Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Canticum canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου, Στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον, ἐπιβάσεις αὐτοῦ πορφύραν, ἐντὸς αὐτοῦ λιθόστρωτον ἀγάπην ἀπὸ θυγατέρων Ἰερουσαλήμ. Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιών, ἐν τῷ βασιλεῖ Σαλωμών, ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦκαὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ. Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. Ὡς πύργος Δαβὶδ τράχηλός σου ὁ ᾠκοδομημένος ἐν θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν. Δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις, Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνηςκαὶ πρὸς τὸν βουνὸν τοῦ λιβάνου. Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὔκ ἐστιν ἐν σοί. Ἐν πολλοῖς ὁ βασιλεὺς Σολομὼν εἰς τύπον τοῦ ἀληθινοῦ βασιλέως παραλαμβάνεται, πολλοῖς δέ φημι τοῖς πρὸς τὸ κρεῖττον περὶ αὐτοῦ παρὰ τῆς ἁγίας γραφῆς ἱστορουμένοις· εἰρηνικός τε γὰρ λέγεται, καὶ ναὸν οἰκοδομεῖ καὶ σοφίαν ἀμέ τρητον ἔχει, βασιλεύει τε τοῦ Ἰσραὴλ καὶ κρίνει τὸν λαὸν ἐν δικαιοσύνῃ καὶ ἐκ τοῦ σπέρματός ἐστι τοῦ Δαβίδ, ἀλλὰ καὶ ἡ τῶν Αἰθιόπων βασίλισσα πρὸς αὐτὸν φοιτᾷ. ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα περὶ αὐτοῦ μὲν λέγεται τυπικῶς, προδιαγράφει δὲ τοῦ εὐαγγελίου τὴν δύναμιν. τίς γὰρ οὕτως εἰρηνικὸς ὡς ὁ ἀποκτείνας τὴν ἔχθραν καὶ τῷ σταυρῷ προσηλώσας, ὁ τοὺς ἐχθροὺς ἑαυτοῦ ἡμᾶς, μᾶλλον δὲ τὸν κόσμον ὅλον ἑαυτῷ καταλλάξας καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, ὁ κηρύξας τοῖς μακράν τε καὶ τοῖς ἐγγὺς τὴν εἰρήνην διὰ τῶν εὐαγγελιζομένων τὰ ἀγαθά; τίς δὲτοιοῦτος οἰκοδόμος ναοῦ ὁ τοὺς θεμελίους μὲν αὐτοῦ τιθεὶς ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, τουτέστιν ἐν τοῖς προφήταις τε καὶ τοῖς ἀποστόλοις, ἐποικοδομῶν δέ, καθώς φησιν ὁ ἀπόστολος, Ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν τοὺς ζῶντάς τε καὶ ἐμψύχους λίθους τοὺς δι' ἑαυτῶν πρὸς τὴν τῶν τοίχων ἁρμονίαν κατὰ τὸν προφητικὸν λόγον κυλιομένους, ὥστε συναρμοσθέντας ἐν τῇ ἑνότητι τῆς πίστεως καὶ τῷ συνδέσμῳ τῆς εἰρήνης αὐξῆσαι δι' ἑαυτῶν τὸν ναὸν τὸν ἅγιον εἰς τὸ γενέσθαι κατοικητήριον θεοῦ ἐν πνεύματι; ὅτι δὲ καὶ τῇ σοφίᾳ τῇ ἑαυτοῦ ὁ Σολομὼν τὴν ἀληθινὴν μηνύει σοφίαν, οὐδεὶς ἂν ἀντείποι πρός τε τὴν ἱστορίαν καὶ πρὸς τὴν ἀλήθειαν βλέπων· μαρτυρεῖται μὲν γὰρ ὑπὸ τῆς ἱστορίας ἐκεῖνος, ὅτι παρῆλθε τοὺς τῆς ἀνθρωπίνης σοφίας ὅρους πάντων τὴν γνῶσιν ἐν τῷ πλάτει τῆς καρδίας χωρήσας, ὡς καὶ τοὺς προλαβόντας παραδραμεῖν καὶ τοῖς ἐφεξῆς γενέσθαι ἀνέφικτος, ὁ δὲ κύριος κατὰ τὴν ἑαυτοῦ φύσιν αὐτό, ὅπερ ἐστὶν ἀλήθειά τε καὶ σοφία καὶ δύναμις, οὐσίᾳἐστίν. διὰ τοῦτο τοῦ Δαβὶδ εἰπόντος ὅτι Πάντα ἐν σοφίᾳ ἐγένετο, ἑρμηνεύων τὸν προφήτην ὁ θεῖος ἀπόστολος Ἐν αὐτῷ ἐκτίσθαι τὰ πάντα λέγει, ὡς τοῦτον τοῦ προφήτου διὰ τῆς σοφίας σημαίνοντος. τὸ δὲ βασιλέα τοῦ Ἰσραὴλ εἶναι τὸν κύριον καὶ παρὰ τῶν ἐχθρῶν μεμαρτύρηται τῶν ὑπογεγραφηκότων τῷ σταυρῷ τὴν ὁμολογίαν τῆς βασιλείας αὐτοῦ ὅτι Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων· δεχόμεθα γὰρ τὴν μαρτυρίαν, εἰ καὶ κατασμικρύνειν νομίζεται τὸ μεγαλεῖον τοῦ κράτους τῇ τῶν Ἰσραηλιτῶν βασιλείᾳ τὴν δεσποτείαν ὁρίζουσα. οὐ γὰρ οὕτως ἔχει, ἀλλ' ἀπὸ μέρους τὴν κατὰ πάντων ἀρχὴν ἡ ἐπιγραφὴ αὕτη τῷ σταυρῷ ἀνατί θησι τῷ μὴ προσθεῖναι ὅτι μόνων τῶν Ἰουδαίων οὗτός ἐστι βασιλεύς· ἀπολύτως γὰρ αὐτῷ προσμαρτυρήσας ὁ λόγος τὴν τῶν Ἰουδαίων ἀρχὴν καὶ τὸ κατὰ πάντων κράτος κατὰ τὸ σιωπώμενον τῇ ὁμολογίᾳ ταύτῃ συμπεριέλαβεν· ὁ γὰρ βασιλεὺς πάσης τῆς γῆς καὶ τοῦ μέρους πάντωςτὴν δεσποτείαν ἔχει. ἡ δὲ περὶ τὴν δικαίαν κρίσιν τοῦ Σολομῶνος σπουδὴ τὸν ἀληθινὸν κριτὴν τοῦ παντὸς κόσμου διασημαίνει, ὅς φησιν ὅτι Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ· καὶ ὅτι Οὐ δύναμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν, ἀλλὰ καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν. οὗτος γὰρ ὁ ἀκρότατος τῆς δικαίας κρίσεως ὅρος τὸ μὴ ἀφ' ἑαυτοῦ τι κατά τινα προσπάθειαν ἢ ἀποκλήρω σιν τοῖς κρινομένοις νέμειν, ἀλλὰ πρῶτον ἀκούειν τῶν ὑποδίκων τῇ κρίσει, εἶθ' οὕτω τὴν ἐπ' αὐτοῖς ψῆφον ἐκτίθε σθαι. οὗ χάριν ἡ τοῦ θεοῦ δύναμίς τινα ὁμολογεῖ καὶ μὴ δύνασθαι· τὸ γὰρ ἔξω τοῦ δικαίου παρατρέψαι τὴν κρίσιν ἀδυνατεῖ ἡ ἀλήθεια. τὸ δὲ ἐκ τοῦ σπέρματος Δαβὶδ εἶναι τὸ κατὰ σάρκα τὸν κύριον παρὰ τοῦ γεγονότος ἐκ τοῦ Δαβὶδ προμηνύεσθαι ὡς ὁμολογούμενον τῷ λόγῳ παρήσομεν. τὸ δὲ κατὰ τὴν Αἰθιοπίδα μυστήριον, πῶς καταλιποῦσα τῶνΑἰθιόπων τὴν βασιλείαν καὶ τοσοῦτον διαβᾶσα τὸν ἐν τῷ μέσῳ τόπον πρὸς τὸν Σολομῶνα διὰ τὸ κλέος τῆς σοφίας ἐπείγεται λίθοις τε τιμίοις καὶ χρυσῷ καὶ τοῖς τῶν ἀρωμάτων ἡδύσμασι δεξιουμένη τὸν βασιλέα, δῆλον ἂν γένοιτο τῷ ἐπιστήσαντι, πρὸς ὅ τι τῶν εὐαγγελικῶν βλέπει θαυμάτων· τίς γὰρ οὐκ οἶδεν ὅτι μέλαινα ἦν ἐξ εἰδωλολατρίας τὸ κατ' ἀρχὰς ἡ ἐξ ἐθνῶν ἐκκλησία πρὶν ἐκκλησία γενέσθαι πολλῷ μεταξὺ τῷ τῆς ἀγνοίας διαστήματι τῆς πρὸς τὸν ἀληθινὸν θεὸν γνώσεως ἀπῳκισμένη; ἀλλ' ὅτε ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ καὶ ἡ σοφία διέλαμψε καὶ τὸ φῶς τὸ ἀληθινὸν πρὸς τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους τὴν ἀκτῖνα διέπεμψε, τότε τοῦ Ἰσραὴλ πρὸς τὸ φῶς ἐπιμύσαντος καὶ τῆς τῶν ἀγαθῶν μετουσίας ἑαυτὸν ἀποστήσαντος ἔρχονται οἱ Αἰθίοπες, οἱ ἐξ ἐθνῶν τῇ πίστει προστρέχοντες καὶ οἵ ποτε ὄντες μακρὰν ἐγγὺς γίνονται τῷ μυστικῷ ὕδατι τὴν μελανίαν ἀποκλυσάμενοι, ὥστε τὴν Αἰθιοπίαν προφθάσαι χεῖρα αὐτῆς τῷ θεῷ καὶ προσαγαγεῖν δῶρα τῷ βασιλεῖ τά τε τῆς εὐσεβείας ἀρώματα καὶ τὸ τῆς θεογνωσίας χρυσίον καὶ τοὺς τιμίους λίθους τῆς τῶν ἐντολῶν τε καὶ τῶν ἀρετῶν ἐργασίας. Ἀλλὰ πρὸς ὅ τι βλέπων ἐντεῦθεν ἄρχομαι τῆς προκειμένης ἡμῖν τῶν ῥητῶν θεωρίας, ἤδη διασαφήσω τῷ λόγῳ αὐτὴν προεκθέμενος τὴν λέξιν τῶν θείων λογίων ἔχουσαν οὕτω· Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου, στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον, ἐπιβάσεις αὐτοῦ πορφύραν, ἐντὸς αὐτοῦ λιθόστρωτον ἀγάπην ἀπὸ θυγατέρων Ἰερουσαλήμ. ὥσπερ τοίνυν ἐν τοῖς προεξητασμένοις περὶ τοῦ Σολομῶνος εὗρεν ὁ λόγος δι' ὧν τὸ περὶ τοῦ κυρίου μυστήριον ἐν ἐκείνῳ τῷ προσώπῳ προδιαγράφεται, οὕτω καὶ διὰ τῆς τοῦ φορείου κατασκευῆς ἡ περὶ ἡμῶν οἰκονομία τοῦ κυρίου διασημαίνεται· πολυτρόπως γὰρ ὁ θεὸς ἐν τοῖς ἀξίοις ἑαυτοῦ γίνεται, καθὼς ἂν ἕκαστος ἔχῃ δυνάμεώς τε καὶ ἀξίας οὕτως ἐν ἑκάστῳ γινόμενος. ὁ μὲν γάρ τις γίνεται θεοῦ τόπος, ὁ δὲ οἶκος, ἄλλος δὲ θρόνος καὶ ἕτερος ὑποπόδιον. ἔστι δέ τις ὁ καὶ ἅρμα γινόμενος ἢ ἵππος εὐήνιος δεχόμενος ἐφ' ἑαυτοῦ τὸν ἀγαθὸν ἀναβάτην καὶ πρὸς τὸ δοκοῦν τῷ εὐθύνοντι διανύων τὸν δρόμον. ὡς δὲ νῦν διδασκόμεθα καὶ φορεῖοναὐτοῦ τις γίνεται ὁ κατὰ τὴν ἐκείνου σοφίαν οὐ μόνον τοῖς ἐκ τοῦ Λιβάνου κατασκευαζόμενος ξύλοις ἀλλὰ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ πορφύρᾳ καὶ λίθοις καταλλήλως ἐν ἑκάστῳ μέρει καλλωπιζόμενος· δι' ὧν ἡ ἀγάπη αὐτοῦ ἐνεργὸς γίνεται οὐ πάντων χωρούντων τὴν τῆς ἀγάπης ἐνέργειαν, ἀλλ' εἴ τις θυγάτηρ τῆς ἄνω Ἰερουσαλὴμ τῆς ἐλευθέρας διὰ τοῦ βίου γνωρίζοιτο. ὅτι μὲν οὖν ὁ τὸν θεὸν ἐν ἑαυτῷ φέρων φορεῖόν ἐστι τοῦ ἐν αὐτῷ καθιδρυμένου, δῆλον καὶ πρὸ τῶν ἡμετέρων λόγων ἂν εἴη· ὁ γὰρ κατὰ τὸν ἅγιον Παῦλον μηκέτι αὐτὸς ζῶν ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν καὶ δοκιμὴν διδοὺς τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ οὗτος κυρίως φορεῖον λέγεταί τε καὶ γίνεται τοῦ ἐν αὐτῷ φερομένου καὶ ὑπ' αὐτοῦ βασταζομένου. Ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον. ἐκεῖνο δὲ μᾶλλον προσήκει δι' ἐπιμελείας κατανοῆσαι, τί βούλεται τὸ τῆς ὕλης ποικίλον τε καὶ πολυειδὲς καὶ πῶς συμπαραλαμβάνεται χρυσῷ καὶ ἀργύρῳ καὶ πορφύρᾳ καὶ λίθοις καὶ ἡ τοῦ ξύλου φύσις εἰς τὴν κατασκευὴν τοῦ φορείου. καίτοι γε τὸ ξύλονὁ σοφὸς ἀρχιτέκτων Παῦλος μετὰ τοῦ χόρτου καὶ τῆς καλάμης εἰς τὴν οἰκοδομὴν τοῦ οἴκου κρίνει ἀπόβλητον ὡς τῇ ἀναλωτικῇ τοῦ πυρὸς δυνάμει τῇ δοκιμαζούσῃ τὸ ἔργον ἐνδαπανώμενον. ἀλλ' οἴδαμέν τινα ξύλου φύσιν μὴ διαμένουσαν ἐν ᾧ ἐστιν ἀλλὰ πρὸς χρυσὸν ἢ ἄργυρον ἢ ἄλλο τι τῶν τιμίων ἑαυτὴν μεταβάλλουσαν· ἐν γὰρ τῇ μεγάλῃ τοῦ θεοῦ οἰκίᾳ φησὶν ὁ ἀπόστολος τὰ μὲν εἶναι σκεύη χρυσᾶ τῇ φύσει καὶ ἀργυρᾶ, τὴν ἀσώματον ὡς οἶμαι καὶ νοερὰν κτίσιν διὰ τούτων ὑπαινισσόμενος, τὰ δὲ ξύλινά τε καὶ ὀστράκινα, ἡμᾶς τάχα διὰ τούτων ἀποσημαίνων, οὓς ἀπεγέωσε μὲν ἡ παρακοὴ καὶ ὀστρακίνους ἐποίησεν, ἡ δὲ διὰ τοῦ ξύλου ἁμαρτία ξύλινα ἡμᾶς σκεύη ἀντὶ χρυσῶν ἀπειργάσατο. μεμέρισται δὲ πρὸς τὴν ἀξίαν τῆς ὕλης καὶ ἡ τῶν σκευῶν χρῆσις· τὰ μὲν γὰρ τῆς τιμιωτέρας ὕλης εἰς τιμὴν ἀποτέτακται, τὰ δὲ εἰς τὴν ἄτιμον ὑπηρεσίαν ἀπέρριπται. ἀλλὰ τί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος; ὅτι ἐξουσίαν ἔχει τὸ σκεῦος ἐκ τῆς ἰδίας προαιρέσεως ἢ χρύσεον ἀπὸ ξυλίνου ἢ ἀργύρεον ἐξ ὀστρακίνου γενέσθαι· Ἐὰν γάρ τις, φησίν, ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος εἰςτιμὴν τῷ δεσπότῃ πρὸς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. τάχα τοίνυν διὰ τῶν εἰρημένων προσαγόμεθά πως τῇ προκειμένῃ θεωρίᾳ τοῦ λόγου· τὸ ὄρος ὁ Λίβανος ἐν πολλοῖς τῆς ἁγίας γραφῆς εἰς ἔνδειξιν τῆς ἀντικειμένης δυνάμεως μνημονεύεται, ὡς ὅταν λέγῃ διὰ τοῦ προφήτου ὅτι Συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτυνεῖ αὐτάς τε καὶ τὸν Λίβανον ὡς τὸν μόσχον, ἐκεῖνον δηλαδὴ τὸν ἐν τῇ ἐρήμῳ καταλεανθέντα ὑπὸ τοῦ Μωϋσέως καὶ πότιμον διὰ λεπτότητα τοῖς Ἰσραηλίταις γενόμενον. δηλοῦται γὰρ ὧδε διὰ τῆς προφητείας ὅτι οὐ μόνον τὰ ἐκφυέντα παρὰ τῆς ἀντικειμένης δυνάμεως κακὰ ἀλλὰ καὶ αὐτὸ τὸ ὄρος, ἡ πρώτη τοῦ κακοῦ ῥίζα, ὁ Λίβανος ὁ ὑποτρέφων τῶν τοιούτων κέδρων τὴν ὕλην εἰς τὸ μὴ ὂν περιστήσεται. οὐκοῦν ἡμεῖς ἦμέν ποτε τοῦ Λιβάνου τὰ ξύλα, ἕως ἐν ἐκείνῳ ἦμεν ἐρριζω μένοι διά τε τοῦ πονηροῦ βίου καὶ τῆς τῶν εἰδώλων ἀπάτης. ἀλλ' ἐπειδὴ ἐκεῖθεν ὑπὸ τῆς λογικῆς ἀξίνης ἐτμήθημεν καὶ ἐν ταῖς τοῦ τεχνίτου χερσὶν ἐγενόμεθα, φορεῖον ἑαυτοῦ ἡμᾶς ἐποίησε μεταστοιχειώσας τοῦ ξύλου τὴν φύσιν διὰ τῆς παλιγγενεσίας εἰς ἀργύριόν τε καὶ χρυσίον καὶ εἰς εὐανθῆ πορφύραν καὶ εἰς τὰς τῶν λίθων αὐγάς. καὶ ὥσπερ φησὶν ὁ ἀπόστολος ὅτι καταλλήλως ἐμέρισεν ὁ θεὸς ἑκάστῳτὰς τοῦ ἁγίου πνεύματος δωρεὰς καὶ ᾧ μὲν δίδωσι προφητείανκατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ἄλλῳ δὲ ἄλλο τι τῶν ἐνεργημάτων, πρὸς ὃ πέφυκέ τε καὶ δύναται ἕκαστος τὴν χάριν δέξασθαι ἢ ὀφθαλμὸς τοῦ σώματος τῆς ἐκκλησίας γινόμενος ἢ εἰς χεῖρα τασσόμενος ἢ ἀντὶ ποδὸς ὑποστηρίζων, οὕτω καὶ ἐν τῇ τοῦ φορείου κατασκευῇ ὁ μέν τις στῦλος, ὁ δὲ ἐπίβασις γίνεται, ἕτερος δὲ τὸ πρὸς τῇ κεφαλῇ μέρος, ὃ ἀνάκλιτον προσηγόρευσεν, εἰσὶ δέ τινες οἱ εἰς τὸ ἐντὸς τεταγμένοι. ὧν ἁπάντων κατά τινα λόγον ὁ τεχνίτης οὐ μονοειδῆ πρὸς τὸν καλλωπισμὸν ἐπινοεῖ τὴν ὕλην, ἀλλὰ πάντα μὲν κατακοσμεῖταί τῳ κάλλει, διάφορος δὲ καὶ κατάλληλος ἑκάστῳ τούτων ἐπινοεῖται ἡ ὥρα. εἰσὶ τοίνυν ἀργύριον μὲν οἱ στῦλοι τοῦ φορείου, αἱ δὲ τούτων ἐπιβάσεις πορφύρα, ἐκ χρυσίου δὲ τὸ ἀνάκλιτον τὸ τὴν κεφαλὴν ὑποβαῖνον, ἐν ᾧ κλίνει τὴν ἑαυτοῦ κεφαλὴν ὁ νυμφίος, τοῖς δὲ τιμίοις λίθοις τὸ ἔνδον ἅπαν καταποικίλλεται. οὐκοῦν στύλους μὲν νοητέον τοὺς στύλους τῆς ἐκκλησίας, οἷς ἀκριβῶς ἀργύριον καθαρόν τε καὶ πεπυρωμένον ὁ λόγος ἐστίν, οἳ τῆς βασιλείας ἐν τῷ ὑψηλῷ τῆς πολιτείας ἐπιβεβή κασιν (ἐξαίρετον γὰρ γνώρισμα τῆς βασιλείας ἡ πορφύρανομίζεται), τὸ δὲ ἡγεμονικὸν αὐτῶν, ἐν ᾧ τὴν κεφαλὴν ἑαυτοῦ κλίνει ὁ τὸ φορεῖον κατασκευάσας, τὸ τῶν καθαρῶν δογμάτων χρυσίον ἐστίν, ὅσα δὲ ἀφανῆ τε καὶ κρύφια, τῇ καθαρᾷ συνειδήσει τῶν τιμίων λίθων ἐνωραΐζεται, δι' ὧν ἁπάντων ἀπὸ τῶν θυγατέρων Ἰερουσαλὴμ ἡ ἀγάπη συνίστα. εἰ δὲ βούλοιτό τις φορεῖον μὲν πᾶσαν λέγειν τὴν ἐκκλη σίαν, καταμερίζοι δὲ κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς εἰς πρόσωπά τινα τοῦ φορείου τὰ μέρη ὡς ἤδη περὶ τούτου προείρηται, πολλὴν καὶ οὕτως εὐκολίαν ὁ λόγος ἔχει ἑκάστῳ τάγματι τῶν κατὰ τὴν ἐκκλησίαν τεταγμένων ἐφαρμόσαι τοῦ φορείου τὰ μέρη (καθώς φησιν ὁ ἀπόστολος ὅτι Ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα τὰ καθ' ἕκαστον πάντα πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων), ὡς διὰ τῶν ὀνομάτων τούτων τῶν πρὸς τὴν τοῦ φορείου κατασκευὴν συντελούντων ἱερέας νοεῖσθαι καὶ διδασκάλους καὶ τὴν σεμνὴν παρθενίαν τὴν ἐντὸς τοῦ φορείου τῇ καθαρότητι τῶν ἀρετῶν οἷόν τισι λίθων αὐγαῖς ἐναστράπτουσαν. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. ὁ δὲ ἐφεξῆς λόγος προτροπὴν περιέχει πρὸς τὰς θυγατέρας Ἰερουσαλὴμ παρὰ τῆς νύμφης γινόμενος. ὡς γὰρ ὁ μέγας Παῦλος ζημίανἡγεῖτο, εἰ μὴ πᾶσι τῶν ἰδίων ἀγαθῶν ἐκοινώνησεν (διὸ τὰ τοιαῦτα πρὸς τοὺς ἀκούοντας ἔλεγεν ὅτι Γίνεσθε ὡς ἐγώ, καὶ γὰρ αὐτὸς ἤμην ποτὲ καθ' ὑμᾶς· καὶ ὅτι Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ), οὕτω καὶ ἡ φιλάνθρωπος αὕτη νύμφη τῶν θείων τοῦ νυμφίου μυστηρίων ἀξιωθεῖσα, ὅτε τὴν κλίνην εἶδε καὶ φορεῖον τοῦ βασιλέως ἐγένετο, βοᾷ πρὸς τὰς νεάνιδας (αὗται δ' ἂν εἶεν αἱ τῶν σῳζομένων ψυχαί) ἕως πότε λέγουσα τῷ σπηλαίῳ τοῦ βίου ἐναποκλείεσθε; ἐξέλθετε τῶν προκαλυμμάτων τῆς φύσεως καὶ ἴδετε τὸ θαυμαστὸν θέαμα Σιὼν θυγατέρες γενόμεναι, θεάσασθε περιπρέποντα τῇ κεφαλῇ τοῦ βασιλέως τὸν στέφανον, ὃν ἡ μήτηρ αὐτῷ περιέθηκε κατὰ τὴν τοῦ προφήτου φωνήν, ὅς φησιν Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. πάντως δὲ οὐδεὶς τῶν κρίνειν τοὺς περὶ θεοῦ λόγους ἐπεσκεμμένων ἀκριβολογεῖται περὶ τὴν τοῦ ὀνόματος ἔμφασιν, ὅτι μήτηρ ἀντὶ τοῦ πατρὸς μνημονεύεται, μίανἀφ' ἑκατέρας φωνῆς ἀναλαμβάνων διάνοιαν. ἐπειδὴ γὰρ οὔτε ἄρρεν οὔτε θῆλυ τὸ θεῖόν ἐστιν (πῶς γὰρ ἂν ἐπὶ τῆς θεότητός τι νοηθείη τοιοῦτον, ὁπότε οὐδὲ ἡμῖν τοῖς ἀνθρώποις τοῦτο εἰς τὸ διηνεκὲς παραμένει, ἀλλ' ὅταν ἐν Χριστῷ πάντες εἷς γενώμεθα, τὰ σημεῖα τῆς διαφορᾶς ταύτης μετὰ ὅλου τοῦ παλαιοῦ ἀνθρώπου συνεκδυόμεθα;), τούτου χάριν ἰσοδυναμεῖ πρὸς τὴν ἔνδειξιν τῆς ἀφράστου φύσεως πᾶν τὸ εὑρισκόμενον ὄνομα οὔτε θήλεος οὔτε ἄρρενος τὴν σημασίαν τῆς ἀκηράτου καταμολύνοντος φύσεως. διὰ τοῦτο ἐν μὲν τῷ εὐαγγελίῳ ὁ πατὴρ λέγεται ποιεῖν τῷ υἱῷ τοὺς γάμους, ὁ δὲ προφήτης πρὸς τὸν θεὸν λέγει ὅτι Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, ἐνταῦθα δὲ παρὰ τῆς μητρός φησιν ἐπιτεθεῖσθαι τῷ νυμφίῳ τὸν στέφανον. ἐπεὶ οὖν εἶς ἐστιν ὁ γάμος καὶ μία ἡ νύμφη καὶ παρὰ ἑνὸς ἐπιβάλλεται τῷ νυμφίῳ ὁ στέφανος, διαφέρει πάντως οὐδὲν ἢ υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ λέγειν θεὸν ἢ υἱὸν τῆς ἀγάπης αὐτοῦ κατὰ τὴν Παύλου φωνὴν μιᾶς οὔσης καθ' ἑκάτερον ὄνομα τῆς νυμφοστολούσης αὐτὸν ἐπὶ τῇ ἡμετέρᾳ συνοικήσει δυνάμεως. ἐξέλθετε οὖν φησὶν ἡ νύμφη πρὸς τὰς νεάνιδας, καὶ θυγατέρες Σιὼν γένεσθε, ὥστε ἀπὸ σκοπιᾶς ὑψηλῆς (οὕτω γὰρ ἡ Σιὼν ἑρμηνεύεται) δυνηθῆναι τὸ θαυμαστὸν ἰδεῖν θέαμα στεφανηφοροῦντα τὸν νυμφίον. στέφανος δὲ αὐτῷ ἡ ἐκκλησία γίνεται διὰ τῶν ἐμψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα, στεφανηπλόκος δὲ τοῦ τοιούτου στεφάνου ἡ ἀγάπη ἐστίν, ἣν εἴτε μητέρα εἴτε ἀγάπην τις λέγοι, οὐχ ἁμαρτήσεται· θεὸς γάρ ἐστιν ἡ ἀγάπη κατὰ τὴν Ἰωάννου φωνήν. τούτῳ δὲ τῷ στεφάνῳ ἐνευφραίνεσθαι λέγει αὐτὸν ἡ νύμφη τῷ νυμφικῷ κόσμῳ ἐναγαλλόμενον· χαίρει γὰρ ὡς ἀληθῶς ὁ σύνοικον τὴν ἐκκλησίαν ἑαυτῷ ποιησάμενος ταῖς ἀρεταῖς τῶν διαπρεπόντων ἐν αὐτῇ στεφανούμενος. κρεῖττον δ' ἂν εἴη αὐτὰς παραθέσθαι τὰς θείας φωνὰς ἐπὶ λέξεως ἐχούσας οὕτως· Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιών, ἐν τῷ βασιλεῖ Σαλωμὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Τὴν οὖν τοιαύτην φιλανθρωπίαν τῆς νύμφης ὁ λόγος ἀποδεξάμενος, ὅτι κατὰ μίμησιν τοῦ δεσπότου καὶαὐτὴ Πάντας θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, σεμνοτέραν αὐτὴν ἀπεργάζεται κῆρυξ τοῦ κάλλους αὐτῆς καὶ ζωγράφος γινόμενος· οὐ γὰρ ἁπλῶς ὁ τῆς ὥρας ἔπαινος γίνεται καθολικήν τινα τὴν εὐφημίαν περιέχων τοῦ κάλλους, ἀλλ' ἐμφιλοχωρεῖ τῷ λόγῳ τοῖς καθ' ἕκαστον μέλεσιν ἴδιον ἑκάστῳ μέλει διὰ συγκρίσεώς τε καὶ ὁμοιώσεως χαριζόμενος τὸ ἐγκώμιον. λέγει δὲ οὕτως· Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ἡ γὰρ μιμησαμένη τοῦ δεσπότου τὸ φιλάνθρωπον βούλημα καὶ ἐξελθεῖν ἐγκελευσαμένη καθ' ὁμοιότητα τοῦ Ἀβραὰμ τὰς νεάνιδας, ἑκάστην ἀπὸ τῆς γῆς ἑαυτῆς καὶ ἀπὸ τῆς περὶ τὰ αἰσθητήρια συγγενείας αὐτῆς, ὥστε ἰδεῖν τὸν καθαρὸν νυμφίον στεφανηφοροῦντα τὴν ἐκκλησίαν, ἀληθῶς πλησίον γίνεται τῆς δεσποτικῆς ἀγαθότητος διὰ τῆς πρὸς τὸν πλησίον ἀγάπης τῷ θεῷ προσεγγίσασα. καλὴ οὖν εἶ, φησὶ πρὸς αὐτὴν ὁ λόγος, τῇ ἀγαθῇ προαιρέσει τῷ καλῷ πλησιάσασα. ἡ δὲ ἐπανάληψις τοῦ ἐπαίνου τὸ ἄψευστον τῆς μαρτυρίας ἐνδείκνυται· ἐν γὰρ τῇ διπλῇ μαρτυρίᾳ βεβαιοῦσθαι τὴν ἀλήθειαν ὁ θεῖος ἀποφαίνεταινόμος. διὰ τοῦτό φησιν Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. Ἀλλ' ἐπειδὴ ἓν σῶμα τοῦ Χριστοῦ ἡ ἐκκλησία πᾶσα, ἐν δὲ τῷ ἑνὶ σώματι, καθώς φησιν ὁ ἀπόστολος, μέλη ἐστὶ πολλά, πάντα δὲ τὰ μέλη οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, ἀλλὰ τὸν μὲν ὀφθαλμὸν ἔπλασεν ὁ θεὸς ἐν τῷ σώματι, ἕτερος δέ τις οὖς ἐφυτεύθη, εἰσὶ δέ τινες διὰ τῆς ἐνεργείας τῶν δυνάμεων χεῖρες γινόμενοι καὶ πόδες λέγονταί τινες οἱ τὰ βάρη βαστά ζοντες, εἴη δ' ἄν τι καὶ γεύσεως ἔργον καὶ ὀσφρήσεως καὶ τὰ καθ' ἕκαστον πάντα, δι' ὧν τὸ ἀνθρώπινον σύγκειται σῶμα, δυνατόν ἐστιν εὑρεῖν ἐν τῷ κοινῷ σώματι τῆς ἐκκλησίας χείλη τε καὶ ὀδόντας καὶ γλῶσσαν, μαζούς τε καὶ κοιλίαν καὶ τράχηλον, ὡς δὲ ὁ Παῦλός φησι καὶ αὐτὰ τὰ δοκοῦντα ἀσχήμονα εἶναι τοῦ σώματος. τούτου χάριν ὁ ἀκριβὴς τοῦ κάλλους δοκιμαστὴς τῶν ἀρεσάντων αὐτῷ μελῶν ἐξ ὅλου τοῦ σώματος ἴδιόν τε καὶ πρόσφορον ἑκάστῳ ποιεῖται τὸν ἔπαινον. ἄρχεται δὲ τῶν ἐγκωμίων ἀπὸ τῶν κυριωτέρων μελῶν. τί γὰρ ὀφθαλμῶν ἐν τοῖς μέλεσιν ἡμῶν ἐστι τιμιώτε ρον, δι' ὧν ἡ τοῦ φωτὸς ἀντίληψις γίνεται, παρ' ὧν ἐστιν ἡ τῶν φιλίων τε καὶ πολεμίων ἐπίγνωσις, οἷς τὸ ἴδιόν τε καὶ τὸἀλλότριον διακρίνομεν, οἳ πάσης ἐργασίας ὑφηγηταὶ καὶ διδάσκαλοι γίνονται καὶ τῆς ἀπλανοῦς ὁδοιπορίας ὁδηγοὶ συμφυεῖς καὶ ἀχώριστοι, ὧν ἡ θέσις τῶν ἄλλων αἰσθητηρίων ὑπερκειμένη τὸ προτιμότερον τῆς ἀπ' αὐτῶν γινομένης ἡμῖν πρὸς τὸν βίον ὠφελείας ἐνδείκνυται. πάντως δὲ πρόδηλόν ἐστι τοῖς ἀκούουσιν εἰς ποῖα μέλη τῆς ἐκκλησίας ὁ τῶν ὀφθαλμῶν ἔπαινος βλέπει· ὀφθαλμὸς ἦν Σαμουὴλ ὁ βλέπων (οὕτω γὰρ ὠνομάζετο), ὀφθαλμὸς Ἰεζεκιὴλ ὁ σκοπεῖν ὑπὸ τοῦ θεοῦ τεταγμένος ἐπὶ τῇ τῶν φυλασσομένων παρ' αὐτοῦ σωτηρίᾳ, ὀφθαλμὸς Μιχαίας ὁ ὁρῶν καὶ Μωϋσῆς ὁ θεώμενος ὁ διὰ τοῦτο καὶ θεὸς ὠνομασμένος, ὀφθαλμοὶ πάντες ἐκεῖνοι οἱ εἰς ὁδηγίαν τοῦ λαοῦ τεταγμένοι. οὓς καὶ ὁρῶντας ὠνόμαζον οἱ τότε ἄνθρωποι· καὶ νῦν οἱ τὸν ἐκείνων τόπον ἀναπληροῦντες τῷ σώματι τῆς ἐκκλησίας ὀφθαλμοὶ κυρίως κατονομάζονται, ἐὰν ἀκριβῶς πρὸς τὸν τῆς δικαιο σύνης βλέπωσιν ἥλιον μηδαμοῦ τοῖς ἔργοις τοῦ σκότους ἐναμβλυώττοντες, καὶ εἰ διακρίνοιεν τοῦ ἀλλοτρίου τὸ ἴδιον ἐν τῷ γινώσκειν ὅτι πᾶν ἀλλότριόν ἐστι τῆς φύσεως ἡμῶν τὸ φαινόμενόν τε καὶ πρόσκαιρον, ἴδιον δὲ τὸ δι' ἐλπίδοςπροκείμενον, οὗ ἡ κτῆσις μένει πρὸς τὸ διηνεκὲς ἀναφαίρετος. ὀφθαλμῶν ἔργον καὶ τὸ διαγινώσκειν τὸ φίλιόν τε καὶ τὸ πολέμιον, ὥστε ἀγαπᾶν μὲν τὸν ἀληθινὸν φίλον ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως, τέλειον δὲ μῖσος κατὰ τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν ἐπιδείκνυσθαι. ἀλλὰ καὶ ὁ τῶν πρακτέων ὑφηγητὴς καὶ τῶν συμφερόντων διδάσκαλος καὶ τῆς ἐπὶ τὸν θεὸν πορείας χειραγωγὸς τοῦ καθαροῦ τε καὶ ὑγιαίνοντος ὀφθαλμοῦ τὸ ἔργον δι' ἀκριβείας ποιεῖ καθ' ὁμοιότητα τῶν σωματικῶν ὀμμάτων διὰ τῆς ὑψηλῆς πολιτείας τῶν λοιπῶν προφαινόμενος. διὰ τοῦτο ἐντεῦθεν ἐπαινεῖν ὁ λόγος τὸ τῆς νύμφης ἄρχεται κάλλος καί φησιν Ὀφθαλμοί σου περιστεραί· ἀκεραίους γὰρ εἰς τὸ κακὸν τοὺς ἐν ὀφθαλμῶν τάξει προβεβλημένους ὁρῶν τὴν ἁπλότητά τε καὶ τὸ ἀκέραιον τοῦ ἤθους αὐτῶν ἀποδεξάμενος περιστερὰς αὐτοὺς κατωνό μασεν· ἴδιον γάρ ἐστι περιστερῶν τὸ ἀκέραιον. ἢ τάχα καὶ τοιοῦτόν τινα ὁ λόγος μαρτυρεῖ τοῖς ὄμμασιν ἔπαινον· ἐπειδὴ γὰρ πάντων τῶν ὁρατῶν αἱ εἰκόνες τῷ καθαρῷ τῆς κόρης ἐμπίπτουσαι τὴν ὁρατικὴν ἐνέργειαν ἀποτελοῦσιν, ἀνάγκη πᾶσα πρὸς ὅ τις ὁρᾷ, τούτου τὴν μορφὴν ἀναλαμβάνειν διὰ τοῦ ὀφθαλμοῦ κατόπτρου δίκην τοῦ ὁρατοῦ τὸ εἶδοςἀναμασσόμενον. ὅταν τοίνυν ὁ τὴν ὀπτικὴν ταύτην ἐξουσίαν ἐπὶ τῆς ἐκκλησίας λαβὼν πρὸς μηδὲν ὑλῶδες καὶ σωματικὸν βλέπῃ, ὁ πνευματικός τε καὶ ἄϋλος ἐν αὐτῷ κατορθοῦται βίος. ἡ δὲ τοιαύτη ζωὴ τῇ τοῦ ἁγίου πνεύματος χάριτι καταμορφοῦται. οὐκοῦν ὁ τελεώτατος τῶν ὀφθαλμῶν ἐστιν ἔπαινος τὸ πρὸς τὴν τοῦ πνεύματος τοῦ ἁγίου χάριν μεμορφῶσθαι αὐτῶν τῆς ζωῆς τὸ εἶδος· περιστερὰ γὰρ τὸ πνεῦμα τὸ ἅγιον. ἡ δὲ δυὰς τῶν ὀφθαλμῶν ἐπαινεῖται, ὡς ἂν ὅλος γένοιτο ἐν ἐπαίνῳ ὁ ἄνθρωπος, ὁ φαινόμενός τε καὶ νοούμενος. διὰ τοῦτο γὰρ προσέθηκε τῷ ἐπαίνῳ καὶ ἄλλην ὑπερβολὴν εἰπὼν ὅτι Ἐκτὸς τῆς σιωπήσεώς σου· τοῦ γὰρ ἀγαθοῦ βίου τὸ μέν τι πρόδηλόν ἐστιν, ὡς καὶ ἀνθρώποις γνώριμον εἶναι, τὸ δὲ κρύφιόν τε καὶ ἀπόρρη τον μόνῳ θεῷ καθορώμενον. ὁ τοίνυν τὸ ἀκατέργαστον βλέπων καὶ εἰς τὰ κρύφια καθορῶν μαρτυρεῖ ἐπὶ τοῦ ἐπαινου μένου προσώπου πλέον εἶναι τοῦ ὁρωμένου τὸ σιωπώμενον. δι' ὧν φησιν ὅτι Ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου· ἔξωθεν γάρ ἐστι τοῦ ἐπαινεθέντος ἤδη τὸ διὰ τῆς σιωπῆς θαυμαζόμενον. Ὁδῷ δὲ προάγει καθεξῆς τὸ τοῦ κάλλους ἐγκώμιον ἐπὶ τὰς τρίχας μεταγαγὼν τὸν λόγον καί φησι Τρίχωμάσου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ. νοῆσαι δὲ προσήκει πρῶτον τῆς τριχὸς τὴν φύσιν, εἰθ' οὕτως ἐπιγνῶναι τὸν ἔπαινον, ὃν διὰ τῶν τριχῶν ὁ λόγος τῇ νύμφῃ χαρίζεται. οὐκοῦν δόξα μὲν γυναικὸς ἡ θρὶξ παρὰ τοῦ Παύλου ὠνόμασται καὶ ἀντὶ περιβολαίου δεδόσθαι τῇ γυναικὶ τὴν κόμην λέγει. αἰδῶ δὲ καὶ σωφροσύνην τὸ πρέπον εἶναί φησι ταῖς γυναιξὶ περιβόλαιον οὕτω γράψας τῷ ῥήματι ὅτι Ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέ βειαν Μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, ὡς διὰ τούτων τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας, αἷς κομᾷ ἡ γυνή, αἰδῶ καὶ σωφροσύνην διὰ τῆς τοῦ Παύλου σοφίας καταλαμ βάνεσθαι· οὐδὲ γὰρ ἄλλην τινὰ πρέπει δόξαν ὀνομάζεσθαι ἐπὶ τῆς ἐπαγγελλομένης θεοσέβειαν ψυχῆς εἰ μὴ τὴν αἰδῶ τε καὶ σωφροσύνην, ἣν κόμην ὠνόμασεν, ἣν ὅταν μὴ ἔχῃ Καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς, καθώς φησιν ὁ ἀπόστολος. εἰ δὲ ταῦτα περὶ τῶν τριχῶν ὁ Παῦλος ἐφιλοσόφησε, προσακτέον ἂν εἴη τὰ τοῦ ἀποστόλου νοήματα τῷ ἐπαίνῳ τῆς ἐκκλησίας ἐν τῷ περὶ τοῦ τριχώματος λόγῳ κατὰ τὴν προκειμένην φωνὴν ἥ φησιν ὅτι Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ· διὰ τούτων γὰρ τὴν ἐνάρετον πολιτείαν ἐν ἐπαίνῳ ποιεῖται ὁ λόγος. ἀλλὰ κἀκεῖνο προστεθῆναι τῷ περὶ τῶν τριχῶν λόγῳ προσήκει ὅτι πάσης αἰσθήσεως ζωτικῆς ἀμοιροῦσιν αἱ κόμαι· οὐ μικρὸν γὰρ εἰς ἐπαύξησιν ἐγκωμίων καὶ τοῦτο τὸ μήτε πόνου μήτε ἡδονῆς αἴσθησιν ἐν ταῖς θριξὶν εἶναι· τὸ μὲν γὰρ σῶμα, ὅθεν ἐκφύονται, ὀδυνᾶται παρατιλλόμενον, αὐτὴ δὲ ἡ θρὶξ οὔτε εἰ τέμνοιτο οὔτε εἰ φλέγοιτο οὔτε εἰ διά τινος κομμωτικῆς ἐπιμελείας καταλεαίνοιτο τῶν γινο μένων αἴσθησιν δέχεται. τὸ δὲ ἀμοιρεῖν τῆς αἰσθήσεως τῶν νεκρῶν ἐστιν ἴδιον. οὐκοῦν ὁ μηδεμίαν τῶν ἐν τῷ κόσμῳ τούτῳ σπουδαζομένων παραδεχόμενος αἴσθησιν μήτε ὑπὸ δόξης τε καὶ τιμῆς ἐξογκούμενος μήτε δι' ὕβρεώς τε καὶ ἀτιμίας ἀλγεινῶς διατιθέμενος, ἀλλ' ἐν ὁμοίῳ καθ' ἑκάτερον τῶν ἐναντίων ἑαυτὸν φυλάσσων, οὗτός ἐστιν ἡ ἐπαινουμένη τῆς νύμφης κόμη, νεκρὸς ἄντικρυς καὶ ἀκίνητος πρὸς τὰ τοῦ κόσμου φαινόμενος πράγματα, εἴτε οὕτως εἴτε ὡς ἑτέρως ἔχοι. Εἰ δὲ τὸ πλεονέκτημα τῶν τριχῶν ἀγέλαις αἰγῶν παραβάλλεται ταῖς ἀπὸ τοῦ Γαλαὰδ ἀνακαλυφθείσαις, ἃ μὲν χρὴ δι' ἀκριβείας περὶ τούτων γινώσκειν, οὔπω καταλαβεῖν ἠδυνήθημεν, στοχαζόμεθα δὲ ὅτι ὥσπερ τὰ ξύλα τοῦ Λιβάνου εἰς χρυσόν τε καὶ ἄργυρον καὶ πορφύραν καὶ λίθους τιμίους μεταποιήσας φορεῖον ὁ βασιλεὺς κατεσκεύασεν ἑαυτῷ, οὕτως οἶδεν ὁ ποιμὴν ὁ καλὸς αἰγῶν ἀγέλας παραλαβὼν εἰς ποίμνια μεταβαλεῖν τὰ αἰπόλια τοῦ Γαλαὰδ ὄρους. ἀλλοφύλου δὲ ὄρους ὄνομα τοῦτο τοῦ τὴν τοιαύτην χάριν ἀνακαλύπτοντος, ὥστε τοὺς ἐξ ἐθνῶν τῷ καλῷ ποιμένι ἀκολουθήσαντας εἰς τὸ τρίχωμα συντελέσαι τοῦ τῆς νύμφης κάλλους, δι' ὧν σωφροσύνη τε καὶ αἰδὼς καὶ ἐγκράτεια καὶ ἡ τοῦ σώματος νέκρωσις κατὰ τὸν προθεωρηθέντα λόγον διασημαίνεται. ἢ τάχα συμβάλλεταί τι πρὸς τὴν τῶν αἰγῶν θεωρίαν καὶ ὁ Ἠλίας τῷ ὄρει τῷ Γαλαὰδ ἐμφι λοσοφήσας χρόνον πολύν, ὃς μάλιστα τοῦ κατ' ἐγκράτειαν καθηγήσατο βίου αὐχμηρὸς τὸ εἶδος, λάσιος τὴν τρίχα, ἀντὶ μαλακῆς τινος ἐσθῆτος δέρματι αἰγὸς σκεπαζόμενος; πάντες οὖν οἱ κατὰ τὸν προφήτην ἐκεῖνον τὸν ἑαυτῶν κατορθοῦντες βίον κόσμος γίνονται τῆς ἐκκλησίας, ἀγεληδὸνκατὰ τὸν νῦν ἐπικρατοῦντα τῆς φιλοσοφίας τρόπον μετ' ἀλλήλων τὴν ἀρετὴν ἐκπονοῦντες. τὸ δὲ ἐκ τοῦ Γαλαὰδ τὰς τοιαύτας ἀποκαλυφθῆναι ἀγέλας μείζονα τοῦ θαύματος τὴν ὑπερβολὴν ἔχει, ὅτι ἐκ τοῦ ἐθνικοῦ βίου γέγονεν ἡμῖν ἡ πρὸς τὴν κατὰ θεὸν φιλοσοφίαν μετάστασις· οὐ γὰρ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ τῆς τοιαύτης καθηγήσατο πολι τείας, ἀλλὰ τὸ τοῖς εἰδώλοις ἀνακείμενον ἔθνος εἰς τοσαύτην ἦλθε τοῦ βίου μεταβολήν, ὥστε τὴν κεφαλὴν κοσμῆσαι τῆς νύμφης τοῖς κατ' ἀρετὴν προτερήμασιν. Εἶτα τοὺς ὀδόντας τῇ ἀκολουθίᾳ τῶν ἐπαίνων ὁ λόγος προτίθησι παραδραμὼν τοῦ στόματός τε καὶ τῶν χειλῶν τὰ ἐγκώμια, ὅπερ ἄξιον μὴ παριδεῖν ἀνεξέταστον. τί δή ποτε τῶν χειλῶν οἱ ὀδόντες ἐν τοῖς ἐπαίνοις προτίθενται; τάχα μὲν οὖν εἴποι τις ἂν γλαφυρώτερον τὸ κάλλος δεῖξαι βουλόμενος μειδίαμα στόματος διὰ τῆς τῶν ὀδόντων ὑπο γραφῆς κατὰ τὸ λεληθὸς συνενδείκνυσθαι, ἐγὼ δὲ πρὸς ἕτερον βλέπων προτερεύειν ἐν τοῖς ἐπαίνοις τὸ τῶν ὀδόντων κάλλος πρὸ τῶν τοῦ στόματος ἐγκωμίων λογίζομαι· μετὰ τοῦτο γὰρ οὐδὲ τὸ χεῖλος ἀφῆκεν ἀνεγκωμίαστον, σπαρτίον εἰπὼν κόκκινον εἶναι τὰ χείλη αὐτῆς καὶ τὴν λαλιὰν ὡραίαν. τί οὖν ἐστιν ὃ περὶ τούτου στοχάζομαι; ἀρίστη τάξις ἐστὶνἐν τοῖς μαθήμασι πρῶτον διδάσκεσθαι καὶ τότε φθέγγεσθαι. τὰ δὲ μαθήματα ψυχῆς βρώματά τις εἰπὼν εἶναι τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. ὥσπερ δὲ τὴν σωματικὴν τροφὴν τοῖς ὀδοῦσι καταλεάναντες κατάλληλον αὐτὴν τοῖς σπλάγχνοις γενέσθαι παρασκευάζομεν, κατὰ τὸν αὐτὸν τρόπον ἔστι τις λεπτοποιητικὴ τῶν διδαγμάτων δύναμις ἐν τῇ ψυχῇ, δι' ἧς ὠφέλιμον γίνεται τῷ δεχομένῳ τὸ μάθημα. τοὺς τοίνυν κριτικούς τε καὶ διαιρετικοὺς τῶν διδαγμάτων καθηγητάς, δι' ὧν εὔληπτος γίνεται ἡμῖν καὶ ἐπωφελὴς ἡ διδασκαλία, ὀδόντας ὑπὸ τοῦ λόγου φημὶ τροπικῶς ὀνομάζε σθαι. οὗ χάριν προλαμβάνει τῶν ὀδόντων ὁ ἔπαινος, εἶθ' οὕτως ἐπάγεται τῶν χειλῶν τὸ ἐγκώμιον· οὐ γὰρ ἂν ἐπήνθιστο τῷ λογικῷ κάλλει τὸ χεῖλος μὴ τῶν ὀδόντων ἐκείνων διὰ τῆς φιλοπονωτέρας τῶν μαθημάτων κατανοήσεως τὴν ἐν τοῖς λόγοις χάριν ἐπιβαλλόντων τοῖς χείλεσιν, αἰτίαν μὲν οὖν τῆς ἐν τοῖς ἐπαίνοις ἀκολουθίας ταύτην ἐπὶ τῶν ὀδόντων κατενοήσαμεν. καιρὸς δ' ἂν εἴη καὶ αὐτὸν ἐξετάσαι τὸν ἔπαινον, πῶς παραβάλλει τὸ ἐν τοῖς ὀδοῦσι κάλλος ταῖς κεκαρμέναις ἀγέλαις, αἳ νῦν τοῦ λουτροῦ ἀναδυεῖσαι διδύμοις ἐπαγάλλονται τόκοις κατὰ τὸ ἴσον αἱ πᾶσαι. ἔχει δὲ κατὰτὴν λέξιν οὕτως ὁ ἔπαινος· Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. τοῦτο τοίνυν εἰ πρὸς τὸ σωματικὸν τοῦ ὑποδείγματος βλέποιμεν, οὐκ οἶδα πῶς ἄν τις ἐπαινεῖσθαι τοὺς ὀδόντας εἴποι διὰ τῆς πρὸς τὰς πολυγονούσας ἀγέλας συγκρίσεως· ὀδόντων μὲν γὰρ ἔπαινος ἡ στερρότης ἐστὶ καὶ ἡ ἐναρμόνιος θέσις καὶ τὸ παγίως δι' ὁμαλῆς καὶ ἀκολούθου τῆς ἁρμονίας ἐμπεφυκέναι τοῖς οὔλοις, αἱ δὲ ἀναβαίνουσαι τοῦ λουτροῦ ἀγέλαι μετὰ τῆς διδύμου γονῆς ἐπισκεδασθεῖσαι ταῖς νάπαις ποίαν ὀδόντων ὑπογράφουσιν ὥραν τῷ καθ' ἑαυτὰς ὑποδείγματι, οὐκ ἔστιν ἐκ τοῦ προχείρου κατανοῆσαι· οὗτοι στοιχηδὸν συνεστήκασιν ἐναρμονίως ἀλλήλων ἐχόμενοι, ἐκεῖναι δὲ ἀπ' ἀλλήλων διασκεδάννυνται πρὸς τὴν χρείαν τῆς νομῆς ἀραιούμεναι. ἀλλὰ καὶ γυμνῷ τῷ ὀδόντι κατὰ φύσιν ὄντι εἰς σύγκρισιν τὸ ἐριοφοροῦν οὐκ εὐάρμοστον. οὐκοῦν ἐρευνη τέον ἂν εἴη, πῶς ὁ κοσμῶν δι' ἐγκωμίων τὴν τῶν ὀδόντων εὐαρμοστίαν ταῖς διδυμοτόκοις ἀγέλαις παραβάλλει τὸ κάλλος, ταῖς ἀποκειραμέναις τὸ ἔριον καὶ λουτρῷ τὸν ῥύπον ἀποκλυσαμέναις τοῦ σώματος. τί οὖν περὶ τούτων ὑπενοήσα μεν; οἱ τὰ θεῖα μυστήρια διὰ σαφεστέρας ἐξηγήσεως λεπτο ποιοῦντες, ὡς εὐπαράδεκτον τὴν πνευματικὴν ταύτην τροφὴν γενέσθαι τῷ σώματι τῆς ἐκκλησίας, οὗτοι τὸ τῶν ὀδόντων ἔργον ἀποτελοῦσι παχύν τε καὶ συνεστῶτα τοῦ λόγου τὸν ἄρτον τῷ ἑαυτῶν λαμβάνοντες στόματι καὶ διὰτῆς λεπτομερεστέρας θεωρίας εὔβρωτον ταῖς ψυχαῖς τῶν δεχομένων παρασκευάζοντες, οἷον (κρεῖττον γὰρ ἐπὶ ὑπο δειγμάτων παραστῆσαι τὸ νόημα) ὁ μακάριος Παῦλος νῦν μὲν ἁπλῶς τε καὶ ἀκατασκεύως ὥσπερ τινὰ ψωμὸν ἀκατέργα στον προτίθησιν ἡμῖν τὸ τοῦ νόμου παράγγελμα λέγων Οὐ φιμώσεις βοῦν ἀλοῶντα, πάλιν δὲ διὰ τῆς ἐπεξηγήσεως ἁπαλύνας εὐπαράδεκτον ποιεῖ τοῦ νόμου τὸ βούλημα λέγων Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἦ δι' ἡμᾶς πάντως ἐγράφη καὶ ἄλλα τοιαῦτα πολλά, οἷον Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. τοῦτο ὁ ἀκατέργαστος ἄρτος. ἀλλὰ πῶς αὐτὸν διαλεπτύνων ἐδώδιμον ποιεῖ τοῖς τρεφομένοις; εἰς δύο διαθήκας μεταλαμβάνει τὴν ἱστορίαν, τὴν μὲν εἰς δουλείαν γεννῶσαν, τὴν δὲ τῆς δουλείας ἐλευθεροῦσαν. οὕτω καὶ πάντα τὸν νόμον (ἵνα μὴ τὰ καθ' ἕκαστον λέγοντες διατρίβωμεν) παχυμερὲς σῶμα λαβὼν λεπτύνει διὰ τῆς θεωρίας πνευματικὸν αὐτὸν ἐκ σωματικοῦ ἐργαζόμενος, Οἴδαμεν, λέγων, ὅτι ὁ νόμος πνευματικός ἐστιν. ὅπερ τοίνυν ἐπὶ τοῦ Παύλου κατενοήσαμενὡς ὀδόντων χρείαν τῇ ἐκκλησίᾳ πληροῦντος ἐν τῷ διαλε πτύνειν τὴν τῶν δογμάτων σαφήνειαν, τοῦτο καὶ ἐπὶ παντὸς τοῦ κατὰ μίμησιν ἐκείνου διασαφοῦντος ἡμῖν τὰ μυστήρια λέγομεν. οὐκοῦν ὀδόντες εἰσὶ τῆς ἐκκλησίας οἱ τὴν ἀκατ έργαστον τῶν θείων λογίων πόαν λεπτοποιοῦντες ἡμῖν καὶ μηρυκίζοντες. ὥσπερ τοίνυν ὑπογράφει τῶν τοῦ καλοῦ ἔργου τῆς ἐπισκοπῆς ὀρεγομένων τὸν βίον ὁ θεῖος ἀπόστολος λέγων τὰ καθ' ἕκαστον, οἷον εἶναι προσήκει τὸν τῆς ἱερωσύνης ἐπειλημμένον, ὡς μετὰ πάντων καὶ τὴν διδακτικὴν χάριν ἔχειν, οὕτως ἐνταῦθα τοὺς εἰς ὀδόντων ὑπηρεσίαν τεταγμένους ἐν τῇ ἐκκλησίᾳ βούλεται ὁ λόγος πρῶτον κεκαρμένους εἶναι, τουτέστι πάσης ὑλικῆς ἀχθηδόνος γεγυμνωμένους, εἶτα τῷ λουτρῷ τῆς συνειδήσεως παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καθαρεύοντας, πρὸς τούτοις ἀεὶ διὰ προκοπῆς ἀναβαίνοντας καὶ μηδέποτε πρὸς τὸ ἔμπαλιν κατασυρομένους ἐπὶ τὸ βάραθρον, ἐπὶ πᾶσι δὲ διπλαῖς ταῖς τῶν ἀγαθῶν κυημάτων γοναῖς κατὰ πᾶν εἶδος ἀρετῆς ἐπαγάλλεσθαι καὶ ἐν μηδενὶ τῶν καλῶν ἐπιτηδευμάτων ἀγονεῖν. τὸ δὲ διπλοῦν κύημα αἴνιγμα γίνεται τῆς καθ' ἑκάτερον τῶν ἐν ἡμῖννοουμένων εὐδοκιμήσεως, ὥστε διδυμοτόκους εἶναι τοὺς τοιούτους ὀδόντας, τῇ μὲν ψυχῇ τὴν ἀπάθειαν, τῷ δὲ σωμα τικῷ βίῳ τὴν εὐσχημοσύνην γεννῶντας. Ἐπάγει τούτοις δι' ἀκολούθου τὸν ἐπιπρέποντα τοῖς χείλεσιν ἔπαινον σπαρτίῳ κοκκοβαφεῖ παρεικάζων τὸ κάλλος, οὗ τὴν ἑρμηνείαν αὐτὸς ἐπήγαγε λαλιὰν ὡραίαν τὸ σπαρτίον κατονομάσας. τοῦτο δὲ ἐν τοῖς φθάσασιν ἤδη προτεθεώρηται, ὅπως τῇ τῶν ὀδόντων ὑπηρεσίᾳ τὸ ἐν τοῖς χείλεσιν ὡραΐζεται κάλλος· τῇ γὰρ τῶν ὀδόντων (τουτέστι τῇ τῶν διδασκάλων) ὑφηγήσει τὸ στόμα τῆς ἐκκλησίας συμφθέγγεται. διὰ τοῦτο πρῶτον οἱ ὀδόντες κείρονται καὶ λούονται καὶ οὐκ ἀτεκνοῦσι καὶ διδυμεύουσι, καὶ τότε τῷ κοκκίνῳ εἴδει τὰ χείλη περιανθίζεται, ὅταν γένηται πᾶσα ἡ ἐκκλησία κατὰ τὴν τοῦ ἀγαθοῦ συμφωνίαν χεῖλος ἓν καὶ φωνὴ μία. διπλοῦν δὲ τοῦ κάλλους ἐστὶ τὸ ὑπόδειγμα· οὐ γὰρ μόνον ἁπλῶς σπαρτίον φησὶν εἶναι τὰ χείλη, ἀλλὰ προσέθηκε καὶ τῆς εὐχροίας τὸ ἄνθος, ὥστε δι' ἀμφοτέρων καλλωπισθῆναι τῆς ἐκκλησίας τὸ στόμα διά τε τοῦ σπαρτίου καὶ τοῦ κοκκίνου ἰδιαζόντως καθ' ἑκάτερον μέρος· τῷ μὲν γὰρ σπαρτίῳ τὴν ὁμογνωμο σύνην παιδεύεται, ὥστε πᾶσαν αὐτὴν ἓν σπαρτίον καὶ μίαν γενέσθαι σειρὰν ἐκ διαφόρων νημάτων συγκεκλωσμένην, διὰ δὲ τοῦ κοκκίνου πρὸς τὸ αἷμα δι' οὗ ἐλυτρώθημεν βλέπειν διδάσκεται καὶ ἀεὶ τὴν ὁμολογίαν διὰ στόματος φέρειν τοῦ ἐξαγοράσαντος ἡμᾶς διὰ τοῦ αἵματος· δι' ἀμφοτέ ρων γὰρ τούτων ἐστὶ πληρουμένη τοῖς τῆς ἐκκλησίας χείλεσιν ἡ εὐπρέπεια, ὅταν καὶ ἡ πίστις τῆς ὁμολογίας προλάμπῃ καὶ ἡ ἀγάπη τῇ πίστει συμπλέκηται. καὶ εἰ χρὴ ὥσπερ ὁρισμῷ τινι περιλαβεῖν τὸ ὑπόδειγμα, οὕτω τὸ ῥηθὲν ὁριούμεθα· κόκκινον σπαρτίον ἐστὶ Πίστις δι' ἀγάπης ἐνεργουμένη, ὡς τῇ πίστει μὲν δηλοῦσθαι τὸ κόκκινον, τῇ δὲ ἀγάπῃ τὸ σπαρτίον διερμηνεύεσθαι. τούτοις κεκοσμῆσθαι τὰ χείλη τῆς νύμφης μαρτυρεῖ ἡ ἀλήθεια. ἡ δὲ ὡραία λαλιὰ θεωρίας τινὸς λεπτοτέρας ἢ ἑρμηνείας ἄλλης οὐκ ἐπιδέεται· φθάσας γὰρ διεσάφησεν ὁ ἀπόστολος ὅτι ἡ λαλιὰ αὕτη τὸ ῥῆμα τῆς πίστεώς ἐστιν ὃ κηρύσσομεν, λέγων Ἐὰν ὁμολογήσῃς τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖ εἰς σωτηρίαν. αὕτη ἐστὶν ἡ ὡραία λαλιά, δι' ἧς τὰ χείλη τῆς ἐκκλησίας κατὰ τὸ κόκκινον ἐκεῖνο σπαρτίον εὐπρεπῶς ἐπανθίζεται. Ἀρέσκεται δὲ μετὰ τὴν τοῦ στόματος ὥραν ὁ νυμφίος καὶ τῷ τῆς παρειᾶς ἐρυθήματι. μῆλον δὲ τοῦτο τοῦ προσώπου τὸ μέρος ἐκ καταχρήσεως καλεῖ ἡ συνήθεια. προσεικάζειτοίνυν τὸ τῆς παρειᾶς μῆλον τῷ λεπύρῳ τῆς ῥόας γράψας οὕτω τὸν ἔπαινον αὐτὸν ἐπὶ λέξεως· Ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. ὅτι μὲν οὖν αἰδώς ἐστι τὸ ἐπαινούμενον παντὶ ῥᾴδιον ἐκ τῆς ἀκολουθίας τῶν τεθεωρημένων λογίσασθαι· σωματοποιήσας γὰρ τὴν ἐκκλησίαν ὁ λόγος εἰς τὸ τῆς νύμφης εἶδος καὶ τὰς καθ' ἕκαστον ἀρετὰς καταλλήλως τῇ ὑπογραφῇ τῆς κατὰ τὸ πρόσωπον ὥρας ἐπιμερίσας νῦν διὰ τοῦ ἐρυθήματος τοῦ ταῖς παρειαῖς ἐπιζέοντος προσφόρως ἐπαινεῖ τὴν σωφροσύνην αἰδοῖ κατακοσμήσας ἐν τῷ τῆς ῥόας αἰνίγματι· ὁ γὰρ καρπὸς οὗτος στυφῇ τε καὶ ἀβρώτῳ τῇ ἐπιφανείᾳ ἐντρέφεται. διὸ καλῶς τε καὶ οἰκείως εἰς τὸ τῆς σωφροσύνης κατόρθωμα διὰ τῆς θεωρίας μεταλαμβάνεται· ὡς γὰρ ἡ στῦψις τοῦ τῆς ῥόας λεπύρου τρέφει τε καὶ φυλάσσει τοῦ ἐμπεριεχομένου καρποῦ τὴν γλυκύτητα, οὕτως ὁ στυφός τε καὶ ἐγκρατὴς καὶ κατεσκληκὼς βίος φύλαξ γίνεται τῶν τῆς σωφροσύνης καλῶν. διπλοῦς δὲ καὶ ἐνταῦθα τῆς ἀρετῆς ταύτης ὁ ἔπαινος γίνεται διά τε τῶν προφαινομένων κατὰ τὸν εὐσχήμονα βίον καὶ διὰ τῶν ἐν τῇ τῆς ψυχῆς ἀπαθείᾳ κατορθουμένων, ὧν Ὁ ἔπαινος, καθώς φησιν ὁ ἀπόστολος, οὐκ ἐξ ἀνθρώπων ἀλλ' ἐκθεοῦ· ἡ γὰρ ἐπιλάμπουσα τοῖς γινομένοις αἰδὼς ἴδιον μὲν ἐκ τῶν προδήλων ἔχει τὸν ἔπαινον, ἐκτὸς δὲ τῶν σιωπωμένων ἐστὶ καὶ ὑποκεκρυμμένων θαυμάτων, ἃ μόνῳ καθορᾶται τῷ ὀφθαλμῷ ἐκείνῳ τῷ εἰς τὰ κρύφια βλέποντι. Διὰ δὲ τῶν μετὰ ταῦτα μανθάνομεν ὅτι πᾶν τὸ παρὰ τῶν θεοφορουμένων ἁγίων γινόμενον τύπος τις καὶ διδα σκαλία τῶν εἰς ἀρετὴν κατορθουμένων ἐγίνετο· οἱ γάμοι, αἱ ἀποικίαι, οἱ πόλεμοι, αἱ τῶν οἰκοδομημάτων κατασκευαί, πάντα κατά τινα λόγον εἰς νουθεσίαν τῷ μετὰ ταῦτα προδιετυποῦτο βίῳ· Ἐγράφη γὰρ ταῦτα, φησί, πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν· ὁ μὲν γὰρ κατὰ τῶν ἀλλοφύλων πόλεμος συμβουλεύει κατὰ τῆς κακίας ἡμᾶς ἀνδρίζεσθαι, ἡ δὲ κατὰ τοὺς γάμους σπουδὴ τὴν τῶν ἀρετῶν συνοίκησιν δι' αἰνιγμάτων ἡμῖν ὑποτίθεται. ὡσαύτως δὲ καὶ ἡ ἀποικία τοῦ ἐναρέτου βίου τὸν οἰκισμὸν ὑποβάλλει, τὰ δὲ ὅσα περὶ τὰς κατασκευὰς τῶν οἰκοδομημάτων παρ' αὐτῶν ἐσπουδάζετο, τῶν ἡμετέρων οἴκων τῶν δι' ἀρετῆς οἰκοδομουμένων ἐπιμέλειαν ποιεῖσθαι διακελεύεται. διό μοι δοκεῖ κἀκεῖ τὸν περιφανῆ πύργον ἐκεῖνον, ᾧ τὰ ἀκροθίνια τῶν λαφύρων ἀνέθηκεν ὁ Δαβίδ, πρὸς τὴν προκοπὴν τῆς ἐκκλησίας βλέπων [τῶν τι κατ' ἀρετὴν σπουδαζομένων] προδιατυπῶσαι τούτῳ τῷ ἔργῳ, ὃς ὑπερφαίνεται μὲν ἀκρωρείας τινὸς εἰς ὕψος ἀνατεινόμενος, ἐπιτήδειος δὲ κατὰ τὸν χρόνον ἐκεῖνον πρὸς τὴν τῶν λαφύρων φυλακὴν ἐνομίσθη, ὅσα δουλωσάμενος τοὺς ἀλλοφύλους μετὰ τῶν λοιπῶν χρημάτων ἴδιον κέρδος ὁ βασιλεὺς ἐποιή σατο. ἔδειξεν οὖν διὰ τῆς ἑαυτοῦ σοφίας ὁ βασιλεὺς πρὸς ὅ τι βλέπων ὁ Δαβὶδ ἀγαθὸν τῇ τῶν ἀνθρώπων ζωῇ ὥσπερ τινὰ συμβουλὴν τῷ μετὰ ταῦτα βίῳ διὰ τῆς τοῦ πύργου κατασκευῆς προαπέθετο· παντὸς γὰρ τοῦ σώματος τῆς ἐκκλησίας τῶν καθ' ἕκαστον μελῶν διὰ τῆς πρός τι παραθέ σεώς τε καὶ ὁμοιώσεως ἐγκωμιάζειν τὸ κάλλος μέλλων δι' ἀκολούθου τοὺς ἐν τῷ λαῷ τὸν τοῦ τραχήλου τόπον ἐπέχοντας οἵους τινὰς εἶναι προσήκει διαγράφων τῷ λόγῳ τοῦ πύργου μέμνηται τούτου, ᾧ ἐπονομάζεται μὲν ὁ Δαβίδ, ἔχει δὲ καὶ ἀπὸ τῶν ἐπάλξεων τὸ γνώριμον· θαλπιὼθ γὰρ αἱ ἐπάλξεις κατονομάζονται. οὕτω δὲ ἡ λέξις ἔχει· Ὡς πύργος Δαβὶδ τράχηλός σου ὁ ᾠκοδομημένος ἐν θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν. ἡ μὲν οὖν σωματικὴ τοῦ πύργου κατασκευὴ τὸ περίβλεπτον ἔχει ἔκ τε τοῦ ἔργον εἶναι τοῦ βασιλέως Δαβὶδ καὶ ἐκ τῆς περιφανείας τοῦ τόπου καὶ ἐκ τῶν ἀνατεθέντων ὅπλων ἐν αὐτῷ, τῶν θυρεῶν τε καὶ τῶν βολίδων, ὧν τὸ πλῆθος ἐνδεί κνυται ὁ λόγος τῷ τῆς χιλιάδος ὀνόματι, ἡμῖν δὲ σκοπός ἐστι κατανοῆσαι τοῦ θείου λογίου τὴν δύναμιν. πῶς παρα βάλλεται τῷ πύργῳ τούτῳ τὸ μέρος ἐκεῖνο τῆς ἐκκλησίας, ᾧ τράχηλός ἐστι τὸ ὄνομα; πρῶτον τοίνυν ἐξετάσαι προσήκει, ποῖον ἐν τῷ καθ' ἡμᾶς σώματι μέρος τῷ ὀνόματι τοῦ τραχήλου προσαγορεύεται, εἶθ' οὕτως ἐφαρμόσαι τῷ τῆς ἐκκλησίας μέλει τὸ ὄνομα. οὐκοῦν τὸ ἐρριζωμένον μὲν ἐν τῷ μέσῳ τῶν ὤμων, ἀνέχον δὲ τὴν κεφαλὴν ἐφ' ἑαυτοῦ καὶ ἀντὶ βάσεως τοῦ ὑπερκειμένου γινόμενον τράχηλος ὀνομάζεται, οὗ τὸ κατόπιν μὲν ὀστέοις ἐρείδεται, τὸ δὲ προβεβλημένον ἐλεύθερόν ἐστι τῆς τῶν ὀστέων περιβολῆς. ἡ δὲ τοῦ ὀστέου φύσις οὐ καθ' ὁμοιότητα τοῦ πήχεος ἢ τῆς κνήμης συνεχὴς πρὸς ἑαυτήν ἐστι καὶ ἀδιαίρετος, ἀλλὰ πολλαχῇ τῶν ὀστέων ἐν σπονδύλων σχήματι διῃρημένων διὰ τῶν περιπεφυκότων αὐτοῖς νεύρων τε καὶ μυῶν καὶ συνδέσμων ἡ ἕνωσις αὐτῶν πρὸς ἄλληλα γίνεται καὶ διὰ τοῦ μυελοῦ τοῦ αὐλοειδῶς κατὰ τὸ μέσον διήκοντος. οὗ ἡ περιοχὴ μὲν πρὸς τὰς μήνιγγας αὐτὸ δὲ τὸ ἐγκείμενον πρὸς τὸν ἐγκέφαλον ἥνωται. ἐν δὲ τοῖς ἔμπροσθεν περιέχει μὲν τὴν ἀρτηρίαν ὁ τράχηλος, ἣδοχεῖόν ἐστι τοῦ πνεύματος τοῦ ἔξωθεν ἡμῖν εἰσοικιζομένου τε καὶ εἰσρέοντος, δι' οὗ τὸ ἐγκάρδιον πῦρ πρὸς τὴν ἐνέργειαν αὐτοῦ τὴν κατὰ φύσιν ἀναρριπίζεται, περιέχει δὲ καὶ τῆς τροφῆς τὰς εἰσόδους διὰ τοῦ λαιμοῦ τε καὶ τοῦ λάρυγγος πᾶν τὸ διὰ τοῦ στόματος εἰσαγόμενον πρὸς τὴν κοιλότητα τὴν δεκτικὴν τούτων διαπορθμεύων. ἔχει δὲ καὶ ἄλλο παρὰ τὰ λοιπὰ τῶν μελῶν ἐξαίρετόν τι ὁ τράχηλος· κατὰ γὰρ τὴν ἄνω τῆς ἀρτηρίας θέσιν ἐστὶν ἐν αὐτῷ τὸ τῆς φωνῆς ἐργαστήριον, ἐν ᾧ τὰ φωνητικὰ πάντα παρεσκεύασται ὄργανα, δι' ὧν ἀπογεννᾶται ὁ ἦχος τῷ ἀναδιδομένῳ πνεύματι περιδονουμένης ἐν κύκλῳ τῆς ἀρτηρίας. οὕτω δὲ τοῦ σωματι κοῦ μέλους ἡμῖν διαγραφέντος εὔκολον ἂν εἴη διὰ τῶν ἐνταῦθα θεωρηθέντων καὶ τὸν τοῦ ἐκκλησιαστικοῦ σώματος τράχηλον κατανοῆσαι, ὅστις ἐστὶν ὁ διὰ τῶν καταλλήλων ἐνεργειῶν τὸ ὄνομα τοῦτο κυρίως ἀναλαμβάνων τράχηλός τε ὀνομαζόμενος καὶ τῷ πύργῳ τοῦ Δαβὶδ ὁμοιούμενος. πρῶτον μὲν οὖν ὃ δὴ καὶ πρῶτόν ἐστιν, εἴ τις τὴν ἀληθινὴν τοῦ παντὸς κεφαλὴν ἐφ' ἑαυτοῦ βαστάζοι (ἐκείνην λέγω τὴν κεφαλὴν ἥτις ἐστὶν ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογεῖται καὶ συμβιβάζεται), οὗτος κυρίως ἐφ' ἑαυτοῦ φέρει τοῦτο τὸ ὄνομα. πρὸς τούτοις εἰ τοῦ πνεύματός ἐστι δεκτικὸς τοῦ τὴν καρδίαν ἡμῶν πυροειδῆ ποιοῦντος καὶἐκθερμαίνοντος καὶ εἰ διὰ τῆς εὐήχου φωνῆς ὑπηρετεῖ τῷ λόγῳ· οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν τὴν ἀνθρωπίνην φωνὴν ὁ θεὸς τῇ φύσει τῶν ἀνθρώπων ἐνετεκτήνατο ἢ ἵνα ὄργανον ᾖ τοῦ λόγου διαρθροῦσα δι' ἑαυτῆς τὰ τῆς καρδίας κινήματα. ἐχέτω δὲ οὗτος ὁ τράχηλος καὶ τὴν θρεπτικὴν ἐνέργειαν, τὴν διδασκαλίαν λέγω, δι' ἧς παντὶ τῷ σώματι τῆς ἐκκλησίας συντηρεῖται ἡ δύναμις· ἐπιρρεούσης γὰρ ἀεὶ τῆς τροφῆς ἐν τῷ εἶναι διαμένει τὸ σῶμα, ἐπιλειπούσης δὲ φθίνει καὶ διαφθείρεται. μιμείσθω δὲ καὶ τὴν ἐναρμόνιον τῶν σπονδύλων θέσιν ἐν τῷ τοὺς καθ' ἕκαστον τῷ λαῷ συντελοῦντας διὰ τοῦ συνδέσμου τῆς εἰρήνης ἓν ἀπεργάζεσθαι μέλος κλινόμενόν τε καὶ ἀνορθούμενον καὶ καθ' ἑκάτερον τῶν πλαγίων εὐκινήτως μεταστρεφόμενον. τοιοῦτος τράχηλος ὁ Παῦλος ἦν καὶ εἰ δή τις ἄλλος κατὰ μίμησιν ἐκείνου τὸν βίον κατώρθωσεν, ὃς ἐβάστασε μὲν τὸ ὄνομα τοῦ κυρίου σκεῦος ἐκλογῆς τῷ δεσπότῃ γενόμενος, καὶ οὕτως αὐτῷ δι' ἀκριβείας ἡ κεφαλὴ τῶν ὅλων ἐφήρμοστο, ὥστε καὶ ὅσα ἐλάλει μηκέτι αὐτὸν εἶναι τὸν λαλοῦντα, ἀλλὰ τὴν κεφαλὴν αὐτοῦ φθέγγεσθαι, καθὼς ἐπέδειξε τοῖς Κορινθίοις τὸν Χριστὸν ἐν αὐτῷ λαλοῦντά τε καὶ φθεγγόμενον. οὕτως αὐτοῦ εὔφωνός τε καὶ εὔηχος ἦν ἡ ἀρτηρία διὰ τοῦ ἁγίουπνεύματος διαρθροῦσα τῆς ἀληθείας τὸν λόγον, οὕτως αὐτῷ πάντοτε τοῖς θείοις λογίοις ὁ λάρυγξ κατεγλυκαίνετο τρέφων ὅλον δι' ἑαυτοῦ τὸ σῶμα τοῖς ζωοποιοῖς ἐκείνοις διδάγμασιν. εἰ δὲ καὶ τὸ τῶν σπονδύλων ζητεῖς, τίς οὕτω τοὺς πάντας εἰς ἓν σῶμα συνήρμοσε τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης; τίς οὕτως ἐδίδαξε κλίνεσθαι τὸν τράχηλον ἐν τῷ τοῖς ταπεινοῖς συμπεριφέρεσθαι καὶ ἀνορθοῦ σθαι πάλιν ἐν τῷ τὰ ἄνω φρονεῖν καὶ πρὸς τὰ πλάγια περι σκοπεῖν εὐστρόφως τε καὶ εὐκινήτως ἐν τῷ τὰς ποικίλας τοῦ διαβόλου μεθοδείας ἐκκλίνειν καὶ ἀσφαλίζεσθαι; ὁ τοιοῦτος οὖν τράχηλος ὄντως παρὰ τοῦ Δαβὶδ ᾠκοδόμηται. νόει δὲ διὰ τοῦ Δαβὶδ τὸν βασιλέα, τὸν τοῦ βασιλέως πατέρα, ὃς ἐξ ἀρχῆς τὸν ἄνθρωπον κατεσκεύασε πύργον εἶναι καὶ οὐχὶ σύμπτωμα καὶ διὰ τῆς χάριτος αὐτὸν πάλιν ἀνῳκοδόμη σεν ἀσφαλισάμενος τοῖς πολλοῖς θυρεοῖς, ὥστε μηκέτι αὐτὸν ταῖς τῶν πολεμίων ἐφόδοις εὐεπίβατον εἶναι· οἱ γὰρ κρεμάμενοι θυρεοί, οὐκ ἐπὶ γῆς κείμενοι ἀλλὰ διαέριοι περὶ αὐτὸν θεωρούμενοι, καὶ μετὰ τῶν θυρεῶν αἱ τῶν δυνατῶν βολίδες φόβον ἐμποιοῦσι τοῖς πολεμίοις, ὥστε μηδὲ τὴν ἀρχὴν ἐγχειρῆσαι καταδραμεῖν τοῦ πύργου. οἶμαι δὲ τὴν ἀγγελικὴν φρουρὰν ἐν κύκλῳ περιεστοιχισμένην τὸν τοιοῦτονπύργον τῷ πλήθει τῶν θυρεῶν ἡμῖν διασημαίνεσθαι. δείκνυσι δὲ καὶ ἡ τῶν βολίδων μνήμη τὴν τοιαύτην διάνοιαν· οὐ γὰρ ἁπλῶς εἶπε βολίδας, ἀλλὰ τῇ τῶν δυνατῶν προσθήκῃ τοὺς ὑπερμαχοῦντας ἡμῶν ἐνεδείξατο, ὥστε συμβαίνειν τὸ λεγόμενον τῷ τῆς ψαλμῳδίας ῥητῷ ὅτι Παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. ὁ δὲ τῶν χιλίων ἀριθμὸς οὔ μοι δοκεῖ δι' ἀκριβείας σημαίνειν τὴν τῶν ἑκατοντάδων δεκάδα, ἀλλ' εἰς πλήθους ἔνδειξιν παρελήφθη ὑπὸ τοῦ λόγου· σύνηθες γάρ ἐστιν ἐκ τῆς καταχρήσεως τῆς γραφικῆς τῷ ἀριθμῷ τούτῳ τὸ πλῆθος ἐνδείκνυσθαι, ὥς φησιν ὁ Δαβὶδ ἀντὶ τοῦ πλήθους ὅτι Χιλιάδες εὐθηνούντων, καὶ Ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Οὕτω μὲν οὖν τὸν τράχηλον τὸν ἐπὶ τῶν ὤμων ἐρριζωμένον κατενοήσαμεν. ὤμους δὲ νοοῦμεν, οἷς ἐπιπέφυκε, τὰς πρακτικάς τε καὶ ἐνεργητικὰς σπουδάς, δι' ὧν οἱ βραχίονες ἡμῶν τὴν σωτηρίαν ἑαυτῶν κατεργάζονται. τὴν δὲ πρὸς τὸ μεῖζον ἐπαύξησιν τῆς κατὰ θεὸν ὑψουμένης ψυχῆς σύνοιδε πάντως ὁ ἐπιστατικῶς τοῖς λεγομένοις ἀκολουθῶν, ὅτι πρότερον μὲν ἀγαπητὸν ἦν τῇ νύμφῃ ἵππῳ ὁμοιωθῆναι τῇ καταγωνισαμένῃ τὸν Αἰγύπτιον τύραννον καὶ πρὸς τοὺς ὁρμίσκους ἐμφερῶς ἔχειν τὴν ἐπὶ τοῦ τραχήλουεὐπρέπειαν· νυνὶ δὲ πόσην αὐτῇ μαρτυρεῖ τὴν πρὸς τὸ ἀγαθὸν τελειότητα, ὅτι οὐχ ὁρμίσκοις τισὶ περιδεραίοις προσεικάζει τοῦ τραχήλου τὴν ὥραν, ἀλλὰ πύργος εἶναι διὰ τὸ μέγεθος λέγεται, ὃν περίβλεπτον ποιεῖ καὶ τοῖς πόρρω θεν ἀφεστηκόσιν ἀποσκοπούμενον οὐ μόνον ἡ περὶ τὴν οἰκοδομὴν φιλοτιμία ἐφ' ὅ τι μήκιστον τὸ ὕψος ἐγείρουσα, ἀλλὰ καὶ ἡ τοῦ τόπου θέσις φυσικῶς ὑπερανεστῶσα τῶν γειτνιώντων; ὅταν τοίνυν βασιλέως μὲν ἔργον ὁ πύργος ᾖ, ἐπὶ δὲ τῆς ὑψηλῆς πολιτείας βεβηκὼς τύχῃ, τότε ἀληθὲς ἐπιδείκνυται τὸ παρὰ τοῦ κυρίου λεγόμενον ὅτι Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. νόει δέ μοι τὸν πύργον ἀντὶ τῆς πόλεως. Καιρὸς δ' ἂν εἴη καὶ τοὺς δύο νεβροὺς τῆς δορκάδος κατανοῆσαι, οἳ περὶ τὴν καρδίαν τῆς νύμφης αὐλίζονται μαστοὶ κληθέντες παρὰ τοῦ λόγου [καθώς φησι Δύο μαστοίσου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις] διὰ τὸ μεταξὺ τούτων εἶναι τῆς καρδίας τὴν θέσιν, ὧν ἡ νομὴ οὐ χόρτος ἐστὶν ἢ ἄκανθα ἀλλὰ κρίνα παντὶ τῷ τῆς νομῆς χρόνῳ τὸ ἄνθος ἑαυτῶν παρατείνοντα καὶ οὐ κατὰ καιρὸν ἀνθοῦντα οὐδὲ ἐπὶ καιροῦ μαραινόμενα, ἀλλὰ διαρκῆ παρεχόμενα τοῖς νεβροῖς τούτοις δι' ἑαυτῶν τὴν τροφήν, ἕως ἂν μηκέτι αἱ σκιαὶ κρατῶσι τῆς σπουδαζο μένης περὶ τὸν βίον ἀπάτης, ἀλλ' ἤδη τοῦ φωτὸς πανταχῇ διαλάμψαντος καταυγασθῇ τὰ πάντα διὰ τῆς ἡμέρας τῆς ὅπου θέλει διαπνεούσης τὸ φῶς. [οὕτω γάρ φησιν ὁ λόγος Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί.] οἶδας δὲ πάντως παρὰ τοῦ εὐαγγελίου μαθὼν ὅτι τὸ πνεῦμά ἐστι τὸ ἅγιον τὸ διὰ τοῦ πνεῖν ὅπου βούλεται φῶς ἐμποιοῦν τοῖς ἐπισταμένοις ὅθεν ἔρχεται καὶ ποῦ ὑπάγει· περὶ οὗ νῦν ὁ λόγος οὑτωσὶ διεξέρχεται Δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις, ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. ἀλλὰ τὸ μὲν ἡμέραν λέγεσθαι τὸ πνεῦμα τὸ ἅγιον, φῶς πνέον οἷς ἂνἐγγένηται, οὐκ οἶμαί τινα τῶν νοῦν ἐχόντων ἐπιδιστάσαι τῷ λόγῳ· εἰ γὰρ υἱοὶ φωτὸς καὶ υἱοὶ ἡμέρας γίνονται οἱ γεννηθέντες παρὰ τοῦ πνεύματος, τί ἄλλο χρὴ νοεῖν τὸ πνεῦμα τὸ ἅγιον ἢ φῶς καὶ ἡμέραν, ἧς ἡ πνοὴ φυγαδευτικὴ τῶν σκιῶν τῆς ματαιότητος γίνεται; ἀνάγκη γὰρ πᾶσα τοῦ ἡλίου φανέντος τὰς σκιὰς μὴ μένειν ἀλλὰ μεταχωρεῖν τε καὶ μετανίστασθαι. τὸ δὲ περὶ τῶν δύο νεβρῶν τῆς δορκάδος μυστήριον εὔκαιρον ἂν εἴη προσθεῖναι τῇ ἐξετάσει τοῦ λόγου, ὧν δίδυμος μέν ἐστιν ἡ γένεσις, τροφὴ δὲ τὸ κρίνον, τόπος δὲ νομῆς ἡ ἀγαθή τε καὶ πίειρα γῆ. αὕτη δ' ἐστὶν ἡ καρδία κατὰ τὸν τῆς παραβολῆς τοῦ κυρίου λόγον· ἐν αὐτῇ δὲ νεμόμενοι καὶ τοὺς καθαροὺς ἐξ αὐτῆς λογισμοὺς ἀνθολογοῦντες πιαίνονται. τὸ δὲ ἄνθος τῶν κρίνων διπλῆν ἔχει τὴν χάριν παρὰ τῆς φύσεως εὐπνοίας τῇ εὐχροίᾳ συμμεμιγμένης, ὡς καθ' ἑκάτερον εἶναι τοῖς δρεπομένοις ἐράσμιον, εἴτε τῇ ὀσφρήσει προσάγοιεν εἴτε τοῖς ὀφθαλμοῖς τοῦ κάλλους τῆς ὥρας κατατρυφῷεν· ἡ μὲν γὰρ ὄσφρησις τῆς τοῦ Χριστοῦ εὐωδίας πλήρης γίνεται, διὰ δὲ τοῦ εἴδους ἐνδείκνυται τὸ καθαρόν τε καὶ ἀκηλίδωτον. Τάχα τοίνυν ἤδη διὰ τῶν εἰρημένων σεσαφήνισται ἡμῖν τὸ ὑπὸ τοῦ λόγου δηλούμενον ὅτι δύο ἀνθρώπων ἐν τοῖςκαθ' ἕκαστον θεωρουμένων, τοῦ μὲν σωματικοῦ τε καὶ φαινομένου, τοῦ δὲ νοητοῦ τε καὶ ἀοράτου, δίδυμος μὲν ἀμφοτέρων ἐστὶν ἡ γένεσις κατὰ ταὐτὸν ἀλλήλοις συνεπιδη μούντων τῷ βίῳ· οὔτε γὰρ προϋπάρχει τοῦ σώματος ἡ ψυχὴ οὔτε προκατασκευάζεται τῆς ψυχῆς τὸ σῶμα, ἀλλ' ὁμοχρόνως ἐν τῇ ζωῇ γίνονται. τροφὴ δὲ τούτοις κατὰ φύσιν μέν ἐστιν ἡ καθαρότης καὶ ἡ εὐωδία καὶ πάντα τὰ τοιαῦτα, ὧν εὐφοροῦσιν αἱ ἀρεταί, ἔστι δὲ ὅτε τὸ δηλητήριόν τισιν ἀντὶ τοῦ τροφίμου σπουδάζεται, οἳ οὐχὶ τὰ ἄνθη τῶν ἀρετῶν ἐπιβόσκονται, ἀλλ' ἀκάνθαις ἐπιτέρπονται καὶ τριβόλοις· οὕτω γὰρ τῆς παραβολῆς τοῦ εὐαγγελίου ὀνομαζούσης τὰς ἁμαρτίας ἠκούσαμεν, ὧν ἡ κατάρα τοῦ ὄφεως τὴν κακὴν βλάστην ἐδημιούργησεν. ἐπειδὴ τοίνυν διακριτικῶν ὀφθαλμῶν ἐστι χρεία τῶν δυναμένων ἐν ἀκριβείᾳ διαγνῶναι τὸ κρίνον τε καὶ τὴν ἄκανθαν καὶ τὸ μὲν σωτήριον προελέσθαι, τὸ δὲ φθοροποιὸν ἀποπέμψασθαι, διὰ τοῦτο τὸν καθ' ὁμοιότητα τοῦ μεγάλου Παύλου μαζὸν τοῖς νηπίοις γινόμενον καὶ γαλακτοτροφοῦντα τοὺς ἀρτιγενεῖς τῆς ἐκκλησίας δυάδα μαζῶν ἀλλήλοις συγγεννηθέντων τῶν τοῖς νεβροῖς τῆς δορκάδος ἀπεικαζομένων ὠνόμασεν διὰ πάντων μαρ τυρῶν τῷ τοιούτῳ μέλει τῆς ἐκκλησίας τὸ δόκιμον, ὅτι τε καθ' ἑκάτερον εὐοδοῦται πρὸς τὴν τῶν καθαρῶν κρίνων νομὴν ὀξὺ δεδορκὼς καὶ διακρίνων τοῦ τροφίμου τὴν ἄκανθαν καὶ ὅτι περὶ τὸ ἡγεμονικὸν ἀναστρέφεται, οὗ σύμβολον ἡ καρδία ἐστιν ἡ δι' ἑαυτῆς τοὺς μαζοὺς ὑποτρέφουσα καὶ ἔτι πρὸς τούτοις ὅτι οὐκ ἐν ἑαυτῷ κατακλείει τὴν χάριν, ἀλλ' ἐπέχει τοῖς δεομένοις τοῦ λόγου τὴν θηλήν, Ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, καθὼς ἐποίει τε καὶ ἔλεγεν ὁ ἀπόστολος. Μέχρι τούτων δὲ τῶν μελῶν τῆς ἐκκλησίας προαγαγὼν ὁ λόγος τὸν ἔπαινον ἐν τοῖς ἐφεξῆς ὁλοσώματον ποιεῖται αὐτῆς τὸ ἐγκώμιον, ὅταν Διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου καὶ πάλιν ἐπαναγάγῃ ἑαυτὸν πρὸς τὴν ἰδίαν δόξαν τῆς θεότητος, ἣν εἶχεν ἀπ' ἀρχῆς πρὸ τοῦ τὸν κόσμον εἶναι· εἰπὼν γὰρ ὅτι Πορεύσομαιἐμαυτῷ εἰς τὸ ὄρος τῆς σμύρνης καὶ εἰς τὸν βουνὸν τοῦ λιβάνου, διὰ μὲν τῆς σμύρνης τὸ πάθος, διὰ δὲ τοῦ λιβάνου τὴν δόξαν τῆς θεότητος ἐνδειξάμενος προσέθηκεν Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί, διδάσκων διὰ τῶν εἰρημένων πρῶτον μὲν ὅτι οὐδεὶς αἴρει τὴν ψυχὴν αὐτοῦ ἀπ' αὐτοῦ, ἀλλ' ἐξουσίαν ἔχει θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτὴν πορευόμενος ἑαυτῷ ἐπὶ τὸ ὄρος τῆς σμύρνης, οὐκ ἐκ τῶν ἡμετέρων ἔργων ἵνα μή τις καυχήσηται, ἀλλ' ἐξ ἰδίας χάριτος τὸν ὑπὲρ τῶν ἁμαρτωλῶν ἀναδεχόμενος θάνατον· ἔπειτα δὲ ὅτι οὐκ ἔστιν ἄλλως καθαρθῆναι τοῦ μώμου τὴν ἀνθρωπίνην φύσιν μὴ τοῦ ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου πᾶσαν δι' ἑαυτοῦ τὴν κακίαν ἐξαφανίσαντος. ὁ τοίνυν εἰπὼν ὅτι Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί· καὶ ἐπαγαγὼν τὸ κατὰ τὸ πάθος μυστήριον διὰ τοῦ κατὰ τὴν σμύρναν αἰνίγματος εἶτα τοῦ λιβάνου μνησθείς, δι' οὗ τὸ θεῖον ἐνδείκνυται, τοῦτο παιδεύει ἡμᾶς ὅτι ὁ συμμετασχὼν αὐτῷ τῆς σμύρνης συμμεθέξει πάντως καὶ τοῦ λιβάνου· ὁ γὰρ συμπαθὼν καὶ συνδοξάζεται πάντως, ὁ δὲ ἅπαξ ἐν τῇ θείᾳ δόξῃ γενόμενος ὅλος γίνεται καλὸς ἔξω τοῦ ἀντικειμένου μώμου γενόμενος, οὗ καὶ ἡμεῖς χωρισθείημενδιὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note