Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Canticum canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Φωνὴ τοῦ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς. Ὅμοιός ἐστι ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων. Ἀποκρίνεται ὁ ἀδελφιδός μου καὶ λέγει μοι· ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, Ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακεν, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, Ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, Δεῦρο σεαυτῇ, περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος. δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. Ἀδελφιδός μου ἐμοὶ κἀγὼ αὐτῷ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀπόστρεψον ὁμοιώθητι, ἀδελφιδέ μου, τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων. Τὰ νῦν προτεθέντα διὰ τῆς ἀναγνώσεως ἡμῖν ἐκ τῆς τοῦ Ἄισματος τῶν Ἀισμάτων φιλοσοφίας καὶ εἰς ἐπιθυμίαν ἄγει τῆς τῶν ὑπερκειμένων ἀγαθῶν θεωρίας καὶ λύπην ἐντίθησιν ἡμῶν ταῖς ψυχαῖς ἀπόγνωσιν ἐμποιοῦντα τρόπον τινὰ τῆς τῶν ἀλήπτων κατανοήσεως· πῶς γὰρ ἄν τις ἀλύπως διατεθείη σκοπῶν ὅτι ἐν τοσαύταις ἀνόδοις ὑψωθεῖσα δι' ἀγάπης πρὸς τὴν τοῦ ἀγαθοῦ μετουσίαν ἡ κεκαθαρμένη ψυχὴ οὔπω, καθώς φησιν ὁ ἀπόστολος, κατειληφέναι δοκεῖ τὸ ζητούμενον; καίτοι γε πρὸς τὰς ἀνόδους ἐκείνας βλέπων τὰς προδιηνυσμένας ἐν τοῖς πρὸ τούτων λόγοις ἐμακάριζον αὐτὴν τῆς ἀναβάσεως, ὅτε τὸ γλυκὺ μῆλον ἐπέγνω τῆς ἀκαρπίας τοῦ δρυμοῦ διακρίνασα καὶ ὡς ἐπιθυμητὴν αὐτοῦ τὴν σκιὰν ἐποιήσατο καὶ τῷ καρπῷ καταγλυκανθεῖσα ἐν τοῖς ταμιείοις τῆς εὐφροσύνης ἐγένετο (οἶνον δὲ ὀνομάζει τὴνεὐφροσύνην, ᾧ ἡ καρδία τῶν μετεχόντων εὐφραίνεται) καὶ ὡς ἐν τῇ ἀγάπῃ ταχθεῖσα τοῖς μύροις στηρίζεται διαληφθεῖσα τῇ τῶν μήλων περιβολῇ καὶ ὡς ἐγκάρδιον δεξαμένη τῆς ἀγάπης τὸ βέλος πάλιν ἐν ταῖς χερσὶ τοῦ τοξότου καὶ αὐτὴ βέλος γίνεται πρὸς τὸν τῆς ἀληθείας σκοπὸν ἐν ταῖς χερσὶ τοῦ δυνατοῦ εὐθυνομένη· ταῦτα καὶ τὰ τοιαῦτα βλέπων τοῦ ἀκροτάτου τῆς μακαριότητος ἐπειλῆφθαι τὴν διὰ τοσούτων ὑψωθεῖσαν ἐλογιζόμην. ἀλλ' ὡς ἔοικεν ἔτι προοίμια τῆς ἀνόδου τὰ προδιηνυσμένα ἐστί· πάσας γὰρ τὰς ἀναβάσεις ἐκείνας οὐ θεωρίαν τε καὶ κατάληψιν ἐναργῆ τῆς ἀληθείας ἀλλὰ φωνὴν τοῦ ποθουμένου κατονομάζει διὰ τῆς ἀκοῆς χαρακτηριζομένην τοῖς ἰδιώμασιν, οὐ διὰ τῆς κατανοήσεως γινωσκομένην τε καὶ εὐφραίνουσαν. εἰ οὖν ἐκείνη τοσοῦτον ὑψωθεῖσα, καθὼς περὶ τοῦ μεγάλου Παύλου μανθάνομεν τοῦ τριῶν οὐρανῶν ὑπεραρθέντος, οὔπω κατειληφέναι τὸ ζητούμενον δι' ἀκριβείας ἐνδείκνυται, τί παθεῖν εἰκὸς ἡμᾶς ἢ ἐν τίσιν εἶναι λογίσασθαι τοὺς μήπω τοῖς προθύροις τῶν ἀδύτων τῆς θεωρίας ἐγγίσαντας; ἔξεστι δὲ δι' αὐτῶν τῶν παρ' αὐτῆς εἰρημένων κατιδεῖν τοῦ ζητουμένου τὸ δυσθεώρητον· Φωνὴ τοῦ ἀδελφιδοῦ μου, φησίν, οὐκ εἶδος, οὐ πρόσωπον, οὐ χαρακτὴρ ἐμφαίνων τοῦ ζητουμένου τὴν φύσιν, ἀλλὰ φωνὴ στοχασμὸν μᾶλλον ἢ βεβαίωσιν ἐμποιοῦσα περὶ τοῦ φθεγγο μένου, ὅστις ἐστίν, ὅτι γὰρ εἰκασμῷ μᾶλλον ἔοικε τὸ λεγό μενον καὶ οὐχὶ ἀναμφιβόλῳ τινὶ πληροφορίᾳ τῆς καταλήψεως, δῆλόν ἐστιν ἐκ τοῦ μὴ μιᾷ τινι προσφυῆναι διανοίᾳ τὸν λόγον μηδὲ πρὸς ἓν εἶδος ὁρᾶν, ἀλλ' ἐπὶ πολλὰ φέρεσθαι ταῖς ὀπτασίαις ἄλλοτε ἄλλως βλέπειν οἰομένην καὶ οὐ πάντοτε τῷ αὐτῷ παραμένουσαν χαρακτῆρι τοῦ καταληφθέντος [δῆλον ἐκ τῶν λεγομένων ἐστίν]· Ἰδοὺ γάρ φησιν οὗτος ἥκει, οὐχ ἑστὼς οὐδὲ παραμένων, ὡς διὰ τῆς ἐπιμονῆς γνωρισθῆναι τῷ ἀτενί ζοντι ἀλλ' ἀφαρπάζων ἑαυτὸν τῶν ὄψεων, πρὶν εἰς τελείαν γνῶσιν ἐλθεῖν· Πηδῶν γάρ φησιν ἐπὶ τὰ ὄρη καὶ τοῖς βουνοῖς ἐφαλλόμενος. καὶ νῦν μὲν δορκὰς νομίζεται, πάλιν δὲ νεβρῷ προσεικάζεται· Ὅμοιος γάρ φησιν ἀδελφιδός μού ἐστι τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. οὕτωςτὸ ἀεὶ καταλαμβανόμενον ἄλλοτε ἄλλος ἐστὶ χαρακτήρ. Ταῦτά ἐστιν, ἅ με κατὰ τὴν πρόχειρον ἔννοιαν εἰς λύπην ἄγει ἀπόγνωσιν ἐμποιοῦντα τῆς ἀκριβοῦς τῶν ὑπερκειμένων κατανοήσεως. πλὴν ἀλλὰ πειρατέον ἀναθέντας τῷ θεῷ τὴν ἐλπίδα, τῷ διδόντι ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, προσαρμόσαι τοῖς προκατανενοημένοις ἐν εἱρμῷ τινι δι' ἀκολούθου τὴν θεωρίαν. Φωνὴ τοῦ ἀδελφιδοῦ μού φησι καὶ εὐθὺς ἐπήγαγεν Ἰδοὺ οὗτος ἥκει. τί οὖν ἐν τούτοις ὑπενοήσαμεν; προβλέπει τάχα τὴν διὰ τοῦ εὐαγγελίου φανερωθεῖσαν ἡμῖν τοῦ θεοῦ λόγου οἰκονομίαν τὰ εἰρημένα, τὴν προκαταγγελθεῖσαν μὲν διὰ τῶν προφητῶν, φανερωθεῖσαν δὲ διὰ τῆς κατὰ σάρκα τοῦ θεοῦ ἐπιφανείας· μαρτυρεῖται γὰρ τοῖς ἔργοις ἡ θεία φωνὴ καὶ συνάπτεται τῷ λόγῳ τῆς ἐπαγγελίας ἡ ἔκβασις, καθώς φησιν ὁ προφήτης ὅτι Καθάπερ ἠκούσαμεν, οὕτω καὶ εἴδομεν. Φωνή, φησί, τοῦ ἀδελφιδοῦ μου· τοῦτό ἐστιν ὃ ἠκούσαμεν. Ἰδοὺ οὗτος ἥκει· τοῦτο ὃ τοῖς ὀφθαλμοῖς ἐδεξάμεθα. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις· αὕτη ἡ τῆς φωνῆς ἀκοή. Ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησενἡμῖν ἐν υἱῷ· τοῦτό ἐστι τὸ εἰρημένον Ἰδοὺ οὗτος ἥκει ἐπιπηδῶν τοῖς ὄρεσι καὶ κατὰ τῶν βουνῶν διαλλόμενος, προσφυῶς καὶ καταλλήλως τῇ τε δορκάδι κατά τινα ἴδιον λόγον καὶ πάλιν τῷ νεβρῷ τῶν ἐλάφων καθ' ἑτέραν ἔννοιαν ὁμοιούμενος. ἡ δορκὰς σημαίνει τὴν ὀξυωπίαν τοῦ τὸ πᾶν ἐπιβλέποντος· φασὶ γὰρ τοῦτο τὸ ζῷον ὑπερφυῶς δερκόμενον ἐκ τῆς ἐνεργείας ἔχειν τὸ ὄνομα. ἀλλὰ μὴν ταὐτόν ἐστι τῷ θεᾶσθαι τὸ δέρκεσθαι. οὐκοῦν ὁ ἐφορῶν τὰ πάντα καὶ ἐπιβλέπων ἐκ τοῦ θεᾶσθαι τὰ πάντα θεὸς τῶν πάντων ἐπονομάζεται. ἐπειδὴ τοίνυν θεὸς ἐφανερώθη ἐν σαρκὶ ὁ ἐπὶ καθαιρέσει τῶν ἀντικειμένων δυνάμεων ἐπιφανεὶς τῷ βίῳ, διὰ τοῦτο δορκάδι μὲν ὁμοιοῦται ὁ ἐκ τῶν οὐρανῶν ἐπὶ τὴν γῆν ἐπιβλέψας, νεβρῷ δὲ ὁ τὰ ὄρη καὶ τοὺς βουνοὺς διαλαμβάνων τοῖς ἅλμασι, τουτέστιν ὁ καταπατῶν τε καὶ καταλύων τὰ πονηρὰ τῆς τῶν δαιμόνων κακίας ὑψώματα· ὄρη μὲν γὰρ λέγει τὰ ἐν τῇ κραταιότητι αὐτοῦ ταρασσόμενα, ὥς φησιν ὁ Δαβίδ, τὰ μετατιθέμενα ἐν καρδίᾳ θαλασσῶν καὶ τῷ συγγενεῖ τόπῳ τῆς ἀβύσσου καταδυόμενα, περὶ ὧν πρὸς τοὺς μαθητὰς εἶπεν ὁ κύριος ὅτι Ἐὰν ἔχητεπίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ (δεικνὺς τῷ λόγῳ τὸ πονηρὸν ἐκεῖνο τὸ σεληναῖον δαιμόνιον), ὅτι Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν. ἐπειδὴ τοίνυν ἴδιον τῆς τῶν νεβρῶν ἐστι φύσεως τὸ ἀναλωτικὸν τῶν θηρίων καὶ τὸ φυγαδεύειν τῷ ἄσθματι καὶ τῇ τοῦ χρωτὸς ἰδιότητι τὸ τῶν ὄφεων γένος, διὰ τοῦτο δορκάδι μὲν ὁ ἐφορῶν τὰ πάντα ὡμοίωται, νεβρῷ δὲ ἐλάφων ὡς πατῶν τε καὶ ἀναλίσκων τὴν ἐναντίαν ἐνέργειαν, ἣν ἡ τροπικὴ σημασία ὄρη καὶ βουνοὺς κατωνόμασεν. γέγονέ τε οὖν ἡ τοῦ νυμφίου φωνὴ διὰ τῶν προφητῶν, ἐν οἷς ἐλάλησεν ὁ θεός, καὶ μετὰ τὴν φωνὴν ἦλθεν ὁ λόγος ἐπιπηδῶν τοῖς ἀντικειμένοις ὄρεσι καὶ τῶν βουνῶν καθαλλόμενος, πᾶσαν ἐκ τοῦ ἴσου τὴν ἀποστατικὴν δύναμιν ὑπίχνιον ἑαυτῷ ποιῶν, τήν τε ὑποδεεστέραν καὶ τὴν προάγουσαν· τοῦτο γὰρ ἡ τῶν βουνῶν πρὸς τὰ ὄρη διαστολὴ ὑπαινίσσεται ὅτι καὶ τὸ ἐξέχον ἐν τοῖς ἀντικειμένοις ὁμοίως τῷ ὑποβεβηκότι καθαιρεῖται ἐν τῇ αὐτῇ δυνάμει τε καὶ ἐξουσίᾳ πατούμενον· ὁμοίως γὰρ καταπατεῖται ὁ λέων τε καὶ ὁ δράκων, τὰ ὑπερέχοντα, ὅ τε ὄφις καὶ ὁ σκορπίος, τὰδοκοῦντα καταδεέστερα. οἷόν τι λέγω· ἦν ἐν τοῖς ἀκολου θοῦσιν αὐτῷ ὄχλοις ὄρη δαιμόνια, ἦν ἐν ταῖς συναγωγαῖς, ἦν ἐν τῇ χώρᾳ τῶν Γερασηνῶν, ἦν ἐν ἑτέροις τόποις πολλοῖς, κατὰ τῆς ἀνθρωπίνης φύσεως ὑψούμενά τε καὶ κορυφούμενα. ἐκ τούτων ἦσαν καὶ βουνοὶ καὶ ὄρη, ὑπερέχοντές τε καὶ ὑποκείμενοι. ἀλλ' ὁ νεβρὸς τῶν ἐλάφων, ὁ ἀναλωτικὸς τῶν ὄφεων, ὁ καὶ τοὺς μαθητὰς εἰς τὴν τῶν ἐλάφων καταρτιζό μενος φύσιν, ἐν οἷς λέγει ὅτι Δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, πᾶσιν ἐπίσης ἐπιβάλλει τὸ ἴχνος, ταῦτά τε φυγαδεύων καὶ μεθαλλόμενος ἀπὸ τούτων πρὸς ἕτερα, ὡς διὰ τούτων τὸ μέγεθος τῶν κατ' ἀρετὴν ὑψουμένων ἀναφανῆναι μηκέτι τοῖς γεωλόφοις τῆς κακίας ἐπισκοτούμενον· τὰ γὰρ ὄρη Βαιθὴλ ἔοικεν ἐκ τῆς τοῦ ὀνόματος ἑρμηνείας τὸν ὑψηλὸν καὶ οὐράνιον ἐνδείκνυσθαι βίον· οἶκον γὰρ θεοῦ σημαίνειν τὴν λέξιν ταύτην φασὶν οἱ τῆς Ἑβραίων φωνῆς ἐπιστήμονες. διό φησιν Ἐπὶ τὰ ὄρη Βαιθήλ. Εἶδε ταῦτα ὁ κεκαθαρμένος τε καὶ διορατικὸς τῆς ψυχῆςὀφθαλμός, ὁ τοῖς θείοις ἐκείνοις ἅλμασι τοῖς κατὰ τῶν ἀντικειμένων γεωλόφων γινομένοις συμμεθαλλόμενος, καὶ περὶ τοῦ χρόνοις ὕστερον γενησομένου ὡς ἤδη παρόντος ποιεῖται τὸν λόγον διὰ τὸ πιστόν τε καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος ὡς ἔργον τὴν ἐλπίδα βλέπων· φησὶ γὰρ ὅτι ὁ κατὰ τῶν ὀρέων πηδῶν ἐν εὐκινήτῳ τῷ τάχει καὶ εἰς βουνοὺς ἀπὸ βουνῶν διαλλόμενος στάσιμον δείκνυσιν ἡμῖν ἑαυτὸν κατόπιν τοῦ τοίχου γενόμενος καὶ ἐκ τῶν δικτύων τῶν θυρίδων διαλεγόμενος. ἔχει δὲ οὕτως ἡ λέξις· Ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων. τὸ μὲν οὖν σωματικῶς ἐν τῷ λόγῳ ὑπογραφόμενον τοιοῦτόν ἐστι, ὅτι ἔνδον οἰκου ρούσῃ τῇ νύμφῃ διὰ τῶν θυρίδων ὁ ἐραστὴς διαλέγεται καὶ τοῦ τοίχου κατὰ τὸ μέσον ἀμφοτέρους διείργοντος ἀνεμπό διστος γίνεται τοῦ λόγου ἡ κοινωνία διὰ μὲν τῶν θυρίδων τῆς κεφαλῆς παρακυπτούσης, διὰ δὲ τῶν δικτύων τῶν ἐν ταῖς θυρίσι πρὸς τὰ ἐντὸς τοῦ ὀφθαλμοῦ διακύπτοντος, ἡ δὲ κατὰ ἀναγωγὴν θεωρία τῆς προεξητασμένης ἔχεται διανοίας· ὁδῷ γὰρ καὶ ἀκολουθίᾳ προσοικειοῖ τῷ θεῷ τὴνἀνθρωπίνην φύσιν ὁ λόγος, πρῶτον μὲν αὐτὴν διὰ τῶν προφητῶν καταυγάζων καὶ τῶν νομικῶν παραγγελμάτων (οὕτω γὰρ νοοῦμεν· θυρίδας μὲν τοὺς προφήτας τοὺς τὸ φῶς εἰσάγοντας, δίκτυα δὲ τὴν τῶν νομικῶν παραγγελ μάτων πλοκήν, δι' ὧν ἀμφοτέρων ἡ αὐγὴ τοῦ ἀληθινοῦ φωτὸς ἐπὶ τὰ ἐντὸς παραδύεται)· μετὰ ταῦτα δὲ ἡ τελεία τοῦ φωτὸς ἔλλαμψις γίνεται, ὅταν ἐπιφανῇ τὸ φῶς τὸ ἀληθινὸν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις διὰ τῆς πρὸς τὴν φύσιν ἡμῶν συνανακράσεως. πρότερον οὖν αἱ αὐγαὶ τῶν προφητικῶν τε καὶ νομικῶν νοημάτων ἐλλάμπουσαι τῇ ψυχῇ διὰ τῶν νοηθεισῶν ἡμῖν θυρίδων τε καὶ δικτύων ἐπιθυμίαν ἐμποιοῦσι τοῦ ἰδεῖν ἐν ὑπαίθρῳ τὸν ἥλιον, εἶθ' οὕτω τὸ ποθούμενον εἰς ἔργον προέρχεται. Ἀκούσωμεν δὲ οἷα πρὸς τὴν ἐκκλησίαν λαλεῖ ὁ μήπω ἐντὸς τοῦ τοίχου γενόμενος ἀλλ' ἔτι διὰ τῶν φωταγωγῶν αὐτῇ προσφθεγγόμενος· Ἀποκρίνεται, φησίν, ὁ ἀδελφιδός μου καὶ λέγει μοι· Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, ὁ καιρὸς τῆς τομῆς ἔφθακεν, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. Ὢ πῶς γλαφυρῶς ἡμῖν ὑπογράφει τὴν τοῦ ἔαρος χάριν ὁ πλάστης τοῦ ἔαρος, πρὸς ὅν φησιν ὁ Δαβὶδ ὅτι Θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά. λύει τὴν τοῦ χειμῶνος κατήφειαν παρεληλυθέναι λέγων τὴν χειμερινὴν σκυθρωπότητα καὶ τὴν τῶν ὑετῶν ἀηδίαν· λειμῶνας δείκνυσι βρύοντας καὶ ὡραϊζομένους τοῖς ἄνθεσιν, τὰ δὲ ἄνθη ἐν ἀκμῇ εἶναι λέγει καὶ πρὸς τομὴν ἐπιτηδείως ἔχειν, ὡς εἰς στεφάνου πλοκὴν ἢ μύρου κατασκευὴν ἀναιρεῖσθαι πάντως τοὺς ἀνθολόγους. ἡδύνει δὲ τὸν καιρὸν ὁ λόγος καὶ ταῖς τῶν ὀρνίθων ᾠδαῖς κατὰ τὰ ἄλση περιηχούμενον τῆς ἡδείας τῶν τρυγόνων φωνῆς ταῖς ἀκοαῖς προσηχούσης, συκῆν δὲ λέγει καὶ ἄμπελον τὴν ἀπ' αὐτῶν γενησομένην τρυφὴν τοῖς φαινομένοις προοιμιάζεσθαι, τὴν μὲν τοὺς ὀλύνθους ἐκφέρουσαν, τὴν δὲ τῷ ἄνθει κυπρίζουσαν, ὡς κατατρυφᾶν τῆς εὐωδίας τὴν ὄσφρησιν. οὕτω μὲν οὖν ἁβρύνεται τῇ ὑπογραφῇ τῆς ἐαρινῆς ὥρας ὁ λόγος τό τε σκυθρωπὸν ἀποβάλλων καὶ τοῖς γλυκυτέροις ἐμφιλοχωρῶν διηγήμασιν. χρὴ δέ, οἶμαι, μὴ παραμεῖναι τὴν διάνοιαν τῇ τῶν γλαφυρῶν τούτων ὑπογραφῇ, ἀλλὰ δι' αὐτῶν ὁδηγηθῆναι πρὸς τὰ δηλούμενα διὰ τῶν λογίων τούτων μυστήρια, ὥστε ἀνακαλυφθῆναι τὸν θησαυρὸν τῶν νοημάτων τὸν ἐγκεκρυμμένον τοῖς ῥήμασιν. τί οὖν ἐστιν ὅ φαμεν; πεπήγει ποτὲ τῷ τῆς εἰδωλολατρίας κρυμῷ τὸ ἀνθρώπινον τῆς εὐκινήτου φύσεως τῶν ἀνθρώπων πρὸς τὴν τῶν ἀκινήτων σεβασμάτων φύσιν μεταβληθείσης· Ὅμοιοι γάρ φησιν αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. καὶ τὸ εἰκὸς ἐν τοῖς γινομένοις ἦν· ὥσπερ γὰρ οἱ πρὸς τὴν ἀληθινὴν θεότητα βλέποντες ἐφ' ἑαυτῶν δέχονται τὰ τῆς θείας φύσεως ἰδιώματα, οὕτως ὁ τῇ ματαιότητι τῶν εἰδώλων προσανέχων μετεστοι χειοῦτο πρὸς τὸ βλεπόμενον λίθος ἐξ ἀνθρώπου γινόμενος. ἐπειδὴ τοίνυν ἀπολιθωθεῖσα διὰ τῆς τῶν εἰδώλων λατρείας ἀκίνητος ἦν πρὸς τὸ κρεῖττον ἡ φύσις ἐμπεπηγυῖα τῷ τῆς εἰδωλολατρίας κρυμῷ, τούτου χάριν ἐπανατέλλει τῷ χαλεπῷ τούτῳ χειμῶνι ὁ τῆς δικαιοσύνης ἥλιος καὶ ἔαρ ποιεῖ τοῦ μεσημβρινοῦ πνεύματος, τοῦ τὴν τοιαύτην διαλύοντος πῆξιν, ἅμα τῇ ἀνατολῇ τῶν ἀκτίνων συνεπιθάλποντος ἅπαν τὸ ὑποκείμενον, ἵνα διαθερμανθεὶς τῷ πνεύματι ὁ διὰ τοῦ κρύους λιθωθεὶς ἄνθρωπος καὶ ὑποθαλφθεὶς τῇ ἀκτῖνιτοῦ λόγου πάλιν γένηται ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον· Πνεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα Στρεφομένης τῆς πέτρας εἰς λίμνας ὑδάτων καὶ τῆς ἀκροτόμου εἰς πηγὰς ὑδάτων. ὅπερ γυμνότερον πρὸς τοὺς Ἰουδαίους ὁ βαπτιστὴς ἀνεβόησε λέγων τοὺς λίθους τούτους ἐγείρεσθαι εἰς τὸ γενέσθαι τέκνα τοῦ πατριάρχου δι' ἀρετῆς ὁμοιούμενα. ταῦτα τοίνυν ἀκούει τοῦ λόγου ἡ ἐκκλησία διὰ τῶν προφη τικῶν θυρίδων καὶ τῶν νομικῶν δικτύων δεχομένη τὴν τῆς ἀληθείας αὐγὴν ἔτι συνεστῶτος τοῦ τυπικοῦ τῆς διδασκαλίας τοίχου, τοῦ νόμου λέγω, τοῦ τὴν σκιὰν ποιοῦντος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων δεικνύοντος, οὗ κατόπιν ἵσταται ἡ ἀλήθεια ἐχομένη τοῦ τύπου πρῶτον μὲν διὰ τῶν προφητῶν ἐναυγάζουσα τῇ ἐκκλησίᾳ τὸν λόγον, μέτα ταῦτα δὲ τῇ φανερώσει τοῦ εὐαγγελίου πᾶσαν τοῦ τύπου τὴν σκιοειδῆ φαντασίαν ἐξαναλίσκουσα, δι' ἧς καθαιρεῖται μὲν τὸ μεσότοιχον, συνά πτεται δὲ ὁ ἐν τῷ οἴκῳ ἀὴρ πρὸς τὸ αἴθριον φῶς, ὡς μηκέτι διὰ τῶν θυρίδων χρείαν ἔχειν περιαυγάζεσθαι αὐτοῦ τοῦ ἀληθινοῦ φωτὸς διὰ τῶν εὐαγγελικῶν ἀκτίνων τὰ ἔνδον πάντα καταφωτίζοντος. διὰ τοῦτο ἐμβοᾷ διὰ τῶν φωταγωγῶν τῇ ἐκκλησίᾳ ὁ λόγος ὁ ἀνορθῶν τοὺς κατερραγμένουςλέγων Ἀνάστηθι (δηλαδὴ ἐκ τοῦ πτώματος) ἡ τῷ γλίσχρῳ τῆς ἁμαρτίας ἐνολισθήσασα, ἡ συμποδισθεῖσα διὰ τοῦ ὄφεως καὶ εἰς γῆν πεσοῦσα καὶ ἐν τῷ πτώματι τῆς παρακοῆς γενομένη, ἀνάστα. οὐκ ἀρκεῖ δέ σοι, φησί, τὸ ἀνορθωθῆναι μόνον ἐκ τοῦ πτώματος, ἀλλὰ καὶ πρόελθε διὰ τῆς τῶν ἀγαθῶν προκοπῆς τὸν ἐν ἀρετῇ διανύουσα δρόμον. ὅπερ δὴ καὶ ἐπὶ τοῦ παραλυτικοῦ μεμαθήκαμεν· οὐ γὰρ διανίστησι μόνον ὁ λόγος τὸ ἐπικλίνιον ἄχθος ἐκεῖνο, ἀλλὰ καὶ περιπατεῖν ἐγκελεύεται. ὅπερ μοι δοκεῖ τὴν πρὸς τὸ κρεῖττον πρόοδόν τε καὶ ἐπαύξησιν διὰ τῆς μεταβατικῆς κινήσεως σημαίνειν [ὁ λόγος]. Ἀνάστα οὖν φησι καὶ Ἐλθέ. ὢ προστάγματος δύναμις. ὄντως φωνὴ δυνάμεώς ἐστιν ἡ φωνὴ τοῦ θεοῦ, καθὼς ἡ ψαλμῳδία φησὶν ὅτι Ἰδοὺ δώσει τὴν φωνὴν αὐτοῦ, φωνὴν δυνάμεως· καὶ Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. ἰδοὺ καὶ νῦν εἶπε πρὸς τὴν κειμένην ὅτι Ἀνάστηθι καὶ ὅτι Ἐλθὲ καὶ εὐθὺς ἔργον τὸ πρόσταγμα γίνεται· ὁμοῦ γὰρ τῷ δέξασθαι τοῦ λόγου τὴνδύναμιν καὶ ἵσταται καὶ παρίσταται καὶ πλησίον γίνεται τοῦ φωτός, ὡς ὑπ' αὐτοῦ τοῦ καλέσαντος αὐτὴν μεμαρτύρηται οὕτως εἰπόντος τοῦ λόγου Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου. τίς ἡ τάξις αὕτη τοῦ λόγου; πῶς ἔχεται τοῦ ἑτέρου τὸ ἕτερον; πῶς σῴζεται καθ' εἱρμὸν ὥσπερ ἐν ἁλύσει τινὶ τὸ τῶν νοημάτων ἀκόλουθον; ἀκούει τοῦ προστάγματος, ἐνδυναμοῦται τῷ λόγῳ, ἐγείρεται, προέρχεται, πλησιάζει, καλὴ γίνεται, περιστερὰ ὀνομάζεται. πῶς γάρ ἐστι δυνατὸν καλὴν ὄψιν ἐν κατόπτρῳ γενέσθαι μὴ καλῆς τινος μορφῆς δεξαμένῳ τὴν ἔμφασιν; οὐκοῦν καὶ τὸ τῆς ἀνθρωπίνης φύσεως κάτοπτρον οὐ πρότερον ἐγένετο καλόν, ἀλλ' ὅτε τῷ καλῷ ἐπλησίασε καὶ τῇ εἰκόνι τοῦ θείου κάλλους ἐνεμορφώθη. ὥσπερ γὰρ τὸ τοῦ ὄφεως εἶχεν εἶδος ἕως ἔκειτο ἐπὶ τῆς γῆς καὶ πρὸς αὐτὸν ἀφεώρα, κατὰ τὸν αὐτὸν τρόπον ἐπειδὴ ἀνέστη καὶ τῷ ἀγαθῷ ἔδειξεν ἑαυτὴν ἀντιπρόσωπον κατὰ νώτου τὴν κακίαν ποιησαμένη, πρὸς ὃ βλέπει κατ' ἐκεῖνο καὶ σχηματίζεται· βλέπει δὲ πρὸς τὸ ἀρχέτυπον κάλλος. διὰ τοῦτο τῷ φωτὶ προσεγγίσασα φῶς γίνεται, τῷ δὲ φωτὶ τὸ καλὸν τῆςπεριστερᾶς εἶδος ἐνεικονίζεται, ἐκείνης λέγω τῆς περιστερᾶς, ἧς τὸ εἶδος τὴν τοῦ ἁγίου πνεύματος παρουσίαν ἐγνώρισεν. οὕτω τοίνυν αὐτῇ προσφωνήσας ὁ λόγος καὶ ὀνομάσας αὐτὴν καλὴν μὲν διὰ τὸ πλησίον, περιστερὰν δὲ διὰ τὸ κάλλος, καὶ τὰ ἐφεξῆς διεξέρχεται οὐκέτι λέγων κρατεῖν τοῦ χειμῶνος τῶν ψυχῶν τὴν κατήφειαν· οὐ γὰρ ἀντέχει πρὸς τὴν ἀκτῖνα τὸ κρύος. Ἰδού, φησίν, ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. πολυώνυμον ποιεῖ τὸ κακὸν κατὰ τὰς διαφορὰς τῶν ἐνεργημάτων ὀνομαζόμενον· ὁ αὐτὸς γὰρ καὶ χειμὼν καὶ ὑετὸς καὶ σταγόνες, καθ' ἕκαστον τῶν ὀνομάτων πειρασμοῦ τινος κατὰ τὸ ἰδιάζον σημαινομένου· χειμὼν λέγεται διὰ τὴν πολυειδῆ τῶν κακῶν σημασίαν· ἐν γὰρ τῷ χειμῶνι τὰ τεθηλότα μαραίνεται, τὸ ἐπὶ τῶν δένδρων κάλλος, ὃ διὰ τῶν φύλλων φυσικῶς ὡραΐζεται, ἀπορρεῖ τῶν κλάδων καὶ τῇ γῇ καταμίγνυται, σιγᾷ τῶν μουσικῶν ὀρνίθων ἡ μελῳδία, φεύγει ἡ ἀηδών, ναρκᾷ ἡ χελιδών, ἀποξενοῦται τῆς καλιᾶς ἡ τρυγών, μιμεῖται τὰ πάντα τὴν τοῦ θανάτου κατήφειαν, νεκροῦται ὁ βλαστός, ἀποθνῄσκει ἡ πόα· ὥσπερ ὀστέα σαρκῶν κεχωρισμένα οὕτως οἱ κλάδοι τῶν φύλλων γυμνωθέντες εἰδεχθὲς θέαμα γίνονται ἀντὶ τῆςπροσούσης αὐτοῖς ἐκ τῶν βλαστῶν ἀγλαΐας. τί δ' ἄν τις λέγοι τὰ κατὰ θάλασσαν πάθη, τὰ διὰ τοῦ χειμῶνος γινόμενα, πῶς ἐκ βυθῶν ἀναστρεφομένη καὶ διοιδαίνουσα σκοπέλους καὶ ὄρη μιμεῖται πρὸς τὸ ὄρθιον σχῆμα κορυφουμένη τῷ ὕδατι, πῶς ἐφορμᾷ καθάπερ πολεμία τῇ γῇ ὑπὲρ τὰς ἠϊόνας ἑαυτὴν ἐπεκβάλλουσα καὶ ταῖς ἐπαλλήλοις τῶν κυμάτων πληγαῖς οἷόν τισι μηχανημάτων προσβολαῖς αὐτὴν κατασείουσα; ἀλλά μοι νόει τὰ τοῦ χειμῶνος πάθη ταῦτα καὶ τὰ τοιαῦτα πάντα μεταλαμβάνων εἰς τροπικὴν σημασίαν, τί ἐστιν ἐν χειμῶνι τὸ ἀπανθοῦν τε καὶ μαραινόμενον, τί τὸ εἰς γῆν ἐκ τῶν ἀκρεμόνων ἀναλυόμενον, τίς ἡ σιωπῶσα τῶν ᾠδικῶν ὀρνίθων φωνή, τίς ἡ θάλασσα ἡ ἐπωρυομένη τοῖς κύμασι, τίς ἐπὶ τούτοις ὁ ὑετός, τίνες τοῦ ὑετοῦ αἱ σταγόνες, πῶς ἑαυτῷ πορεύεται ὁ ὑετός· διὰ τούτου γὰρ τὸ ἔμψυχόν τε καὶ προαιρετικὸν τοῦ τοιούτου χειμῶνος ὑποσημαίνει τὸ αἴνιγμα. τάχα γὰρ κἂν μὴ τὰ καθ' ἕκαστον διασαφήσῃ ὁ λόγος, πρόδηλός ἐστι τῷ ἀκούοντι ἡ ἑκάστῳ τούτων ἐμφαινο μένη διάνοια, πῶς τεθήλει τὸ κατ' ἀρχὰς ἡ ἀνθρωπίνη φύσις, ἕως ἐν τῷ παραδείσῳ ἦν τῷ τῆς πηγῆς ἐκείνης ὕδατι πιαινομένη καὶ θάλλουσα, ὅτε ἦν ἀντὶ φύλλων ὁ τῆς ἀθανασίας βλαστὸς ὡραΐζων τὴν φύσιν· ἀλλὰ τοῦ χειμῶνος τῆς παρακοῆς τὴν ῥίζαν ἀποξηράναντος ἀπετινάχθη τὸ ἄνθος καὶ εἰς γῆν ἀνελύθη, καὶ ἐγυμνώθη τοῦ κάλλους τῆς ἀθανασίας ὁ ἄνθρωπος καὶ ἡ τῶν ἀρετῶν πόα κατεξηράνθη τῆς πρὸς τὸν θεὸν ἀγάπης διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν καταψυγείσης, ὅθεν τὰ ποικίλα παθήματα τοῖς ἀντικειμένοις πνεύμασιν ἐν ἡμῖν ἐκορυφώθη, δι' ὧν τὰ πονηρὰ τῆς ψυχῆς ναυάγια γίνεται. ἀλλὰ ἐλθόντος τοῦ τὸ ἔαρ ἡμῖν τῶν ψυχῶν ἐμποιήσαντος, ὃς τοῦ πονηροῦ ἀνέμου τὴν θάλασσάν ποτε διεγείραντος καὶ τοῖς πνεύμασιν ἐπιτιμᾷ καὶ τῇ θαλάσσῃ λέγει Σιώπα πεφίμωσο, πάντα εἰς γαλήνην καὶ νηνεμίαν μετεσκευάσθη, καὶ πάλιν ἀναθάλλειν ἄρχεται καὶ τοῖς ἰδίοις ἄνθεσιν ἡ φύσις ἡμῶν ὡραΐζεσθαι. ἄνθη δὲ τῆς ζωῆς ἡμῶν αἱ ἀρεταὶ νῦν μὲν ἀνθοῦσαι, τὸν δὲ καρπὸν αὐτῶν τῷ ἰδίῳ καιρῷ παρεχόμεναι. διὰ τοῦτό φησιν ὁ λόγος Ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακεν. ὁρᾷς, φησί, τὸνλειμῶνα τὸν διὰ τῶν ἀρετῶν ἀνθοῦντα, ὁρᾷς τὴν σωφροσύνην, τουτέστι τὸ λαμπρόν τε καὶ εὐῶδες κρίνον, ὁρᾷς τὴν αἰδῶ, τὸ ῥόδον, ὁρᾷς τὸ ἴον, τοῦ Χριστοῦ τὴν εὐωδίαν. τί οὖν οὐ στεφανηπλοκεῖς διὰ τούτων; οὗτός ἐστιν ὁ καιρός, ἐν ᾧ χρὴ δρεψάμενον τῇ πλοκῇ τῶν τοιούτων στεφάνων ἐγκαλλωπίσα σθαι. ὁ καιρὸς τῆς τομῆς αὐτῶν ἔφθακεν. τοῦτό σοι διαμαρτύ ρεται ἡ φωνὴ τοῦ τρυγόνος, τουτέστιν ἡ φωνὴ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἰωάννης γάρ ἐστιν ὁ τρυγὼν οὗτος, ὁ τοῦ φαιδροῦ τούτου ἔαρος πρόδρομος ὁ τὰ καλὰ τῆς ἀρετῆς ἄνθη τοῖς ἀνθρώποις δεικνύων καὶ τοῖς βουλομένοις ἀνθολογεῖν προτείνων, δι' ὧν ὑπεδείκνυε τὸ ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ ἄνθος, τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὑπετίθετο τὴν ἐκ τῶν κακῶν μετάνοιαν καὶ τὴν κατ' ἀρετὴν πολιτείαν· Ἠκούσθη γάρ φησιν ἡ φωνὴ τοῦ τρυγόνος ἐν τῇ γῇ ἡμῶν. τάχα γῆν τοὺς κατεγνωσμένους ἐν κακίᾳ κατονομάζει, οὓς τελώνας τε καὶ πόρνας λέγει τὸ εὐαγγέλιον, ἐν οἷς ἠκούσθη τοῦ Ἰωάννου ὁ λόγος τῶν λοιπῶν οὐ παραδεξαμένων τὸ κήρυγμα. τὸ δὲ περὶ τῆς συκῆς εἰρημένον ὅτι Ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς οὑτωσὶ τῷ λόγῳ κατανοήσωμεν· ἑλκτικὴ τῆς ἐν τῷ βάθει νοτίδοςδιαφερόντως ὑπὸ θερμότητός ἐστιν ἡ συκῆ, πολλῆς δὲ κατὰ τὰς ἐντεριώνας τῆς ἰκμάδος συνισταμένης ἀναγκαίως ἡ φύσις διὰ τῆς τῶν ὑγρῶν πέψεως τῆς ἐν τῷ φυτῷ γινομένης τὸ ἀχρεῖόν τε καὶ γεῶδες τῆς ἰκμάδος ἐκ τῶν ἀκρεμόνων ἀποσκευάζεται, καὶ πολλάκις τοῦτο ποιεῖ, ἕως ἂν τὸ εἰλικρινές τε καὶ τρόφιμον ἐν τῷ καθήκοντι καιρῷ προβάλῃ κεκαθαρ μένον τῆς ἀχρήστου ποιότητος. τὸ τοίνυν πρὸ τοῦ γλυκέος τε καὶ τελείου καρποῦ ὑπὸ τῆς συκῆς ἐν καρπῶν εἴδει προβαλλόμενον ὄλυνθος λέγεται, ὅπερ καὶ αὐτὸ μὲν ἐδώδιμον ἔσθ' ὅτε τοῖς βουλομένοις ἐστίν. οὐ μὴν ἐκεῖνό ἐστιν ὁ καρπός, ἀλλὰ τοῦ καρποῦ προοίμιον γίνεται· ὁ ταῦτα τοίνυν θεασάμε νος καὶ τὸν καρπὸν ὅσον οὐδέπω πάντως ἐκδέχεται· σημεῖον γὰρ τῶν ἐδωδίμων σύκων οἱ ὄλυνθοι γίνονται, οὓς ἐξενηνοχέ ναι φησὶ τὴν συκῆν. ἐπειδὴ γὰρ τὸ πνευματικὸν ἔαρ ὑπογράφει τῇ νύμφῃ ὁ λόγος, ὁ δὲ καιρὸς οὗτος μεθόριός ἐστι τῶν δύο καιρῶν, τῆς τε χειμερινῆς κατηφείας καὶ τῆς ἐν τῷ θέρει τῶν καρπῶν μετουσίας, διὰ τοῦτο τὸ μὲν παρῳχηκέναι τὰ κακὰ διαρρήδην εὐαγγελίζεται, τοὺς δὲ καρποὺς τῆς ἀρετῆς οὔπω τελείως προδείκνυσιν. ἀλλὰ τούτους μὲν ἐν τῷ καθήκοντι καιρῷ ταμιεύσεται, ὅταν ἐνστῇ τὸ θέρος (οἶδας δὲ πάντως τὸ διὰ τοῦ θέρους δηλούμενον ἐκ τῆς τοῦ κυρίου φωνῆς, ἣ τοῦτό φησιν ὅτι Ὁ θερισμὸς συντέλεια τοῦ αἰῶνόςἐστιν), νῦν δὲ τὰς ἐλπίδας δείκνυσι διὰ τῶν ἀρετῶν ἀνθούσας, ὧν ὁ καρπός, καθώς φησιν ὁ προφήτης, ἐν τῷ καιρῷ τῷ ἰδίῳ προφαίνεται. τῆς τοίνυν ἀνθρωπίνης φύσεως κατὰ τὴν μνημονευθεῖσαν ἐνταῦθα συκῆν πολλὴν διὰ τοῦ νοηθέντος ἡμῖν χειμῶνος τὴν κακὴν ἰκμάδα συλλεξαμένης καλῶς ὁ τὸ ψυχικὸν ἔαρ ἡμῖν ἐργαζόμενος καὶ τῇ καθηκούσῃ γεωπονίᾳ φυτηκομῶν τὸ ἀνθρώπινον πρῶτον μὲν ἐκβάλλει τῆς φύσεως πᾶν ὅσον γεῶδες καὶ ἄχρηστον ἀντὶ ἀκρεμόνων δι' ἐξομο λογήσεως ἀποσκευάζων τὰ περιττώματα, εἶθ' οὕτως χαρα κτῆρά τινα τῆς ἐλπιζομένης μακαριότητος διὰ τῆς ἀστειοτέρας ζωῆς ἐπιβάλλων τῷ βίῳ οἷόν τισιν ὀλύνθοις τὴν μέλλουσαν γλυκύτητα τῶν σύκων εὐαγγελίζεται. καὶ τοῦτό ἐστι τὸ λεγόμενον ὅτι Ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς. Οὕτω μοι νόησον καὶ τὴν κυπρίζουσαν ἄμπελον, ἧς ὁ μὲν οἶνος ὁ τὴν καρδίαν εὐφραίνων πληρώσει ποτὲ τὸν τῆς σοφίας κρατῆρα καὶ προκείσεται τοῖς συμπόταις ἐκ τοῦ ὑψηλοῦ κηρύγματος κατ' ἐξουσίαν ἀρύεσθαι εἰς ἀγαθήν τε καὶ νηφάλιον μέθην. ἐκείνην λέγω τὴν μέθην, δι' ἧς τοῖς ἀνθρώποις ἐκ τῶν ὑλικῶν πρὸς τὸ θειότερον ἡ ἔκστασις γίνεται. νῦν μέντοι κυπρίζει διὰ τοῦ ἄνθους ἡ ἄμπελος καίτις ἐκδίδοται παρ' αὐτῆς ἀτμὸς εὐωδιάζων, ἡδὺς καὶ προση νής, πρὸς τὸ περιέχον πνεῦμα κατακιρνάμενος. οἶδας δὲ τὸ πνεῦμα πάντως, ὃ τὴν εὐωδίαν ταύτην τοῖς σῳζομένοις ἐργάζεται, παρὰ τοῦ Παύλου μαθών. Ταῦτα προδείκνυσι τῇ νύμφῃ ὁ λόγος τοῦ καλοῦ τῶν ψυχῶν ἔαρος τὰ γνωρίσματα καὶ ἐπισπεύδει πρὸς τὴν τῶν προκειμένων ἀπόλαυσιν διεγείρων αὐτὴν τῷ λόγῳ Ἀνάστα, λέγων, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου. ὅσα δόγματα δι' ὀλίγων ἐν τοῖς ῥήμασι τούτοις ὁ λόγος ἡμῖν ὑποδείκνυσιν. οὐ γὰρ κατά τινα περιττὴν καὶ παρέλ κουσαν ματαιολογίαν τοῖς αὐτοῖς ῥήμασιν ἐμφιλοχωρεῖν τὴν θεόπνευστον διδασκαλίαν ἐστὶν εἰκός, ἀλλά τι μέγα καὶ θεοπρεπὲς νόημα διὰ τῆς παλιλλογίας ἡμῖν ὑποδείκνυται. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ἡ μακαρία καὶ ἀΐδιος καὶ πάντα νοῦν ὑπερέχουσα φύσις πάντα τὰ ὄντα ἐν ἑαυτῇ περιείργουσα ὑπ' οὐδενὸς περιέχεται ὅρου· οὐδὲν γάρ ἐστι περὶ αὐτὴν θεωρούμενον, οὐ χρόνος, οὐ τόπος, οὐ χρῶμα, οὐ σχῆμα, οὐκ εἶδος, οὐκ ὄγκος, οὐ πηλικότης, οὐ διάστημα, οὐδὲ ἄλλο τι περιγραπτικὸν ὄνομα ἢ πρᾶγμα ἢ νόημα, ἀλλὰ πᾶν τὸ περὶ αὐτὴν νοούμενον ἀγαθὸν εἰς ἄπειρόν τε καὶ ἀόριστον πρόεισιν. ὅπου γὰρ κακία χώραν οὐκ ἔχει, ἀγαθοῦπέρας ἐστὶν οὐδέν. ἐπὶ γὰρ τῆς τρεπτῆς φύσεως διὰ τὸ ἴσην ἐγκεῖσθαι τὴν δύναμιν τῇ προαιρέσει πρὸς τὴν ἐφ' ἑκάτερα τῶν ἐναντίων ῥοπὴν τό τε ἀγαθὸν τὸ ἐν ἡμῖν καὶ τὸ κακὸν ταῖς διαδοχαῖς ἀλλήλων ἐναπολήγει καὶ γίνεται τοῦ ἀγαθοῦ ὅρος ἡ ἐπιγινομένη κακία καὶ πάντα τὰ τῶν ψυχῶν ἡμῶν ἐπιτηδεύματα, ὅσα κατὰ τὸ ἐναντίον ἀλλήλοις ἀντικαθ έστηκεν, εἰς ἄλληλα λήγει καὶ ὑπ' ἀλλήλων ὁρίζεται· ἡ δὲ ἁπλῆ καὶ καθαρὰ καὶ μονοειδὴς καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος φύσις ἀεὶ ὡσαύτως ἔχουσα καὶ οὐδέποτε ἑαυτῆς ἐξισταμένη διὰ τὸ ἀπαράδεκτος εἶναι τῆς πρὸς τὸ κακὸν κοινωνίας ἀόριστος ἐν τῷ ἀγαθῷ μένει, οὐδὲν ἑαυτῆς βλέπουσα πέρας διὰ τὸ μηδὲν περὶ ἑαυτὴν τῶν ἐναντίων βλέπειν. ὅταν τοίνυν ἐφέλκηται πρὸς μετουσίαν ἑαυτῆς τὴν ἀνθρωπίνην ψυχήν, ἀεὶ τῷ ἴσῳ μέτρῳ κατὰ τὴν πρὸς τὸ κρεῖττον ὑπεροχὴν τῆς μετεχούσης ὑπερανέστηκεν· ἡ μὲν γὰρ ψυχὴ μείζων ἑαυτῆς πάντοτε διὰ τῆς τοῦ ὑπερέχοντος μετουσίας γίνεται καὶ αὐξομένη οὐχ ἵσταται, τὸ δὲ μετεχόμενον ἀγαθὸν ἐν ἴσῳ μένει ὡσαύτως ὑπὸ τῆς ἐπὶ πλεῖον ἀεὶ μετεχούσης ἐν ἴσῃ πάντοτε τῇ ὑπεροχῇ εὑρισκόμενον. ὁρῶμεν τοίνυν ὥσπερ ἐν βαθμῶν ἀναβάσει χειραγωγουμένην διὰ τῶν τῆς ἀρετῆς ἀνόδων ἐπὶ τὰ ὕψη παρὰ τοῦ λόγου τὴν νύμφην, ᾗ ἐνίησιπρῶτον διὰ τῶν προφητικῶν θυρίδων καὶ τῶν δικτυωτῶν τοῦ νόμου παραγγελμάτων τὴν ἀκτῖνα ὁ λόγος καὶ προσκα λεῖται αὐτὴν ἐγγίσαι τῷ φωτὶ καὶ καλὴν γενέσθαι πρὸς τὸ εἶδος τῆς περιστερᾶς ἐν τῷ φωτὶ μορφωθεῖσαν. εἶτα μετα σχοῦσαν τῶν καλῶν ὅσον ἐχώρησε πάλιν ἐξ ὑπαρχῆς ὡς ἔτι τῶν καλῶν οὖσαν ἀμέτοχον πρὸς τὴν τοῦ ὑπερκειμένου κάλλους μετουσίαν ἐφέλκεται, ὥστε αὐτῇ κατὰ τὴν ἀναλογίαν τῆς προκοπῆς πρὸς τὸ ἀεὶ προφαινόμενον καὶ τὴν ἐπιθυμίαν συναύξεσθαι καὶ διὰ τὴν ὑπερβολὴν τῶν πάντοτε κατὰ τὸ ὑπερκείμενον εὑρισκομένων ἀγαθῶν πρώτως ἅπτεσθαι τῆς ἀνόδου δοκεῖν. διὰ τοῦτό φησι πάλιν πρὸς τὴν ἐγηγερμένην ὅτι Ἀνάστηθι καὶ πρὸς τὴν ἐλθοῦσαν ὅτι Ἐλθέ· οὔτε γὰρ τῷ οὕτως ἀνισταμένῳ λείψει ποτὲ τὸ ἀεὶ ἀνίστασθαι οὔτε τῷ τρέχοντι πρὸς τὸν κύριον ἡ πρὸς τὸν θεῖον δρόμον εὐρυχωρία δαπανηθήσεται. ἀεί τε γὰρ ἐγείρεσθαι χρὴ καὶ μηδέποτε διὰ τοῦ δρόμου προσεγγίζοντας παύεσθαι. ὥστε ὁσάκις ἂν λέγῃ τὸ Ἀνάστηθι καὶ τὸ Ἐλθέ, τοσαυτάκις τῆς πρὸς τὸ κρεῖττον ἀναβάσεως τὴν δύναμιν δίδωσιν. οὕτω νόει καὶ τὰἐφεξῆς τῷ λόγῳ προσκείμενα· ὁ γὰρ καλὴν ἐκ καλῆς γενέσθαι κελεύων τὸ ἀποστολικὸν ἄντικρυς ὑποτίθεται τὴν αὐτὴν εἰκόνα προστάσσων ἀπὸ δόξης εἰς δόξαν μεταμορφοῦσθαι, ὡς πάντοτε δόξαν εἶναι τὸ λαμβανόμενον καὶ τὸ ἀεὶ εὑρισκόμενον, κἂν ὅτι μάλιστα μέγα τε καὶ ὑψηλὸν ᾖ, μικρότερον εἶναι τοῦ ἐλπιζομένου πιστεύεσθαι. οὕτω τοίνυν περιστερὰν οὖσαν ἐν τοῖς προκατωρθωμένοις οὐδὲν ἧττον περιστερὰν αὐτὴν πάλιν διὰ τῆς πρὸς τὸ κρεῖττον μεταμορφώσεως γενέσθαι διακελεύεται καί, εἰ τοῦτο γένοιτο, τὸ ὑπὲρ τοῦτο πάλιν ὁ λόγος καθεξῆς διὰ τοῦ ὀνόματος ὑποδείξει λέγει γὰρ Δεῦρο σεαυτῇ, περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος. τίς οὖν ἡ πρὸς τὸ τέλειον ἄνοδος, ἥτις τοῖς νῦν εἰρημένοις ἐμφαίνεται; τὸ μηκέτι πρὸς τὴν τῶν ἐφελκομένων βλέπειν σπουδήν, ἀλλ' ὁδηγὸν πρὸς τὸ κρεῖττον τὴν ἰδίαν ἐπιθυμίαν ἔχειν. Δεῦρο, γάρ φησι, σεαυτῇ, μὴ ἐκ λύπης μηδὲ ἐξ ἀνάγκης, ἀλλὰ σεαυτῇ, τοῖς ἰδίοις λογισμοῖς τὴν ἐπιθυμίαν πρὸς τὸ καλὸν ἐπιρρώσασα, οὐκ ἀνάγκης καθηγουμένης· ἀδέσποτονγὰρ ἡ ἀρετὴ καὶ ἑκούσιον καὶ ἀνάγκης πάσης ἐλεύθερον. τοιοῦτος ἦν ὁ Δαβὶδ ὁ τὰ ἑκούσια μόνα τῶν παρ' αὐτοῦ γινομένων εὐδοκηθῆναι τῷ θεῷ προσευχόμενος καὶ ἑκουσίως θύειν ἐπαγγελλόμενος· τοιοῦτος ἕκαστος τῶν ἁγίων ἑαυτὸν τῷ θεῷ προσάγων, οὐκ ἐξ ἀνάγκης ἀγόμενος, καὶ σὺ τοίνυν δεῖξον τὴν τελείαν κατάστασιν ἐν τῷ σεαυτῇ τῆς πρὸς τὸ κρεῖττον ἀνόδου τὴν ἐπιθυμίαν λαβεῖν. τοιαύτη δὲ γενομένη, φησίν, ἥξεις ἐπὶ τὴν σκέπην τῆς πέτρας ἐχόμενα τοῦ προτει χίσματος. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν (χρὴ γὰρ μεταβαλεῖν τὸν λόγον ἀπὸ τῶν αἰνιγμάτων πρὸς τὸ σαφέστερον)· μία σκέπη τῆς ἀνθρωπίνης ἐστὶ ψυχῆς τὸ ὑψηλὸν εὐαγγέλιον, ἐν ᾧ ὁ γενόμενος τῆς σκιοειδοῦς διδασκαλίας διὰ τῶν τυπικῶν τε καὶ συμβολικῶν νοημάτων οὐκέτι προσδέεται φανερούσης τῆς ἀληθείας τὰ κεκαλυμμένα τῶν προσταγμάτων αἰνίγματα· πέτραν δὲ τὴν εὐαγγελικὴν ὀνομάζεσθαι χάριν οὐδεὶς ἂν ἀντείποι τῶν ὁπωσοῦν μετεχόντων τῆς πίστεως· πολλαχόθεν γὰρ ἔστιν ἐκ τῆς γραφῆς τοῦτο μαθεῖν τὸ πέτραν εἶναι τὸ εὐαγγέλιον. τὸ τοίνυν λεγόμενον τοιοῦτόν ἐστι· εἰ ἐνεγυμνά σθης, ὦ ψυχή, τῷ νόμῳ, εἰ τὰς διὰ τῶν προφητικῶν θυρίδων αὐγὰς τῇ διανοίᾳ τεθέασαι, μηκέτι ὑπὸ τὴν τοῦ νομικοῦτοίχου σκιὰν μένε (σκιὰν γὰρ ὁ τοῖχος ποιεῖ τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων), ἀλλ' ἐπὶ τὴν πέτραν ἐκ τοῦ σύνεγγυς ἀπὸ τοῦ τοίχου μετάβηθι· ἔχεται γὰρ ἡ πέτρα τοῦ προτειχίσματος, ἐπειδὴ τῆς εὐαγγε λικῆς πίστεως ὁ νόμος προτείχισμα γέγονε, καὶ ἔχεται ἀλλήλων τὰ δόγματα γειτνιῶντα κατὰ τὴν δύναμιν. τί γὰρ ἐγγύτερον τοῦ Μὴ μοιχεῦσαι τῷ Μὴ ἐπιθυμῆσαι καὶ τοῦ καθαρεύειν ἀπὸ φόνου τῷ μηδὲ ὀργῇ τὴν καρδίαν μολύνεσθαι; ἐπεὶ οὖν ἔχεται τοῦ προτειχίσματος ἡ σκέπη τῆς πέτρας, ἀδιάστατός ἐστί σοι ἡ ἀπὸ τοῦ τοίχου ἐπὶ τὴν πέτραν μετά στασις· περιτομὴ ἐν τῷ τοίχῳ καὶ περιτομὴ ἐν τῇ πέτρᾳ, πρόβατον καὶ πρόβατον, αἷμα καὶ αἷμα, πάσχα καὶ πάσχα, καὶ πάντα σχεδὸν τὰ αὐτὰ καὶ διὰ τῶν αὐτῶν ἀλλήλων ἐχόμενα, πλὴν ὅσον πνευματικὴ μὲν ἡ πέτρα, χοϊκὸς δὲ ὁ τοῖχος, ᾧ συναναπέπλασται τὸ σωματικὸν καὶ γεῶδες. ἡ δὲ εὐαγγελικὴ πέτρα τὸν σαρκώδη τῶν νοημάτων πηλὸν οὐκ ἔχει (ἀλλὰ καὶ περιτομὴν λαμβάνει ὁ ἄνθρωπος καὶ ὅλος ὑγιὴς μένει μηδεμιᾶς λώβης ἀκρωτηριαζούσης τὸ πλάσμα τῆς φύσεως καὶ φυλάσσει ἐν τῇ τῶν κακῶν ἀπραξίᾳ τὸ σάββατον καὶ τὴν πρὸς τὸ καλὸν ἀργίαν οὐ καταδέχεταιμαθὼν ὅτι Ἔξεστι τῷ σαββάτῳ καλὸν ποιεῖν, καὶ ἀδιάκριτον ποιεῖται τῆς τροφῆς τὴν μετουσίαν καὶ ἀκαθάρτου οὐχ ἅπτεται· οὐδὲν γὰρ τῶν εἰσερχομένων διὰ τοῦ στόματος κοινὸν εἶναι παρὰ τῆς πέτρας παιδεύεται), ἀλλὰ διὰ πάντων τὰς σωματικὰς τοῦ νόμου παρατηρήσεις ἀπωσαμένη πρὸς τὸ πνευματικόν τε καὶ νοητὸν μεταλαμβάνει τῶν ῥημάτων τὴν διάνοιαν, οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Ὁ νόμος πνευματικός ἐστιν. ὁ γὰρ οὕτως ἐκλαβὼν τὸν νόμον ὑπὸ τὴν σκέπην τῆς εὐαγγελικῆς γίνεται πέτρας τὴν ἐχομένην τοῦ σωματικοῦ προτειχίσματος. Ταῦτα τοῦ λόγου διὰ τῶν θυρίδων αὐτῇ ἐμβοήσαντος καλῶς ἀποκρίνεται ἡ περιστερὰ ἡ περιλαμφθεῖσα διὰ τῆς τῶν νοημάτων αὐγῆς καὶ τὴν πέτραν νοήσασα, ἥτις ἐστὶν ὁ Χριστός· λέγει γὰρ Δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· μηκέτι μοι διαλέγου διὰ τῶν προφητικῶν τε καὶ νομικῶν αἰνιγμάτων, ἀλλ' ὡς ἰδεῖν δύναμαι, οὕτω μοι δεῖξον σαυτὸν ἐμφανῶς, ἵνα ἐντὸς γένωμαι τῆς εὐαγγελικῆς πέτρας καταλιποῦσα τὸ τοῦ νόμου προτείχισμα, καὶ ὡς χωρεῖ ἡ ἀκοή μου, οὕτω δὸς τὴν φωνήν σου ἐν τοῖς ὠσί μου γενέσθαι· εἰ γὰρ ἡ διὰτῶν θυρίδων φωνὴ τοσοῦτόν ἐστιν ἡδεῖα, πολὺ μᾶλλον ἡ κατὰ πρόσωπόν σου ἐμφάνεια τὸ ἐράσμιον ἕξει. ταῦτα λέγει ἡ νύμφη νοήσασα τὸ κατὰ τὴν εὐαγγελικὴν πέτραν μυστήριον, εἰς ὅπερ αὐτὴν ὁ πολυμερῶς καὶ πολυτρόπως ἐν ταῖς θυρίσι γενόμενος λόγος ἐχειραγώγησε, καὶ ἐν ἐπιθυμίᾳ γίνεται τῆς διὰ σαρκὸς θεοφανείας, ὥστε τὸν λόγον γενέσθαι σάρκα καὶ τὸν θεὸν ἐν σαρκὶ φανερωθῆναι καὶ παραθέσθαι ταῖς ἀκοαῖς ἡμῶν τὰς θείας φωνὰς τὰς ἐπαγγελλομένας τοῖς ἀξίοις τὴν αἰωνίαν μακαριότητα. πῶς συμβαίνουσι τῇ εὐχῇ τῆς νύμφης αἱ τοῦ Συμεῶνος φωναί, ὅς φησι Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου; εἶδε γὰρ ἐκεῖνος, ὡς ἰδεῖν ἐπεπόθησεν αὕτη. τὴν δὲ φωνὴν αὐτοῦ τὴν ἡδεῖαν οἱ δεξάμενοι τοῦ εὐαγγελίου τὴν χάριν ἐπιγινώσκουσιν οἱ εἰπόντες ὅτι Ῥήματα ζωῆς αἰωνίου ἔχεις. Διὰ ταῦτα δέχεται τὴν εὐχὴν τῆς νύμφης δικαίαν οὖσαν ὁ καθαρὸς νυμφίος καὶ μέλλων δεικνύειν ἑαυτὸν ἐμφανῶς πρῶτον τοὺς θηρευτὰς παρορμᾷ πρὸς τὴν ἄγραν τῶν ἀλω πέκων, ὡς μηκέτι τὸν ἀμπελῶνα δι' αὐτῶν πρὸς τὸν κυπρι σμὸν ἐμποδίζεσθαι, λέγων Πιάσατε ἡμῖν ἀλώπεκας, μικροὺς μὲν ὄντας, ἀφανιστικοὺς δὲ τῶν ἀμπελώνων· ἀνθήσουσιγὰρ αἱ ἄμπελοι, εἰ μηκέτι εἴη τὰ λυμαινόμενα. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. ἆρ' ἐστι δυνατὸν κατ' ἀξίαν ἐφικέσθαι τῆς μεγαλοφυΐας τῶν νοημάτων; ὅσον θαῦμα τῆς θείας μεγαλειότητος περιέχει ὁ λόγος, ὅσην ἐμφαίνει τῆς δυνάμεως τοῦ θεοῦ τὴν ὑπερβολὴν ἡ τῶν εἰρημένων διάνοια. πῶς ἐκεῖνος, περὶ οὗ τὰ τηλικαῦτα λέγεται, ὁ ἀνθρωποκτόνος, ὁ ἐν κακίᾳ δυνατός, οὗ ἡ γλῶσσα ὡσεὶ ξυρὸν ἠκονημένον, περὶ οὗ φησιν ὁ προφήτης ὅτι Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς, καὶ Ἐνεδρεύει ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ, ὁ δράκων ὁ μέγας, ὁ ἀποστάτης, ὁ ᾅδης ὁ πλατύνων τὸ στόμα αὐτοῦ, ὁ κοσμοκράτωρ τῆς ἐξουσίας τοῦ σκότους, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος, καὶ ὅσα ἐκ προσώπου αὐτοῦ διηγεῖται ἡ προφητεία, ὁ ἀφαιρούμενος ὅρια ἐθνῶν ἃ ἔστησε (δηλονότι ὁ ὕψιστος) κατ' ἀριθμὸν ἀγγέλων αὐτοῦ, ὁ καταλαμβάνων τὴν οἰκουμένην ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ αἴρων αὐτήν, ὁ λέγων τιθέναι ἐπάνω τῶν νεφελῶν τὸν θρόνον αὐτοῦ καὶ ὅμοιος γίνεσθαι τῷ ὑψίστῳ, καὶ ὅσα ἐν τῷ Ἰὼβ ὁ λόγος περὶαὐτοῦ διεξέρχεται τὰ φοβερὰ καὶ φρικώδη, οὗ χαλκαῖ μὲν αἱ πλευραί, σίδηρος δὲ χυτὸς ἡ ῥάχις, ἔγκατα δὲ αὐτοῦ σμιρίτης λίθος, καὶ πάντα τὰ τοιαῦτα, δι' ὧν τὴν φοβερὰν φύσιν ἐκείνην ὑπογράφει ὁ λόγος, οὗτος οὖν ὁ τοσοῦτος καὶ τοιοῦτος, ὁ στρατηγὸς τῶν ἐν τοῖς δαίμοσι λεγεώνων, πῶς ὀνομάζεται παρὰ τῆς ἀληθινῆς τε καὶ μόνης δυνάμεως; μικρὸν ἀλωπέκιον. καὶ οἱ περὶ αὐτὸν πάντες, ἡ ὑποχείριος αὐτῷ στρατιά, πάντες κατὰ τὸ ἴσον ἐξευτελισθέντες κατονο μάζονται παρὰ τοῦ παρορμῶντος πρὸς τὴν κατ' αὐτῶν ἄγραν τοὺς θηρευτάς. εἶεν δ' ἂν οὗτοι τάχα μὲν αἱ ἀγγελικαὶ δυνάμεις αἱ τῆς δεσποτικῆς παρουσίας ἐπὶ τὴν γῆν προπομ πεύουσαι καὶ τὸν βασιλέα τῆς δόξης ἐντὸς τοῦ βίου παράγου σαι, αἱ τοῖς ἀγνοοῦσιν ὑποδεικνύουσαι, Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης, ὁ κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἴσως δ' ἄν τις εἴποι καὶ τὰ Λειτουργικὰ πνεύματα τὰ εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, τάχα δὲ θηρευτὰς εἴποι τις ἂν καὶ τοὺς ἁγίους ἀποστόλους εἶναι τοὺς εἰς τὴν ἄγραν τῶν θηρίων τούτων ἐκπεμπομένους, πρὸς οὓς εἶπεν ὅτι Ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· οὐ γὰρ ἂν ἐνήργησαν τὴν ἀνθρωπίνην ἁλείαν τῇ τῶν λόγων περιβολῇ τὰς τῶν σῳζομένων ψυχὰς σαγηνεύοντας, εἰ μὴ πρότερον ἐκ τῶν φωλεῶν τὰ θηρία ταῦτα ἐξέβαλον, τοὺς μικροὺς ἐκείνους ἀλώπεκας ἐκ τῶν καρδιῶν λέγω, αἷς ἐνεφώλευον, ὥστε ποιῆσαι τόπον τῷ υἱῷ τοῦ θεοῦ, ὅπου ἑαυτοῦ τὴν κεφαλὴν ἀναπαύσει, μηκέτι τοῦ γένους τῶν ἀλωπέκων ἐν ταῖς καρδίαις φωλεύοντος. πλὴν οὕσπερ ἂν ὑποθῆται τοὺς ἀγρευτὰς εἶναι ὁ λόγος, τὸ μεγαλεῖον καὶ ἄφραστον τῆς θείας δυνάμεως διὰ τῶν προστεταγμένων αὐτοῖς διδασκό μεθα· οὐ γὰρ εἶπεν ὅτι θηράσατε τὸν ὗν τὸν ἐκ τοῦ δρυμοῦ τὴν ἄμπελον τοῦ θεοῦ λυμαινόμενον ἢ τὸν μονιὸν τὸν ἄγριον ἢ τὸν ὠρυόμενον λέοντα ἢ τὸ μέγα κῆτος ἢ τὸν ὑποβρύχιον δράκοντα (ἦ γὰρ ἄν τινα δύναμιν τῶν ἀντιμαχούντων διὰ τῶν τοιούτων ὁ λόγος τοῖς θηρευταῖς ἐνεδείκνυτο), ἀλλὰ πᾶσαι, φησίν, ἐκεῖναι αἱ περίγειοι δυναστεῖαι, πρὸς ἃς ἡ πάλη τοῖς ἀνθρώποις ἐστίν, ἀρχαί τε καὶ ἐξουσίαι καὶ κοσμοκράτορες σκότους καὶ πνεύματα πονηρίας, ἀλωπέκιά ἐστι μικρά, δολερά τε καὶ δύστηνα, πρὸς τὴν ὑμετέραν κρινόμενα δύναμιν. ἐὰν ἐκείνων κατακρατήσητε, τότε ἀπολήψεται τὴν ἰδίαν χάριν ὁ ἀμπελὼν ὁ ἡμέτερος, ἡ ἀνθρωπίνη φύσις, καὶ τὴν τῶν βοτρύων φορὰν διὰ τοῦ ἄνθους τῆς ἐναρέτου πολιτείας προοιμιάσεται. Πιάσατε οὖν ἡμῖν ἀλώπεκας μικροὺς ἀφανί ζοντας ἀμπελῶνας καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. Ἤκουσε τοῦ θείου προστάγματος ἡ ἄμπελος, ἡ γυνή, περὶ ἧς φησιν ὁ Δαβὶδ ὅτι Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα, καὶ εἶδεν ἑαυτὴν ἐν τῇ δυνάμει τοῦ κελεύσαντος τῆς ἐκ τῶν θηρίων τούτων λύμης κεκαθαρμένην καὶ εὐθὺς δίδωσιν ἑαυτὴν τῷ γεωργῷ τῷ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντι· οὐκέτι γὰρ τῷ τοίχῳ τοῦ νόμου πρὸς τὴν συνάφειαν τοῦ ποθουμένου διατειχίζεται, ἀλλά φησιν Ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ὁ ἀδελφιδός μου ἐμοί, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. τοῦτο δέ ἐστιν· εἶδον, φησί, πρόσωπον πρὸς πρόσωπον τὸν ἀεὶ μὲν ὄντα ὅπερ ἐστί, δι' ἐμὲ δὲ ἐκ τῆς ἀδελφῆς μου τῆς συναγωγῆς ἀνθρωπικῶς ἀνατείλαντα καὶ ἐν αὐτῷ ἀναπαύομαι καὶ γίνομαι αὐτῷ οἰκητήριον. οὗτος γάρ ἐστιν ὁ ποιμὴν ὁ καλός, ὃς οὐχὶ χόρτον ποιεῖται τὴν τῶν ποιμνίων νομήν, ἀλλὰκαθαροῖς κρίνοις τρέφει τὰ πρόβατα· ἀληθῶς γὰρ ὁ μηκέτι τῷ χόρτῳ τρέφων τὸν χόρτον· ἰδία γὰρ τροφὴ τῆς ἀλόγου φύσεως ὁ χόρτος ἐστίν, ὁ δὲ ἄνθρωπος λογικὸς ὢν τῷ ἀληθινῷ τρέφεται λόγῳ, εἰ δὲ τοῦ τοιούτου χόρτου ἐμφορη θείη, καὶ αὐτὸς γίνεται χόρτος· Πᾶσα γάρ φησι σὰρξ χόρτος ἐστίν, ἕως ἂν ᾖ σάρξ. εἰ δέ τις πνεῦμα γένοιτο γεννηθεὶς ἐκ τοῦ πνεύματος, οὐκέτι τὸν χορτώδη ἐπιβοσκηθήσεται βίον, ἀλλὰ τὸ πνεῦμα ἔσται αὐτοῦ τροφή, ὅπερ ἡ καθαρότης καὶ ἡ εὔπνοια τοῦ κρίνου αἰνίσσεται. ἔσται οὖν καὶ αὐτὸς κρίνον καθαρὸν καὶ εὔπνουν πρὸς τὴν φύσιν τῆς τροφῆς ἀλλοιούμενος. τοῦτό ἐστιν ἡ διαχεομένη ταῖς ἀκτῖσιν ἡμέρα ἤτοι διαπνέουσα, καθὼς ὠνόμασεν ἡ θεία φωνὴ τὴν διὰ τοῦ πνεύματος τῶν ἀκτίνων γινομένην διάχυσιν διαπνοὴν ὀνομάσασα, ὅθεν αἱ τοῦ βίου μετακινοῦνται σκιαί, περὶ ἃς κατὰ σπουδὴν ὁρῶσινοἱ μήπω τῷ φωτὶ τῆς ἀληθείας τὸν τῆς ψυχῆς ὀφθαλμὸν καταυγάσαντες, οἱ τὴν σκιὰν καὶ τὸ μάταιον ὡς ὑφεστὼς ὁρῶντες καὶ τὸ ἀληθῶς ὂν ὡς μὴ ὂν παραβλέποντες. ἀλλ' οἱ διὰ τῶν κρίνων τρεφόμενοι (τουτέστιν οἱ τῇ καθαρᾷ τε καὶ εὐπνοούσῃ τροφῇ τὴν ψυχὴν πιαινόμενοι) πᾶσαν ἀπατηλήν τε καὶ σκιοειδῆ φαντασίαν τῶν κατὰ τὸν βίον τοῦτον σπουδα ζομένων ἑαυτῶν ἀποστήσαντες πρὸς τὴν ἀληθινὴν τῶν πραγμάτων ὑπόστασιν ὄψονται υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας γινόμενοι. Ταῦτα βλέπει ἡ νύμφη καὶ κατεπείγει τὸν λόγον διὰ τάχους εἰς ἔργον προαγαγεῖν τῶν ἀγαθῶν τὴν ἐλπίδα Ἀπό στρεψον λέγουσα τῶν κακῶν τὴν φοράν, ὦ ἀδελφιδέ, ὁμοιώθητι τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων, ἴδε ὡς δορκὰς ὁ τὰς ἐνθυμήσεις τῶν ἀνθρώπων βλέπων, ὁ τοὺς διαλογισμοὺς τῶν καρδιῶν ἀναγινώσκων, ἀφάνισον τὴν γονὴν τῆς κακίας ὡς νεβρὸς ἐλάφων ἐξαναλίσκων τὸ γένος τοῦ ὄφεως· ὁρᾷς τὰ κοῖλα ὄρη τοῦ ἀνθρωπίνου βίου, ὧν τὰ ἐπαναστήματα οὐχὶ ἀκρώρειαί εἰσιν ἀλλὰ φάραγγες. τρέχει τοίνυν ἕως τάχους ὁ λόγος ἐπὶ τὰ κοῖλα ὄρη· πᾶν γὰρ τὸ κατὰ τῆς ἀληθείας ὑψούμενον βάραθρόν ἐστι καὶ οὐχὶὄρος, κοίλωμα καὶ οὐκ ἀνάστημα. ἐὰν οὖν ἐπιδράμῃς ἐπὶ ταῦτα, φησί, πᾶσα ἡ τοιαύτη φάραγξ πληρωθήσεται καὶ πᾶν τὸ τοιοῦτον ὄρος ταπεινωθήσεται. ταῦτα φθέγγεται ἡ ψυχή, ἣν ποιμαίνει ὁ λόγος οὐκ ἐν ἀκάνθαις τισὶν ἢ χόρτοις ἀλλ' ἐν τῇ εὐοδμίᾳ τῶν κρίνων τῆς καθαρᾶς πολιτείας. ὧν γένοιτο καὶ ἡμᾶς ἐμφορηθῆναι ποιμαινομένους ὑπὸ τοῦ λόγου, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note