Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Canticum canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει. Μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, Ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσει. Τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ, τεθυμιαμένη σμύρνα καὶ λίβανος, ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; Ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ, Πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον, ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν. Πάλιν τὰ μεγάλα τε καὶ ὑψηλὰ δόγματα παρὰ τοῦ Ἄισμα τος τῶν ᾀσμάτων διὰ τῆς παρούσης ἀναγνώσεως παιδευόμεθα. φιλοσοφία γάρ ἐστι τὸ τῆς νύμφης διήγημα, δι' ὧν τὰ περὶ ἑαυτῆς διεξέρχεται, ὅπως χρὴ περὶ τὸ θεῖον ἔχειν τοὺςἐραστὰς τοῦ ὑπερκειμένου κάλλους δογματιζούσης. ὃ δὲ μανθάνομεν διὰ τῶν προκειμένων λογίων τοιοῦτόν ἐστιν (χρὴ γὰρ οἶμαι προεκθέσθαι πρότερον τὴν τοῖς ῥητοῖς ἐγκειμένην διάνοιαν, εἶθ' οὕτως ἐφαρμόσαι τοῖς προθεωρη θεῖσι τὰ θεόπνευστα ῥήματα), ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ συνελόντα φράσαι, τοιοῦτόν τι δόγμα διὰ τῶν εἰρημένων ἀναφαινόμενον· διχῇ τέτμηται κατὰ τὴν ἀνωτάτω διαίρεσιν ἡ τῶν ὄντων φύσις· τὸ μὲν γάρ ἐστιν αἰσθητὸν καὶ ὑλῶδες, τὸ δὲ νοητόν τε καὶ ἄϋλον. αἰσθητὸν μὲν οὖν λέγομεν ὅσον τῇ αἰσθήσει καταλαμβάνεται, νοητὸν δὲ τὸ ὑπερπῖπτον τὴν αἰσθητικὴν κατανόησιν. ἐκ τούτων τὸ μὲν νοητὸν ἄπειρόν ἐστι καὶ ἀόριστον, τὸ δὲ ἕτερον πάντως τισὶ διαλαμβάνεται πέρασιν. πάσης γὰρ ὕλης τῷ ποσῷ τε καὶ τῷ ποιῷ διειλημ μένης ἐν ὄγκῳ καὶ εἴδει καὶ ἐπιφανείᾳ καὶ σχήματι, πέρας γίνεται τῆς περὶ αὐτὴν κατανοήσεως τὰ περὶ αὐτὴν θεωρού μενα, ὡς μηδὲν ἔχειν τὸν τὴν ὕλην διερευνώμενον ἔξω τι τούτων ἐν φαντασίᾳ λαβεῖν· τὸ δὲ νοητόν τε καὶ ἄϋλον τῆς τοιαύτης περιοχῆς καθαρεῦον ἐκφεύγει τὸν ὅρον ἐν οὐδενὶπερατούμενον. πάλιν δὲ καὶ τῆς νοητῆς φύσεως διχῇ διῃρη μένης ἡ μὲν ἄκτιστός ἐστι καὶ ποιητικὴ τῶν ὄντων, ἀεὶ οὖσα ὅπερ ἐστὶ καὶ πάντοτε ὡσαύτως ἔχουσα, κρείττων τε προσθήκης ἁπάσης καὶ τῆς ἐλαττώσεως τῶν ἀγαθῶν ἀνεπίδεκτος, ἡ δὲ διὰ κτίσεως παραχθεῖσα εἰς γένεσιν πρὸς τὸ πρῶτον αἴτιον ἀεὶ βλέπει τῶν ὄντων καὶ τῇ μετουσίᾳ τοῦ ὑπερέχοντος διὰ παντὸς ἐν τῷ ἀγαθῷ συντηρεῖται καὶ τρόπον τινὰ πάντοτε κτίζεται διὰ τῆς ἐν τοῖς ἀγαθοῖς ἐπαυξήσεως πρὸς τὸ μεῖζον ἀλλοιουμένη, ὡς μηδὲ ταύτῃ τι πέρας ἐνθεωρεῖσθαι μηδὲ ὅρῳ τινὶ τὴν πρὸς τὸ κρεῖττον αὔξησιν αὐτῆς περιγράφεσθαι ἀλλ' εἶναι πάντοτε τὸ ἀεὶ παρὸν ἀγαθόν, κἂν ὅτι μάλιστα μέγα τε καὶ τέλειον εἶναι δοκῇ, ἀρχὴν τοῦ ὑπερκειμένου καὶ μείζονος, ὡς καὶ ἐν τούτῳ τὸν ἀποστολικὸν ἀληθεύεσθαι λόγον διὰ τῆς τῶν ἔμπροσθεν ἐπεκτάσεως ἐν λήθῃ γινομένων τῶν προδιηνυ σμένων· τὸ γὰρ ἀεί τι μεῖζον καὶ καθ' ὑπερβολὴν ἀγαθὸν εὑρισκόμενον, περὶ ἑαυτὸ κατέχον τὴν τῶν μετεχόντων διάθεσιν, οὐκ ἐᾷ πρὸς τὰ παρῳχηκότα βλέπειν τῇ τῶν προτιμοτέρων ἀπολαύσει τῶν καταδεεστέρων τὴν μνήμην παρακρουόμενον. Τὸ μὲν οὖν νόημα τὸ τῇ φιλοσοφίᾳ τοῦ νυμφικοῦ διηγήμα τος ἡμῖν δογματιζόμενον τοιοῦτον εἶναι νομίζομεν, καιρὸς δ' ἂν εἴη πρῶτον μὲν αὐτῆς ἐπιμνησθῆναι τῆς λέξεως τῶν θεο πνεύστων λογίων, εἶθ' οὕτως ἐφαρμόσαι τοῖς προθεωρηθεῖσι τὴν τοῖς ῥητοῖς ἐγκειμένην διάνοιαν. Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα, φησίν, ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. Πῶς τοίνυν ἐν τοῖς εἰρημένοις εὑρίσκομεν τὰ δογματικῶς ἡμῖν προθεωρηθέντα νοήματα; γέγονεν ἐν ταῖς προλαβούσαις ἀνόδοις πρὸς λόγον τῆς ἑκάστοτε γινομένης αὐξήσεως ἀεὶ πρὸς τὸ κρεῖττον ἀλλοιουμένη καὶ οὐδέποτε ἐπὶ τοῦ καταλη φθέντος ἀγαθοῦ ἱσταμένη, νῦν μὲν ἵππῳ παραβαλλομένη τῇ καταστρεψαμένῃ τὸν Αἰγύπτιον τύραννον, πάλιν δὲ ὁρμίσκοις τε καὶ τρυγόσιν εἰκαζομένη κατὰ τὸν περιαυχένιον κόσμον. εἶτα ὡς οὐκ ἀρκεσθεῖσα τούτοις ἔτι πρὸς τὸ ἀνώτερον πρόεισι· διὰ γὰρ τῆς ἰδίας νάρδου τὴν θείαν ἐπιγινώσκει εὐωδίαν καὶ οὐδὲ ἐν τούτῳ μένει, ἀλλὰ πάλιν αὐτὸν τὸν ποθούμενον οἷόν τι ἄρωμα εὔπνουν ἑαυτῇ περιάπτει μεταξὺ τῶν λογικῶν μαζῶν, ὅθεν βρύει τὰ θεῖα διδάγματα, τῷ χωρήματι τῆς καρδίας ἐνδησαμένη, μετὰ τοῦτο καρπὸν ἑαυτῆς ποιεῖται τὸν γεωργὸν βότρυν αὐτὸν ὀνομάζουσα ἡδύ τι καὶ προσηνὲς διὰ τοῦ ἄνθους εὐωδιάζοντα, καὶ οὕτως αὐξηθεῖσα διὰ τῶν τοιούτων ὁδῶν καλὴ λέγεται καὶ πλησίον γίνεται καὶ περιστε ραῖς τὸ ἐν τοῖς ὄμμασιν αὐτῆς παρεικάζεται κάλλος. εἶτα πάλιν πρὸς τὸ μεῖζον χωρεῖ· διορατικωτέρα γὰρ γινομένη κἀκείνη τοῦ λόγου καταμανθάνει τὴν ὥραν καὶ θαυμάζει, πῶς σύσκιος ἐπὶ τὴν κλίνην τῆς κάτω ζωῆς καταβαίνει τῇ ὑλικῇ τοῦ ἀνθρωπίνου σώματος φύσει συσκιαζόμενος. πρὸς τούτοις τὸν τῆς ἀρετῆς οἶκον διαγράφει τῷ λόγῳ, οὗ γίνεται ἡ ἐρέψιμος ὕλη κέδρος τε καὶ κυπάρισσος σηπεδόνοςτε καὶ διαφθορᾶς ἀνεπίδεκτος, δι' ὧν τὸ μόνιμόν τε καὶ ἀμετάβλητον τῆς πρὸς τὸ ἀγαθὸν σχέσεως διερμηνεύει τῷ λόγῳ. ἐπὶ τούτοις διὰ συγκρίσεως ἡ πρὸς τὸ κρεῖττον αὐτῆς παραλλαγὴ διαδείκνυται καὶ κρίνον ἐν ἀκάνθαις δοκεῖ. καὶ πάλιν παρ' ἐκείνης καθορᾶται τοῦ νυμφίου τὸ πρὸς τοὺς ἄλλους διάφορον· μῆλον γὰρ ὀνομάζεται μεταξὺ δρυμῶνος ἀκάρπου τῇ εὐχροίᾳ τῆς ὀπώρας ὡραϊζόμενον, οὗ τὴν σκιὰν ὑπελθοῦσα ἐν τῷ οἴκῳ τοῦ οἴνου γίνεται. καὶ μύροις στηρίζεται καὶ τοῖς καρποῖς τοῦ μήλου στοιβάζεται καὶ τὸ ἐκλεκτὸν βέλος ἐν τῇ καρδίᾳ δεξαμένη διὰ τῆς γλυκείας πληγῆς πάλιν καὶ αὐτὴ γίνεται βέλος ἐν ταῖς χερσὶ τοῦ τοξότου τῆς μὲν εὐωνύμου τὴν κεφαλὴν πρὸς τὸν ἄνω σκοπὸν εὐθυνούσης, τῆς δεξιᾶς δὲ πρὸς ἑαυτὴν διαλαμβανούσης τὸ βέλος. μετὰ ταῦτα ὡς ἤδη πρὸς τὸ τέλειον φθάσασα καὶ ταῖς λοιπαῖς τὴν ἐπὶ τὰ αὐτὰ προθυμίαν ὑφηγεῖται τῷ λόγῳ δι' ὁρκισμοῦ τινος τὴν περὶ τὴν ἀγάπην αὐτῶν σπουδὴν ἐπεγείρουσα. τίς οὖν οὐκ ἂν εἴποι τὴν ἐπὶ τοσοῦτον ὑψωθεῖσαν ψυχὴν ἐν τῷ ἀκροτάτῳ γεγενῆσθαι ὅρῳ τῆς τελειότητος; ἀλλ' ὅμως τὸ πέρας τῶν προδιηνυσμένων ἀρχὴ γίνεται τῆς ἐπὶτὰ ὑπερκείμενα χειραγωγίας· πάντα γὰρ ἐκεῖνα φωνῆς ἦχος ἐνομίσθη πρὸς τὴν τῶν μυστικῶν θεωρίαν τὴν ψυχὴν διὰ τῆς ἀκοῆς ἐπιστρεφούσης. καὶ βλέπειν ἄρχεται τὸν ποθούμενον ἄλλῳ εἴδει τοῖς ὀφθαλμοῖς ἐμφαινόμενον· δορκάδι γὰρ ὁμοιοῦται καὶ νεβρῷ παρεικάζεται, καὶ οὐχ ἕστηκεν οὔτε ἐπὶ τῆς μιᾶς ὄψεως οὔτε ἐπὶ τοῦ τόπου τοῦ αὐτοῦ τὸ φαινόμενον, ἀλλ' ἐπιπηδᾷ τοῖς ὄρεσιν ἀπὸ τῶν ἀκρωρειῶν ἐπὶ τὰς τῶν βουνῶν ἐξοχὰς μεθαλλόμενος. καὶ πάλιν ἐν μείζονι καταστάσει ἡ νύμφη γίνεται φωνῆς δευτέρας πρὸς αὐτὴν ἐλθούσης, δι' ἧς παρορμᾶται καταλιπεῖν τὴν ἐκ τοῦ τοίχου σκιὰν καὶ ἐν ὑπαίθρῳ γενέσθαι καὶ τῇ σκέπῃ τῆς πέτρας ἐναναπαύσασθαι τῆς ἐχομένης τοῦ προτειχίσματος καὶ τῆς ἐαρινῆς ὥρας κατατρυφῆσαι δρεπομένην τοῦ καιροῦ τὰ ἄνθη ἀκμαῖα ὄντα καὶ ὥρια καὶ πρὸς τομὴν ἐπιτήδεια καὶ ὅσα ἄλλα πρὸς ἀπόλαυσιν ὁ καιρὸς τοῖς τρυφῶσι χαρίζεται ἐν ταῖς τῶν μουσικῶν ὀρνίθων φωναῖς. δι' ὧν πάλιν τελειοτέρα γινομένη ἡ νύμφη αὐτὴν ἀξιοῖ τοῦ φθεγγομένου τὴν ὄψιν ἰδεῖν ἐμφανῶς καὶ τὸν λόγον παρ' αὐτοῦ δέξασθαι μηκέτι δι' ἑτέρων φθεγγόμενον. πάλιν εἰκός ἐστιν ἐπὶ τούτοις μακαρισθῆναι τὴν ψυχὴν τῆς ὑψηλῆς ἀναβάσεως, τοῦ ἀκροτάτου τῶν ποθουμένων ἐφικομένην· τί γὰρ ἄν τις μεῖζον εἰς μακαρισμὸν ἐννοήσειε τοῦ ἰδεῖν τὸν θεόν; ἀλλὰ καὶ τοῦτοτῶν μὲν προδιηνυσμένων πέρας ἐστί, τῆς δὲ τῶν ὑπερκει μένων ἐλπίδος ἀρχὴ γίνεται· πάλιν γὰρ τῆς φωνῆς ἀκούει τῆς διακελευομένης τοῖς θηρευταῖς ἐπὶ σωτηρίᾳ τῶν λογικῶν ἀμπελώνων ἀγρεῦσαι τὰ βλαπτικὰ τῶν καρπῶν θηρία, τοὺς μικροὺς ἐκείνους ἀλώπεκας. καὶ τούτου γενομένου μεταχωρεῖ τὰ δύο εἰς ἄλληλα· ὅ τε γὰρ θεὸς ἐν τῇ ψυχῇ γίνεται καὶ πάλιν εἰς τὸν θεὸν ἡ ψυχὴ μετοικίζεται. λέγει γὰρ ὅτι Ἀδελφιδός μου ἐμοὶ κἀγὼ αὐτῷ, τῷ ἐν κρίνοις ποιμαίνοντι καὶ μετατιθέντι τὴν ἀνθρωπίνην ζωὴν ἀπὸ τῶν σκιοειδῶν φαντασμάτων ἐπὶ τὴν τῶν ὄντων ἀλήθειαν. ὁρᾷς εἰς ὅσον ἀναβέβηκεν ὕψος ἡ ἐκ δυνάμεως εἰς δύναμιν κατὰ τὸν προφητικὸν λόγον πορευομένη, ὡς τοῦ ἀκροτάτου τῆς τῶν ἀγαθῶν ἐλπίδος τετυχηκέναι δοκεῖν· τί γὰρ ἀνώτερον τοῦ ἐν αὐτῷ γενέσθαι τῷ ποθουμένῳ καὶ ἐν ἑαυτῷ τὸν ποθούμενον δέξασθαι; ἀλλ' ὅμως ἐν τούτῳ γενομένη πάλιν ὡς ἐνδεὴς οὖσα τοῦ ἀγαθοῦ ὀδύρεται καὶ ὡς μήπω ἔχουσα τὸ τῇ ἐπιθυμίᾳ προκείμενον ἀμηχανεῖ τε καὶ δυσχεραίνει καὶ τὴν τοιαύτην τῆς ψυχῆς ἀμηχανίαν δημοσιεύει τῷ διηγήματι καὶ ὅπως εὗρε τὸ ζητούμενον ὑπογράφει τῷ λόγῳ. Ταῦτα δὲ πάντα διὰ τῆς τῶν προκειμένων ἡμῖν ῥητῶν θεωρίας μανθάνομεν, δι' ὧν σαφῶς διδασκόμεθα τὸ μήτετινὶ πέρατι τὸ μεγαλεῖον τῆς θείας ὁρίζεσθαι φύσεως μήτε τι γνώσεως μέτρον ὅρον γίνεσθαι τῆς τῶν ζητουμένων κατα νοήσεως, μεθ' ὃν στῆναι χρὴ τῆς ἐπὶ τὸ πρόσω φορᾶς τὸν τῶν ὑψηλῶν ὀρεγόμενον, ἀλλ' οὕτως ἔχειν τὸν διὰ τῆς τῶν ὑπερκειμένων κατανοήσεως ἐπὶ τὸ ἄνω τρέχοντα νοῦν, ὡς πᾶσαν τελειότητα γνώσεως τὴν ἐφικτὴν τῇ ἀνθρωπίνῃ φύσει ἀρχὴν γίνεσθαι τῆς τῶν ὑψηλοτέρων ἐπιθυμίας. καί μοι σκόπει δι' ἀκριβείας τὸν προκείμενον τῇ θεωρίᾳ λόγον τοῦτο προκατανοήσας ὅτι θάλαμός ἐστιν ἡ σωματικὴ τοῦ λόγου ὑπογραφὴ καὶ γαμική τις διασκευή, ἣ δίδωσι τῇ θεωρίᾳ τὰς ὕλας, ὧν ἡ φιλοσοφία πρὸς τὸ καθαρόν τε καὶ ἄϋλον μετενεγκοῦσα τὰς τῶν νοημάτων ἐμφάσεις διὰ τῶν ἐν αὐτοῖς ἐπιτελουμένων προάγει τὰ δόγματα τοῖς τῶν γινο μένων αἰνίγμασι συγχρησαμένη πρὸς τὴν τῶν δηλουμένων σαφήνειαν. ἐπεὶ τοίνυν νύμφην μὲν ὑπέθετο τὴν ψυχὴν ὁ λόγος, ὁ δὲ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως παρ' αὐτῆς ἀγαπώμενος νυμφίος κατονομάζεται, ἀκολούθως ἡἐπὶ τὸ ἀκρότατον ὡς ᾤετο τῶν ἐλπιζομένων ἐλθοῦσα καὶ ἤδη πρὸς τὸν ποθούμενον ἀνακεκρᾶσθαι νομίσασα κοίτην ὀνομάζει τὴν τελειοτέραν τοῦ ἀγαθοῦ μετουσίαν καὶ νύκτα λέγει τὸν τῆς κοίτης καιρόν. διὰ δὲ τοῦ ὀνόματος τῆς νυκτὸς ἐνδείκνυται τῶν ἀοράτων τὴν θεωρίαν καθ' ὁμοιότητα Μωϋσέως τοῦ ἐν τῷ γνόφῳ γεγονότος ἐν ᾧ ἦν ὁ θεός, ὃς Ἔθετο, καθώς φησιν ὁ προφήτης, σκότος ἀποκρυφὴν αὐτοῦ κύκλῳ αὐτοῦ. ἐν ᾧ καταστᾶσα τότε διδάσκεται ὅτι τοσοῦτον ἀπέσχε τοῦ ἐπιβῆναι τῆς τελειότητος ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ἐγχειρήσαντες· ἤδη γάρ φησιν ὡς τῶν τελείων ἀξιωθεῖσα καθάπερ ἐπὶ κοίτης τινὸς τῆς τῶν ἐγνωσμένων καταλήψεως ἐμαυτὴν ἀναπαύουσα ὅτε τῶν ἀοράτων ἐντὸς ἐγενόμην καταλιποῦσα τὰ αἰσθητήρια, ὅτε περιεσχέθην τῇ θείᾳ νυκτὶ τὸν ἐν τῷ γνόφῳ κεκρυμμένον ἀναζητοῦσα, τότε τὴν μὲν ἀγάπην πρὸς τὸν ποθούμενον εἶχον, αὐτὸ δὲ τὸ ἀγαπώμενον διέπτη τῶν λογισμῶν τὴν λαβήν· ἐζήτουν γὰρ αὐτὸν ἐπὶ τὴν κοίτην μου ἐν ταῖς νυξίν, ὥστε γνῶναι τίς ἡ οὐσία, πόθεν ἄρχεται, εἰς τί καταλήγει, ἐν τίνι τὸ εἶναι ἔχει· ἀλλ' οὐχ εὗρον αὐτόν. ἐκάλουν αὐτὸν ἐξ ὀνόματος ὡς ἦν μοι δυνατὸν ἐξευρεῖν ἐπὶ τοῦ ἀκατονομάστου ὀνόματα, ἀλλ' οὐκ ἦν ὀνόματος ἔμφασις ἡ καθικνουμένη τοῦ ζητουμένου. πῶς γὰρ ἂν ὁ ὑπὲρ πᾶν ὄνομα ὢν διὰ τῆς ὀνομαστικῆς κλήσεως ἐξευρεθείη; οὗ χάριν φησὶν ὅτι Ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. τότε ἔγνων ὅτι τῆς μεγαλοπρεπείας, τῆς δόξης, τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. διὸ πάλιν ἀνίστησιν ἑαυτὴν καὶ περιπολεῖ τῇ διανοίᾳ τὴν νοητήν τε καὶ ὑπερκόσμιον φύσιν, ἣν πόλιν κατονομάζει, ἐν ᾗ αἱ ἀρχαί τε καὶ κυριότητες καὶ οἱ ταῖς ἐξουσίαις ἀποτεταγμένοι θρόνοι ἥ τε τῶν ἐπουρανίων πανήγυρις, ἣν ἀγορὰν ὀνομάζει, καὶ τὸ ἀπερίληπτον ἀριθμῷ πλῆθος, ὃ τῷ τῆς πλατείας διασημαίνει ὀνόματι, εἰ ἄρα ἐν τούτοις εὑρεθείη τὸ ἀγαπώμενον. ἡ μὲν οὖν περιῄει διερευνωμένη πᾶσαν ἀγγελικὴν διακόσμησιν καὶ ὡς οὐκ εἶδεν ἐν τοῖς εὑρεθεῖσιν ἀγαθοῖς τὸ ζητούμενον τοῦτο καθ' ἑαυτὴν ἐλογίσατο· ἆρα κἂν ἐκείνοις ληπτόν ἐστι τὸ παρ' ἐμοῦ ἀγαπώμενον; καί φησι πρὸς αὐτούς· μὴ κἂν ὑμεῖς ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; σιωπησάντων δὲ πρὸς τὴν τοιαύτην ἐρώτησιν καὶ διὰ τῆς σιωπῆς ἐνδειξα μένων τὸ κἀκείνοις ἄληπτον εἶναι τὸ παρ' αὐτῆς ζητούμενον, ὡς διεξῆλθε τῇ πολυπραγμοσύνῃ τῆς διανοίας πᾶσαν ἐκείνην τὴν ὑπερκόσμιον πόλιν καὶ οὐδὲ ἐν τοῖς νοητοῖς τε καὶἀσωμάτοις εἶδεν οἷον ἐπόθησεν, τότε καταλιποῦσα πᾶν τὸ εὑρισκόμενον οὕτως ἐγνώρισε τὸ ζητούμενον, τὸ ἐν μόνῳ τῷ μὴ καταλαμβάνεσθαι τί ἐστιν ὅτι ἔστι γινωσκόμενον, οὗ πᾶν γνώρισμα καταληπτικὸν ἐμπόδιον τοῖς ἀναζητοῦσι πρὸς τὴν εὕρεσιν γίνεται. διὰ τοῦτό φησι Μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν ἀφεῖσα πᾶσαν τὴν κτίσιν καὶ παρελθοῦσα πᾶν τὸ ἐν τῇ κτίσει νοούμενον καὶ πᾶσαν καταληπτικὴν ἔφοδον καταλιποῦσα, τῇ πίστει εὗρον τὸν ἀγαπώμενον καὶ οὐκέτι μεθήσω τῇ τῆς πίστεως λαβῇ τοῦ εὑρεθέντος ἀντεχομένη, ἕως ἂν ἐντὸς γένηται τοῦ ἐμοῦ ταμιείου. καρδία δὲ πάντως τὸ ταμιεῖόν ἐστιν, ἣ τότε γίνεται δεκτικὴ τῆς θείας αὐτοῦ ἐνοικήσεως, ὅταν ἐπανέλθῃ πρὸς τὴν κατάστασιν ἐκείνην, ἐν ᾗ τὸ κατ' ἀρχὰς ἦν ὅτε ἐπλάσθη ὑπὸ τῆς συλλαβούσης. μητέρα δὲ πάντως τὴν πρώτην τῆς συστάσεως ἡμῶν αἰτίαν νοῶν τις οὐχ ἁμαρτήσεται. Καιρὸς δ' ἂν εἴη πάλιν ἐπ' αὐτῆς τῆς λέξεως παραθέσθαι τὰς θείας φωνάς, ὥστε τοῖς θεωρηθεῖσιν ἐφαρμοσθῆναι τὰ ῥήματα· Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησενἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. Ἐπὶ τούτοις πάλιν ὑπὸ φιλανθρωπίας καὶ ταῖς θυγατράσιν Ἰερουσαλὴμ διαλέγεται, ἃς ἐν τοῖς ἔμπροσθεν συγκρίσει τοῦ τῆς νύμφης κάλλους τοῦ παρεικασθέντος τῷ κρίνῳ ἀκάνθας ὁ λόγος ὠνόμασε, καὶ διὰ τοῦ ὅρκου τῶν ἐν τῷ κόσμῳ δυνάμεων πρὸς τὸ ἴσον τῆς ἀγάπης διανίστησι μέτρον, ὥστε τὸ θέλημα τοῦ νυμφίου καὶ ἐπ' αὐτῶν ἐνεργὸν γενέσθαι. εἴρηται δὲ ἐν τοῖς φθάσασι τίς τε ὁ κόσμος, ἐν ᾧ αἱ ἰσχύες καὶ αἱ δυνάμεις, καὶ τί τὸ θέλημα τοῦ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς ἀγαπωμένου, ὡς μὴ χρείαν εἶναι πάλιν διὰ τῶναὐτῶν τὸν λόγον μηκύνεσθαι τῆς προθεωρηθείσης ἡμῖν ἐν τοῖς ῥήμασι διανοίας καὶ τὸ ἐν τῷ τόπῳ τούτῳ νοούμενον ἱκανῶς φανερούσης. ἀλλὰ πρὸς τὸ ἐφεξῆς τῷ λόγῳ προΐωμεν, εἴ πως γένοιτο δυνατὸν καὶ ἡμῖν συναναβῆναι τῇ τελείᾳ περιστερᾷ πρὸς τὸ ὕψος ἀνιπταμένῃ καὶ ἀκοῦσαι τῆς τῶν φίλων τοῦ νυμφίου φωνῆς ἐν θαύματι ποιουμένων τὴν ἀνάβασιν αὐτῆς τὴν ἐκ τῆς ἐρήμου, ὃ δὴ καὶ μᾶλλον πλεονάζει τοῖς θεαταῖς τὴν ἔκπληξιν, εἰ τοιαύτην ἡ ἔρημος ἀναδίδωσι, ὡς μιμεῖσθαι δένδρων κάλλος τῶν ἐν τῇ ἐρήμῳ διὰ τὸν ἀτμὸν τοῦ θυμιάματος γεωργουμένων. τὰ δὲ θυμιάματα σμύρνα καὶ λίβανος ἦν. τῷ δὲ ἀπὸ τούτων ἀτμῷ καὶ κονιορτός τις διὰ τῶν λεπτοποιηθέντων ἀρωμάτων συνηγείρετό τε καὶ συνανέβαινεν, ὡς ἀντὶ κόνεως εἶναι τῆς ἀνακεκραμένης πρὸς τὸν ἀέρα τὴν λεπτομερῆ τῶν ἀρωμάτων διάχυσιν, δι' ἧς ὄρθιος ὁ κονιορτὸς ἦν καὶ μετέωρος. ἔχει δὲ οὕτως ἡ λέξις· Τίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τε θυμιαμένη σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; εἴ τις ἀκριβῶς ἐπιστήσειε τοῖς εἰρημένοις τὸν νοῦν, εὑρήσει τοῦ προκατανοηθέντος ἡμῖν δόγματος τὴν ἀλήθειαν· ὥσπερ γὰρ ἐν ταῖς πομπαῖς τῶν θεάτρων, κἂν οἱ αὐτοὶ ὦσιν οἱ τὴν προτεθεῖσαν αὐτοῖς ἱστορίαν ὑποκρινόμενοι, ὅμως ἕτεροι ἐξ ἑτέρων νομίζονται φαίνεσθαι οἱ τῇ διαφορᾷ τῶν προσωπείων τὸ εἶδος τὸ περὶ αὐτοὺς ἐναμείβον τες καὶ ὁ νῦν δοῦλος ἢ ἰδιώτης φαινόμενος μετ' ὀλίγον ἀριστεύς τε καὶ στρατιώτης ὁρᾶται καὶ πάλιν καταλιπὼν τὸ ὑποχείριον σχῆμα στρατηγικὸν εἶδος ἀναλαμβάνει ἢ καὶ βασιλέως μορφὴν ὑποδύεται, οὕτω καὶ ἐν ταῖς κατὰ τὴν ἀρετὴν προκοπαῖς οὐ πάντοτε τῷ αὐτῷ παραμένουσι χαρακτῆρι οἱ ἀπὸ δόξης εἰς δόξαν διὰ τῆς τῶν ὑψηλοτέρων ἐπιθυμίας μεταμορφούμενοι, ἀλλὰ πρὸς λόγον τῆς ἀεὶ κατορθωθείσης ἑκάστῳ διὰ τῶν ἀγαθῶν τελειότητος ἴδιός τις τῷ βίῳ χαρακτὴρ ἐπιλάμπει ἄλλος ἐξ ἄλλου γινόμενός τε καὶ φαινόμενος διὰ τῆς τῶν ἀγαθῶν ἐπαυξήσεως. διό μοι δοκοῦσι ξενίζεσθαι πρὸς τὸ φαινόμενον οἱ φίλοι τοῦ νυμφίου οἱ πρότερον μὲν αὐτὴν ἐγνωκότες καλὴν ἀλλ' ὡς ἐν γυναιξὶ καλήν, μετὰ ταῦτα δὲ δι' ὁμοιότητος χρυσίου μετὰ στιγμάτων ἀργυρίου τὸ κάλλος αὐτῆς ὡραΐζοντες. νυνὶ δὲ μηδὲν τῶν προλαβόντων σημείων περὶ αὐτὴν καθορῶντες ἀλλ' ἀπὸ τῶν ὑψηλοτέρων χαρακτηρίζοντες θαυμάζουσιν οὐ μόνον τὴν ἄνοδον ἀλλὰ καὶ ὅθεν ἀνέδραμεν· τοῦτο γάρ ἐστιν ὃ τὴν ἐπίτασιν ποιεῖ τῆς ἐκπλήξεως· μία ὁρᾶται ἡ ἀναβαίνουσα, καὶ ἄλσει δένδρων τὸ φαινόμενον παραβάλλεται· στελέχη γὰρὁρᾶσθαι νομίζεται εἰς ὕψος ἀνατρέχοντα καὶ αὐξανόμενα, τὸ δὲ ὑποτρέφον τὰ στελέχη ταῦτα οὐ πίων τίς ἐστι γῆ καὶ κατάρρυ τος, ἀλλ' αὐχμηρὰ καὶ διψώδης καὶ ἔρημος. τίνι τοίνυν ἐνριζοῦται τὰ στελέχη ταῦτα καὶ πόθεν αὔξεται; ῥίζα μὲν αὐτοῖς ἡ τῶν ἀρωμάτων κόνις ἐστίν, ἀρδεία δὲ ὁ ἐκ τῶν θυμιαμάτων ἀτμὸς ἐπιδροσίζων διὰ τῆς εὐωδίας τοῦτο τὸ ἄλσος. ὅσον ἔπαινον περιέχει τῆς ἐπὶ τοῖς τοιούτοις μαρτυρη θείσης ὁ λόγος. τό τε γὰρ ἀλλήλους διερωτᾶν περὶ τῆς ὀφθείσης ὡς ἐν ἄλλῳ δεικνυμένης τῷ εἴδει καὶ οὐ κατὰ τὴν προτέραν μορφὴν ἐγκώμιόν ἐστι τῆς κατ' ἀρετὴν προκοπῆς τελεώτατον πολλὴν αὐτῇ μαρτυροῦν τὴν πρὸς τὸ κρεῖττον παραλλαγὴν καὶ μετάστασιν· ξενιζομένων γάρ ἐστιν ἡ φωνὴ παρὰ τὸ σύνηθες εἶδος ἐν θαύματι ποιουμένων τὴν ἐπανθοῦσαν μορφὴν ὅτι· αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου μέλαινα τὸ πρότερον ἡμῖν ἑωρᾶτο. πῶς τὴν σκοτεινὴν μορφὴν ἀπεκλύσατο; πῶς αὐτῇ χιονῶδες ἐπαστράπτει τὸ κάλλος; ἡ ἔρημός ἐστιν ὡς ἔοικεν αἰτία τούτων, ἡ καθάπερ τι ἔρνος ἀναδραμεῖν αὐτὴν εἰς ὕψος ποιήσασα καὶ πρὸς τὸ τοιοῦτονμεταβάλλουσα κάλλος· οὐ γὰρ ἐξ αὐτομάτου τινὸς συντυχίας οὐδὲ κατ' ἄκριτόν τινα ἀποκλήρωσιν γέγονεν αὐτῇ ἡ πρὸς τὸ ὕψος ἀναδρομή, ἀλλ' ἐξ οἰκείων πόνων δι' ἐγκρατείας τε καὶ ἐπιμελείας τὸ κάλλος ἐκτήσατο. οὕτω ποτὲ καὶ ἡ τοῦ προφήτου ψυχὴ διψώδης ἐγένετο τῆς θείας πηγῆς, ἐπειδὴ αὐτῷ ἡ σὰρξ ἔρημός τε καὶ ἄβατος καὶ ἄνυδρος γενομένη τὸ θεῖον δίψος ἐν ἑαυτῇ παρεδέξατο. τὸ τοίνυν ἐκ τῆς ἐρήμου ἀναβαίνειν αὐτὴν μαρτυρίαν περιέχει τοῦ διὰ προσοχῆς τε καὶ ἐγκρατείας εἰς τοσοῦτον ὕψος ἀναδραμεῖν, ὡς καὶ τοῖς φίλοις τοῦ νυμφίου θαῦμα γενέσθαι, οἳ διὰ πολλῶν ὑποδειγμάτων τὸ κάλλος αὐτῆς ἑρμηνεύουσιν, ἐπειδὴ δι' ἑνὸς ἅπαν περιληφθῆναι οὐχ οἷόν τε ἦν· πρῶτον μὲν γὰρ στελέχει τὴν ὥραν εἰκάζουσι καὶ οὐδὲ τοῦτο ἑνί, ἀλλ' εἰς πλῆθος δένδρων ἄγεται τῶν ἐν αὐτῇ θαυμάτων ἡ εἰκασία, ὡς ἂν τὸ πολυειδὲς καὶ ποικίλον τῶν ἀρετῶν τῇ ὑπογραφῇ τοῦ ἄλσους διαδεικνύοιτο· εἶτα καπνὸς ἐκ θυμιαμάτων εἰς τὴν εἰκόνα τοῦ κάλλους παραλαμβάνεται καὶ οὐδὲ οὗτος ἁπλοῦς ἀλλὰ σμύρνης καὶ λιβάνου συγκεκραμένων, ὡς μίαν ἐξ ἀμφοῖν γενέσθαι τῶν ἀτμῶν τὴν χάριν, δι' ὧν τὸ τῆς νύμφηςὑπογράφεται κάλλος· ἄλλος ἔπαινος αὐτῆς ἡ τῶν ἀρωμάτων τούτων γίνεται μίξις· ἡ σμύρνα πρὸς τὸν ἐνταφιασμὸν τῶν σωμάτων ἐπιτηδείως ἔχει, ὁ δὲ λίβανος κατά τινα λόγον ἀφιέρωται τῇ τοῦ θείου τιμῇ. ὁ τοίνυν ἑαυτὸν μέλλων ἀνατιθέναι τῇ τοῦ θεοῦ θεραπείᾳ οὐκ ἄλλως ἔσται λίβανος τῷ θεῷ θυμιώμενος, εἰ μὴ πρότερον σμύρνα γένοιτο, τουτέστιν εἰ μὴ τὰ ἐπὶ τῆς γῆς ἑαυτοῦ μέλη νεκρώσειε συνταφεὶς τῷ ὑπὲρ ἡμῶν ἀναδεξαμένῳ τὸν θάνατον καὶ τὴν σμύρναν ἐκείνην τὴν εἰς τὸν ἐνταφιασμὸν τοῦ κυρίου παραληφθεῖσαν τῇ σαρκὶ τῇ ἰδίᾳ διὰ τοῦ νεκρῶσαι τὰ μέλη καταδεξάμενος. ὧν γενομένων πᾶν εἶδος τῶν κατ' ἀρετὴν ἀρωμάτων ἐν τῷ κύκλῳ τοῦ βίου καθάπερ ἐν θυΐᾳ τινὶ λεπτοποιηθέντων τὸν ἡδὺν ἐκεῖνον κονιορτὸν ἀπεργάζεται, ὃν ὁ ἀναλαβὼν ἐν τῷ ἄσθματι εὔπνους γίνεται τοῦ μεμυρισμένου πνεύματος πλήρης γενόμενος. Μετὰ δὲ τὴν ἐπὶ τῷ κάλλει μαρτυρίαν οἱ φίλοι τοῦ νυμφίου καὶ παρασκευασταὶ τοῦ ἁγνοῦ θαλάμου καὶ τῆς καθαρᾶςνύμφης προμνήστορες ὑποδεικνύουσιν αὐτῇ τῆς βασιλικῆς κλίνης τὸ κάλλος, ὡς ἂν μᾶλλον εἰς ἐπιθυμίαν τὴν νύμφην ἀγάγοιεν τῆς θείας τε καὶ ἀχράντου μετ' αὐτοῦ συμβιώσεως. ἡ δὲ ὑπογραφὴ τῆς τοῦ βασιλέως κλίνης αὕτη ἐστίν, ἣν τῷ δεικτικῷ λόγῳ ὑπ' ὄψιν ἄγουσιν αὐτῇ δι' ὧν διεξέρχονται· λέγουσι γάρ· Ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ, πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν. ὅτι μὲν οὖν οὐκ ἐκ τῆς ἱστορίας ὁ περὶ τῆς κλίνης λόγος ἐστί, παντὶ δῆλον ἂν γένοιτο διὰ τῶν σωματικῶς περὶ τοῦ Σολομῶνος ἱστορηθέντων, οὗ καὶ τὰ βασίλεια καὶ τὴν τράπεζαν καὶ τὴν λοιπὴν ἐν τῇ βασιλείᾳ διαγωγὴν μετὰ πάσης ἀκριβείας ὁ λόγος ὑπέγραψεν. καινὸν δέ τι καὶ παρηλλαγμένον εἶπε περὶ τῆς κλίνης οὐδέν, ὡς πᾶσαν ἀνάγκην εἶναι μὴ παραμεῖναι τῷ γράμματι τὴν ἐξήγησιν, ἀλλὰ διά τινος ἐπιμελεστέρας κατανοήσεως μεταλαβεῖν τὸν λόγον εἰς πνευματικὴν θεωρίαν τῆς ὑλικῆς ἐμφάσεως τὸν νοῦν ἀποστήσαντας. τίς γὰρ ἂν ἐξ ὁπλιτῶν ἑξήκοντα καλλωπισμὸς γένοιτο κλίνης νυμφικῆς, οἷς μάθημα μὲν τὰ φοβερὰ τοῦ πολέμου, κόσμος δὲ ἡ ῥομφαίαπροβεβλημένη τοῦ σώματος, θάμβος δὲ περὶ αὐτοὺς νυκτερι νόν; (τὴν γὰρ φοβερὰν ἔκπληξιν τὴν ἐκ δειμάτων τινῶν νυκτερινῶν γινομένην διὰ τῆς τοῦ θάμβους λέξεως ὁ λόγος ἐνδείκνυται, ἣν τοῖς ὁπλίταις τούτοις προσεῖναι λέγει.) οὐκοῦν παντὶ τρόπῳ ζητητέον ἂν εἴη διάνοιάν τινα διὰ τῶν ῥητῶν τούτων τοῖς προτεθεωρημένοις ἀκόλουθον. τίς οὖν ἐστιν ἡ διάνοια; ἔοικε τὸ θεῖον κάλλος ἐν τῷ φοβερῷ τὸ ἐράσμιον ἔχειν ἀπὸ τῶν ἐναντίων τῷ σωματικῷ κάλλει δεικνύμενον· ἐνταῦθα μὲν γὰρ ἑλκτικὸν εἰς ἐπιθυμίαν ἐστὶ τὸ προσηνὲς τῇ ὄψει καὶ μειλίχιον καὶ πάσης φοβερᾶς τε καὶ θυμώδους διαθέσεως κεχωρισμένον, τὸ δὲ ἀκήρατον κάλλος ἐκεῖνο ἡ φοβερά τε καὶ κατάπληκτος ἀνδρεία ἐστίν. ἐπειδὴ γὰρ ἡ ἐμπαθὴς καὶ ῥυπῶσα τῶν σωμάτων ἐπιθυμία τοῖς τῆς σαρκὸς μέλεσιν ἐγκαθημένη καθάπερ τι σύνταγμα λῃστρικὸν ἐνεδρεύει τὸν νοῦν καὶ αἰχμάλωτον ἄγει πολλάκις πρὸς τὸ ἑαυτῆς βούλημα συναρπάσασα, ἐχθρὸν δὲ τῷ θεῷ τὸ γινόμενον, καθώς φησιν ὁ ἀπόστολος ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, διὰ τοῦτο ἀκόλουθόν ἐστιν ἐκ τῶνἐναντίων τῇ σωματικῇ ἐπιθυμίᾳ τὸν θεῖον ἔρωτα γίνεσθαι, ὥστε εἰ ταύτης καθηγεῖται ἔκλυσις καὶ ἄνεσις καὶ βλακώδης διάχυσις, ἐκεῖ τὴν ἐπίφοβόν τε καὶ κατάπληκτον ἀνδρείαν ὕλην τοῦ θείου ἔρωτος γίνεσθαι· τοῦ γὰρ ἀνδρώδους θυμοῦ τὸν τῆς ἡδονῆς λόχον καταπτοήσαντός τε καὶ φυγαδεύσαντος οὕτω τὸ καθαρὸν τῆς ψυχῆς ἀναφαίνεται κάλλος μηδενὶ πάθει σωματικῆς ἐπιθυμίας καταρρυπούμενον. οὐκοῦν ἀναγκαίως ἡ νυμφικὴ τοῦ βασιλέως κλίνη τοῖς ὁπλίταις ἐν κύκλῳ διαλαμ βάνεται, ὧν ἡ τοῦ πολεμεῖν ἐμπειρία καὶ τὸ πρόχειρον ἔχειν ἐπὶ τοῦ μηροῦ τὴν ῥομφαίαν θάμβος καὶ ἔκπληξιν ἐμποιεῖ τοῖς σκοτεινοῖς λογισμοῖς τοῖς ἐν νυξί τε καὶ σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ λοχῶσί τε καὶ τοξεύουσιν. ὅτι γὰρ ἀναιρετικὴ τῶν ῥυπαρῶν ἡδονῶν ἐστιν ἡ τῶν περιεστοιχισμένων τὴν κλίνην ἐξόπλισις, δῆλον ἂν γένοιτο διὰ τῆς ὑπογραφῆς τοῦ λόγου ὅς φησιν ὅτι Πάντες δεδιδαγμέ νοι πόλεμον, ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ· ἀληθῶς γὰρ εἰδότων ἐστίν, ὅπως ἀντιστρατεύεσθαι χρὴ τῇ σαρκί τε καὶ τῷ αἵματι, τὸ τὴν ῥομφαίαν τῷ μηρῷ ἔχειν ἐφηρμοσμένην. νοεῖ δὲ πάντως ὁ τῶν γραφικῶν αἰνιγμάτωνοὐκ ἄπειρος ἔκ τε τῆς τοῦ μηροῦ μνήμης τὸ σημαινόμενον καὶ ὅτι ῥομφαία ὁ λόγος ἐστίν. ὁ τοίνυν τὸ φοβερὸν ὅπλον, λέγω δὲ τὴν τῆς σωφροσύνης ῥομφαίαν, διεζωσμένος οὗτός ἐστι τῇ ἀφθάρτῳ κλίνῃ ἐράσμιος, εἷς τῶν δυνατῶν Ἰσραὴλ καὶ τοῦ καταλόγου τῶν ἑξήκοντα ἄξιος. τὸν δὲ ἀριθμὸν τοῦτον ἔχειν μέν τινα μυστικὸν λόγον οὐκ ἀμφιβάλλομεν, ἀλλὰ μόνοις ἐκείνοις δῆλον, οἷς ἀποκαλύπτει τὰ κεκρυμμένα μυστήρια ἡ τοῦ πνεύματος χάρις, ἡμεῖς δὲ καλῶς ἔχειν φαμὲν τῶν προχείρων τοῦ λόγου νοημάτων ἐμφορηθέντας, καθὼς ἐπὶ τοῦ πάσχα νομοθετεῖ Μωϋσῆς τῶν προφαινομένων σαρκῶν ἐμφαγόντας ἀπολυπραγμόνητον ἐᾶσαι τὸ τοῖς ὀστέοις τῆς ἀσαφείας ἐγκεκρυμμένον. εἰ δέ τίς ἐστιν ἐπιθυμη τὴς τῶν κρυφίων μυελῶν τοῦ λόγου, ζητείτω παρὰ τοῦ τὰ κεκρυμμένα τοῖς ἀξίοις ἀποκαλύπτοντος. ὡς δ' ἂν μὴ δοκοίημεν ἀγύμναστον παρατρέχειν τὸν λόγον μηδὲ καταρραθυμεῖν τοῦ θείου προστάγματος τοῦ ἐρευνᾶν τὰς θείας διακελευο μένου γραφάς, οὑτωσὶ τὸν περὶ τῶν ἑξήκοντα λόγον διασκο πήσωμεν· δώδεκα ῥάβδοι κατ' ἀριθμὸν τῶν φυλῶν τοῦ Ἰσραὴλκατὰ πρόσταγμα θεῖον παρὰ τοῦ Μωϋσέως λαμβάνονται, ἀλλὰ μία τῶν πασῶν προετιμήθη μόνη παρὰ τὰς ἄλλας βλαστήσασα. πάλιν παρὰ τοῦ τοῦ Ναυὴ Ἰησοῦ ἰσάριθμοι ταῖς φυλαῖς τοῦ Ἰσραὴλ λίθοι ἐκ τοῦ Ἰορδάνου λαμβάνονται, ὧν οὐδὲ εἷς ἀπόβλητος γίνεται πάντων ὁμοτίμως εἰς μαρτυ ρίαν τοῦ κατὰ τὸν Ἰορδάνην μυστηρίου παραληφθέντων. καὶ πολὺ τὸ ἀκόλουθον ἐν τοῖς ἱστορουμένοις ἐστίν· προκοπὴν γάρ τινα τοῦ λαοῦ πρὸς τὸ τελειότερον ὁ λόγος ἐνδείκνυται, ὡς ἐν ἀρχαῖς μὲν τῆς νομοθεσίας μίαν εὑρεθῆναι ῥάβδον ζῶσάν τε καὶ βλαστάνουσαν, τὰς δὲ λοιπὰς ὡς ξηράς τε οὔσας καὶ ἀκάρπους ἀποβληθῆναι. πλείονος δὲ διαγεγονότος χρόνου καὶ τῶν νομικῶν αὐτοῖς παραγγελμάτων ἐν ἀκριβεστέρᾳ κατανοήσει γεγενημένων, ὡς καὶ τὴν ἐκ δευτέρου περιτομὴν τὴν παρὰ τοῦ Ἰησοῦ αὐτοῖς ἐπαγομένην καὶ νοῆσαι καὶ δέξασθαι τῆς πετρίνης μαχαίρας περιελούσης αὐτῶν πᾶν τὸ ἀκάθαρτον (νοεῖ δὲ πάντως ὁ συνετὸς ἀκροατὴς τῆς τε πέτρας καὶ τῆς μαχαίρας τὸ σημαινόμενον), εἰκὸς ἦν βεβαιω θείσης ἐν αὐτοῖς τῆς νομίμου τε καὶ ἐναρέτου ζωῆς μηδένα τῶν λίθων τῶν ἐπ' ὀνόματι τῶν Ἰσραηλιτικῶν φυλῶν παραληφθέντων εὑρεθῆναι ἀπόβλητον. ἐπεὶ δὲ χρὴ πάντοτε τῶν ἀγαθῶν τὰς ἐπαυξήσεις ἐπιζητεῖν, ὅτε προῆλθεν ὁχρόνος, καὶ ἡ δύναμις τοῦ Ἰσραὴλ μείζων ἐγένετο· οὕτω γάρ φησιν ἐν τοῖς προκειμένοις ἡμῖν ῥητοῖς ὁ λόγος ὅτι ἀπὸ δυνατῶν Ἰσραὴλ τότε οὐκέτι εἷς ἀπὸ φυλῆς λίθος ἢ μία ῥάβδος λαμβάνεται, ἀλλὰ πέντε ἀντὶ ῥάβδων ἢ λίθων ἀφ' ἑκάστης φυλῆς ἄνδρες πολεμισταί, δεδιδαγμένοι πόλεμον, αἴροντες ῥομφαίαν, ἀπὸ δυνατῶν Ἰσραὴλ τὴν θείαν κλίνην περιστοιχί ζονται, ὧν διὰ τοῦτο οὐδεὶς ἀπόβλητος γίνεται, διότι πάσης φυλῆς ἀπαρχὴ οἱ πέντε γίνονται, ὧν ὁ ἀριθμὸς δωδεκάκις κεφαλαιούμενος τὸ πλήρωμα ποιεῖ τῶν ἑξήκοντα. χρὴ τοίνυν πέντε ἀφ' ἑκάστης φυλῆς φοβεροὺς ὁπλομάχους φύλακας τῆς τοῦ βασιλέως κλίνης γενέσθαι, ὡς, εἴ γε λείποι τῷ ἀριθμῷ τῶν πέντε, ἀπαράδεκτον εἶναι καὶ τὸ λειπόμενον. Ἆρ' ἐστι λοιπὸν κατατολμῆσαι τοῦ ἐνθυμήματος, πῶς ἀφ' ἑκάστης φυλῆς οἱ πέντε ὁπλίζονται, ἵνα τῆς βασιλικῆς κλίνης φύλακες γένωνται, πῶς ἕκαστος τῶν πέντε τούτων φοβερὸς τοῖς ἀντιτεταγμένοις διὰ τῆς ὁπλίσεως γίνεται τὴν ῥομφαίαν τοῦ μηροῦ προβαλλόμενος; ἢ δῆλόν ἐστιν ὅτι ὁ εἷς ἄνθρωπος οἱ πέντε οὗτοι ὁπλῖταί εἰσιν ἑκάστης αἰσθήσεωςτὴν πρόσφορον ἑαυτῇ ῥομφαίαν εἰς κατάπληξιν τῶν ἐναντίων προβαλλομένης; ὀφθαλμοῦ ῥομφαία τὸ διὰ παντὸς ὁρᾶν πρὸς τὸν κύριον καὶ ὀρθὰ βλέπειν καὶ μηδενὶ τῶν ῥυπαρῶν θεαμάτων καταμολύνεσθαι, ἀκοῆς ὅπλον ὡσαύτως ἡ τῶν θείων διδαγμάτων ἀκρόασις καὶ τὸ μηδέποτε μάταιον λόγον ἐν ἑαυτῇ παραδέξασθαι. οὕτως ἔστιν ὁπλίσαι καὶ τὴν γεῦσιν καὶ τὴν ἁφὴν καὶ τὴν ὄσφρησιν τῇ τῆς ἐγκρατείας ῥομφαίᾳ καταλλήλως ἑκάστην τῶν αἰσθήσεων θωρακίζοντα, δι' ὧν γίνεται θάμβος καὶ ἔκπληξις τοῖς σκοτεινοῖς ἐχθροῖς, ὧν καιρὸς εἰς τὴν κατὰ τῶν ψυχῶν ἐπιβουλὴν ἡ νὺξ γίνεται καὶ τὸ σκότος. ἐν ταύτῃ γὰρ εἶπεν ὁ προφήτης τὰ θηρία τοῦ ἀγροῦ τὴν πονηρὰν βρῶσιν ἑαυτοῖς ἐκ τῶν τοῦ θεοῦ ποιμνίων περιεργάζεσθαι· Ἔθου γάρ, φησί, σκότος καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ, σκύμνοι ὠρυόμενοι ἁρπάσαι. ἐπειδὴ τοίνυν Ἰσραὴλ γίνεται πᾶς ὁ σῳζόμενος (Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, ἀλλ' ὅσοι βλέπουσι τὸν θεὸν ἐκ τῆς ἐνεργείαςκυρίως τῇ προσηγορίᾳ ταύτῃ κατονομάζονται), ἴδιον δὲ τοῦ ὁρῶντός ἐστι τὸν θεὸν τὸ μηδενὶ τῶν αἰσθητηρίων πρὸς ἁμαρτίαν βλέπειν (οὐδεὶς γὰρ δύναται πρὸς δύο κυρίους ὁρᾶν, ἀλλὰ χρὴ τὸν ἕνα μισηθῆναι πάντως, εἰ μέλλοι ἀγαπᾶ σθαι ὁ ἕτερος), τούτου χάριν μία κλίνη τοῦ βασιλέως γίνεται πᾶν τὸ σῳζόμενον· εἰ γὰρ πάντες ὄψονται τὸν θεὸν οἱ καθαροὶ τῇ καρδίᾳ γενόμενοι, οἱ δὲ τὸν θεὸν ἰδόντες Ἰσραὴλ κυρίως γίνονταί τε καὶ ὀνομάζονται, δώδεκα δὲ διαιρεῖται φυλαῖς κατά τινα λόγον ἀπόρρητον τοῦτο τὸ ὄνομα, καλῶς τὸ πλήρωμα τῶν σῳζομένων τῷ ἀριθμῷ τῶν ἑξήκοντα κεφα λαιοῦται ἑνὸς μὲν ἀφ' ἑκάστου μέρους λαμβανομένου, εἰς πέντε δὲ ὁπλίτας κατὰ τὸν ἀριθμὸν τῶν αἰσθήσεων τοῦ ἑνὸς τούτου μεριζομένου. οὐκοῦν πάντες οἱ τὴν θείαν ἐνδυσάμενοι πανοπλίαν μίαν κυκλοῦσι τοῦ βασιλέως κλίνην εἷς Ἰσραὴλ οἱ πάντες γενόμενοι καὶ διὰ τῶν δώδεκα φυλῶν τῆς πενταχῇ νοουμένης ἀριστείας εἰς τὸν ἀριθμὸν τῶν ἑξήκοντα πάντως ἀνακεφαλαιουμένου τοῦ τῶν ἀριστέων πληρώματος μία παράταξις καὶ στρατὸς εἷς καὶ μία κλίνη, τουτέστιν ἐκκλησία μία καὶ λαὸς εἷς καὶ νύμφη μία οἱ πάντες γενήσονται ὑφ' ἑνὶταξιάρχῃ καὶ ἐκκλησιαστῇ καὶ νυμφίῳ πρὸς ἑνὸς σώματος κοινωνίαν συναρμοζόμενοι. τὸ δὲ κλίνην τὴν ἀνάπαυσιν εἶναι τῶν σῳζομένων καὶ ἐκ τῆς τοῦ κυρίου φωνῆς διδασκό μεθα, ὅς φησι πρὸς τὸν ἀναιδῶς ἐν νυκτὶ θυροκρουστοῦντα ὅτι Ἤδη ἡ θύρα κέκλεισται καὶ τὰ παιδία μετ' ἐμοῦ ἐπὶ τῆς κοίτης ἐστίν. καλῶς δὲ τοὺς διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τὸ ἀπαθὲς ἑαυτοῖς κατορθώσαντας παιδία κατονομάζει ὁ λόγος δόγμα διὰ τούτων ἡμῖν ὑφηγούμενος, ὅτι τὸ ἐξ ἐπιμελείας προσγινόμενον ἡμῖν ἀγαθὸν οὐκ ἄλλο τί ἐστι παρὰ τὸ ἐξ ἀρχῆς ἐναποτεθὲν τῇ φύσει· ὅ τε γὰρ τῷ μηρῷ τὴν ῥομφαίαν διαζωσάμενος διὰ προσοχῆς τοῦ κατ' ἀρετὴν βίου τὸ πάθος ἀπεσκευάσατο τό τε νήπιον τῇ ἡλικίᾳ ἀναισθήτως ἔχει τοῦ τοιούτου πάθους· οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης. οὐκοῦν ταὐτόν ἐστιν ὁπλίτας τε περὶ τὴν κλίνην εἶναι μαθεῖν καὶ νήπια ἐπὶ τῆς κοίτης ἀναπαυόμενα· μία γὰρ ἐπ' ἀμφο τέρων ἡ ἀπάθεια τῶν τε μὴ παραδεξαμένων καὶ τῶν ἀπωσα μένων τὸ πάθος· οἱ μὲν γὰρ οὔπω ἔγνωσαν, οἱ δὲ πρὸς τὴν τοιαύτην κατάστασιν ἑαυτοὺς ἐπανήγαγον στραφέντες καὶ παιδία τῇ ἀπαθείᾳ γενόμενοι, ὡς μακάριον τὸ ἐν τούτοιςεὑρεθῆναι ἢ παιδίον ἢ ὁπλίτην ἢ ἀληθινὸν Ἰσραηλίτην γενόμενον, ὡς μὲν Ἰσραηλίτην ἐν καθαρᾷ καρδίᾳ τὸν θεὸν ὁρῶντα, ὡς δὲ ὁπλίτην ἐν ἀπαθείᾳ καὶ καθαρότητι τὴν τοῦ βασιλέως κλίνην, τουτέστιν τὴν ἑαυτοῦ καρδίαν φυλάσσον τα, ὡς δὲ παιδίον ἐπὶ τῆς μακαρίας κοίτης ἀναπαυόμενον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note