα μανθάνομεν, ὅτι γέγονε μὲν ἡ ἀνθρωπίνη φύσις τοῦ ἀληθινοῦ φωτὸς ἀπεικόνισμα πόρρω τῶν σκοτεινῶν χαρακτή ρων τῇ τοῦ ἀρχετύπου κάλλους ὁμοιότητι στίλβουσα, ὁ δὲ πειρασμὸς τὸν φλογώδη καύσωνα δι' ἀπάτης ἐπιβαλὼν ἁπαλὴν ἔτι καὶ ἄρριζον τὴν πρώτην βλάστην κατέλαβε καί, πρὶν ἕξιν τινὰ τοῦ ἀγαθοῦ κτήσασθαι καὶ διὰ τῆς τῶν λογισμῶν γεωργίας δοῦναι ταῖς ῥίζαις τόπον ἐπὶ τὸ βάθος, εὐθὺς διὰ τῆς παρακοῆς ἀποξηράνας τὸ χλοερόν τε καὶ εὐθαλὲς εἶδος διὰ τῆς καύσεως μέλαν ἐποίησεν. εἰ δὲ ἥλιος ἡ ἀντικειμένη τοῦ πειρασμοῦ προσβολὴ ὀνομάζεται, μηδεὶς 6. 52 ξενιζέσθω τῶν ἀκουόντων ἐν πολλοῖς τὸ τοιοῦτον παρὰ τῆς θεοπνεύστου γραφῆς διδασκόμενος. καὶ γὰρ ἐν δευτέρᾳ τῶν ἀναβαθμῶν ᾠδῇ ταύτην ποιεῖται τὴν εὐλογίαν τῷ τὴν βοήθειαν ἔχοντι παρὰ κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ μὴ συγκαίεσθαι αὐτὸν ὑπὸ τοῦ ἡλίου διὰ τῆς ἡμέρας. καὶ ὁ προφήτης Ἠσαΐας τὴν τῆς ἐκκλησίας κατάστα σιν προφητεύων ὥσπερ τινὰ πομπὴν ὑπογράφει τὴν πολιτείαν φαιδρύνων τὸν λόγον τῷ διηγήματι. λέγει γὰρ θυγατέρας ἐπ' ὤμων αἰρομένας καὶ παῖδας ἐν λαμπήναις κομιζομένους καὶ σκιαδείοις τὸν φλογμὸν ἀποκρούοντας· δι' ὧν ἐν αἰνίγμασι τὸν ἐν ἀρετῇ διαγράφει βίον διὰ μὲν τῆς νηπιώδους ἡλικίας ὑποδεικνύων τὸ ἀρτιγενές τε καὶ ἄκακον, διὰ δὲ τῶν σκια δείων τὴν ἐξ ἐγκρατείας τε καὶ καθαρότητος προσγινομένην ταῖς ψυχαῖς παραμυθίαν τοῦ καύσωνος. δι' ὧν μανθάνομεν ὅτι χρὴ ἐπ' ὤμων αἴρεσθαι τὴν τῷ θεῷ νυμφοστολουμένην ψυχήν, οὐ πατουμένην ὑπὸ τῆς σαρκὸς ἀλλ' ἐπικαθημένην τῷ ὄγκῳ τοῦ σώματος. λαμπήνην δὲ ἀκούοντες τὴν ἐκλαμπτικὴν τοῦ φωτίσματος χάριν μανθάνομεν, δι' ἧς παῖδες γινόμεθα οὐκέτι 6. 53 τῇ γῇ τὸ ἴχνος ἐρείδοντες, ἀλλ' ἀπ' ἐκείνης πρὸς τὴν οὐρανίαν ζωὴν κομιζόμενοι. σκιερὸς δὲ γίνεται ἡμῖν καὶ δροσώδης ὁ βίος διὰ τῶν τῆς ἀρετῆς σκιαδείων κατασβεννυμένου τοῦ καύσωνος. οὗτος οὖν ἐστιν ὁ παραβλάπτων ἥλιος, ὅταν μὴ διατειχίζηται ὁ παρ' αὐτοῦ φλογμὸς τῇ νεφέλῃ τοῦ πνεύματος, ἣν διεπέτασε τοῖς τοιούτοις ὁ κύριος εἰς σκέπην αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ ἥλιος ὁ τὴν λαμπρὰν τοῦ σώματος ἐπιφάνειαν τῇ προσβολῇ τῶν πειρασμῶν ἐπικαίων καὶ μελαίνων ἐν δυσμορφίᾳ τὸ εἶδος. Εἶτα διηγεῖται, ὅθεν τὴν ἀρχὴν ἔσχεν ἡ πρὸς τὸ μέλαν τῆς εὐχροίας ἡμῶν μεταποίησις. Υἱοὶ μητρός μου, φησίν, ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. καί μοι τοῦτο παρασχέσθω ἡ ἀκοή, μὴ λίαν ἀκριβολογεῖσθαι πρὸς τὴν τῆς λέξεως σύνταξιν ἀλλὰ πρὸς τὸν εἱρμὸν τοῦ νοήματος βλέπειν. εἰ δέ τι μὴ ἀκριβῶς συνηρτημένον ἐστὶν ἐκ τῆς συμφράσεως, τῇ ἀσθενείᾳ λογισάσθω τῶν τὴν Ἑβραίων γλῶτταν μεταβαλόντων εἰς τὴν Ἑλλάδα φωνήν· οἷς γὰρ ἐν ἐπιμελείᾳ γέγονε παιδευθῆναι τὴν Ἑβραίων διάλεκτον, οὐδὲν εὑρίσκεται τοιοῦτον, οἷον δοκεῖν ἀσυναρτήτως ἔχειν. ὁ δὲ σχηματισμὸς 6. 54 τῆς ἡμετέρας γλώττης μὴ συμβαίνων τῷ σχήματι τῆς Ἑβραϊκῆς εὐγλωττίας σύγχυσίν τινα ποιεῖ τοῖς ἐπιπολαιότε ρον ἀκολουθοῦσι τῇ σημασίᾳ τῆς λέξεως. ἡ μὲν οὖν διάνοια τῶν προκειμένων ῥημάτων αὕτη ἐστίν, ὅσον ἡμεῖς κατειλήφα μεν, ὅτι· γέγονε τὸ κατ' ἀρχὰς ὁ ἄνθρωπος οὐδενὸς τῶν θείων ἀγαθῶν ἐνδεής, ᾧ ἔργον ἦν φυλάξαι μόνον τὰ ἀγαθά, οὐχὶ κτήσασθαι. ἡ δὲ τῶν ἐχθρῶν ἐπιβουλὴ γυμνὸν αὐτὸν τῶν προσόντων ἐποίησε μὴ φυλάξαντα τὴν δοθεῖσαν αὐτῷ φύσει παρὰ τῷ θεῷ εὐκληρίαν. αὕτη μὲν οὖν ἐστιν ἡ τῶν ῥημάτων διάνοια, ἡ δὲ διὰ τῶν αἰνιγματικῶν λόγων τοῦ νοήματος τούτου παράδοσις τοῦτον ἔχει τὸν τρόπον· Υἱοὶ μητρός μου, φησίν, ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. πολλὰ δι' ὀλίγων δογματικῶς ἡμᾶς ἐκπαιδεύει ὁ λόγος. πρῶτον μὲν ὅπερ καὶ ὁ μέγας ἀποφαίνεται Παῦλος, ὅτι τὰ πάντα ἐκ τοῦ θεοῦ καὶ Εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ οὐδὲν τῶν ὄντων ἐστὶν ὃ μὴ δι' ἐκείνου τε καὶ ἐξ ἐκείνου τὸ εἶναι ἔχει 6. 55 (Πάντα γάρ, φησί, δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν· ἀλλ' ἐπειδὴ πάντα ἐποίησεν ὁ θεός, καλὰ λίαν ἐστί. πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν), ἔδωκε δὲ τῇ λογικῇ φύσει τὴν αὐτεξούσιον χάριν καὶ προσέθηκε δύναμιν εὑρετικὴν τῶν καταθυμίων, ὡς ἂν τὸ ἐφ' ἡμῖν χώραν ἔχοι καὶ μὴ κατηναγκασμένον εἴη τὸ ἀγαθὸν καὶ ἀκούσιον, ἀλλὰ κατόρ θωμα προαιρέσεως γένοιτο. τούτου δὲ τοῦ αὐτεξουσίου κινήματος αὐτοκρατορικῶς πρὸς τὸ δοκοῦν ἡμᾶς ἄγοντος ηὑρέθη τις ἐν τῇ φύσει τῶν ὄντων ὁ κακῶς τῇ ἐξουσίᾳ χρησάμενος καὶ κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν κακῶν ἐφευρετὴς γενόμενος· ὃς τῷ μὲν ἐκ θεοῦ καὶ αὐτὸς εἶναι ἀδελφός ἐστιν ἡμέτερος, τῷ δὲ τῆς τοῦ ἀγαθοῦ μετουσίας ἑκουσίως ἀπορρυῆναι τὴν τῶν κακῶν εἴσοδον καινοτομήσας καὶ πατὴρ ψεύδους γενόμενος εἰς πολεμίου τάξιν ἑαυτὸν κατέστησε πᾶσιν, οἷς ὁ σκοπὸς τῆς προαιρέσεως πρὸς τὸ κρεῖττον βλέπει. διὰ τούτου τοίνυν καὶ τοῖς λοιποῖς τῆς τῶν ἀγαθῶν ἀποπτώσεως τῆς ἀφορμῆς ἐγγενομένης (ὃ δὴ καὶ τῇ φύσει τῶν ἀνθρώπων ἐγένετο) καλῶς ἡ ποτὲ μὲν μέλαινα, 6. 56 νῦν δὲ καλὴ τὴν αἰτίαν τῆς ζοφώδους ὄψεως εἰς τοὺς τοιούτους τῆς μητρὸς υἱοὺς ἀνατίθησι παιδεύουσα διὰ τῶν λεγομένων ἡμᾶς, ὅτι μία μὲν πᾶσίν ἐστι τοῖς οὖσιν οἷόν τις μήτηρ ἡ τῶν ὄντων αἰτία. καὶ διὰ τοῦτο ἀδελφὰ πάντα ἐστὶν ἀλλήλων τὰ ἐν τοῖς οὖσι νοούμενα. ἡ δὲ τῆς προαιρέσεως διαφορὰ πρὸς τὸ φίλιόν τε καὶ πολέμιον τὴν φύσιν διέσχισεν· οἱ γὰρ ἀφεστῶτες τῆς πρὸς τὸ ἀγαθὸν σχέσεως καὶ διὰ τῆς τοῦ κρείττονος ἀποστάσεως τὸ κακὸν ὑποστήσαντες (οὐδὲ γάρ ἐστιν ἄλλη τις κακοῦ ὑπόστασις εἰ μὴ ὁ χωρισμὸς τοῦ βελτίονος) πᾶσαν ποιοῦνται σπουδὴν καὶ ἐπίνοιαν τοῦ καὶ ἄλλους πρὸς τὴν τῶν κακῶν κοινωνίαν προσεταιρίσασθαι. καὶ διὰ τοῦτό φησιν· οὗτοι οἱ υἱοὶ τῆς μητρός μου (τῇ γὰρ πληθυντικῇ σημασίᾳ τὸ πολυσχιδὲς τῆς κακίας ἐνδείκνυται) πόλεμον ἐν ἐμοὶ συνεστήσαντο, οὐκ ἔξωθεν ἐξ ἐπιδρομῆς πολεμοῦντες ἀλλ' αὐτὴν τὴν ψυχὴν ποιησάμενοι τοῦ ἐν αὐτῇ 6. 57 πολέμου μεταίχμιον· ἐν ἑκάστῳ γάρ ἐστιν ὁ πόλεμος, καθὼς ἑρμηνεύει ὁ θεῖος ἀπόστολος λέγων ὅτι Βλέπω ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ταύτης τοίνυν τῆς ἐμφυλίου μάχης ἐν ἐμοὶ συστάσης παρὰ τῶν ἀδελφῶν μέν, ἐχθρῶν δὲ τῆς ἐμῆς σωτηρίας, μέλαινα ἐγενόμην ἡττηθεῖσα τῶν πολεμίων καὶ τὸν ἀμπελῶνα τὸν ἐμὸν οὐκ ἐφύλαξα. ταὐτὸν δὲ χρὴ νοεῖν τῷ παραδείσῳ τὸν ἀμπελῶνα· καὶ γὰρ κἀκεῖ φυλάσσειν ἐτάχθη ὁ ἄνθρωπος τὸν παράδεισον. ἡ δὲ τῆς φυλακῆς ἀμέλεια ἐκβάλλει τοῦ παραδείσου τὸν ἄνθρωπον καὶ οἰκήτορα τῶν δυσμῶν ποιεῖ τῆς ἀνατολῆς ἀποστήσασα. διὰ τοῦτο ἡ ἀνατολὴ ταῖς δυσμαῖς ἐπιφαίνεται· Ψάλατε γάρ, φησί, τῷ κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, ἵνα τοῦ φωτὸς ἐν τῇ σκοτίᾳ λάμψαντος μεταποιηθῇ πρὸς τὴν ἀκτῖνα τὸ σκότος καὶ γένηται καλὴ πάλιν ἡ μέλαινα. τὸ δὲ δοκοῦν ἀσυνάρτητον τῆς λέξεως ὡς πρὸς τὴν εὑρεθεῖσαν διάνοιαν τούτῳ τῷ τρόπῳ δυνατόν ἐστι παραμυθήσασθαι· Ἔθεντό με, φησί, φυλάκισσαν ἐν ἀμπελῶσιν, ὅπερ ἴσον ἐστὶ τῷ Ἔθεντο τὴν Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον. οὐ γὰρ ἐκεῖνοι κατέστησαν αὐτὴν φύλακα τοῦ θείου ἀμπελῶνος, 6. 58 ὡς ἄν τις ἐκ τοῦ προχείρου νοήσειεν, ἀλλ' ὁ καταστήσας μέν ἐστι θεός, ἐκεῖνοι δὲ ἐμαχέσαντο μόνον ἐν αὐτῇ καὶ ἔθεντο αὐτὴν Ὡς σκηνὴν ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ. τῆς γὰρ φυλασσομένης ὀπώρας διὰ τὴν παρακοὴν στερηθεῖσα ἄχρηστον θέαμα κατελείφθη τοῦ φυλασσομένου ἐν αὐτῇ μὴ ὄντος. καὶ ἐπειδὴ ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάσσειν τὸν παράδεισον, τοῦτο εἶπεν ἡ νύμφη ὅτι τοῦ θεοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν (ζωὴ γὰρ ἦν ἡ τοῦ παραδείσου τρυφή, ἐν ᾧ ἔθετο ὁ θεὸς τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν) οἱ ἐχθροὶ μετέστησαν αὐτὴν ἀπὸ τῆς τοῦ παραδείσου φυλακῆς εἰς τὸ σπουδάζειν περὶ τὸν αὐτῶν ἀμπελῶνα, οὗ ὁ βότρυς γεωργεῖ τὴν πικρίαν καὶ ἡ σταφυλὴ τὴν χολήν. τοιοῦτος ἀμπελὼν Σόδομα ἦν, τοιαύτη κληματὶς Γόμορρα ἡ συγκατα δικασθεῖσα Σοδόμοις, δι' ὧν ὁ τῶν δρακόντων θυμὸς ὁ ἀνίατος ἐν ταῖς πονηραῖς ληνοῖς τῶν Σοδομιτῶν ὑπερεχέθη. ἔστι δὲ καὶ μέχρι τοῦ νῦν τῶν τοιούτων ἀμπελώνων ἐπι μελητάς τε καὶ φύλακας τοὺς πολλοὺς τῶν ἀνθρώπων ἰδεῖν, οἳ ἐν σπουδῇ τὰ πάθη παρ' ἑαυτοῖς τηροῦσιν ὥσπερ δεδοικότες μὴ τὸ κακὸν ἀπολέσωσιν. ὁρᾷς τοὺς πονηροὺς τῆς 6. 59 εἰδωλολατρίας φύλακας τῆς τε κατὰ τὴν ἀσέβειαν καὶ τῆς κατὰ τὴν πλεονεξίαν ἐνεργουμένης, πῶς ἐπαγρυπνοῦσι τῇ φυλακῇ τῶν κακῶν ζημίαν τὸ στερηθῆναι τῆς ἀνομίας νομίζοντες. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως ἔστιν ἰδεῖν τοὺς ἐν πάθει παραδεξαμένους τὴν ἡδονὴν ἢ ὑπερηφανίαν ἢ τῦφον ἢ ἄλλο τι τῶν τοιούτων, πῶς περιέχονται διὰ πάσης φυλακῆς τῶν τοιούτων κακῶν κέρδος ποιούμενοι τὸ μηδέποτε τῶν κακῶν τὴν ψυχὴν καθαρεῦσαι. ταῦτα οὖν ἡ νύμφη ὀδύρεται λέγουσα ὅτι διὰ τοῦτο ἐγενόμην μέλαινα, ἐπειδὴ τὰ ζιζάνια τοῦ ἐχθροῦ καὶ τὰς πονηρὰς αὐτῶν κληματίδας φυλάσσουσά τε καὶ περιέπουσα τὸν ἀμπελῶνα τὸν ἐμὸν οὐκ ἐφύλαξα. ὦ πόσον κινεῖ πένθος ἐν τοῖς αἰσθητικῶς ἐπαΐουσιν Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. θρῆνος ἄντικρύς ἐστιν ἡ φωνή, θρῆνος τοὺς τῶν προφητῶν στεναγμοὺς κινῶν εἰς συμπάθειαν· πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως; πῶς κατελείφθη ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι; Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον; Πῶς ἠμαυρώθη τὸ χρυσίον, 6. 60 ἠλλοιώθη τὸ ἀργύριον τὸ ἀγαθόν; πῶς ἐγένετο μέλαινα ἡ τῷ ἀληθινῷ φωτὶ τὰ πρῶτα συναναλάμπουσα; πάντα ταῦτα ἐγένετό μοι, φησί, ὅτι τὸν ἀμπελῶνα τὸν ἐμὸν οὐκ ἐφύλαξα. ἀμπελών ἐστιν ἡ ἀθανασία, ἀμπελὼν ἡ ἀπάθεια καὶ ἡ πρὸς τὸ θεῖον ὁμοίωσις καὶ ἡ παντὸς κακοῦ ἀλλοτρίωσις. τούτου τοῦ ἀμπελῶνος καρπὸς ἡ καθαρότης, ὁ λαμπρὸς οὗτος καὶ ὥριμος βότρυς ὁ ἡλιάζων τῷ εἴδει καὶ καταγλυ καίνων ἐν ἁγνείᾳ τὰ τῆς ψυχῆς αἰσθητήρια, ἕλιξ δὲ τοῦ ἀμπελῶνος ἡ πρὸς τὴν ἀΐδιον ζωὴν περιπλοκή τε καὶ συμ φυΐα, κλήματα δὲ βλυζανόμενα τὰ τῶν ἀρετῶν ἐστιν ὑψώματα τὰ πρὸς τὸ ὕψος τῶν ἀγγέλων ἀναδενδρούμενα, φύλλα δὲ τεθηλότα καὶ τῷ ἠρεμαίῳ πνεύματι γλαφυρῶς τοῖς κλάδοις ἐπισειόμενα ὁ πολυειδὴς τῶν θείων ἀρετῶν ἐστι κόσμος τῶν συναναθαλλόντων τῷ πνεύματι. ταῦτα πάντα κεκτημένη, φησί, καὶ ἐν τῇ ἀπολαύσει τούτων λαμπρυνομένη διὰ τὸ μὴ φυλάξαι τὸν ἀμπελῶνα κατεμελάνθην τῷ πένθει· τῆς γὰρ καθαρότητος ἐκπεσοῦσα τὸ ζοφῶδες εἶδος ἐνεδυσάμην (τοιοῦτος γὰρ τῷ εἴδει ὁ χιτὼν ὁ δερμάτινος), νῦν δὲ διὰ τὴν ἀγαπήσασάν με πάλιν εὐθύτητα καλή τε καὶ φωτοειδὴς γενομένη ὑποπτεύω τὴν εὐκληρίαν, μὴ πάλιν ἀπολέσω τὸ κάλλος ἀγνοίᾳ τοῦ κατὰ τὴν ἀσφάλειαν τρόπου περὶ τὴν φυλακὴν ἀστοχήσασα. 6. 61 Διὰ τοῦτο καταλιποῦσα τὸν πρὸς τὰς νεάνιδας λόγον πάλιν δι' εὐχῆς ἀνακαλεῖ τὸν νυμφίον ὄνομα ποιησαμένη τοῦ ποθουμένου τὴν πρὸς αὐτὸν ἐνδιάθετον σχέσιν. τί γάρ φησιν; Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περι βαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου. ποῦ ποιμαίνεις ὁ ποιμὴν ὁ καλὸς ὁ αἴρων ἐπὶ τῶν ὤμων ὅλον τὸ ποίμνιον; ἓν γάρ ἐστι πρόβατον πᾶσα ἡ ἀνθρωπίνη φύσις, ἣν ἐπὶ τῶν ὤμων ἀνέλαβες. δεῖξόν μοι τὸν τόπον τῆς χλόης, γνώρισόν μοι τὸ ὕδωρ τῆς ἀναπαύσεως, ἐξάγαγέ με πρὸς τὴν τρόφιμον πόαν, κάλεσόν με ἐκ τοῦ ὀνόματος, ἵνα ἀκούσω τῆς σῆς φωνῆς, ἐγὼ τὸ σὸν πρόβατον, καὶ δός μοι διὰ τῆς φωνῆς σου τὴν ζωὴν τὴν αἰώνιον. ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου. οὕτω γάρ σε κατονομάζω, ἐπειδὴ τὸ ὄνομά σου ὑπὲρ πᾶν ἐστιν ὄνομα καὶ πάσῃ φύσει λογικῇ ἄφραστόν τε καὶ ἀχώρητον. οὐκοῦν ὄνομά σοί ἐστι γνωριστικὸν τῆς σῆς ἀγαθότητος ἡ τῆς ψυχῆς μου περὶ σὲ σχέσις. πῶς γάρ σε μὴ ἀγαπήσω τὸν οὕτω με ἀγαπήσαντα καὶ ταῦτα μέλαιναν οὖσαν, ὥστε τὴν ψυχήν σου ὑπὲρ τῶν προβάτων θεῖναι, ἃ σὺ ποιμαίνεις; μείζονα ταύτης ἀγάπην οὐκ ἔστιν ἐπινοῆσαι ἢ τὸ τῆς σῆς ψυχῆς τὴν σωτηρίαν τὴν ἐμὴν ἀνταλλάξασθαι. 6. 62 δίδαξον οὖν με, φησί, ποῦ ποιμαίνεις, ἵνα εὑροῦσα τὴν σωτήριον νομὴν ἐμφορηθῶ τῆς οὐρανίας τροφῆς, ἧς ὁ μὴ φαγὼν οὐ δύναται εἰς τὴν ζωὴν εἰσελθεῖν, καὶ δραμοῦσα πρὸς σὲ τὴν πηγὴν σπάσω τοῦ θείου πόματος, ὃ σὺ τοῖς διψῶσι πηγάζεις προχέων τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομώσαντος, οὗ ὁ γευσάμενος πηγὴ γίνεται ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. ἐὰν γὰρ ἐν τούτοις με ποιμάνῃς, κοιτάσεις με πάντως ἐν μεσημβρίᾳ, ὅταν ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθεῖσα ἐν τῷ ἀσκίῳ φωτὶ ἀναπαύσωμαι· ἄσκιος γὰρ πανταχόθεν ἡ μεσημβρία τοῦ ἡλίου τῆς κορυφῆς ὑπερλάμποντος, ἐν ᾗ σὺ κοιτάζεις τοὺς ὑπὸ σοῦ ποιμανθέντας, ὅταν τὰ παιδία σου δέξῃ μετὰ σεαυτοῦ εἰς τὴν κοίτην. οὐδεὶς δὲ τῆς ἀναπαύσεως τῆς μεσημβρινῆς ἀξιοῦται μὴ υἱὸς φωτὸς καὶ υἱὸς ἡμέρας γενόμενος. ὁ δὲ κατὰ τὸ ἴσον ἑαυτὸν τοῦ τε ἑσπερινοῦ καὶ τοῦ ὀρθρινοῦ σκότους χωρίσας (τουτέστιν ὅπου ἄρχεται τὸ κακὸν καὶ εἰς ὃ καταλήγει) οὗτος ἐν τῇ μεσημβρίᾳ παρὰ τοῦ ἡλίου τῆς δικαιοσύνης κοιτάζεται. γνώρισον οὖν μοι, φησί, ποῦ χρή με ποιμαίνεσθαι καὶ τίς ἡ ὁδὸς τῆς μεσημβρινῆς ἀναπαύσεως, μήποτέ με τῆς ἀγαθῆς χειραγωγίας ἀποσφαλεῖσαν ταῖς 6. 63 ἀλλοτρίαις τῶν σῶν ποιμνίων ἀγέλαις ἡ τῆς ἀληθείας ἄγνοια συναγελάσῃ. ταῦτα εἶπε περὶ τοῦ γενομένου κάλλους αὐτῇ θεόθεν ἀγωνιῶσα καί, ὅπως ἂν εἰς τὸ διηνεκὲς αὐτῇ παραμένοι ἡ εὐμορφία, μαθεῖν ἀξιοῦσα. ἀλλ' οὔπω καταξιοῦται τῆς τοῦ νυμφίου φωνῆς τοῦ θεοῦ περὶ αὐτῆς κρεῖττόν τι προβλεψα μένου, ὡς ἂν εἰς μείζονα πόθον τὴν ἐπιθυμίαν αὐτῆς ἀνα φλέξειεν ἡ ἀναβολὴ τῆς ἀπολαύσεως, ὥστε συναυξηθῆναι τῷ πόθῳ τὴν εὐφροσύνην. Ἀλλ' οἱ φίλοι τοῦ νυμφίου πρὸς αὐτὴν διαλέγονται τὸν τρόπον τῆς τῶν προσόντων ἀγαθῶν ἀσφαλείας διὰ συμβουλῆς ὑφηγούμενοι. ἔστι δὲ κεκαλυμμένος δι' ἀσαφείας καὶ ὁ παρ' ἐκείνων λόγος· ἔχει γὰρ οὕτως ἡ λέξις Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων. τούτων δὲ τῶν ῥημάτων ἡ μὲν διάνοια πρόδηλος ἐκ τῆς τῶν ἐξετασθέντων ἀκολουθίας ἐστίν, ἡ δὲ σύνταξις δοκεῖ πως τὴν ἀσάφειαν ἔχειν. τίς οὖν ἐστιν ἡ διάνοια; ἀσφαλέστατόν ἐστι φυλακτήριον ἡμῶν τὸ ἑαυτὸν μὴ ἀγνοῆσαι μηδέ τι ἄλλο τῶν περὶ αὑτὸν βλέποντα ἑαυτὸν οἴεσθαι βλέπειν. ὅπερ δὴ πάσχουσιν οἱ ἑαυτῶν ἀνεπίσκεπτοι· ἰσχὺν ἢ κάλλος ἢ δόξαν ἢ δυναστείαν ἤ τινα πλούτου περιουσίαν ἢ τῦφον ἢ ὄγκον ἢ σώματος μέγεθος ἢ μορφῆς εὐμοιρίαν ἢ 6. 64 ἄλλο τι ἐν ἑαυτοῖς τοιοῦτον ὁρῶντες τοῦτο ἑαυτοὺς εἶναι νομίζουσιν. διὰ τοῦτο σφαλεροὶ φύλακές εἰσιν ἑαυτῶν τῇ περὶ τὸ ἀλλότριον σχέσει ἀφύλακτον περιορῶντες τὸ ἴδιον. πῶς γὰρ ἄν τις φυλάξειέ τι, ὃ μὴ ἐπίσταται; οὐκοῦν ἀσφαλε στάτη φρουρὰ τῶν ἐν ἡμῖν ἀγαθῶν τὸ ἑαυτοὺς μὴ ἀγνοῆσαι καὶ τὸ γνῶναι ἕκαστον ἑαυτὸν ὅπερ ἐστὶ καὶ ἀκριβῶς ἑαυτὸν ἀπὸ τῶν περὶ αὑτὸν διακρίνειν, ὡς ἂν μὴ λάθοι φυλάσσων ἀνθ' ἑαυτοῦ τὸ ἀλλότριον· ὁ γὰρ πρὸς τὴν ἐν τῷ κόσμῳ τούτῳ βλέπων ζωὴν καὶ τὰ ἐνταῦθα τίμια φυλακῆς ἄξια κρίνων οὐκ οἶδε τὸ ἴδιον διακρῖναι τοῦ ἀλλοτρίου· οὐδὲν γὰρ τῶν παρερχομένων ἐστὶν ἡμέτερον. πῶς γὰρ ἄν τις κρατήσειε τοῦ παροδικοῦ τε καὶ ῥέοντος; ἐπεὶ οὖν ἓν μόνον ὡσαύτως ἔχει, ἡ νοητή τε καὶ ἄϋλος φύσις, ἡ δὲ ὕλη παρέρχε διὰ ῥοῆς τινος καὶ κινήσεως πάντοτε ἀλλοιουμένη, ἀναγκαίως ὁ τοῦ ἑστῶτος χωριζόμενος τῷ ἀστατοῦντι πάντως συμπαραφέρεται καὶ ὁ τὸ παρερχόμενον διώκων καὶ τὸ ἑστὼς καταλείπων ἀμφοτέρων διαμαρτάνει τὸ μὲν 6. 65 ἀφιείς, τὸ δὲ κατασχεῖν μὴ δυνάμενος. διὰ τοῦτό φησιν ἡ τῶν φίλων τοῦ νυμφίου συμβουλὴ τὰ εἰρημένα ὅτι Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων. τοῦτο δέ ἐστι τί; ὅτι ὁ ἑαυτὸν ἀγνοήσας ἐκπίπτει μὲν τῆς τῶν προβάτων ἀγέλης, σύννομος δὲ γίνεται τοῖς ἐρίφοις, ὧν ἡ στάσις ἐπὶ τὸ σκαιὸν ἀπεώσθη, οὕτω τοῦ καλοῦ ποιμένος ἐκ δεξιῶν μὲν τὰ πρόβατα στήσαντος, ἀφορίσαντος δὲ τῆς κρείττονος λήξεως ἐπὶ τὸ ἀριστερὸν τὰ ἐρίφια. τοῦτο τοίνυν ἐκ τῆς τῶν φίλων τοῦ νυμφίου συμβουλῆς παιδευόμεθα τὸ δεῖν εἰς αὐτὴν βλέπειν τὴν τῶν πραγμάτων φύσιν καὶ μὴ πεπλανημένοις ἴχνεσι τῆς ἀληθείας παραστοχάζεσθαι. Σαφέστερον δὲ χρὴ τὸν περὶ τούτων ἐκθέσθαι λόγον. πολλοὶ τῶν ἀνθρώπων οὐκ αὐτοὶ κρίνουσιν ὅπως ἔχει τὰ πράγματα φύσεως, ἀλλὰ πρὸς τὴν συνήθειαν τῶν προβεβιω κότων ὁρῶντες τῆς ὑγιοῦς τῶν ὄντων κρίσεως ἁμαρτάνουσιν οὐκ ἔμφρονά τινα λογισμὸν ἀλλὰ συνήθειαν ἄλογον τοῦ καλοῦ κριτήριον προβαλλόμενοι· ὅθεν εἰς ἀρχάς τε καὶ δυναστείας ἑαυτοὺς εἰσωθοῦσι καὶ τὰς ἐν τῷ κόσμῳ τούτῳ περιφανείας καὶ τοὺς ὑλικοὺς ὄγκους περὶ πολλοῦ ποιοῦνται, ἄδηλον ὄν, εἰς ὅ τι τούτων ἕκαστον καταλήξει μετὰ τὸν τῇδε 6. 66 βίον· οὐ γὰρ ἀσφαλὴς τῶν μελλόντων ἐγγυητὴς ἡ συνήθεια, ἧς τὸ πέρας ἐρίφων εὑρίσκεται πολλάκις οὐχὶ προβάτων ἀγέλη. νοεῖς δὲ πάντως τὸν λόγον ἐκ τῆς τοῦ εὐαγγελίου φωνῆς. ὁ δὲ πρὸς τὸ ἴδιον τῆς ἀνθρωπίνης φύσεως βλέπων (τοῦτο δέ ἐστιν ὁ λόγος) καταφρονήσει μὲν τῆς ἀλόγου συνηθείας, οὐδὲν δὲ ὡς καλὸν αἱρήσεται, ὃ μὴ τῇ ψυχῇ φέρει τι κέρδος. οὐκοῦν οὐ χρὴ πρὸς τὰ ἴχνη τῶν βοσκημάτων βλέπειν, ἃ τῷ γεώδει βίῳ διὰ τῶν πτερνῶν ἐνσημαίνονται οἱ προωδευκότες τὸν βίον· ἀφανὴς γὰρ ἐκ τῶν φαινομένων ἡ τοῦ προτιμοτέρου κρίσις, ἕως ἂν ἔξω τοῦ βίου γενώμεθα κἀκεῖ γνῶμεν, τίσιν ἠκολουθήσαμεν. ὁ τοίνυν μὴ ἐξ αὐτῶν τῶν πραγμάτων διακρίνων τὸ καλὸν ἐκ τοῦ χείρονος ἀλλὰ τοῖς ἴχνεσι τῶν προωδευκότων ἑπόμενος τὴν παρελθοῦσαν τοῦ βίου συνήθειαν διδάσκαλον τῆς ἰδίας ζωῆς προβαλλόμενος λανθάνει πολλάκις κατὰ τὸν καιρὸν τῆς δικαίας κρίσεως ἔριφος ἀντὶ προβάτου γενόμενος. οὐκοῦν ταῦτα λεγόντων ἔστιν ἀκούειν τῶν φίλων ὅτι σύ, ὦ ψυχή, ἡ ἐκ μελαίνης γενομένη καλή, εἴ σοι μέλει τοῦ διαιωνίζειν σοι τῆς εὐμορφίας 6. 67 τὴν χάριν, μὴ τοῖς ἴχνεσιν ἐπιπλανῶ τῶν προωδευκότων τὸν βίον· ἄδηλον γὰρ εἰ μὴ τρίβος ἐρίφων ἐστὶ τὸ φαινόμενον, ᾗ σὺ κατόπιν ἀκολουθοῦσα διὰ τὸ μὴ φαίνεσθαί σοι τοὺς διὰ τῶν ἰχνῶν τὴν ἀτραπὸν τρίψαντας, ἐπειδὰν παρέλθῃς τὸν βίον καὶ κατακλεισθῇς ἐν τῇ τοῦ θανάτου μάνδρᾳ, μήποτε προστεθῇς τῇ τῶν ἐρίφων ἀγέλῃ, οἷς ἀγνοοῦσα διὰ τῶν ἰχνῶν τοῦ βίου κατόπιν ἐπηκολούθησας. Ἐὰν γὰρ μὴ γνῷς σεαυτήν, φησίν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων. ὅπερ δι' ἑτέρου τινὸς ἀντιγρά φου σαφέστερόν ἐστι κατανοῆσαι, ὡς μηδὲ τὴν σύνταξιν τῶν ῥημάτων δοκεῖν ἀσυναρτήτως ἔχειν. φησὶ γὰρ ὅτι Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἐξῆλθες ἐκ τῶν πτερνῶν τοῦ ποιμνίου καὶ ποιμαίνεις ἐρίφους ἀντὶ σκηνω μάτων ποιμνίων· ὥστε δι' ἀκριβείας συμβαίνειν τὴν ἐν τοῖς ῥήμασι τούτοις ἐμφαινομένην διάνοιαν τῇ προαποδοθείσῃ θεωρίᾳ τοῦ λόγου. οὐκοῦν ἵνα μὴ ταῦτα πάθῃς, πρόσεχε σεαυτῇ, φησὶν ὁ λόγος· τοῦτο γάρ ἐστι τὸ ἀσφαλὲς τῶν 6. 68 ἀγαθῶν φυλακτήριον· γνῶθι πόσον ὑπὲρ τὴν λοιπὴν κτίσιν παρὰ τοῦ πεποιηκότος τετίμησαι. οὐκ οὐρανὸς γέγονεν εἰκὼν τοῦ θεοῦ, οὐ σελήνη, οὐχ ἥλιος, οὐ τὸ ἀστρῷον κάλλος, οὐκ ἄλλο τι τῶν κατὰ τὴν κτίσιν φαινομένων οὐδέν. μόνη σὺ γέγονας τῆς ὑπερεχούσης πάντα νοῦν φύσεως ἀπεικόνισμα, τοῦ ἀφθάρτου κάλλους ὁμοίωμα, τῆς ἀληθινῆς θεότητος ἀποτύπωμα, τῆς μακαρίας ζωῆς δοχεῖον, τοῦ ἀληθινοῦ φωτὸς ἐκμαγεῖον, πρὸς ὃ βλέπουσα ἐκεῖνο γίνῃ, ὅπερ ἐκεῖνός ἐστι, μιμουμένη τὸν ἐν σοὶ λάμποντα διὰ τῆς ἀντιλαμπούσης αὐγῆς ἐκ τῆς σῆς καθαρότητος. οὐδὲν οὕτω τῶν ὄντων μέγα, ὡς τῷ σῷ μεγέθει παραμετρεῖσθαι. ὁ οὐρανὸς ὅλος τῇ τοῦ θεοῦ σπιθαμῇ περιλαμβάνεται, γῆ δὲ καὶ θάλασσα τῇ δρακὶ τῆς χειρὸς αὐτοῦ περιείργεται. ἀλλ' ὅμως ὁ τοσοῦτος, ὁ τοιοῦτος, ὁ πᾶσαν τῇ παλάμῃ περισφίγγων τὴν κτίσιν, ὅλος σοὶ χωρητὸς γίνεται καὶ ἐν σοὶ κατοικεῖ καὶ οὐ στενοχω ρεῖται τῇ σῇ φύσει ἐνδιοδεύων ὁ εἰπὼν Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. ἐὰν ταῦτα βλέπῃς, εἰς οὐδὲν τῶν περιγείων τὸν ὀφθαλμὸν ἀσχολήσεις. τί τοῦτο λέγω; ἀλλ' οὐδὲ ὁ οὐρανός σοι θαυμαστὸς νομισθήσεται. πῶς γὰρ θαυμάσεις 6. 69 τοὺς οὐρανούς, ὦ ἄνθρωπε, σεαυτὸν βλέπων τῶν οὐρανῶν μονιμώτερον; οἱ μὲν γὰρ παρέρχονται, σὺ δὲ τῷ ἀεὶ ὄντι συνδιαμένεις πρὸς τὸ ἀΐδιον. οὐ θαυμάσεις πλάτη γῆς οὐδὲ πελάγη πρὸς ἄπειρον ἐκτεινόμενα, ὧν ἐπιστατεῖν ἐτάχθης ὥσπερ τινὸς ξυνωρίδος πώλων ἡνίοχος εὐπειθῆ πρὸς τὸ δοκοῦν ἔχων τὰ στοιχεῖα ταῦτα καὶ ὑπεξούσια· ἥ τε γὰρ γῆ σοι πρὸς τὰς τοῦ βίου χρείας ὑπηρετεῖται καὶ ἡ θάλασσα καθάπερ τις πῶλος εὐήνιος ὑπέχει σοι τὰ νῶτα καὶ ἐπιβάτην ἑαυτῆς τὸν ἄνθρωπον δέχεται. Ἐὰν οὖν γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, παντὸς τοῦ κόσμου ὑπερφρονή σεις καὶ πρὸς τὸ ἄϋλον ἀγαθὸν διὰ παντὸς ὁρῶσα περιόψῃ τῶν κατὰ τὸν βίον τοῦτον ἰχνῶν τὴν πλάνην. οὐκοῦν ἀεὶ πρόσεχε σεαυτῇ, καὶ οὐ μὴ πλανηθήσῃ περὶ τὴν τῶν ἐρίφων ἀγέλην οὐδὲ ἔριφος ἀντὶ προβάτου ἐν τῷ καιρῷ τῆς κρίσεως ἐπιδειχθήσῃ οὐδὲ τῆς ἐκ δεξιῶν στάσεως ἀφορισθήσῃ, ἀλλ' ἀκούσῃ τῆς γλυκείας φωνῆς, ἥ φησι πρὸς τὰ ἐριοφόρα τε καὶ ἥμερα πρόβατα ὅτι Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ κατα βολῆς κόσμου. ἧς καὶ ἡμεῖς ἀξιωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.