Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Canticum canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί. Ἰδοὺ εἶ καλός, ἀδελφιδός μου, καί γε ὡραῖος. πρὸς κλίνῃ ἡμῶν σύσκιος, Δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν, οὕτως ἀδελφή μου ἀνὰ μέσον τῶν θυγατέρων. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου. Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην. Στηρίσατέ με ἐν μύροις στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μουκαὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. Φασὶ τοὺς τὸ χρυσίον τεχνικῶς ἐκκαθαίροντας, εἰ διά τινος ῥυπαρωτέρας ὕλης κατ' ἐπιβουλὴν ἐμμιχθείσης ἀμαυρωθείη τῆς λαμπηδόνος τὸ κάλλος, τῇ διὰ τοῦ πυρὸς χωνείᾳ θερα πεύειν τὴν δύσχροιαν καὶ πολλάκις τοῦτο ποιεῖν καὶ καθ' ἑκάστην χωνείαν ἐπισκοπεῖν, ὅσον παρὰ τὴν προτέραν ἐν τοῖς ἐφεξῆς γέγονεν ὁ χρυσὸς εὐχροώτερος, καὶ μὴ πρότερον παύεσθαι τῷ πυρὶ τὴν ὕλην ἀποκαθαίροντας, ἕως ἂν αὐτὸ τοῦ χρυσίου τὸ εἶδος ἑαυτῷ μαρτυρήσῃ τὸ καθαρόν τε καὶ ἀκιβδήλευτον. τίνος δὲ χάριν τῆς παρούσης τῶν ἀνεγνω σμένων θεωρίας ἁπτόμενοι τούτων τὴν μνήμην ἐποιησάμεθα, δῆλον ὑμῖν ἐξ αὐτῆς ἤδη τῆς διανοίας τῶν γεγραμμένων γενήσεται. χρυσῖτις ἦν τὸ κατ' ἀρχὰς ἡ ἀνθρωπίνη φύσις καὶ λάμπουσα τῇ πρὸς τὸ ἀκήρατον ἀγαθὸν ὁμοιότητι, ἀλλὰ δύσχρους καὶ μέλαινα μετὰ τοῦτο τῇ ἐπιμιξίᾳ τῆς κακίας ἐγένετο, καθὼς ἐν τοῖς πρώτοις τοῦ Ἄισματος τῆς νύμφης ἠκούσαμεν ὅτι μέλαιναν αὐτὴν ἐποίησεν ἡ τῆς φυλακῆς τοῦ ἀμπελῶνος ὀλιγωρία· ἧς θεραπεύων τὴν δυσμορφίανὁ πάντα ἐν σοφίᾳ τεχνιτεύων θεὸς οὐ καινόν τι κάλλος ἐπ' αὐτῆς μηχανᾶται ὃ μὴ πρότερον ἦν, ἀλλ' ἐπὶ τὴν πρώτην ἐπανάγει χάριν δι' ἀναλύσεως τὴν τῷ κακῷ μελανθεῖ σαν μεταχωνεύων πρὸς τὸ ἀκήρατον. ὥσπερ τοίνυν οἱ ἀκριβεῖς χρυσογνώμονες μετὰ τὴν πρώτην χωνείαν ἐπισκοποῦσιν, ὅσον ἐπέδωκεν εἰς κάλλος ἡ ὕλη τῷ πυρὶ τὸν ῥύπον ἐνδαπανή σασα, καὶ πάλιν δευτέρας γενομένης χωνείας, εἰ μὴ ἱκανῶς παρὰ τὴν πρώτην ἀπεκαθάρθη, τὸ προστεθὲν κάλλος ἐπι λογίζονται καὶ πολλάκις τὸ ἴσον ποιοῦντες ἀεὶ τὰς τοῦ κάλλους προσθήκας διὰ τῆς ἐπιστημονικῆς δοκιμασίας ἐπιγινώσκουσιν, οὕτω καὶ νῦν ὁ θεραπευτὴς τοῦ μελανθέντος χρυσίου καθάπερ τινὶ χώνῃ τὴν ψυχὴν λαμπρύνας διὰ τῶν προσαχθέντων αὐτῇ φαρμάκων ἐν μὲν τοῖς φθάσασιν ἵππου τινὸς εὐμορφίαν τῷ φαινομένῳ προσεμαρτύρησε, νῦν δὲ ὡς παρθένου λοιπὸν ἀποδέχεται τὸ ἀναφανὲν αὐτῆς κάλλος. φησὶ γὰρ Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί. παιδεύει δὲ διὰ τῶν εἰρημένων ὁ λόγος ταύτην εἶναι τοῦ κάλλους τὴν ἐπανάληψιν τῷ προσεγγίσαι πάλιν τῷ ἀληθινῷ κάλλει, οὗ ἀπεφοίτησε· φησὶ γὰρ Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου· ὅπερ ἐστὶν ὅτι διὰ τοῦτο πρότερον οὐκ ἦσθα καλή, διότι τοῦ ἀρχετύπου κάλλους ἀποξενωθεῖσα τῇ πονηρᾷ γειτνιάσει τῆς κακίας πρὸς τὸ εἰδεχθὲς ἠλλοιώθης. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· δεκτικὴ τῶν κατὰ γνώμην ἡ ἀνθρωπίνη γέγονε φύσις καὶ πρὸς ὅπερ ἂν ἡ ῥοπὴ τῆς προαιρέσεως αὐτὴν ἄγῃ, κατ' ἐκεῖνο καὶ ἀλλοιοῦται· τοῦ τε γὰρ θυμοῦ παραδεξαμένη τὸ πάθος θυμώδης γίνεται καὶ τῆς ἐπιθυμίας ἐπικρατησάσης εἰς ἡδονὴν διαλύεται, πρὸς δειλίαν τε καὶ φόβον καὶ τὰ καθ' ἕκαστον πάθη τῆς ῥοπῆς γενομένης τὰς ἑκάστου τῶν παθῶν μορφὰς ὑποδύεται, ὥσπερ δὴ καὶ ἐκτοῦ ἐναντίου τὸ μακρόθυμον, τὸ καθαρόν, τὸ εἰρηνικόν, τὸ ἀόργητον, τὸ ἄλυπον, τὸ εὐθαρσές, τὸ ἀπτόητον, πάντα ταῦτα ἐν ἑαυτῇ δεξαμένη ἑκάστου τούτων ἐπισημαίνει τὸν χαρακτῆρα τῇ καταστάσει τῆς ψυχῆς ἐν ἀταραξίᾳ γαληνιάζουσα. συμβαίνει τοίνυν ἀμέσως πρὸς τὴν κακίαν τῆς ἀρετῆς διεστώσης μὴ δύνασθαι κατὰ ταὐτὸν ἀμφότερα τῷ ἑνὶ παραγίνεσθαι· ὁ γὰρ τοῦ σωφρονεῖν ἀποστὰς ἐν τῷ ἀκολάστῳ πάντως γίνεται βίῳ καὶ ὁ τὸν ἀκάθαρτον βδελυξά μενος βίον κατώρθωσεν ἐν τῇ ἀποστροφῇ τοῦ κακοῦ τὸ ἀμόλυντον. οὕτω καὶ τὰ ἄλλα πάντα· ὁ ταπεινοφρονῶν τῆς ὑπερηφανίας κεχώρισται καὶ ὁ διὰ τοῦ τύφου ἑαυτὸν ἐξογκώ σας τὴν ταπεινοφροσύνην ἀπώσατο. καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγοντα διατρίβειν, πῶς ἐπὶ τῶν ἀντικειμένων τῇ φύσει ἡ τοῦ ἑνὸς ἀπουσία θέσις καὶ ὕπαρξις τοῦ ἑτέρου γίνεται; οὕτω τοίνυν ἐχούσης ἡμῶν τῆς προαιρέσεως, ὡς κατ' ἐξουσίαν ἔχειν ὅπερ ἂν ἐθέλῃ τούτῳ συσχηματίζεσθαι, καλῶς φησι πρὸς τὴν ὡραϊσθεῖσαν ὁ λόγος, ὅτι ἀποστᾶσα μὲν τῆς τοῦ κακοῦ κοινωνίας ἐμοὶ προσήγγισας, πλησιάσασαδὲ τῷ ἀρχετύπῳ κάλλει καὶ αὐτὴ καλὴ γέγονας οἷόν τι κάτοπτρον τῷ ἐμῷ χαρακτῆρι ἐμμορφωθεῖσα· κατόπτρῳ γὰρ ἔοικεν ὡς ἀληθῶς τὸ ἀνθρώπινον κατὰ τὰς τῶν προαι ρέσεων ἐμφάσεις μεταμορφούμενον· εἴ τε γὰρ πρὸς χρυσὸν ἴδοι, χρυσὸς φαίνεται καὶ τὰς ταύτης αὐγὰς τῆς ὕλης διὰ τῆς ἐμφάσεως δείκνυσιν, εἴ τέ τι τῶν εἰδεχθῶν ἐμφανείη, καὶ τούτου τὸ αἶσχος δι' ὁμοιώσεως ἀπομάσσεται βάτραχόν τινα ἢ φρῦνον ἢ σκολόπενδραν ἢ ἄλλο τι τῶν ἀηδῶν θεαμάτων τῷ οἰκείῳ εἴδει ὑποκρινόμενον, ᾧπερ ἂν τούτων εὑρεθῇ ἀντιπρόσωπον. ἐπειδὴ τοίνυν κατὰ νώτου τὴν κακίαν ποιησαμένη ἡ κεκαθαρμένη ὑπὸ τοῦ λόγου ψυχὴ τὸν ἡλιακὸν ἐν ἑαυτῇ κύκλον ἐδέξατο καὶ τῷ ὀφθέντι ἐν αὐτῇ φωτὶ συνεξέλαμψε, διὰ τοῦτό φησι πρὸς αὐτὴν ὁ λόγος, ὅτι γέγονας ἤδη καλὴ πλησιάσασα τῷ ἐμῷ φωτὶ διὰ τοῦ προσεγγισμοῦ τὴν κοινωνίαν ἐφελκυσαμένη τοῦ κάλλους. Ἰδοὺ εἶ καλή, φησίν, ἡ πλησίον μου. εἶτα ἐπισχὼν καὶ οἷον ἐν προσθήκῃ τινὶκαὶ ἐπιτάσει γενομένην τοῦ κάλλους αὐτὴν θεασάμενος πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον εἰπὼν Ἰδοὺ εἶ καλή. ἀλλ' ἐν μὲν τῷ προτέρῳ τὴν πλησίον ὠνόμασεν, ἐνταῦθα δὲ τὴν ἐκ τοῦ εἴδους τῶν ὀμμάτων γνωριζομένην· Ὀφθαλμοὶ γάρ σου, φησί, περιστεραί· πρότερον μὲν γάρ, ὅτε τῇ ἵππῳ ἀφωμοιώθη, ἐν σιαγόνι τε καὶ τραχήλῳ ὁ ἔπαινος ἦν, νῦν δὲ ὅτε τὸ ἴδιον αὐτῆς ἀνεφάνη κάλλος, ἡ τῶν ὀφθαλμῶν χάρις ἐγκωμιάζεται. ὁ δὲ τῶν ὀφθαλμῶν ἔπαινός ἐστι τὸ περιστερὰς εἶναι τὰ ὄμματα· ὅπερ μοι δοκεῖ τοιαύτην ἐμφαίνειν διάνοιαν· ἐπειδὴ ταῖς καθαραῖς τῶν ὀμμάτων κόραις ἐνορᾶται τῶν ἐνατενιζόντων τὰ πρόσωπα (φασὶ γὰρ οἱ τὰ τοιαῦτα φυσιολογεῖν ἐπιστήμονες ὅτι τὰς τῶν εἰδώλων ἐμπτώσεις δεχόμενος, αἳ τῶν ὁρατῶν ἀπορρέουσιν, οὕτως ἐνεργεῖ τὴν ὄψιν ὁ ὀφθαλμός), τούτου χάριν ἔπαινος γίνεται τῆς τῶν ὀφθαλμῶν εὐμορφίας τὸ τῆς περιστερᾶς εἶδος τὸ ταῖς κόραις αὐτῶν ἐμφαινόμενον. πρὸς ὃ γὰρ ἄν τις ἐνατενίσῃ, τούτου δέχεται ἐν ἑαυτῷ τὸ ὁμοίωμα. ἐπεὶ οὖν ὁ μηκέτι πρὸς σάρκα καὶ αἷμα βλέπων πρὸς τὸν πνευματι κὸν βίον ὁρᾷ, καθώς φησιν ὁ ἀπόστολος, ζῶν πνεύματι καὶ στοιχῶν πνεύματι καὶ τὰς πράξεις τοῦ σώματος θανατῶν τῷ πνεύματι καὶ ὅλος δι' ὅλου πνευματικὸς γινόμενος, οὐψυχικὸς οὐδὲ σαρκικός, τούτου χάριν μαρτυρεῖται ἡ τῆς σωματικῆς προσπαθείας ἀπηλλαγμένη ψυχὴ τὸ τῆς περιστε ρᾶς εἶδος ἐν τοῖς ὄμμασιν ἔχειν, τουτέστι τὸν χαρακτῆρα τῆς πνευματικῆς ζωῆς τῷ διορατικῷ τῆς ψυχῆς ἐναυγάζεσθαι. ἐπεὶ οὖν γέγονεν ὁ καθαρὸς αὐτῆς ὀφθαλμὸς δεκτικὸς τοῦ τῆς περιστερᾶς χαρακτῆρος, διὰ τοῦτο χωρεῖ καὶ τὸ τοῦ νυμφίου κάλλος θεάσασθαι· νῦν γὰρ πρώτως ἡ παρθένος ἀτενίζει τῇ τοῦ νυμφίου μορφῇ, ὅτε ἔσχε τὴν περιστερὰν ἐν τοῖς ὄμμασιν (Οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ), καί φησιν Ἰδοὺ εἶ καλός, ἀδελφιδός μου, καί γε ὡραῖος· ἀφ' οὗ γὰρ οὐδὲν ἄλλο μοι καλὸν εἶναι δοκεῖ, ἀλλ' ἀπεστράφην πάντα ὅσα τὸ πρότερον ἐν καλοῖς ἐνομίζετο, οὐκέτι μοι πεπλάνηται ἡ τοῦ καλοῦ κρίσις, ὥστε ἄλλο τι παρὰ σὲ καλὸν οἴεσθαι· οὐκ ἔπαινός τις ἀνθρώπινος, οὐ δόξα, οὐ περιφάνεια, οὐ κοσμικὴ δυναστεία· ταῦτα γὰρ τοῖς πρὸς τὴν αἴσθησιν βλέπουσιν ἐπικέχρωσται μὲν τῇ τοῦ καλοῦ φαντασίᾳ, οὐ μήν ἐστιν ὅπερ νομίζεται. πῶς γὰρ ἄν τι εἴη καλόν, ὃ μηδὲ ὅλως ἔστι καθ' ὑπόστασιν; τὸ γὰρ ἐν τῷ κόσμῳ τούτῳ τετιμημένον ἐν μόνῃ τῇ οἰήσει τῶν νομιζόντων εἶναι τὸ εἶναι ἔχει. σὺ δὲ ἀληθῶς εἶ καλός, οὐ καλὸς μόνον ἀλλ' αὐτὴ τοῦ καλοῦ ἡ οὐσία, ἀεὶ τοιοῦτος ὑπάρχων, πάντοτε ὢν ὅπερ εἶ, οὔτε κατὰ καιρὸν ἀνθῶν οὔτε ἐπὶ καιροῦ πάλιν ἀποβάλλων τὸ ἄνθος, ἀλλὰ τῇ ἀϊδιότητι τῆς ζωῆς συμπαρατείνων τὴν ὥραν· ᾧ ὄνομα ἡ φιλανθρωπία ἐγένετο. ὅτι ἄρα ἐξ Ἰούδα ἀνέτειλας ἡμῖν, ἀδελφὸς δὲ ὁ Ἰουδαίων λαὸς τοῦ ἐξ ἐθνῶν σοι προσιόντος, καλῶς διὰ τὴν ἐν σαρκὶ γεγενημένην τῆς θεότητός σου φανέρωσιν ἀδελφιδὸς τῆς ποθούσης κατωνομάσθης. Εἶτα ἐπήγαγε Πρὸς κλίνῃ ἡμῶν σύσκιος. τουτέστιν ἔγνω σε ἤτοι γνώσεται ἡ ἀνθρωπίνη φύσις σύσκιον τῇ οἰκονομίᾳ γενόμενον· ἦλθες γάρ φησι σὺ ὁ καλὸς ἀδελφιδός, ὁ ὡραῖος, πρὸς τῇ κλίνῃ ἡμῶν σύσκιος γενόμενος. εἰ γὰρ μὴ συνεσκίασας αὐτὸς σεαυτὸν τὴν ἄκρατον τῆς θεότητος ἀκτῖνα συγκαλύψας τῇ τοῦ δούλου μορφῇ, τίς ἂν ὑπέστη σου τὴν ἐμφάνειαν; οὐδεὶς γὰρ ὄψεται πρόσωπον κυρίου καὶ ζήσεται. ἦλθες τοίνυν ὁ ὡραῖος, ἀλλ' ὡς χωροῦμεν δέξασθαι τοιοῦτος γενόμενος· ἦλθες τὰς τῆς θεότητος ἀκτῖνας τῇ περιβολῇ συσκιάσας τοῦ σώματος. πῶς γὰρ ἂν ἐχώρησε θνητὴ καὶ ἐπίκηρος φύσις τῇ ἀκηράτῳ καὶ ἀπροσίτῳ συζυγίᾳ συναρ μοσθῆναι, εἰ μὴ τοῖς ἐν σκότῳ ζῶσιν ἡμῖν ἡ σκιὰ τοῦ σώματος πρὸς τὸ φῶς ἐμεσίτευσεν; κλίνην δὲ ὀνομάζει ἡ νύμφη τῇ τροπικῇ σημασίᾳ τὴν πρὸς τὸ θεῖον ἀνάκρασιν τῆς ἀνθρωπίνης φύσεως ἑρμηνεύουσα, ὡς καὶ ὁ μέγας ἀπόστολος ἁρμόζεται τῷ Χριστῷ τὴν παρθένον, ἡμᾶς, καὶ νυμφοστολεῖ [τὴν ψυχὴν] καὶ τὴν προσκόλλησιν τῶν δύο εἰς ἑνὸς σώματος κοινωνίαν τὸ μέγα μυστήριον εἶναι λέγει τῆς τοῦ Χριστοῦ πρὸς τὴν ἐκκλησίαν ἑνώσεως· εἰπὼν γὰρ ὅτι Ἔσονται οἱ δύο εἰς σάρκα μίαν ἐπήγαγεν ὅτι Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. διὰ τοῦτο τοίνυν τὸ μυστήριον κλίνην ἡ παρθένος ψυχὴ τὴνπρὸς τὸ θεῖον κοινωνίαν ὠνόμασεν. ταύτην δὲ οὐκ ἄλλως ἦν δυνατὸν γενέσθαι εἰ μὴ διὰ τοῦ σύσκιον ἡμῖν διὰ τοῦ σώματος ἐπιφανῆναι τὸν κύριον, ὃς οὐ νυμφίος μόνον ἀλλὰ καὶ οἰκοδόμος ἐστίν, αὐτὸς ἐν ἡμῖν καὶ τεχνιτεύων τὸν οἶκον καὶ ὕλη τῆς τέχνης γινόμενος· ὄροφον γὰρ ἐπιβάλλει τῷ οἴκῳ διὰ τῆς ἀσήπτου ὕλης καλλωπίζων τὸ ἔργον. τοιαύτη δέ ἐστιν ἡ κέδρος καὶ ἡ κυπάρισσος, ὧν ὁ ἐγκείμενος τοῖς ξύλοις τόνος πάσης σηπτικῆς αἰτίας κρείττων ἐστίν, οὐ χρόνῳ εἴκων, οὐ σῆτας φύων, οὐκ εὐρῶτι φθειρόμενος. ἐκ τούτων κέδροι μὲν διὰ τὸ ἐπιμήκεις εἶναι τὰ πλάτη τοῦ οἴκου τῷ ὀρόφῳ διαλαμβάνουσιν, αἱ δὲ κυπάρισσοι διὰ τῆς λεγομένης φατνώσεως τὴν ἔνδοθεν κατασκευὴν ὡραΐζουσιν. ἔχει δὲ ἡ λέξις οὕτως· Δοκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. πάντως δὲ τὰ δηλούμενα διὰ τῶν ξύλων αἰνίγματα φανερὰ τοῖς ἐπακολουθοῦσι τῷ εἱρμῷ τῆς διανοίας ἐστίν. βροχὴν ὀνομάζει τὰς ποικίλας τῶν πειρασμῶν προσβολὰς ἐν τῷ εὐαγγελίῳ ὁ κύριος λέγων ἐπὶ τοῦ καλῶς τὴν οἰκίαν ἐπὶ τῆς πέτρας οἰκοδομήσαντος ὅτι Κατέβη ἡ βροχὴ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἀπαθὲς ἔμεινεν ἐν τούτοις τὸ οἰκοδόμημα. ταύτης οὖν ἕνεκεν τῆς κακῆς ἐπομβρίας χρεία τοιούτων ἡμῖν ἐστιν δοκῶν. αὗται δ' ἂν εἶεν αἱ ἀρεταί, αἳ τὰς τῶν πειρασμῶν ἐπιρροὰςἐντὸς ἑαυτῶν οὐ προσίενται στερραί τε οὖσαι καὶ ἀνένδοτοι καὶ τὸ πρὸς κακίαν ἀμάλακτον ἐν τοῖς πειρασμοῖς διασῴζου σαι. μάθοιμεν δ' ἂν τὸ λεγόμενον τὴν ἐν τῷ Ἐκκλησιαστῇ ῥῆσιν τῷ προκειμένῳ συνεξετάσαντες· ἐκεῖ γάρ φησιν Ἐν ὀκνηρίαις ταπεινωθήσεται δόκωσις καὶ ἐν ἀργίᾳ χειρῶν στάξει οἰκία. ὥσπερ γὰρ εἰ ἀσθενῆ τε καὶ ἄτονα ὑπὸ λεπτότη τος εἴη τὰ ξύλα τὰ διειληφότα τὸν ὄροφον, ὀκνηρῶς δὲ ἔχοι πρὸς τὴν τοῦ δώματος ἐπιμέλειαν ὁ τοῦ οἴκου δεσπότης, οὐδὲν ἀπώνατο τῆς στέγης τοῦ ὄμβρου διὰ σταγόνων εἰσρέοντος (κοιλαίνεται γὰρ ἐξ ἀνάγκης ὁ ὄροφος εἴκων τῷ βάρει τοῦ ὕδατος καὶ οὐκ ἀντέχει τῶν ξύλων ἡ ἀτονία πρὸς τὴν τοῦ βάρους προσβολὴν ὑποκλάζουσα. διὰ τοῦτο ἐπὶ τὰ ἐντὸς διαδίδοται τὸ ἐναπειλημμένον τῇ κοιλότητι ὕδωρ καὶ αἱ σταγόνες αὗται κατὰ τὸν Παροιμιώδη λόγον ἐκβάλλουσι τοῦ οἴκου τὸν ἄνθρωπον ἐν τῇ ἡμέρᾳ τοῦ ὑετοῦ), οὕτως ἡμῖν τῷ τῆς παραβολῆς αἰνίγματι διακελεύεται διὰ τῆς τῶν ἀρετῶν εὐτονίας ἀνενδότους εἶναι πρὸς τὰς τῶν πειρασμῶν ἐπιρροάς, μή ποτε μαλακισθέντες διὰ τῆς τῶν παθημάτων ἐμπτώσεως κοῖλοι γενώμεθα καὶ τὴν ἐπιρροὴν τῶν τοιούτων ὑδάτων ἔξωθεν ἐπὶ τὴν καρδίαν εἰσρέουσαν ἐντὸς τῶν ταμιείων παραδεξώμεθα, δι' ὧνφθείρεται ἡμῖν τὰ ἀπόθετα. αἱ δὲ κέδροι αὗται τοῦ Λιβάνου, ἃς ἐφύτευσεν ὁ κύριος, αἷς ἐννοσσεύουσι τὰ στρουθία, ὧν ἡ τοῦ ἐρωδιοῦ καλιὰ καθηγεῖται, αὗται τοίνυν αἱ κέδροι, αἱ ἀρεταί, τὸν οἶκον τῆς νυμφικῆς παστάδος κατασφαλίζονται, αἷς ἐννοσσεύουσιν αἱ ψυχαὶ στρουθία γινόμεναι καὶ τῶν παγίδων ὑπεριπτάμεναι, ὧν καθηγεῖται ἡ τοῦ ἐρωδιοῦ καλιά, ἣν οἰκίαν ὀνομάζει ὁ λόγος. λέγουσι δὲ ἀπεχθῶς περὶ τὰς μίξεις ἔχειν τοῦτο τὸ ὄρνεον καί τινι φύσεως ἀνάγκῃ πρὸς ἄλληλα συνδυάζεσθαι, κράζοντά τε καὶ δυσανασχε τοῦντα καὶ τὴν ἀηδίαν ἐπισημαίνοντα. ὅθεν μοι δοκεῖ τὴν καθαρότητα ἐν αἰνίγματι διὰ τοῦ ὀνόματος τούτου σημαίνειν ὁ λόγος. ταύτας οὖν τὰς δοκοὺς ἐπὶ τοῦ ὀρόφου τῆς καθαρᾶς παστάδος βλέπει ἡ νύμφη, ὁρᾷ δὲ καὶ τὸν ἐκ τῆς κυπαρίσσου κόσμον διά τινος εὐξέστου τε καὶ ἐναρμονίου συνθέσεως τὸὁρώμενον κάλλος ἐπαγλαΐζοντα· κυπάρισσον γὰρ εἶπεν εἶναι τὰ τοῦ ὀρόφου φατνώματα. φατνώματα δὲ λέγεται εὔρυθμός τις καὶ διάγλυφος σανίδων πῆξις τὸ τῆς ὀροφῆς κάλλος διαποικίλλουσα. τί οὖν διὰ τούτων μανθάνομεν; εὐπνοεῖ φυσικῶς ἡ κυπάρισσος· ἡ δὲ αὐτὴ καὶ σηπεδόνος ἐστὶν ἀπαράδεκτος καὶ πρὸς πᾶσαν τεκτονικὴν φιλοτεχνίαν ἐπιτηδείως ἔχει λεία τε γινομένη καὶ ἐναρμόνιος καὶ πρὸς τοὺς διὰ τῶν γλυφίδων καλλωπισμοὺς ἐπιτήδειος. τοῦτο οὖν οἶμαι διὰ τῶν λεγομένων ἡμᾶς παιδεύεσθαι μὴ μόνον ἐν τῇ ψυχῇ τὰς ἀρετὰς ἐν ἕξει κατορθοῦσθαι κατὰ τὸ ἄδηλον, ἀλλὰ μηδὲ τῆς κατὰ τὸ φαινόμενον εὐσχημοσύνης ἀμελῶς ἔχειν· χρὴ γὰρ προνοεῖν καλὰ ἐνώπιον θεοῦ καὶ ἀνθρώπων καὶ θεῷ μὲν πεφανερῶσθαι, ἀνθρώπους δὲ πείθειν καὶ μαρτυ ρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν καὶ λάμπειν τοῖς φωτεινοῖς ἔργοις ἔμπροσθεν τῶν ἀνθρώπων καὶ εὐσχημόνως περιπατεῖν πρὸς τοὺς ἔξωθεν. ταῦτά ἐστι τὰ φατνώματα τὰ διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας, ἧς αἴνιγμά ἐστιν ἡ κυπάρισσος, ἐν τῇ εὐσχημοσύνῃ τοῦ βίου φιλοτεχνούμενα, καθὼς ᾔδει τὰ τοιαῦτα συντιθέναι καλῶς τε καὶ ἐναρμονίως ὁ σοφὸς ἀρχι τέκτων Παῦλος ὁ λέγων Πάντα κατὰ τάξιν ἐν ὑμῖν καὶ εὐσχημόνως γινέσθω. Τούτων δὲ οὕτω κατορθωθέντων ἐπαύξησις τοῦ ἐν ἡμῖν γίνεται κάλλους τῆς πλατείας ἡμῶν φύσεως τὸ εὐῶδες καὶ καθαρὸν ἄνθος ἀναδιδούσης. ὄνομα δὲ τῷ ἄνθει κρίνον ἐστίν, ᾧ ἡ φυσικῶς ἐνθεωρουμένη λαμπρότης τὴν τῆς σωφροσύνης μαρμαρυγὴν ὑπαινίσσεται. ταῦτα γὰρ ἡ νύμφη περὶ ἑαυτῆς διεξέρχεται λέγουσα· ἐγὼ μετὰ τὸ γενέσθαι πρὸς τῇ κλίνῃ ἡμῶν τὸν νυμφίον συσκιασθέντα τῷ σώματι, ὃς ᾠκοδόμησεν ἑαυτῷ τὸν οἶκον, ἐμέ, ταῖς τῶν ἀρετῶν κέδροις ὀροφώσας τὴν στέγην καὶ τῇ εὐπνοίᾳ τῶν κυπαρίσσων καλλωπίσας τὸν ὄροφον, γέγονα ἐκ τοῦ πεδίου τῆς φύσεως ἄνθος εὐχροίᾳ τε καὶ εὐωδίᾳ τῶν λοιπῶν ἀνθῶν διαφέρουσα· κρίνον γὰρ ἀνεφύην ἐκ τῶν κοιλάδων. ἔχει δὲ ἡ λέξις οὕτως· Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. ἀληθῶς γὰρ ἡ διὰ τῶν προθεωρηθέντων ἡμῖν τῷ πλάτει τῆς φύσεως γεωργηθεῖσα ψυχή (πεδίον γὰρ ἀκούσαντες τὴν πλατύτητα τῆς ἀνθρωπίνης φύσεως ἐνοήσαμεν διὰ τὸ πολλῶν τε καὶ ἀπείρων αὐτὴν δεκτικὴν εἶναι νοημάτων τε καὶ πραγμάτων καὶ μαθημάτων) ἡ τοίνυν κατὰ τὸν εἰρημένον τρόπον παρὰ τοῦ γεωργοῦντος τὴν φύσιν ἡμῶν ἐμπονηθεῖσα ψυχὴ ἄνθος εὔοσμόν τε καὶ λαμπρὸν καὶ καθαρὸν ἀναφύεται ἐκ τοῦ τῆς φύσεως ἡμῶν πεδίου. τὸ δὲ πεδίον τοῦτο, κἂν συγκρίσει τῆςοὐρανίας διαγωγῆς κοιλὰς ὀνομάζηται, οὐδὲν ἧττον πεδίον ἐστὶ καὶ οὐ κωλύεται ἡ ἐν αὐτῷ γεωργηθεῖσα καλῶς ἄνθος γενέσθαι· ἐκ γὰρ τοῦ κοίλου ἐπὶ τὸ ὑψηλὸν ὁ βλαστὸς ἀνατέλλει, καθὼς ἔστιν ἰδεῖν ἐπὶ τοῦ κρίνου γινόμενον· ἐπὶ πολὺ γὰρ ἐπὶ τὸ ὄρθιον ἐκ τῆς ῥίζης καλαμοειδῶς ἀναδραμοῦσα ἡ βοτάνη τοῦ κρίνου τότε τὸ ἄνθος ἐκ τῆς κορυφῆς ἀναδίδωσιν οὐκ ὀλίγῳ τῷ μεταξὺ διαστήματι τῆς γῆς ἀποστήσασα, ὡς ἄν, οἶμαι, καθαρὸν ἐν μετεώρῳ διαμένοι τὸ κάλλος τῇ πρὸς τὴν γῆν ἐπιμιξίᾳ μὴ μολυνόμενον. διὰ ταῦτα καὶ ὁ δίκαιος ὀφθαλμὸς τὴν τοῦτο γενομένην ἤτοι γενήσεσθαι ποθήσασαν (ἀμφότερα γὰρ ἐκ τῶν εἰρημένων ὑπενοήσαμεν, ἢ ὅτι μεγαλαυχεῖται ὡς ἤδη γεγενημένη ὅπερ ἐπόθησεν, ἢ ὅτι δεῖται τοῦ γεωργοῦ ἄνθος γενέσθαι διὰ τῆς ἐκείνου σοφίας ἐκ τῶν κοιλάδων τῆς ἀνθρωπίνης ζωῆς εἰς κρίνου κάλλος ἀναδραμοῦσα), εἴτε οὖν γενέσθαι βούλεται τοῦτο εἴτε καὶ γέγονεν ὅπερ ἠθέλησε, καλῶς ὁ δίκαιος ὀφθαλμὸς τοῦ νυμφίου πρὸς τὴν ἀγαθὴν ἐπιθυμίαν τῆς πρὸς αὐτὸν ὁρώσης ἰδὼν ἐπένευσε γενέσθαι κρίνον αὐτὴν μὴ συμπνιγόμενον ταῖς τοῦ βίου ἀκάνθαις, ἃς θυγατέρας ὠνόμασεν ἐνδειξάμενος, οἶμαι, κατὰ τὸ σιωπώμενον τὰς ἐχθρὰς τῆς ἀνθρωπίνης ζωῆς δυνάμεις, ὧν πατὴρ ὁ τῆςκακίας εὑρετὴς κατονομάζεται. Ὡς κρίνον οὖν φησιν ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἀδελφή μου ἀνὰ μέσον τῶν θυγατέρων. ὅσην ὁρῶμεν τῆς εἰς τὸ ὕψος ἀνόδου τὴν προκοπὴν ἐπὶ τῆς ψυχῆς γινομένην· πρώτη ἄνοδος τὸ πρὸς τὴν καθαι ρετικὴν τῆς Αἰγυπτίας δυνάμεως ἵππον ὁμοιωθῆναι, δευτέρα ἄνοδος τὸ πλησίον αὐτὴν γενέσθαι καὶ περιστερὰς ποιῆσαι τὰ ὄμματα, τρίτη νῦν ἄνοδος τὸ μηκέτι πλησίον, ἀλλ' ἀδελφὴν τοῦ δεσπότου ὀνομασθῆναι· Ὃς γὰρ ἂν ποιήσῃ, φησί, τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. ἐπεὶ οὖν γέγονεν ἄνθος μηδὲν ὑπὸ τῶν ἀκανθοφόρων πειρασμῶν πρὸς τὸ γενέσθαι κρίνον παραβλαβεῖσα, ἐπιλαθομένη δὲ τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς πρὸς τὸν ἀληθινὸν εἶδε πατέρα (διὸ καὶ ἀδελφὴ τοῦ υἱοῦ ὀνομάζεται τῷ τῆς υἱοθεσίας πνεύματι πρὸς τὴν συγγένειαν ταύτην εἰσποιηθεῖσα καὶ τῆς πρὸς τὰς θυγατέρας τοῦ ψευδωνύμου πατρὸς κοινωνίας ἀπαλλαγεῖσα), πάλιν ἑαυτῆς γίνεται ὑψηλοτέρα καὶ βλέπει τι μυστήριον διὰ τῶν τῆς περιστερᾶς ὀφθαλμῶν (λέγω δὲ τῷ πνεύματι τῆς προφητείας). ὃ δὲ βλέπει, τοῦτό ἐστιν· Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν. τί οὖν ἐστιν, ὃ τεθέαται; δρυμὸν ὀνομάζει συνήθως ἡ θεία γραφὴ τὸν ὑλώδη τῶν ἀνθρώπων βίον τὸν τὰ ποικίλα εἴδη τῶν παθημάτων ὑλομανήσαντα, ἐν ᾧ τὰ φθαρτικὰ θηρία φωλεύει καὶ κατακρύπτεται, ὧν ἡ φύσις ἐν φωτὶ καὶ ἡλίῳ ἀνενέργητος μένουσα διὰ σκότους τὴν ἰσχὺν ἔχει· μετὰ γὰρ τὸ δῦναι τὸν ἥλιόν φησιν ὁ προφήτης νυκτὸς ἐπιγενομένης ἐν αὐτῇ τὰ θηρία τοῦ δρυμοῦ τῶν φωλεῶν ἀναδύεσθαι. ἐπειδὴ τοίνυν ὁ μονιὸς ὁ ἐν τῷ δρυμῶνι τρεφό μενος τὴν καλὴν τῆς ἀνθρωπίνης φύσεως ἄμπελον ἐλυμήνατο, καθώς φησιν ὁ προφήτης ὅτι Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν, διὰ τοῦτο ἐμφύε τῷ δρυμῶνι τὸ μῆλον, ὃ τῷ μὲν ξύλον εἶναι τῆς ἀνθρω πίνης ὕλης ἐστὶν ὁμοούσιον (ἐπειράσθη γὰρ κατὰ πάντακαθ' ὁμοιότητα χωρὶς ἁμαρτίας), τῷ δὲ τοιοῦτον φέρειν καρπόν, δι' οὗ γλυκαίνεται τὰ τῆς ψυχῆς αἰσθητήρια, πλείονα ἔχει τὴν πρὸς τὸν δρυμὸν παραλλαγὴν ἢ ὅσην ἔχει πρὸς τὰς ἀκάνθας τὸ κρίνον· τὸ μὲν γὰρ κρίνον μέχρι τοῦ εἴδους καὶ τῆς εὐπνοίας τὸ τερπνὸν ἔχει, ἡ δὲ τοῦ μήλου χάρις πρὸς τὰς τρεῖς αἰσθήσεις ἁρμοδίως καταμερίζεται καὶ ὀφθαλμὸν εὐφραίνουσα τῇ ὥρᾳ τοῦ εἴδους καὶ τὴν ὀσφραντικὴν ἡδύνουσα αἴσθησιν διὰ τῆς εὐπνοίας καὶ τροφὴ γινομένη καταγλυκαίνει τὰ γευστικὰ αἰσθητήρια. καλῶς οὖν εἶδεν ἡ νύμφη τὸ ἑαυτῆς πρὸς τὸν δεσπότην διάφορον, ὅτι ἐκεῖνος μὲν ἡμῖν καὶ ὀφθαλμῶν γίνεται χάρις φῶς γινόμενος καὶ μύρον [ἐν] τῇ ὀσφρήσει καὶ ζωὴ τοῖς ἐσθίουσιν (ὁ γὰρ φαγὼν αὐτὸν ζήσεται, καθώς φησί που τὸ εὐαγγέλιον), ἡ δὲ ἀνθρωπίνη φύσις δι' ἀρετῆς τελειω θεῖσα ἄνθος γίνεται μόνον, οὐ τὸν γεωργὸν τρέφουσα ἀλλ' ἑαυτὴν καλλωπίζουσα· οὐ γὰρ ἐκεῖνος ἐνδεὴς τῶν ἡμετέρων ἀγαθῶν, ἀλλ' ἡμεῖς τῶν ἐκείνου δεόμεθα, καθώς φησιν ὁ προφήτης Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Διὰ τοῦτο βλέπει τὸν νυμφίον ἡ κεκαθαρμένη ψυχὴ μῆλον ἐν τοῖς τοῦ δρυμοῦ ξύλοις γενόμενον, ἵνα ἐγκεντρίσαςἑαυτῷ πάντας τοὺς ἀγρίους τοῦ δρυμῶνος κλάδους τῷ ὁμοίῳ καρπῷ βρύειν παρασκευάσῃ. ὥσπερ τοίνυν τὰς θυγατέρας διὰ τὸ ταῖς ἀκάνθαις ὁμοιωθῆναι τὰ τοῦ ψευδωνύμου πατρὸς ἐνοήσαμεν τέκνα, αἵτινες τῷ ἄνθει συμπαρα φυεῖσαι τῷ χρόνῳ καὶ αὐταὶ πρὸς τὴν τοῦ κρίνου μεταβαίνουσι χάριν, οὕτω καὶ ἐνταῦθα τοὺς προσεικασθέντας τοῖς ξύλοις τοῦ δρυμοῦ ἀκούσαντες οὐ φίλους σημαίνεσθαι τοῦ νυμφίου ἀλλὰ τοὺς ἐναντίους ὑπενοήσαμεν, οὓς υἱοὺς ὄντας τοῦ σκότους καὶ τέκνα ὀργῆς τῇ κοινωνίᾳ τοῦ καρποῦ εἰς υἱοὺς φωτὸς καὶ υἱοὺς εἰρήνης μετασκευάζει. διὰ τοῦτό φησιν ἡ γεγυμνασμένη τὰ αἰσθητήρια ὅτι Ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου. καρπὸς δὲ ἡ διδασκαλία πάντως ἐστίν· Ὡς γλυκέα γάρ φησιν ὁ προφήτης τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν. ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου. τότε γὰρ ὡς ἀληθῶς γλυκαίνεται τῷ λόγῳ τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅταν ἡμᾶς πρὸς τὸν ἐκ τῶν πειρασμῶνφλογμὸν ἡ σκιὰ τοῦ μήλου διατειχίσῃ, ὡς μὴ συγκαίεσθαι ἡμᾶς ὑπὸ τοῦ τοιούτου ἡλίου γυμνῆς τῆς κεφαλῆς ὑπερζέον τος. οὐκ ἔστι δὲ ἄλλως ὑπὸ τὴν σκιὰν τοῦ ξύλου τῆς ζωῆς ἀναψῦξαι μὴ τῆς ἐπιθυμίας πρὸς τοῦτο τὴν ψυχὴν ἀναγούσης. ὁρᾷς διὰ τί σοι ἡ ἐπιθυμητικὴ δύναμις ἔγκειται, ἵνα σοι πόθον ἐμποιήσῃ τοῦ μήλου, οὗ πολυειδὴς γίνεται τοῖς προσεγγίσασιν ἡ ἀπόλαυσις· ὅ τε γὰρ ὀφθαλμὸς τῇ ὥρᾳ τοῦ κάλλους προσαναπαύεται καὶ ὁ μυκτὴρ ἀναπνεῖ τὴν εὐωδίαν καὶ τὸ σῶμα τρέφεται καὶ τὸ στόμα γλυκαίνεται καὶ ὁ καύσων ἀποστρέφεται καὶ ἡ σκιὰ θρόνος γίνεται, ᾗ ἐγκάθηται ἡ ψυχὴ ἡ τῶν λοιμῶν τὴν καθέδραν ἀρνησαμένη. Εἶτά φησιν Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην, στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. ὦ πῶς τρέχει τὸν θεῖον δρόμον ἡ καλῶς τῇ ἵππῳ προσεικασθεῖσα ψυχή, ὡς πυκνοῖς τε καὶ συντεταμένοις τοῖς ἅλμασι τοῖς ἔμπροσθεν ἐπεκτεί νεται, πρὸς δὲ τὸ κατόπιν οὐκ ἐπιστρέφεται· πόσων ἔτυχεν ἐν τοῖς φθάσασιν. καὶ ἔτι διψῇ. καὶ τοσαύτη τοῦ δίψους ἐστὶν ἡ ἐπίτασις, ὅ τι οὐκ ἀρκεῖται τῷ τῆς σοφίας κρατῆρι. οὐδ' ἱκανὸν οἴεται πρὸς θεραπείαν τῆς δίψης ὅλον ἐγχέασθαι τὸν κρατῆρα τῷ στόματι, ἀλλ' εἰς αὐτὸν τοῦ οἴνου τὸν οἶκον παραχθῆναι ζητεῖ καὶ αὐταῖς ταῖς ληνοῖς ὑποσχεῖν τὸ στόμα, αἳ τὸν οἶνον τὸν ἡδὺν ὑπερβλύζουσι, καὶ ἰδεῖν τὸν βότρυν τὸν ταῖς ληνοῖς ἐνθλιβόμενον καὶ τὴν ἄμπελον ἐκείνην τὴν τὸν τοιοῦτον βότρυν ἐκτρέφουσαν καὶ τὸν γεωργὸν τῆς ἀληθινῆς ἀμπέλου τὸν οὕτως εὔτροφον τὸν βότρυν καὶ ἡδὺν ἐργαζόμενον· ὧν ἕκαστον περιττὸν ἂν εἴη διευκρι νεῖσθαι φανερᾶς οὔσης τῆς ἑκάστῳ τούτων ἐνθεωρουμένης τροπικῆς σημασίας. πάντως δὲ κἀκεῖνο βούλεται κατιδεῖν τὸ μυστήριον, πῶς ἐρυθαίνεται τῷ πατητῷ τῆς ληνοῦ τὰ τοῦ νυμφίου ἱμάτια, περὶ οὗ φησιν ὁ προφήτης Διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; διὰ ταῦτα καὶ τὰ τοιαῦτα ἐντὸς γενέσθαι τοῦ οἴκου ποθεῖ, ἐν ᾧ τὸ κατὰ τὸν οἶνόν ἐστι μυστήριον. εἶτα ἐντὸς γενομένη πάλιν ἐπὶ τὸ μεῖζον ἐξάλλεται· ζητεῖ γὰρ ὑποταγῆ ναι τῇ ἀγάπῃ. ἀγάπη δέ ἐστιν ὁ θεὸς κατὰ τὴν Ἰωάννου φωνήν, ᾧ τὸ ὑποταγῆναι τὴν ψυχὴν σωτηρίαν εἶναι ὁ Δαβὶδἀπεφήνατο. ἐπεὶ οὖν γέγονα, φησίν, ἐν τῷ οἴκῳ τοῦ οἴνου, ὑποτάξατέ με τῇ ἀγάπῃ ἤτοι τάξατε ἐπ' ἐμὲ τὴν ἀγάπην. ὅπως γὰρ ἂν χρήσῃ τῇ ἀναστροφῇ τοῦ λόγου, ταὐτόν ἐστι δι' ἑκατέρου τὸ σημαινόμενον, ἔκ τε τοῦ ὑπὸ τὴν ἀγάπην ταχθῆναι καὶ ἐκ τοῦ τὴν ἀγάπην αὐτῇ ἐπιταχθῆναι. Ἦ τάχα τι καὶ δόγμα τῶν ἀστειοτέρων διὰ ταύτης τῆς φωνῆς διδασκόμεθα, οἵαν ἀνατιθέναι προσήκει τῷ θεῷ τὴν ἀγάπην καὶ ὅπως πρὸς τοὺς ἀνθρώπους ἔχειν· εἰ γὰρ χρὴ πάντα κατὰ τάξιν καὶ εὐσχημόνως γίνεσθαι, πολὺ μᾶλλον ἐν τοῖς τοιούτοις ἡ τάξις ἁρμόδιος. οὐ γὰρ ἂν οὐδὲ ὁ Κάϊν ἐπὶ τῷ κακῶς διελεῖν κατεκρίθη, εἰ μετὰ τοῦ ὀρθῶς προσενεγκεῖν καὶ τὸ πρέπον ἐν τῇ τάξει ἐφύλαξε τῶν αὑτῷ τε πρὸς τὴν χρείαν καταλειπομένων καὶ τῶν τῷ θεῷ ἀφιερουμένων· δέον γὰρ ἐκ τῶν πρωτογενημάτων τῷ θεῷ τῆς θυσίας ἀπάρξασθαι, αὐτὸς τῶν τιμιωτέρων ἐμφορηθεὶς τὸν θεὸν τοῖς λειψάνοις ἐδεξιώσατο. χρὴ τοίνυνεἰδέναι τῆς ἀγάπης τὴν τάξιν, ἣν ὑφηγεῖται διὰ τοῦ νόμου, πῶς μὲν ἀγαπᾶσθαι χρὴ τὸν θεόν, πῶς δὲ τὸν πλησίον καὶ τὴν γυναῖκα καὶ τὸν ἐχθρόν, μήποτε ἄτακτός τις καὶ ἐνηλλαγμένη γένηται τῆς ἀγάπης ἡ ἀποπλήρωσις· δεῖ γὰρ τὸν θεὸν μὲν ἀγαπᾶν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως καὶ αἰσθήσεως, τὸν δὲ πλησίον ὡς ἑαυτόν, τὴν γυναῖκα δέ, εἰ μέν τις καθαρωτέρας ἐστὶ ψυχῆς, ὡς ὁ Χριστὸς τὴν ἐκκλησίαν, ὁ δὲ ἐμπαθέστερος, ὡς τὸ ἴδιον σῶμα (οὕτω γὰρ κελεύει ὁ τῶν τοιούτων διατάκτης Παῦλος), τὸν ἐχθρὸν δὲ ἐν τῷ μὴ κακὸν ἀντιδοῦναι κακοῦ, ἀλλὰ δι' εὐεργεσίας τὴν ἀδικίαν ἀμείψασθαι. νῦν δὲ συγκεχυμένην ἔστιν ἰδεῖν καὶ ἄτακτον ἐπὶ τῶν πολλῶν τὴν ἀγάπην, διὰ τῆς ἀκαταλλήλου ἀναρμοστίας πεπλανημένως ἐνεργουμένην, οἳ χρήματα μὲν καὶ τιμὰς καὶ γυναῖκας, ἂν τύχωσι θερμότερον πρὸς αὐτὰς διακείμενοι, ἐξ ὅλης ἀγαπῶσι ψυχῆς καὶ δυνάμεως, ὡς καὶ τὴν ζωὴν ἂν ὑπὲρ αὐτῶν ἐθελῆσαι προέσθαι, θεὸν δὲ τοσοῦτον ὅσον δοκεῖν· τῷ δὲ πλησίον μόγις ἂν ἐπιδείξαιντο τὴν τοῖς ἐχθροῖς ἀφορισθεῖσαν ἀγάπην. ἡ δὲ πρὸς τὸν μισοῦντασχέσις ἐστὶ τὸ μείζονι κακῷ τοὺς προλελυπηκότας ἀμύνεσθαι. τάξατε οὖν, φησίν, ἐπ' ἐμὲ τὴν ἀγάπην, ὥστε θεῷ μὲν ἀναθεῖναι ὅσον ὀφείλεται, ἐπὶ δὲ τῶν ἄλλων ἑκάστου τοῦ προσήκοντος μέτρου μὴ ἀστοχῆσαι. ἦ καὶ τοῦτο τυχόν ἐστιν ὑπονοῆσαι διὰ τοῦ λόγου, ὅτι ἐπειδὴ ἀγαπηθεῖσα παρὰ τὴν πρώτην διὰ τῆς παρακοῆς ἐν τοῖς ἐχθροῖς ἐλογίσθην, νυνὶ δὲ πάλιν εἰς τὴν αὐτὴν ἐπανῆλθον χάριν δι' ἀγάπης τῷ δεσπότῃ συναρμοσθεῖσα, κυρώσατέ μοι τὸ τῆς χάριτος ταύτης τεταγμένον καὶ ἀμετάστατον, ὑμεῖς οἱ φίλοι τοῦ νυμφίου, δι' ἐπιμελείας καὶ προσοχῆς τῷ παγίῳ συντηροῦντές μοι τὴν πρὸς τὸ κρεῖττον ῥοπήν; Ταῦτα δὲ εἰποῦσα πάλιν πρὸς τὸ ὑψηλότερον μέτεισι· στηριχθῆναι γὰρ πρὸς τὴν τῶν ἀγαθῶν βεβαιότητα τοῖς μύροις ζητεῖ. Στηρίσατέ με, φησίν, ἐν μύροις. ὦ παραδόξων στύλων καὶ καινῶν ἐρεισμάτων. πῶς τὰ μύρα στῦλοι τοῦ οἴκου γίνονται; πῶς τῇ εὐπνοίᾳ τὸ πάγιον τῆς τοῦ ὀρόφου κατα σκευῆς διερείδεται; ἢ δῆλον πάντως ἐστὶν ὅτι τὸ τῶν ἀρετῶν χρῆμα πολυειδῶς ἐν ἡμῖν κατορθούμενον κατὰ τὰς διαφορὰς τῶν ἐνεργημάτων καὶ ὀνομάζεται; ἀρετὴ γάρ ἐστιν οὐμόνον τὸ βλέπειν τὸ ἀγαθὸν καὶ τὸ ἐν μετουσίᾳ τοῦ κρείττονος γίνεσθαι, ἀλλὰ καὶ τὸ ἀμετάπτωτον ἐν τῷ καλῷ διασῴζεσθαι. ὁ τοίνυν στηριχθῆναι βουλόμενος ἐν τοῖς μύροις τὸ βέβαιον ἐν ταῖς ἀρεταῖς αὑτῷ προσγενέσθαι ζητεῖ· ἀρετὴ γὰρ τὸ μύρον, διότι πάσης δυσωδίας ἁμαρτημάτων κεχώρι σται. θαυμάσειε δ' ἄν τις καὶ τὸ τῶν εἰρημένων ἀκόλουθον, διὰ τίνων στοιβασθῆναι τὸν ἑαυτῆς οἶκον ἐπιθυμεῖ· οὐ βάτοις τισὶ καὶ ἀκάνθαις καὶ φορυτῷ καὶ καλάμῃ (μᾶλλον δὲ καθώς φησιν ὁ ἀπόστολος οὐ ξύλοις καὶ καλάμῃ καὶ χόρτῳ), οἷς οἱ ὑλώδεις οἶκοι κατασκευάζονται, ἀλλὰ στοιβὴ τῆς τοῦ οἴκου τούτου στέγης τὰ μῆλα γίνεται· λέγει γὰρ Στοιβάσατέ με ἐν μήλοις, ἵνα γένηται πάντα ἐν πᾶσιν αὐτῇ ὁ καρπὸς οὗτος· τὸ κάλλος, τὸ μύρον, ὁ γλυκασμός, ἡ τροφή, ἡ διὰ τῆς σκιᾶς ἀνάψυξις, ὁ ἀναπαύων θρόνος, ὁ βεβαιῶν στῦλος, ὁ ἐπισκεπάζων ὄροφος. ὡς κάλλος γὰρ μετὰ ἐπιθυμίας ὁρᾶται, ὡς μύρον ἡδύνει τὴν ὄσφρησιν, ὡς τροφὴ πιαίνει τὸ σῶμα καὶ γλυκαίνει τὴν γεῦσιν, ὡς σκιὰ καταψύχει τὸν καύσωνα, ὡς θρόνος ἀναπαύει τὸν κόπον, ὡς στέγη τοῦ οἴκου σκέπη τῷ ἐνοικοῦντι γίνεται, ὡς στῦλος παρέχει τὸ ἀμετάπτωτον, ὡς εὐφανὲς μῆλον ὡραΐζει τὸν ὄροφον. τίγὰρ ἄν τις ἐπινοήσειε περικαλλέστερον θέαμα μήλων συνθέ σεως, ὅταν εὐδιάθετος ἡ ὀπώρα κατὰ τὸ συνεχὲς ἐφ' ὑπτίου τινὸς πρὸς ἑαυτὴν ἡνωμένη κατὰ τὴν πέψιν ποικίλληται τοῦ ἐρυθήματος τῆς ὀπώρας καταμειγνυμένου πρὸς τὸ ὑπόλευκον. εἰ τοίνυν δυνατὸν ἦν τὴν ἐξ ἐπιπέδου τῶν μήλων θέσιν ἄνωθεν ἐπαιωρουμένην ὁρᾶσθαι, τί ἂν τῆς τοιαύτης ὄψεως ἦν γλαφυρώτερον; ὅπερ ἐπὶ τῆς τῶν νοητῶν ἀγαθῶν ἐπιθυμίας ἐστὶν οὐκ ἀδύνατον· οὐ γὰρ βαρὺ τῆς ὀπώρας ἐκείνης τὸ εἶδος οὐδὲ εἰς γῆν βρῖθον καὶ καθελκόμενον, ἀλλὰ πρὸς τὸ ὕψος τὴν ῥοπὴν ἐκ φύσεως ἔχει· ἀνωφυὴς γὰρ ἡ ἀρετὴ καὶ πρὸς τὸ ἄνω βλέπει. διὸ τῷ κάλλει τῶν τοιούτων μήλων ἐπιθυμεῖ ἡ νύμφη τὸν ὄροφον τοῦ ἰδίου οἴκου ἐνωραΐζεσθαι· οὐ γάρ μοι τοῦτο δοκεῖ κατὰ τὸ προηγού μενον τῷ λόγῳ σπουδάζεσθαι, ὡς εὐφανές τι θέαμα διὰ τῆς τῶν μήλων συνθέσεως ἐπὶ τῆς στέγης ὁρᾶσθαι. τίς γὰρ ἂν γένοιτο διὰ τούτων πρὸς ἀρετὴν ὁδηγία, εἰ μή τι νόημα τῶν ὠφελούντων ἡμᾶς εἴη τοῖς εἰρημένοις ἐνθεωρούμενον; τί οὖν ἐστιν ὃ εἰκάζομεν; ὁ ἐν τῷ δρυμῶνι τῆς φύσεως ἡμῶν ὑπὸ φιλανθρωπίας ἀναβλαστήσας διὰ τοῦ μετασχεῖν σαρκός τε καὶ αἵματος μῆλον ἐγένετο· πρὸς ἑκάτερον γὰρ τούτων ἔστιν ἰδεῖν ἐν τῇ ὀπώρᾳ ταύτῃ διὰ τῆς χρόαςτὴν ὁμοίωσιν· τῷ μὲν γὰρ ὑπολευκαίνοντι μιμεῖται τὴν τῆς σαρκὸς ἰδιότητα, τὸ δὲ ἐπικεχρωσμένον ἐρύθημα συγγενῶς ἔχειν πρὸς τὴν τοῦ αἵματος φύσιν διὰ τοῦ εἴδους μαρτυρεῖται. ὅταν τοίνυν ἡ ἐντρυφῶσα τοῖς θείοις ψυχὴ κατὰ τὴν στέγην ταῦτα βλέπειν ἐπιθυμήσῃ, τοῦτο τῷ αἰνίγματι παιδευόμεθα· ἐκ γὰρ τοῦ ἄνω βλέποντας ἡμᾶς προσέχειν τοῖς μήλοις πρὸς τὴν οὐράνιον ἔστι πολιτείαν ὁδηγεῖσθαι διὰ τῶν εὐαγγελικῶν διδαγμάτων. ἅπερ ὁ ἄνωθεν ἐρχόμενος καὶ ἐπάνω πάντων ὢν ὑπέδειξεν ἡμῖν διὰ τῆς ἐν σαρκὶ φανερώσεως πάντων τῶν ἀγαθῶν πολιτευμάτων ἐν ἑαυτῷ δείξας τὰ ὑποδείγματα, καθώς φησιν ὅτι Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. τὸ δὲ αὐτὸ τοῦτο καὶ ὁ ἀπόστολος τὴν ταπεινο φροσύνην ἡμῖν ὑφηγούμενος λέγει (δυνατὸν γὰρ δι' ἑνὸς θεωρήματος πᾶσαν τὴν ἀλήθειαν τοῦ λόγου πιστώσασθαι)· πρὸς γὰρ τοὺς τὰ ἄνω βλέποντας Τοῦτο φρονείσθω, φησίν, ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν ὁ διὰ σαρκὸς καὶ αἵματος ἐπιδημήσας τῷ βίῳ καὶ ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ἐν μετουσίᾳ τῆς ταπεινότητος ἡμῶν ἑκουσίως γενόμενος καὶ μέχρι τῆς τοῦ θανάτου κατελθὼν πείρας. διὰ ταῦτά φησιν ἡ νύμφη Στοιβάσατέ με ἐν μήλοις, ἵνα πάντοτε εἰςὕψος ὁρῶσα βλέπω στερρῶς τὰ τῶν ἀγαθῶν ὑποδείγματα τὰ ἐν τῷ νυμφίῳ δεικνύμενα· ἐκεῖ ἡ πραότης, ἐκεῖ τὸ ἀόργητον, ἐκεῖ τὸ πρὸς τοὺς ἐχθροὺς ἀμνησίκακον καὶ τὸ πρὸς τοὺς λυποῦντας φιλάνθρωπον καὶ τὸ δι' εὐεργεσίας τὴν κακίαν ἀμείβεσθαι, ἐκεῖ τὸ ἐγκρατές, τὸ καθαρόν, τὸ μακρόθυμον, τὸ πάσης κενοδοξίας τε καὶ ἀπάτης βιωτικῆς ἀνεπίμικτον. Ταῦτα εἰποῦσα ἐπαινεῖ τὸν τοξότην τῆς εὐστοχίας ὡς καλῶς ἐπ' αὐτῆς τὸ βέλος εὐθύνοντα· Τετρωμένη γάρ φησιν ἀγάπης ἐγώ. δείκνυσι δὲ τῷ λόγῳ τὸ βέλος τὸ τῇ καρδίᾳ διὰ βάθους ἐγκείμενον. ὁ δὲ τοξότης τοῦ βέλους ἡ ἀγάπη ἐστίν· τὴν δὲ ἀγάπην τὸν θεὸν εἶναι παρὰ τῆς ἁγίας γραφῆς μεμαθήκαμεν, ὃς τὸ ἐκλεκτὸν ἑαυτοῦ βέλος, τὸν μονογενῆ θεόν, ἐπὶ τοὺς σῳζομένους ἐκπέμπει τῷ πνεύματι τῆς ζωῆς τὴν τριπλῆν τῆς ἀκίδος ἀκμὴν περιχρώσας (ἀκὶς δὲ ἡ πίστις ἐστίν), ἵνα, ἐν ᾧ ἂν γένηται, συνεισαγάγῃ μετὰ τοῦ βέλους καὶ τὸν τοξότην, ὥς φησιν ὁ κύριος ὅτι ἐγὼ καὶ ὁ πατὴρ Ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. ὁρᾷ τοίνυν ἡ διὰ τῶν θείων ἀναβάσεων ὑψωθεῖσα ψυχὴ τὸγλυκὺ τῆς ἀγάπης βέλος ἐν ἑαυτῇ, ᾧ ἐτρώθη, καὶ καύχημα ποιεῖται τὴν τοιαύτην πληγὴν λέγουσα ὅτι Τετρωμένη ἀγάπης ἐγώ. ὦ καλοῦ τραύματος καὶ γλυκείας πληγῆς, δι' ἧς ἡ ζωὴ ἐπὶ τὰ ἐντὸς διαδύεται ὥσπερ τινὰ θύραν καὶ εἴσοδον τὴν ἐκ τοῦ βέλους διαίρεσιν ἑαυτῇ ὑπανοίξασα. ὁμοῦ τε γὰρ τὸ τῆς ἀγάπης βέλος ἐδέξατο καὶ παραχρῆμα εἰς γαμικὴν θυμηδίαν ἡ τοξεία μετεσκευάσθη· φανερὸν γάρ ἐστιν ὅπως αἱ χεῖρες τὸ τόξον μεταχειρίζονται μεριζόμεναι πρὸς τὴν χρείαν ταῖς ἐνεργείαις· ἡ μὲν γὰρ εὐώνυμος τοῦ τόξου ἅπτεται, ἡ δεξιὰ δὲ τὴν νευρὰν πρὸς ἑαυτὴν ἐπισπᾶται συνεφελκομένη διὰ τῶν γλυφίδων τὸ βέλος τῇ προσβολῇ τῆς ἀριστερᾶς χειρὸς πρὸς τὸν σκοπὸν εὐθυνόμενον. ἡ τοίνυν πρὸ ὀλίγου σκοπὸς γενομένη τοῦ βέλους νῦν ἑαυτὴν ἀντὶ βέλους ἐν ταῖς χερσὶ τοῦ τοξότου βλέπει, ἄλλως τῆς δεξιᾶς καὶ ἑτέρως τῆς εὐωνύμου διαλαμβανούσης τὸ βέλος. ἀλλ' ἐπειδὴ διὰ τῆς ἐπιθαλαμίου τροπῆς αἱ τῶν θεωρημάτων ἐμφάσεις δι' ἀκο λούθου προάγονται, οὐκ ἐποίησε τὴν ἀκίδα τοῦ βέλους ὑπὸ τῆς ἀριστερᾶς ἀνεχομένην οὐδὲ τὴν δεξιὰν τὸ ἕτερον μέρος διαλαμβάνουσαν, ὡς ἂν γένοιτο ἡ ψυχὴ βέλος ἐν τῇ χειρὶ τοῦ δυνατοῦ πρὸς τὸν ἄνω σκοπὸν εὐθυνόμενον, ἀλλ' ἐποίησε τὴν μὲν εὐώνυμον ἀντὶ τῆς ἀκίδος τῇ κεφαλῇ ὑποβάλλεσθαι, διαλαμβάνεσθαι δὲ τῇ δεξιᾷ τὸ λειπόμενον, ὡς ἄν, οἶμαι, κατὰ ταὐτὸν ἐν τοῖς διπλοῖς αἰνίγμασι τὰ περὶ τῆς θείας ἀναβάσεως ὁ λόγος φιλοσοφήσειε, δεικνὺς ὅτι ὁ αὐτὸς καὶ νυμφίος καὶ τοξότης ἐστὶν ἡμῶν, νύμφῃ τε καὶ βέλει τῇ κεκαθαρμένῃ κεχρημένος ψυχῇ, ὡς βέλος πρὸς τὸν ἀγαθὸν εὐθύνων σκοπόν, ὡς νύμφην εἰς μετουσίαν ἀναλαμβάνων τῆς ἀφθάρτου ἀϊδιότητος, μῆκος βίου καὶ ἔτη ζωῆς διὰ τῆς δεξιᾶς χαριζόμενος, διὰ δὲ τῆς ἀριστερᾶς τὸν τῶν αἰωνίων ἀγαθῶν πλοῦτον καὶ τὴν τοῦ θεοῦ δόξαν, ἧς οἱ τὴν τοῦ κόσμου ζητοῦντες δόξαν ἀμέτοχοι γίνονται. διὰ τοῦτό φησιν Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, δι' ἧς εὐθύνεται πρὸς τὸν σκοπὸν τὸ βέλος, ἡ δεξιὰ δὲ αὐτοῦ πρὸς ἑαυτήν με διαλαβοῦσα καὶ ἐφελκυσαμένη κούφην με πρὸς τὴν ἄνω φορὰν ἀπεργάζεται, κἀκεῖ πεμπομένην καὶ τοῦ τοξότου μὴ χωριζομένην, ὡς ὁμοῦ τε φέρεσθαι διὰ τῆς βολῆς καὶ ταῖς χερσὶ τοῦ τοξότου ἐναναπαύεσθαι. τὰ δὲ τῶν χειρῶν τούτων ἰδιώματά φησιν ἡ Παροιμία ὅτι Μῆκος βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ τῆς σοφίας, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. Εἶτα πρὸς τὰς θυγατέρας τῆς ἄνω Ἰερουσαλὴμ τρέπει τὸν λόγον. ὁ δὲ λόγος παράκλησίς ἐστιν ἐνόρκως προσαγομένητοῦ πλεονάζειν καὶ ἐπαύξειν ἀεὶ τὴν ἀγάπην, ἕως ἂν ἐνεργὸν ἑαυτοῦ ποιήσῃ τὸ θέλημα ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ὁ δὲ λόγος οὗτός ἐστιν ὃν πεποίη Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. ὅρκος ἐστὶ λόγος πιστούμενος δι' ἑαυτοῦ τὴν ἀλήθειαν. διπλῆ δὲ ἡ κατὰ τὸν ὅρκον ἐνέργεια· ἢ γὰρ αὐτός τις πιστοῦται τῷ ἀκούοντι τὴν ἀλήθειαν ἢ ἄλλοις διὰ τοῦ ὁρκισμοῦ τὴν ἀνάγκην ἐπάγει τοῦ μηδὲν παραψεύσα σθαι, οἷον Ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. ἐνταῦθα τὸ πιστὸν τῆς ὑποσχέσεως ἐμπε δοῦται τῷ ὅρκῳ. ὅταν δὲ φροντίδα ποιούμενος ὁ Ἀβραὰμ τῆς εὐγενοῦς ἐπὶ τῷ μονογενεῖ συζυγίας προστάσσῃ τῷ ἰδίῳ θεράποντι μή τινα τῶν τοῦ γένους Χαναὰν τῶν τῇ δουλείᾳ καταδεδικασμένων συνοικίσαι πρὸς γάμον τῷ Ἰσαάκ, ὡς ἂν μὴ λυμήναιτο τῇ εὐγενείᾳ τῆς διαδοχῆς ἡ τοῦ δουλικοῦ γένους ἐπιμιξία, ἀλλ' ἐκ τῆς πατρῴας αὐτοῦ γῆς καὶ συγγε νείας ἁρμόσασθαι τῷ παιδὶ τὴν συζυγίαν, ἀνάγκην ἐπάγειτοῦ μὴ ῥᾳθυμῆσαι περὶ τὸ πρόσταγμα διὰ τοῦ ὁρκίσαι αὐτὸν ἦ μὴν ἐπιτελῆ ποιήσειν, ὅσα περὶ τοῦ παιδὸς ἐδοκίμασεν. [ὁρκίζεται τοίνυν ὑπὸ τοῦ Ἀβραὰμ ὁ θεράπων, ἵνα τῷ Ἰσαὰκ τὴν πρέπουσαν συζυγίαν ἁρμόσηται.] διπλῆς τοίνυν οὔσης τῆς κατὰ τὸν ὅρκον ἐνεργείας ἐνταῦθα ἡ πρὸς τοσοῦτον ὕψος ἀναδραμοῦσα ψυχή, ὅσον ἐν τοῖς προεξητασμένοις ἐθεωρήσαμεν, ταῖς μαθητευομέναις ψυχαῖς τὴν πρὸς τὸ τέλειον πρόοδον ὑφηγουμένη οὐχ ὧν αὐτὴ τετύχηκε παρέχει ταῖς ἀκουούσαις διὰ τοῦ ὅρκου τὸ ἀναμφίβολον, ἀλλ' ἐκείνας διὰ τοῦ ὁρκισμοῦ πρὸς τὸν κατ' ἀρετὴν χειραγωγεῖ βίον, μέχρι τότε ἀκοίμητόν τε καὶ ἐγρηγορυῖαν τὴν ἀγάπην ἔχειν, ἕως ἂν εἰς πέρας ἔλθῃ τὸ ἀγαθὸν αὐτοῦ θέλημα, τοῦτο δέ ἐστι τὸ πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. ὁ δὲ ὁρκισμὸς ὥσπερ ἐκεῖ ἐν τῷ μηρῷ τοῦ πατριάρχου ἐγένετο, οὕτως ἐνταῦθα ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦἀγροῦ γίνεται οὕτως εἰπόντος τοῦ λόγου Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. Θεωρητέον τοίνυν ἐν τούτοις πρῶτον μὲν τίς ὁ ἀγρός, ἔπειτα δὲ τίς ἡ ἰσχὺς τοῦ ἀγροῦ καὶ ἡ δύναμις καὶ εἰ διαφορὰν ἔχει ταῦτα πρὸς ἄλληλα ἢ ἓν δι' ἀμφοτέρων ἐστὶ τὸ σημαινό μενον· πρὸς τούτοις τί τὸ ἐγείρεσθαι καὶ τί τὸ ἐξεγείρεσθαι τὴν ἀγάπην. τὸ γὰρ Ἕως οὗ θελήσῃ διὰ τῶν εἰρημένων προαποδέδοται. ὅτι μὲν οὖν διὰ τοῦ ἀγροῦ σημαίνει τὸν κόσμον ἡ τοῦ δεσπότου φωνή, παντί που δῆλον ἐκ τῶν εὐαγγελίων ἐστίν, ὅτι δὲ παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ οὐδὲν πάγιον ἐν τῇ ἀστατούσῃ δείκνυται φύσει, δῆλον ἐκ τῆς τοῦ Ἐκκλησιαστοῦ μεγαλοφωνίας ἐστίν, ὃς πᾶν τὸ φαινόμενόν τε καὶ παρερχόμενον ἐν ματαίοις ἠρίθμησεν. τίς οὖν ἡ δύναμις τοῦ τοιούτου ἀγροῦ, ὅς ἐστιν ὁ κόσμος, ἢ τίς ἡ ἰσχύς, ὧν ἡ μνήμη ἀπαράβατον ποιεῖ διὰ τοῦ ὁρκισμοῦ ταῖς θυγατράσιν Ἰερουσαλὴμ τὸ παράγγελ μα; εἰ μὲν γὰρ πρὸς τὰ φαινόμενα βλέποιμεν ὡς οὔσης τινὸς ἐν τούτοις δυνάμεως, παραγράφεται τὴν τοιαύτην ὑπόληψιν ὁἘκκλησιαστὴς μάταιον ὀνομάζων πᾶν τὸ ἐν τούτοις δεικνύμενόν τε καὶ σπουδαζόμενον· τὸ γὰρ μάταιον οὐχ ὑφέστηκε, τὸ δὲ μὴ ὑφεστὼς κατὰ τὴν οὐσίαν ἰσχὺν οὐκ ἔχει. ἢ τάχα διὰ τῆς πληθυντικῆς σημασίας τῆς κατὰ τὴν δύναμιν ἔστι τινὰ στοχασμὸν εὑρεῖν τοῦ νοήματος· τοιαύτην γὰρ εὕρομεν παρὰ τῇ ἁγίᾳ γραφῇ διαφορὰν ἐπὶ τῶν τοιούτων ὀνομάτων· ὅταν μοναδικῶς ἡ δύναμις λέγηται, πρὸς τὸ θεῖον ἀναπέμ πεται διὰ ταύτης τῆς φωνῆς ἡ διάνοια, ὅταν δὲ διὰ τοῦ πληθυντικοῦ σχήματος ἐκφωνῆται, τὴν ἀγγελικὴν φύσιν τῷ λόγῳ παρίστησιν. οἷον Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. ἐνταῦθα τῷ μοναδικῷ τὸ θεῖον ἐγνώρισεν. Εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. ὧδε τὸ πληθυντικὸν τῶν δυνάμεων τῆς νοητῆς τῶν ἀγγέλων φύσεως τὴν σημασίαν ἐνδείκνυται. τὸ δὲ τῆς ἰσχύος ὄνομα συμπαραληφθὲν μετὰ τῆς δυνάμεως ἐπίτασιν τῆς τοῦ νοήματος ἐμφάσεως ἔχει οὕτω τῆς γραφῆς διὰ τῆς ἐπαναλήψεως τῶν ἰσοδυναμούντων ῥημάτων βεβαιότερον ἐμφαινούσης ὃ βούλεται, ὡς τὸ Κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου· ταὐτὸν γὰρ ἑκατέρου τῶν ῥημάτων τὸ σημαινόμενον, ἀλλ' ἡ τῶν ἰσοδυναμούντων συνθήκη ἔνδειξιν ποιεῖται τῆς κατὰ τὸ σημαινόμενον ἐπιτάσεως. ἡ τοίνυν τῶν δυνάμεων πληθυντικὴ σημασία καὶ ἡ ὁμοιότροπος τῶν ἰσχύων μνήμη πρὸς τὴν ἀγγελικὴν ἔοικε φύσιν ἀπάγειν τῶν ἀκουόντων τὴν ἔννοιαν, ὥστε τὸν ὁρκισμὸν τὸν ἐπὶ βεβαιώσει τῶν κεκριμένων παρὰ τῆς διδασκάλου ταῖς μαθητευομέναις ψυχαῖς προσαγόμενον μὴ κατὰ τοῦ παράγοντος γίνεσθαι κόσμου ἀλλὰ κατὰ τῆς ἐπιδιαμενούσης εἰς ἀεὶ φύσεως τῶν ἀγγέλων, πρὸς οὓς βλέπειν διακελεύεται, ἵνα τὸ πάγιόν τε καὶ στάσιμον τῆς κατ' ἀρετὴν πολιτείας βεβαιώσῃ τῷ ὑποδείγματι. ἐπειδὴ γὰρ τὸν μετὰ τὴν ἀνάστασιν βίον ὅμοιον ἐπήγγελται τῇ ἀγγελικῇ καταστάσει [τῶν ἀνθρώπων] γενήσεσθαι (ἀψευδὴς δὲ ὁ ἐπαγγειλάμενος), ἀκόλουθον ἂν εἴη καὶ τὴν ἐν τῷ κόσμῳ ζωὴν πρὸς τὴν ἐλπιζομένην μετὰ ταῦτα παρασκευάζε σθαι, ὥστε ἐν σαρκὶ ζῶντας καὶ ἐν τῷ ἀγρῷ τοῦ κόσμου διάγοντας μὴ κατὰ σάρκα ζῆν μηδὲ συσχηματίζεσθαι τῷ κόσμῳ τούτῳ, ἀλλὰ προμελετᾶν τὸν ἐλπιζόμενον βίον διὰ τῆς ἐν τῷ κόσμῳ ζωῆς. διὰ τοῦτο τὴν διὰ τοῦ ὅρκου βεβαίωσιν ἐμποιεῖται ταῖς ψυχαῖς τῶν μαθητευομένων ἡ νύμφη, ὥστε τὴν ζωὴν αὐτῶν τὴν ἐν τῷ ἀγρῷ τούτῳ κατορθουμένηνπρὸς τὰς δυνάμεις βλέπειν, μιμουμένην διὰ τῆς ἀπαθείας τὴν ἀγγελικὴν καθαρότητα· οὕτω γὰρ ἐγειρομένης τῆς ἀγάπης καὶ ἐξεγειρομένης (ὅπερ ἐστὶν ὑψουμένης τε καὶ ἀεὶ διὰ προσθήκης πρὸς τὸ μεῖζον ἐπαυξομένης) τὸ ἀγαθὸν εἶπε θέλημα τοῦ θεοῦ τελειοῦσθαι ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς τῆς ἀγγελικῆς καὶ ἐν ἡμῖν ἀπαθείας κατορθουμένης. ταῦτα κατενοήσαμεν εἰς τὸ Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. εἰ δέ τις εὑρεθείη λόγος ἕτερος μᾶλλον προσεγγίζων τῇ ἀληθείᾳ τῶν ζητουμένων, δεξώμεθα τὴν χάριν καὶ εὐχαριστήσωμεν τῷ ἀποκαλύπτοντι τὰ κεκρυμμένα μυστήρια διὰ τοῦ ἁγίου πνεύματος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Intertext edge

Open linked passage

Note