Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In Canticum canticorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἑρμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. Ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ, ἐνθέματι τραχήλου σου. Τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη, τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Κηρίον ἀποστάζουσι χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ κύπροι μετὰ νάρδων, ἀκροδρύων, Νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα, ἀλόη μετὰ πάντων πρωτομύρων, Πηγὴ κήπων, φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου. Ὁ τὰς μεγάλας ὀπτασίας διεξελθὼν πρὸς τοὺς Κορινθίους, ὁ μέγας ἀπόστολος, ὅτε καὶ ἀμφίβολος περὶ τῆς ἑαυτοῦ φύσεως ἔφησεν εἶναι εἴτε σῶμα ἦν εἴτε νόημα ἐν τῷ καιρῷ τῆς ἐν τῷ παραδείσῳ μυσταγωγίας, ταῦτα διαμαρτυράμενος λέγει ὅτι Ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι, ἀλλ' ἔτι τοῖς ἔμπροσθεν ἐπεκτείνομαι τῶν προδιηνυσμένων λήθην ποιούμενος, δηλῶν ὅτι καὶ μετὰ τὸν τρίτον οὐρανὸν ἐκεῖνον ὃν αὐτὸς ἔγνω μόνος (οὐ γάρ τι Μωϋσῆς ἐν τῇ κοσμογενείᾳ περὶ αὐτοῦ διηγήσατο) καὶ μετὰ τὴν ἄρρητον τῶν τοῦ παραδείσου μυστηρίων ἀκρόασιν ἔτι ἐπὶ τὸ ἀνώτερον ἵεται καὶ οὐ λήγει τῆς ἀναβάσεως οὐδέποτε τὸ καταλαμβανόμενον ἀγαθὸν ὅρον τῆς ἐπιθυμίας ποιούμενος, διδάσκων οἶμαι διὰ τούτων ἡμᾶς ὅτι τῆς μακαρίας ἐκείνης τῶν ἀγαθῶνφύσεως πολὺ μέν ἐστι τὸ ἀεὶ εὑρισκόμενον, ἀπειροπλάσιον δὲ τοῦ πάντοτε καταλαμβανομένου τὸ ὑπερκείμενον καὶ τοῦτο εἰς τὸ διηνεκὲς γίνεται τῷ μετέχοντι ἐν πάσῃ τῇ τῶν αἰώνων ἀϊδιότητι διὰ τῶν ἀεὶ μειζόνων τῆς ἐπαυξήσεως τοῖς μετέχουσι γινομένης· ὁ μὲν γὰρ καθαρὸς τὴν καρδίαν κατὰ τὴν ἀψευδῆ τοῦ δεσπότου φωνὴν ὁρᾷ τὸν θεόν, ἀεὶ κατὰ τὴν ἀναλογίαν τῆς δυνάμεως ὅσον χωρῆσαι δύναται τοσοῦτον τῇ κατανοήσει δεχόμενος. τὸ μέντοι ἀόριστόν τε καὶ ἀπερίληπτον τῆς θεότητος ἐπέκεινα πάσης καταλήψεως διαμένει· οὗ γὰρ τῆς μεγαλοπρεπείας τῆς δόξης οὐκ ἔστι πέρας, καθὼς ὁ προφήτης μαρτύρεται, τοῦτο πάντοτε ὡσαύτως ἔχει ἐν τῷ αὐτῷ ὕψει διὰ παντὸς θεωρούμενον. ὥσπερ δὴ καὶ ὁ μέγας Δαβὶδ ὁ τὰς καλὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέμενος καὶ ἐκ δυνάμεως εἰς δύναμιν ἀεὶ πορευόμενος τοῦτο πρὸς τὸν θεὸν ἀνεβόησεν ὅτι Σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, κύριε· τοῦτο οἶμαι διὰ τῆς φωνῆς ταύτης σημαίνων ὅτι ἐν πάσῃ τῇ τοῦ ἀτελευτήτου αἰῶνος ἀϊδιότητι ὁ μὲν πρὸς σὲ τρέχων ἑαυτοῦ μείζων πάντοτε καὶ ἀνώτερος γίνεται ἀεὶ διὰ τῆς τῶν ἀγαθῶν ἀναβάσεως ἀναλόγως αὐξόμενος, σὺ δὲ ὁ αὐτὸς εἶ ὕψιστος εἰς τὸν αἰῶνα μένων, οὐδέποτε χθαμαλώτερος τοῖς ἀνιοῦσι φανῆναι δυνάμενος τῷ κατὰ τὸ ἴσον ἀνώτερος πάντοτε καὶ ὑψηλότεροςεἶναι τῆς τῶν ὑψουμένων δυνάμεως. ταῦτα τοίνυν περὶ τῆς φύσεως τῶν ἀφράστων ἀγαθῶν δογματίζειν τὸν ἀπόστολον ὑπειλήφαμεν λέγοντα ὅτι τὸ ἀγαθὸν ἐκεῖνο Ὀφθαλμὸς οὐκ εἶδεν, κἂν ἀεὶ βλέπῃ (οὐ γὰρ ὅσον ἐστὶ βλέπει, ἀλλ' ὅσον τῷ ὀφθαλμῷ δυνατόν ἐστι δέξασθαι), Καὶ οὖς οὐκ ἤκουσεν, καθ' ὅσον ἐστὶ τὸ δηλούμενον, κἂν πάντοτε δέχηται τῇ ἀκοῇ τὸν λόγον, Καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, κἂν διὰ παντὸς ὁ καθαρὸς τῇ καρδίᾳ ὅσον δύναται βλέπῃ· τὸ γὰρ ἀεὶ καταλαμβανόμενον τῶν μὲν προκαταληφθέντων πάντως μεῖζόν ἐστιν, οὐ μὴν ὁρίζει ἐν ἑαυτῷ τὸ ζητούμενον, ἀλλὰ τὸ πέρας τοῦ εὑρεθέντος ἀρχὴ πρὸς τὴν τῶν ὑψηλοτέρων εὕρεσιν τοῖς ἀναβαίνουσι γίνεται καὶ οὔτε ὁ ἀνιών ποτε ἵσταται ἀρχὴν ἐξ ἀρχῆς μεταλαμβάνων οὔτε τελεῖται περὶ ἑαυτὴν ἡ τῶν ἀεὶ μειζόνων ἀρχή· οὐδέποτε γὰρ ἐπὶ τῶν ἐγνωσμένων ἡ τοῦ ἀνιόντος ἐπιθυμία μένει, ἀλλὰ διὰ μείζονος πάλιν ἑτέρας ἐπιθυμίας πρὸς ἑτέραν ὑπερκειμένην κατὰ τὸ ἐφεξῆς ἡ ψυχὴ ἀνιοῦσα πάντοτε διὰ τῶν ἀνωτέρων ὁδεύει πρὸς τὸ ἀόριστον. Τούτων δὲ ἡμῖν οὕτω διῃρημένων καιρὸς ἂν εἴηπροθεῖναι τῶν θείων λογίων τὴν θεωρίαν· Δεῦρο ἀπὸ λιβάνου, νύμφη, δεῦρο ἀπὸ λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἑρμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. τί τοίνυν ἐν τούτοις ὑπενοήσαμεν; ἀεὶ τῶν ἀγαθῶν ἡ πηγὴ πρὸς ἑαυτὴν τοὺς διψῶντας ἐφέλκεται, καθὼς ἐν τῷ εὐαγγελίῳ φησὶν ἡ πηγὴ ὅτι Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ἐν τούτοις γὰρ οὔτε τῆς δίψης οὔτε τῆς πρὸς αὐτὸν ὁρμῆς οὔτε τῆς ἐν τῷ πίνειν ἀπολαύσεως ἔδωκεν ὅρον, ἀλλὰ τῷ παρατατικῷ τοῦ προστάγματος πρὸς τὸ διηνεκὲς ποιεῖται τὴν προτροπὴν καὶ τοῦ διψῆν καὶ τοῦ πίνειν καὶ τοῦ πρὸς αὐτὸν τὴν ὁρμὴν ἔχειν. τοῖς δὲ γευσαμένοις ἤδη καὶ τῇ πείρᾳ μαθοῦσιν ὅτι χρηστὸς ὁ κύριος οἷόν τις προτροπὴ πρὸς τὴν τοῦ πλείονος μετουσίαν ἡ γεῦσις γίνεται. διὰ τοῦτο οὐδέποτε λείπει τῷ ἀναβαίνοντι ἡ γινομένη πρὸς αὐτὸν προτροπὴ ἡ πάντοτε πρὸς τὸ μεῖζον ἐφελκομένη· ὑπομνησθῶμεν γὰρ τῆς πολλάκις ἐν τοῖς φθάσασιν ἤδη γεγενημένης παρορμήσεως παρὰ τοῦ λόγου τῇ νύμφῃ. Ἐλθέ, ἡ πλησίον μου, λέγει καὶ πάλιν Δεῦρο περιστερά μου, καὶ Δεῦρο σεαυτῇ ἐν σκέπῃ τῆς πέτρας. καὶ ἄλλας τοιαύτας φωνὰς προτρεπτικάς τε καὶ ἑλκτικὰς τῆς τῶν μειζόνων ἐπιθυμίας ὁ λόγος πρὸς τὴν ψυχὴν ποιησάμενος καὶ μαρτυρήσας ἤδη τῇ πρὸς αὐτὸν ἀνιούσῃ τὸ διὰ πάντων ἀμώμητον εἰπὼν ὅτι Ὅλη καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί, ὡς ἂν μὴ τῇ μαρτυρίᾳ ταύτῃ ἐγχαυνωθεῖσα πρὸς τὴν τῶν μειζόνων ἄνοδον ἐμποδισθείη, πάλιν διὰ τῆς προτρεπτικῆς ταύτης φωνῆς ἐπὶ τὴν τῶν ὑπερκειμένων ἐπιθυμίαν ἀναβῆναι παρακελεύεται λέγων Δεῦρο ἀπὸ λιβάνου, νύμφη. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· καλῶς, φησίν, ἐν τοῖς φθάσασιν ἠκολούθησας, ἦλθες μετ' ἐμοῦ πρὸς τὸ ὄρος τῆς σμύρνης (συνετάφης γάρ μοι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον), συνανῆλθές μοι καὶ ἐπὶ τὸν βουνὸν τοῦ λιβάνου (συνανέστης γάρ μοι καὶ ὑψώθης ἐν τῇ τῆς θεότητος κοινωνίᾳ, ἣν ἐνδείκνυται τοῦ λιβάνου τὸ ὄνομα), ἀνάβηθί μοι καὶ ἀπὸ τούτων ἐπὶ ἕτερα ὄρη προκόπτουσά τε καὶ ὑψουμένη διὰ τῆς ἐνεργοῦς γνώσεως, δεῦρο τοίνυν ἀπὸ τοῦ λιβάνου, φησίν, οὐκέτι μνηστὴ ἀλλὰ νύμφη. οὐ γάρ ἐστι δυνατὸν ἐμοὶ συζῆσαι μὴ ἀλλοιωθέντα διὰ τῆς τοῦ θανάτου σμύρνης πρὸς τὴν τοῦ λιβάνου θεότητα. ἐπεὶ οὖν ἐν τούτῳ γέγοναςἤδη τῷ ὕψει, μὴ στῆς ἀνιοῦσα ὡς ἤδη διὰ τούτων ἐπιβᾶσα τῆς τελειότητος· ἀρχὴ γάρ σοι πίστεως ὁ λίβανος οὗτος γίνεται, οὗ μετέσχες διὰ τῆς ἀναστάσεως, ἀρχὴ δὲ τῆς ἐπὶ τὰ ὑψηλότερα τῶν ἀγαθῶν πορείας. ἀπὸ τοίνυν τῆς ἀρχῆς ταύτης, ἥτις ἐστὶν ἡ πίστις, ἐλεύσῃ καὶ διελεύσῃ· τουτέστι καὶ νῦν ἥξεις καὶ εἰς ἀεὶ διερχομένη διὰ τῶν τοιούτων ἀνόδων οὐκ ἀπολήξεις. Ἔχει δὲ ἡ λέξις οὕτως· Ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἑρμών. διὰ τούτων δὲ τὸ τῆς ἄνωθεν γεννήσεως ὑποφαίνει μυστήριον· ἐντεῦθεν γὰρ προχεῖσθαί φασι τὰς τοῦ Ἰορδάνου πηγάς, ὧν ὑπέρκειται τοῦτο τὸ ὄρος δύο λοφιαῖς μεριζόμενον, αἷς ταῦτα ἐπίκειται τὰ ὀνόματα Σανὶρ καὶ Ἑρμών. ἐπεὶ οὖν τὸ ἐκ τῶν πηγῶν τούτων ῥεῖθρον ἀρχὴ γέγονεν ἡμῖν τῆς πρὸς τὸ θεῖον μεταποιήσεως, τούτου χάριν ἀκούει τοῦ πρὸς ἑαυτὸν καλοῦντος αὐτὴν ὅς φησι Δεῦρο ἀπὸ λιβάνου καὶ ἀπὸ ἀρχῆς πίστεως καὶ ἀπὸ κεφαλῆς τῶν ὀρέων τούτων, ὅθεν σοι γεγόνασιν αἱ τοῦ μυστηρίου πηγαί. καλῶς δὲ προστίθησι τὴν τῶν λεόντων τε καὶ παρδάλεων μνήμην, ἵνα διὰ τῆς τῶν λυπηρῶν παραθέσεως γλυκυτέραν ποιήσῃτὴν τῶν εὐφραινόντων ἀπόλαυσιν· ἐπειδὴ γὰρ ἀποθέμενός ποτε τὸ θεῖον εἶδος ὁ ἄνθρωπος πρὸς τὴν ὁμοιότητα τῆς ἀλόγου φύσεως ἐθηριώθη πάρδαλις καὶ λέων διὰ τῶν πονηρῶν ἐπιτηδευμάτων γενόμενος (ὁ γὰρ ὑπὸ τοῦ λέοντος ἑλκυοθεὶς τοῦ ἐνεδρεύοντος ἐν τῇ μάνδρᾳ, καθώς φησιν ὁ προφήτης, καὶ ἐν τῇ παγίδι αὐτοῦ ταπεινωθεὶς πρὸς τὴν ἐκείνου φύσιν μεταμορφοῦται κατακρατήσαντος τοῦ θηρίου τῆς φύσεως· Ὅμοιοι γὰρ αὐτοῖς, φησί, γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. ὁμοίως δὲ καὶ πάρδαλις γίνεται ὁ διὰ τῶν τοῦ βίου κηλίδων τὴν ψυχὴν στιγματίσας), ἐπεὶ οὖν ἦν ποτε ὅτε ἐν τούτοις ἦν τὸ ἀνθρώπινον διὰ τῆς εἰδωλολατρίας καὶ τῆς Ἰουδαϊκῆς ἀπάτης καὶ τῆς ποικίλης τῶν ἁμαρτιῶν κακίας πλανώμενον, μετὰ ταῦτα δὲ διὰ τοῦ Ἰορδάνου καὶ τῆς σμύρνης καὶ τοῦ λιβάνου πρὸς τοσοῦτον ὑψώθη, ὥστε αὐτῷ ἤδη συμμετεωροπορεῖν τῷ θεῷ, τούτου χάριν πλεονάζει τῶν παρόντων ἀγαθῶν τὴν εὐφροσύνην ὁ λόγος διὰ τῆς τῶν ποτε γεγενημένων ἀνιαρῶν παραθέσεως προφέρων, ἐν τίσιν ἦν ἡ ψυχὴ πρὸ τοῦ λιβάνου καὶ τῆς ἀρχῆς τῆς πίστεως καὶ πρὸ τῶν ἐπὶ τοῦ Ἰορδάνου γνωρι σθέντων ἡμῖν μυστηρίων· ὡς γὰρ ἡ κατ' εἰρήνην ζωὴ γλυκυ τέρα μετὰ τὸν πόλεμον γίνεται τοῖς σκυθρωποῖς διηγήμασιν ἡδυνομένη καὶ τὸ τῆς ὑγείας ἀγαθὸν μᾶλλον καταγλυκαίνει τὰ τοῦ σώματος ἡμῶν αἰσθητήρια, εἰ ἔκ τινος ἀρρωστημάτωνἀηδίας πρὸς ἑαυτὴν ἐπανέλθοι πάλιν ἡ φύσις, τὸν αὐτὸν τρόπον ἐπίτασίν τινα καὶ πλεονασμὸν τῆς ἐν τοῖς ἀγαθοῖς εὐφροσύνης οἰκονομῶν ὁ ἀγαθὸς νυμφίος τῇ πρὸς αὐτὸν ἀνιούσῃ ψυχῇ οὐ μόνον τὸ ἑαυτοῦ κάλλος τῇ νύμφῃ προδείκνυσιν, ἀλλὰ καὶ τοῦ φρικωδεστάτου τῶν θηρίων εἴδους ὑπομιμνήσκει τῷ λόγῳ, ἵνα μᾶλλον ἐντρυφῴη τοῖς παροῦσι καλοῖς μανθάνουσα διὰ τῆς παραθέσεως, οἷα ἀνθ' οἵων ἠλλάξατο. τάχα δέ τι καὶ ἕτερον διὰ τούτων ἐκ προνοίας ἀγαθὸν τῇ νύμφῃ κατασκευάζεται· ἐπειδὴ γὰρ βούλεται ἡμᾶς ὁ λόγος τρεπτοὺς ὄντας κατὰ τὴν φύσιν μὴ πρὸς τὸ κακὸν διὰ τῆς τροπῆς ἀπορρέειν, ἀλλὰ διὰ τῆς ἀεὶ πρὸς τὸ κρεῖττον γινομένης αὐξήσεως συνεργὸν τὴν τροπὴν πρὸς τὴν τῶν ὑψηλοτέρων ἄνοδον ἔχειν, ὥστε κατορθωθῆναι διὰ τοῦ τρεπτοῦ τῆς φύσεως ἡμῶν τὸ πρὸς τὸ κακὸν ἀναλλοίω τον, τούτου χάριν ὥσπερ τινὰ παιδαγωγὸν καὶ φύλακα πρὸς τὴν τῶν κακῶν ἀλλοτρίωσιν τὴν μνήμην τῶν ποτε κατακρατησάντων θηρίων ὁ λόγος προήνεγκεν, ἵνα τῇἀποστροφῇ τῶν χειρόνων τὸ ἀκλινές τε καὶ ἀπαράτρεπτον ἐν τοῖς ἀγαθοῖς κατορθώσωμεν οὔτε ἱστάμενοι τῆς ἐπὶ τὸ κρεῖτ τον τροπῆς οὔτε πρὸς τὸ κακὸν ἀλλοιούμενοι. διὰ ταῦτα καὶ ἐλθεῖν ἐγκελεύεται ἀπὸ τοῦ λιβάνου τὴν νύμφην καὶ τῆς μάνδρας τῶν λεόντων ὑπομιμνήσκει, ᾗ ἐνηυλίζετο, καὶ τὰ τῶν παρδάλεων ὄρη προφέρει τῷ λόγῳ, οἷς ἐνδιέτριβεν ὅτε τοῖς θηρίοις ὁμοδίαιτος ἦν. Ἀλλ' ἐπειδὴ πάντοτε ἡ τοῦ λόγου φωνὴ δυνάμεώς ἐστι φωνή, καθάπερ ἐπὶ τῆς πρώτης κτίσεως συνεξέλαμψε τὸ φῶς τῷ προστάγματι καὶ συνυπέστη πάλιν τῷ προστα κτικῷ ῥήματι τὸ στερέωμα καὶ ἡ λοιπὴ πᾶσα κτίσις ὡσαύτως τῷ ποιητικῷ συνανεφαίνετο λόγῳ, τὸν αὐτὸν τρόπον καὶ νῦν τοῦ λόγου τὴν ψυχὴν κρείττονα γενομένην πρὸς ἑαυτὸν ἐλθεῖν ἐγκελευσαμένου ἀδιαστάτως δυναμωθεῖσα τῷ προστάγ ματι τοιαύτη γίνεται, οἵαν ὁ νυμφίος ἐβούλετο, μεταποιηθεῖσα πρὸς τὸ θειότερον καὶ ἀπὸ τῆς δόξης ἐν ᾗ ἦν πρὸς τὴν ἀνωτέραν δόξαν μεταμορφωθεῖσα διὰ τῆς ἀγαθῆς ἀλλοιώ σεως, ὡς θαῦμα γενέσθαι τῷ περὶ τὸν νυμφίον τῶν ἀγγέλων χορῷ καὶ πάντας εὐφήμως πρὸς αὐτὴν τὴν θαυμαστικὴν ταύτην προέσθαι φωνὴν ὅτι Ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴἡμῶν νύμφη· ὁ γὰρ τῆς ἀπαθείας χαρακτὴρ ὁμοίως ἐπιλάμ πων αὐτῇ τε καὶ τοῖς ἀγγέλοις εἰς τὴν τῶν ἀσωμάτων αὐτὴν ἄγει συγγένειάν τε καὶ ἀδελφότητα τὴν ἐν σαρκὶ τὸ ἀπαθὲς κατορθώσασαν. διὰ τοῦτό φασι πρὸς αὐτὴν ὅτι Ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη, κυρίως ἑκατέρῳ τῶν ὀνομάτων σεμνυνομένη· ἀδελφὴ μὲν ἡμετέρα διὰ τὴν τῆς ἀπαθείας συγγένειαν, νύμφη δὲ διὰ τὴν πρὸς τὸν λόγον συνάφειαν. τοῦ δὲ ἐκαρδίωσας τὸ σημαινόμενον τοιοῦτον εἶναι νομίζομεν οἷόν ἐστι καὶ τὸ ἐψύχωσας, ὡς εἰ ἔλεγον πρὸς αὐτὴν ὅτι καρδίαν ἡμῖν ἐνέθηκας. σαφηνείας δὲ χάριν, ὡς ἂν γένοιτο μᾶλλον καταφανὲς ἡμῖν τὸ λεγόμενον, τὸν θεῖον ἀπόστολον πρὸς τὴν τῶν μυστηρίων τούτων ἑρμηνείαν παραληψόμεθα· φησὶ γάρ που τῶν ἑαυτοῦ λόγων ἐκεῖνος πρὸς Ἐφεσίους γράφων, ὅτε τὴν μεγάλην οἰκονομίαν τῆς διὰ σαρκὸς γεγενημένης θεοφανείας ἡμῖν διηγήσατο, ὅτι οὐ μόνον ἡ ἀνθρωπίνη φύσις ἐπαιδεύθη τὰ θεῖα διὰ τῆς χάριτος ταύτης μυστήρια, ἀλλὰ καὶ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις ἐγνωρίσθη ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ διὰ τῆς κατὰ Χριστὸν ἐν τοῖς ἀνθρώποις οἰκονομίας φανερωθεῖσα. ἔχει δὲ ἡ λέξις οὕτως· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰτῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ· τῷ ὄντι γὰρ διὰ τῆς ἐκκλησίας γνωρίζεται ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἡ ποικίλη τοῦ θεοῦ σοφία ἡ διὰ τῶν ἐναντίων θαυματουργήσασα τὰ μεγάλα θαυμάσια, πῶς γέγονε διὰ θανάτου ζωὴ καὶ δικαιοσύνη διὰ τῆς ἁμαρτίας καὶ διὰ κατάρας εὐλογία καὶ δόξα διὰ τῆς ἀτιμίας καὶ διὰ τῆς ἀσθενείας ἡ δύναμις· μόνην γὰρ ἐν τοῖς πρὸ τούτου χρόνοις τὴν ἁπλῆν τε καὶ μονοειδῆ τοῦ θεοῦ σοφίαν αἱ ὑπερκόσμιοι δυνάμεις ἐγίνωσκον καταλλήλως ἐνεργοῦσαν τῇ φύσει τὰ θαύματα (καὶ ποικίλον ἦν ἐν τοῖς ὁρωμένοις οὐδὲν ἐν τῷ δύναμιν οὖσαν τὴν θείαν φύσιν πᾶσαν τὴν κτίσιν κατ' ἐξουσίαν ἐργάζεσθαι ἐν μόνῃ τῇ ὁρμῇ τοῦ θελήματος τὴν τῶν ὄντων φύσιν εἰς γένεσιν ἄγουσαν καὶ ποιεῖν τὰ πάντα καλὰ λίαν τὰ ἀπὸ τῆς τοῦ καλοῦ πηγῆς ἀναβρύοντα), τὸ δὲ ποικίλον τοῦτο τῆς σοφίας εἶδος τὸ ἐκ τῆς πρὸς τὰ ἐναντία διαπλοκῆς συνιστάμενον νῦν διὰ τῆς ἐκκλησίας σαφῶς ἐδιδάχθησαν, πῶς ὁ λόγος σὰρξ γίνεται, πῶς ἡ ζωὴ θανάτῳ μίγνυται, πῶς τῷ ἰδίῳ μώλωπι τὴν ἡμετέραν ἐξιᾶται πληγήν, πῶς τῇ ἀσθενείᾳ τοῦ σταυροῦ καταπαλαίει τοῦ ἀντικειμένου τὴν δύναμιν, πῶς τὸ ἀόρατονἐν σαρκὶ φανεροῦται, πῶς ἐξωνεῖται τοὺς αἰχμαλώτους αὐτός τε ὢν ὁ ὠνούμενος καὶ αὐτὸς χρῆμα γινόμενος (ἑαυτὸν γὰρ ἔδωκε λύτρον ὑπὲρ ἡμῶν τῷ θανάτῳ), πῶς καὶ ἐν τῷ θανάτῳ γίνεται καὶ τῆς ζωῆς οὐκ ἐξίσταται, πῶς καὶ τῇ δουλείᾳ καταμίγνυται καὶ ἐν τῇ βασιλείᾳ μένει· ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα ποικίλα ὄντα καὶ οὐχ ἁπλᾶ τῆς σοφίας ἔργα διὰ τῆς ἐκκλησίας οἱ φίλοι τοῦ νυμφίου μαθόντες ἐκαρδιώθησαν, ἄλλον χαρακτῆρα τῆς θείας σοφίας ἐν τῷ μυστηρίῳ κατανοήσαντες. εἰ δὲ μὴ τολμηρόν ἐστιν εἰπεῖν, τάχα κἀκεῖνοι διὰ τῆς νύμφης τὸ τοῦ νυμφίου κάλλος ἰδόντες ἐθαύμασαν τὸ πᾶσι τοῖς οὖσιν ἀόρατόν τε καὶ ἀκατάληπτον· ὃν γὰρ Οὐδεὶς ἑώρακε πώποτε, καθώς φησιν Ἰωάννης, Οὐδὲ ἰδεῖν τις δύναται, καθὼς ὁ Παῦλος μαρτύρε, οὗτος σῶμα ἑαυτοῦ τὴν ἐκκλησίαν ἐποίησε καὶ διὰ τῆς προσθήκης τῶν σῳζομένων οἰκοδομεῖ ἑαυτὸν ἐν ἀγάπῃ, Μέχρις ἂν καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. εἰ οὖν σῶμα τοῦ Χριστοῦ ἡ ἐκκλησία, κεφαλὴ δὲ τοῦ σώματος ὁ Χριστὸς τῷ ἰδίῳ χαρακτῆρι μορφῶν τῆς ἐκκλησίας τὸ πρόσωπον, τάχα διὰ τοῦτο πρὸς ταύτην βλέποντες οἱ φίλοι τοῦ νυμφίου ἐκαρδιώθησαν, ὅτι τρανότερον ἐν αὐτῇ τὸνἀόρατον βλέπουσιν· καθάπερ οἱ αὐτὸν τοῦ ἡλίου τὸν κύκλον ἰδεῖν ἀδυνατοῦντες, διὰ δὲ τῆς τοῦ ὕδατος αὐγῆς εἰς αὐτὸν ὁρῶντες, οὕτω κἀκεῖνοι ὡς ἐν κατόπτρῳ καθαρῷ τῇ ἐκκλησίᾳ τὸν τῆς δικαιοσύνης ἥλιον βλέπουσι τὸν διὰ τοῦ φαινομένου κατανοούμενον. τούτου χάριν οὐχ ἅπαξ εἴρηται τῇ νύμφῃ παρὰ τῶν φίλων τὸ ἐκαρδίωσας ἡμᾶς (ὅπερ ἐστὶν ὅτι ψυχήν τινα καὶ διάνοιαν πρὸς τὴν τοῦ φωτὸς κατανόησιν δι' ἑαυτῆς ἡμῖν ἐνεποίησας), ἀλλὰ καὶ πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνουσι λόγον ἀξιοπιστίαν προστιθέντες τῷ λεγο μένῳ διὰ τῆς δευτερώσεως· λέγουσι γὰρ ἐπαναλαμβάνοντες ὅτι Ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου. τοῦτό ἐστι μάλιστα ὃ τὴν θαυμαστικὴν ἐνεποίησε τοῖς φίλοις περὶ τῆς νύμφης διάθεσιν· διπλῆς γὰρ οὔσης τῇ ψυχῇ τῆς ὀπτικῆς ἐνεργείας καὶ τῆς μὲν τὴν ἀλήθειαν ὁρώσης, τῆς δὲ ἑτέρας περὶ τὰ μάταια πλανωμένης, ἐπειδὴ περὶ μόνην τοῦ ἀγαθοῦ τὴν φύσιν ἀνέῳκται τῆς νύμφης ὁ καθαρὸς ὀφθαλμός, ἀργεῖ δὲ ὁ ἕτερος, τούτου χάριν τῷ ἑνὶ τῶν ὀφθαλμῶνπροσάγουσιν οἱ φίλοι τὸν ἔπαινον, δι' οὗ μόνου θεωρεῖ τὸν μόνον, ἐκεῖνον λέγω τὸν μόνον τὸν ἐν τῇ ἀτρέπτῳ τε καὶ ἀϊδίῳ καταλαμβανόμενον φύσει, τόν τε ἀληθινὸν πατέρα καὶ τὸν μονογενῆ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· μόνον γάρ ἐστιν ὡς ἀληθῶς τὸ ἐν μιᾷ θεωρούμενον φύσει, μηδένα χωρισμὸν ἢ ἀλλοτρίωσιν τῆς κατὰ τὰς ὑποστάσεις διαφορᾶς ἐμποιούσης. εἰσὶ γάρ τινες οἳ διαφόροις ὀφθαλμοῖς κακῶς περὶ τὸ ἀνύπαρ κτον ὀξυωποῦσιν εἰς πολλὰς φύσεις τὸ ἓν ταῖς τῶν ἐνδιαστρό φων ὀφθαλμῶν φαντασίαις καταμερίζοντες. οὗτοί εἰσιν οἱ λεγόμενοι πολυβλέποντες, οἱ διὰ τοῦ πολλὰ βλέπειν ὁρῶντες οὐδέν. καὶ ὅσοι νῦν μὲν πρὸς τὸν θεὸν ὁρῶσι, πάλιν δὲ ταῖς ὑλικαῖς φαντασίαις ἐπιπλανῶνται, ἀνάξιοι τῆς τῶν ἀγγέλων εὐφημίας εἰσὶ ταῖς τῶν ἀνυπάρκτων φαντασίαις ἐμματαιάζοντες, ὁ δὲ πρὸς μόνον τὸ θεῖον ὀξυωπῶν τυφλὸς ἐν τοῖς ἄλλοις πᾶσίν ἐστιν, πρὸς ἅπερ αἱ τῶν πολλῶν βλέπουσιν ὄψεις. διὰ τοῦτο τῷ ἑνὶ τῶν ὀφθαλμῶν ποιεῖ τοῖς φίλοις ἡ νύμφη τὸ θαῦμα. οὐκοῦν τυφλὸς μέν ἐστιν ὁ πολυόμματος ὁ πρὸς τὰ μάταια πολλοῖς ὀφθαλμοῖς βλέπων, ὀξυδερκὴς δὲ καὶ διορατικὸς ἐκεῖνος ὁ δι' ἑνὸς τοῦ τῆς ψυχῆς ὀφθαλμοῦ πρὸς μόνον τὸ ἀγαθὸν βλέπων. Τίς δὲ ἐκείνη ἐστὶν ἡ μία ἢ τί τὸ ἔνθεμα τοῦ τραχήλου τῆς νύμφης, οὐ χαλεπὸν ἂν εἴη διὰ τῶν ἐξητασμένωνἐπιλογίσασθαι, κἂν δοκῇ πως ἀσαφὴς ἡ λέξις εἶναι, κατὰ τὴν σύμφρασιν· οὕτω γὰρ ὁ λόγος φησὶν ὅτι Ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ, ἐνθέματι τραχήλου σου, ὡς τὸ μὲν Ἐν μιᾷ σύμφωνον εἶναι τῷ Ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, νοούντων ἡμῶν κατὰ παράλειψιν τὸ Ἐν μιᾷ ψυχῇ. πολλαὶ γὰρ ἐν ἑκάστῳ γίνονται τῶν ἀπαιδεύτων ψυχαί, ἐν οἷς τὰ πάθη διὰ τῆς ἐπικρατήσεως εἰς τὸν τῆς ψυχῆς τόπον ἀντιμεθίσταται πρὸς λύπην καὶ ἡδονὴν ἢ θυμὸν καὶ φόβον καὶ δειλίαν καὶ θράσος μεταβαλλομένου τοῦ τῆς ψυχῆς χαρακτῆρος. ἡ δὲ πρὸς τὸν λόγον ὁρῶσα τῷ μονοειδεῖ τῆς κατ' ἀρετὴν ζωῆς μιᾷ ψυχῇ συζῆν μεμαρτύρη. οὐκοῦν οὕτω διασταλτέον τὸν λόγον, ὡς τὸ μὲν Ἐν μιᾷ τῷ προλαβόντι συνημμένον εἶναι κατὰ τὴν ἔννοιαν νοούντων ἡμῶν ἢ ἐν μιᾷ ψυχῇ ἢ ἐν μιᾷ καταστάσει, τὸ δὲ ἐφεξῆς ἑτέραν ἔχειν διάνοιαν τὸ Ἐνθέματι τραχήλου σου. ὡς ἄν τις ὅλον πρὸς τὸ σαφέστερον μεταλαβὼν εἴποι ὅτι σου καὶ ὀφθαλμὸς εἷς ἐστιν ἐν τῷ πρὸς τὸ ἓν βλέπεινκαὶ ψυχὴ μία διὰ τὸ μὴ πρὸς διαφόρους διαθέσεις μερίζεσθαι καὶ ἡ θέσις τοῦ τραχήλου σου τὸ τέλειον ἔχει τὸν θεῖον ζυγὸν ἐφ' ἑαυτῆς ἀραμένη. ἐπεὶ οὖν ἐπὶ ὄψει ἐν μὲν τῷ ἐνθέματι τοῦ τραχήλου σου τὸν τοῦ Χριστοῦ ὁρῶμεν ζυγόν, ἐν δὲ τῇ περὶ τὸ ὄντως ἀγαθὸν διαθέσει ἕνα ὀφθαλμὸν καὶ μίαν ψυχήν, διὰ τοῦτο ὁμολογοῦμεν ὅτι τοῖς σοῖς ἡμᾶς θαύμασιν ἐκαρδίωσας ἕνα δεικνύουσα ὀφθαλμὸν καὶ μίαν ψυχὴν ἐν τῷ ἐνθέματι τοῦ τραχήλου σου. [ἔνθεμα δὲ τοῦ τραχήλου τῆς νύμφης ὁ ζυγός ἐστι καθὼς εἴρηται.] αὕτη μὲν οὖν ἡ τῶν ἀγγέλων ἐστὶν εὐφημία ἣν ἐπὶ τῷ κάλλει τῆς νύμφης πεποίηνται (τούτους γὰρ εἶναι τοὺς φίλους τοῦ νυμφίου κατελαβόμεθα), ὡς δ' ἂν μὴ δοκοίη ἄκριτός τις αὐτῶν εἶναι καὶ διημαρτημένος ὁ ἔπαινος, κυροῖ τῶν φίλων τὴν ἐπὶ τῷ κάλλει τῆς νύμφης κρίσιν ἐπιψηφίσας ὁ λόγος καὶ προστίθησι καὶ αὐτὸς τὰ μείζω θαύματα τῇ μαρτυρίᾳ τοῦ κάλλους τὴν αὐτοῖς τοῖς μέλεσιν ἐπιφαινομένην ὥραν διαγράφων τῷ λόγῳ, ἃ ἐν τοῖς ἐφεξῆς θεοῦ διδόντος προσθήσομεν, εἴ γέ τις γένοιτο ἡμῖν ἐκ τῆς ἄνωθεν συμμαχίας δύναμις πρὸς τὴν κατανόησιντοῦ μυστηρίου εἰς ἐπίγνωσιν τοῦ κάλλους τῆς ἐκκλησίας καὶ εἰς ἔπαινον τῆς δόξης τῆς χάριτος αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note