In Canticum canticorum
Gregory of Nyssa (gregory-of-nyssa)Cant 9 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη, τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου; καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Κηρίον ἀποστάζουσι χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ κύπρος μετὰ νάρδου, ἀκροδρύων, Νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ λιβάνου, σμύρνα, ἀλόη μετὰ πάντων πρωτομύρων, Πηγὴ κήπων, φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ λιβάνου. Εἰ συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. λέγει ταῦτα πρὸς ἡμᾶς ὁ ἐν Παύλῳ λαλῶν· Ἀπεθάνετε γάρ, φησί, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. εἰ τοίνυν νεκροὶ τῇ κάτω φύσει γεγόναμεν εἰς οὐρανὸν ἀπὸ γῆς τὴν ἐλπίδα τῆς ζωῆς μετοικίσαντες καὶ ἡ διὰ σαρκὸς ζωὴ κέκρυπται ἀφ' ἡμῶν κατὰ τὸν παροιμιώδη λόγον ὅς φησιν ὅτι Σοφοὶ κρύψουσιν αἴσθησιν, ἀναμένομεν δὲ τὴν ἀληθινὴν ἐν ἡμῖν φανερωθῆναι ζωήν, ἥτις ἐστὶν ὁ Χριστός, ὥστε καὶ ἡμᾶς ἐν δόξῃ φανερωθῆναι μεταποιηθέντας πρὸς τὸ θειότερον, οὕτω τῶν παρόντων ἀκούσωμεν ὡς ἀποθανόντες τῷ σώματι πρὸς μηδεμίαν σαρκώδη διάνοιαν ἐκ τῶν λεγομένων κατασυρόμενοι· ὁ γὰρ νεκρὸς τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐπὶ τὸ καθαρὸν καὶ ἀκήρατον μετοίσει τὰς τῶν ῥημάτων ἐμφάσεις τὰ ἄνω φρονῶν, Οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος, ἐν ᾧ πάθος οὐκ ἔστι τῶν ταπεινῶν τε καὶ χαμαιζήλων νοημάτων λήθην ποιούμενος. ἀκούσωμεν τοίνυν τῶν θείων ῥημάτων, δι' ὧν ὑπογράφει ὁ λόγος τῆς ἀμιάντου νύμφης τὸ κάλλος, ἀκούσωμεν δὲ ὡς ἔξω γεγονότες ἤδη σαρκός τε καὶ αἵματος, εἰς δὲ τὴν πνευματικὴν μεταστοιχειωθέντες φύσιν. Τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα; ὅτι μὲν οὖν πᾶς ὁ ποιῶν τὸ θέλημα τοῦ κυρίου ἀδελφὸς αὐτοῦ καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶ καὶ ὅτι ἡ ἁρμοσθεῖσα τῷ κυρίῳ παρθένος ἁγνὴ πρὸς μετουσίαν τῆς ἀχράντου παστάδος νύμφη κυρίως κατονομάζεται, παντὶ δῆλον ἂν εἴη τοῦτο τῷ μὴ ἀγνοοῦντι τὰς θεοπνεύστους φωνάς· ἐγὼ δὲ τῶν θείων ῥητῶν τούτων διερευνώμενος τὴν διάνοιαν οὐ ψιλὸν ἔπαινον ἐκ τῆς τοιαύτης κλήσεως ὁρῶ προσαγόμενον παρὰ τοῦ λόγου τῇ νύμφῃ, ἀλλὰ τὰς αἰτίας τῆς εἰς τὸ κάλλος αὐτῆς ἐπιδόσεως διεξιέναι τὸν νυμφίον φημί, ὡς οὐκ ἂν αὐτῆς καλλιωθείσης ἐν ταῖς τῶν ἀγαθῶν διδαγμάτων πηγαῖς, ἃς μαζοὺς διὰ τῆς τροπικῆς σημασίας κατονομάζει, εἰ μὴ πρῶτον ἀδελφὴν ἑαυτὴν τοῦ κυρίου διὰ τῶν ἀγαθῶν ἔργων ἐποίησε καὶ εἰς παρθενίαν διὰ τῆς ἄνωθεν γεννήσεως ἀνακαινισθεῖσα μνηστὴ καὶ νύμφη τοῦ ἁρμοσαμένου ἐγένετο. ὁ τοίνυν ἀδελφὴν ἑαυτοῦ καὶ νύμφην αὐτὴν κατονομάσας τὴν αἰτίαν λέγει τῆς πρὸς τὸ κρεῖττόν τε καὶ τελειότερον τῶν μαζῶν αὐτῆς ἀλλοιώσεως, οἳ οὐκέτι γάλα βρύουσι τὴν τῶν νηπίων τροφήν, ἀλλὰτὸν ἀκήρατον οἶνον ἐπὶ εὐφροσύνῃ τῶν τελειοτέρων πηγά ζουσιν, οὗ τὴν χάριν τὸ τῶν καπήλων ὕδωρ οὐκ ἐλυμήνατο. σῴζεται δέ πως ἐν τοῖς λεγομένοις ὡς ἐν γαμικῇ θυμηδίᾳ ἡ ἀγαπητικὴ φιλοφροσύνη δι' ἀμοιβῆς παρ' ἀμφοτέρων ἀλλήλοις τὴν ἐρωτικὴν ἀντιχαριζομένων διάθεσιν· ταῖς γὰρ ὁμοίαις φωναῖς ἀντιδεξιοῦται ὁ νυμφίος τὴν ἐκκλησίαν, οἵαις ἐκείνη προλαβοῦσα τὸ ἐκείνου κάλλος ἐν τοῖς προοιμίοις ἀνύμνησεν· εὐθὺς γὰρ ἐν ταῖς πρώταις φωναῖς, ὅτε τὸν ἀπὸ τοῦ θείου στόματος λόγον τῷ στόματι αὐτῆς ἐγγενέσθαι ἐπόθησε τῷ τοῦ φιλήματος αἰνίγματι τοῦτο διασημάνασα, τὴν αἰτίαν τῆς τοιαύτης ἐπιθυμίας εἶπε τὸ ἀγαθοὺς εἶναι αὐτοῦ τοὺς μαστοὺς νικῶντας τῇ παρ' ἑαυτῶν χορηγίᾳ τὴν τοῦ οἴνου φύσιν καὶ παριόντας πᾶσαν μύρων τε καὶ ἀρωμάτων εὐωδίαν οὕτως εἰποῦσα τῷ λόγῳ Ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. ἐπειδὴ τοίνυν καὶ ἐν τοῖς ἄλλοις πᾶσι τοῦτο παρὰ τῆς θείας φιλοσοφίας τὸ δόγμα μανθάνομεν ὅτι τοιοῦτον ἀεὶ γίνεται τὸ θεῖον ἡμῖν, οἵους ἂν ἑαυτοὺςτῷ θεῷ διὰ τῆς προαιρέσεως δείξωμεν (ἀγαθὸν μὲν γὰρ αὐτὸν εἶναι τοῖς ἀγαθοῖς ὁ Δαβὶδ ἐν τῇ προφητείᾳ μαρτύρεται, τοῖς δὲ θηριωθεῖσι διὰ τοῦ βίου ἕτερός τις τῶν προφητῶν ἄρκον αὐτὸν λέγει καὶ πάρδαλιν δι' αἰνιγμάτων τὰ εὐαγγελικὰ προεκτιθέμενος δόγματα, ἐν οἷς ἄλλος τοῖς δεξιοῖς καὶ ἕτερος τοῖς εὐωνύμοις ὁ τῶν λόγων τοῦ βασιλέως χαρακτὴρ καθορᾶται, τοῖς μὲν ἀγαθός τε καὶ μείλιχος, τοῖς δὲ φοβερὸς καὶ ἀμείλικτος καταλλήλως τῇ προαιρέσει τῶν κρινομένων ἑαυτὸν μεθαρμόζων), τούτου χάριν καὶ νῦν πρόσφορος τῇ νύμφῃ παρὰ τοῦ λόγου ἡ ἀντίδοσις γίνεται· ἐν οἷς ὕμνησε τοῦ δεσπότου τὸ κάλλος, ἐν τοῖς ὁμοίοις αὐτῇ τοῦ κυρίου ἀντιχαρισαμένου τὸν ἔπαινον· ἀποδέχεται γὰρ καὶ αὐτὸς τῶν μαζῶν αὐτῆς τὴν διὰ τῆς ἐνεργείας πρὸς τὸ κρεῖττον γεγενημένην ἀλλοίωσιν, ὅτι τοῦ γαλακτοφορεῖν παυσάμενοι οἶνον καὶ οὐχὶ γάλα προχέουσι, δι' οὗ ταῖς τελειοτέραιςκαρδίαις ἡ εὐφροσύνη γίνεται τῶν μηκέτι ὑπὸ νηπιότητος κλυδωνιζομένων, ἀλλ' ἐκ τοῦ κρατῆρος τῆς σοφίας ἐμφο ρεῖσθαι δυναμένων τῷ στόματι τὰ ἀγαθὰ καὶ ἐφέλκεσθαι. Ἐπαινέσας τοίνυν τοὺς μαζοὺς διὰ τὴν τοῦ οἴνου φορὰν προστίθησι καὶ τῆς εὐοδμίας τὸν ἔπαινον εἰπὼν ὅτι Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. νοῆσαι δὲ χρὴ τὸν τοιοῦτον ἔπαινον ἐκ τῆς ἁγίας γραφῆς τῶν ὀνομασθέντων ἀρωμάτων διδαχθέντας τὴν φύσιν. πᾶν τὸ εὔπνουν ἄρωμα τῆς ὀσφραντικῆς αἰσθήσεως ἡδονὴ γίνεται. οὐκοῦν ἐκεῖνα λέγειν ἀρώματα τὸν λόγον νοήσομεν, ὅσα παρὰ τῆς γραφῆς εὐπνοεῖν ἐδιδάχθημεν· οἷον προσάγει Νῶε τῷ θεῷ τὴν θυσίαν Καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας. οὐκοῦν ἀρώματα γίνεται τῷ θεῷ ἡ θυσία. πολλαὶ καὶ μετὰ ταῦτα προσάγονται τῷ θεῷ διὰ τοῦ νόμου ἱλεωτικαὶ θυσίαι, χαριστήριοί τε καὶ σωτήριοι καὶ καθάρσιοι καὶ περὶ ἁμαρτίας· πάντα ταῦτα τίθει ἐν τοῖς ἀρώμασι, καὶ τὰς ὁλοκαρπώσεις καὶ τὰς ὁλοκαυτώσεις καὶ τὰς μερικὰς τῶν ἀφαιρεμάτων ἀφιερώσεις, τὸ στηθύνιον τοῦ ἱερείου, τὸν λοβὸν τοῦ ἥπατος, τὸ ἐπινεφρίδιον στέαρ καὶ ἔτι πρὸς τούτοις τὸν λίβανον, τὴν τῷ ἐλαίῳ διαβεβρεγμένην σεμίδαλιν, τὸ θυμίαμα τῆς συνθέσεως, καὶ τὰ ἄλλα πάντα ὅσα διὰ πυρὸς εἶχε τὴν ἁγιστείαν ἐν τῷ καταλόγῳ τῶν ἀρωμάτων ἔστω. ὅταν οὖν ἀκούσωμεν τὸ τῆς νύμφης μύρον πλείονος ὑπὲρ πάντα τὰ ἀρώματα τῆς ἀποδοχῆς ἀξιούμενον, τοῦτο τῷ λόγῳ μανθάνομεν, ὅτι τὸ τῆς ἀληθείας μυστήριον τὸ διὰ τῆς εὐαγγελικῆς διδα σκαλίας ἐπιτελούμενον μόνον εὐῶδές ἐστι τῷ θεῷ, πάντων τῶν νομικῶν ἀρωμάτων προκεκριμένον, ἅτε μηκέτι τύπῳ τινὶ καὶ σκιᾷ καλυπτόμενον ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας εὔπνουν γινόμενον· εἰ γάρ τι καὶ τῶν προλαβόντων ἀρωμάτων ὠσφράνθη κύριος εἰς ὀσμὴν εὐωδίας, κατὰ τὸν ἐμφαινόμενον λόγον τοῖς γινομένοις ἕκαστον αὐτῶν τῆς ἀποδοχῆς ἠξιώθη οὐ κατὰ τὸ πρόχειρόν τε καὶ σωματικὸν εἶδος τῶν γινομένων. καὶ τοῦτο δῆλόν ἐστι ἐκ τῆς μεγάλης τοῦ προφήτου φωνῆς ἥ φησιν ὅτι Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· οὐ γὰρ φάγομαι κρέα ταύρων οὐδὲ αἷμα τράγων πίομαι. καίτοι πάλαι πολλάκις αἱ ζωοθυσίαι γεγόνασιν. ἀλλὰ κἂν γένηται ταῦτα, ἕτερόν ἐστι τὸ διὰ τούτων ἐν αἰνίγματί σοι νομοθετούμενον τὸδεῖν τὰ πάθη τὰ ἐν σοὶ σφαγιάζεσθαι· Θυσία γάρ, φησί, τῷ θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει. ὅθεν γίνεται ἡ θυσία τῆς αἰνέσεως ἡμῶν ἡ δοξάζουσα τὸν τὴν τοιαύτην ὀσμὴν ὀσφραινόμενον. ἐπειδὴ τοίνυν τὰ τυπικὰ πάντα τοῦ νόμου ἀρώματα ὑπερβᾶσα ἡ πνευματικῶς εὐπνοοῦσα κατὰ τὸν Παῦλον ψυχή, ὃς Χριστοῦ εὐωδία ἦν, αὕτη διὰ τοῦ βίου ἐγένετο καὶ τὸ μύρον τῆς ἱερωσύνης καὶ τὸ θυμίαμα τῆς συνθέσεως διὰ τῆς ποικίλης τῶν ἀρετῶν συνεισφορᾶς τε καὶ μίξεως καλῶς εὐπνοήσασα, ἧς ὁ βίος ἐφάνη τῇ ὀσφρήσει τοῦ νυμφίου εἰς ὀσμὴν εὐωδίας, διὰ τοῦτο ἡ θεία αἴσθησις, καθὼς ὁ Σολομὼν ὀνομάζει, τῶν σωματικῶν ἀρωμάτων τοῦ νόμου προτίθησι τὴν ἄϋλον ἐκείνην καὶ καθαρὰν τὴν διὰ τῶν ἀρετῶν μυρεψουμένην εὐωδίαν λέγων Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Ὁ δὲ ἐφεξῆς λόγος πρὸς τὸ ὑψηλότερον προάγει τὸν ἔπαινον τὴν ἐκ μελέτης τε καὶ προσοχῆς γενομένην αὐτῇ τῶν πνευματικῶν χαρισμάτων περιουσίαν μαρτυρῶν τῷλόγῳ· ἐπειδὴ γὰρ παρὰ τὴν μέλισσαν φοιτᾶν τὸν τῆς σοφίας μαθητὴν ὁ παροιμιακὸς βούλεται λόγος (νοεῖς δὲ πάντως ἐκ τῶν μαθημάτων τὴν διδάσκαλον ἥτις ἐστίν) λέγων τοῖς ἐρασταῖς τῆς σοφίας Πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ἐμπο ρεύεται, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγεῖαν προσφέρονται (ποθεινὴν δὲ λέγει πᾶσιν εἶναι αὐτὴν καὶ ἐπίδοξον, ἀσθενοῦσαν μὲν κατὰ τὴν ῥώμην, τὴν δὲ σοφίαν τιμήσασαν καὶ διὰ τοῦτο προαχθεῖσαν εἰς ὑπόδειγμα βίου τοῖς ἐναρέτοις· Τὴν γὰρ σοφίαν, φησί, τιμήσασα προήχθη), συμβουλεύει δὴ διὰ τῶν εἰρημένων μηδενὸς ἀπέχεσθαι τῶν ἀγαθῶν μαθημάτων, ἀλλὰ τῷ λειμῶνι τῶν θεοπνεύστων ἐφιπτάμενον λόγων, ἀφ' ἑκάστου τι πρὸς τὴν κτῆσιν τῆς σοφίας ἀπανθιζόμενον κηροπλαστεῖν ἑαυτῷ τὸ κηρίον, οἷον ἐν σίμβλῳ τινὶ τῇ ἑαυτοῦ καρδίᾳ τὴν φιλεργίαν ταύτην ἀποτιθέμενον, ὥσπερ τινὰς ἐν κηρίῳ σύριγγας τῶν πολυειδῶν μαθημάτων ἀσυγχύτους ἐν τῇ μνήμῃ τὰς θήκας δημιουργή σαντα, καὶ οὕτω κατὰ μίμησιν τῆς σοφῆς ἐκείνης μελίσσης, ἧς ἡδὺ μὲν τὸ κηρίον ἄπληκτον δὲ τὸ κέντρον, τὴν σεμνὴν ταύτην τῶν ἀρετῶν ἐργασίαν διὰ παντὸς ἐμπορεύεσθαι. ἐμπορεύεται γὰρ ὡς ἀληθῶς ὁ τὰ ἀγαθὰ τὰ αἰώνια τῶν τῇδε πόνων διαμειβόμενος καὶ τοὺς ἰδίους πόνους εἰς ψυχικὴν ὑγεῖαν βασιλεῦσί τε καὶ ἰδιώταις νέμων, ὥστε ποθεινὴντῷ νυμφίῳ τὴν τοιαύτην γενέσθαι ψυχὴν καὶ τοῖς ἀγγέλοις ἐπίδοξον ἐν ἀσθενείᾳ τελειοῦσαν τὴν δύναμιν διὰ τὴν τῆς σοφίας τιμήν. ἐπειδὴ τοίνυν παιδεύσεώς ἐστι καὶ φιλοπονίας ὑποδείγματα τὰ περὶ τὴν σοφὴν ἐκείνην μέλισσαν διηγήματα καὶ αἱ ποικίλαι τῶν πνευματικῶν χαρισμάτων διαιρέσεις κατὰ τὴν τῆς σπουδῆς ἀναλογίαν τοῖς πεπονηκόσι προγίνον, διὰ τοῦτό φησι πρὸς τὴν νύμφην ὅτι πλήρης σοι γέγονεν ἡ καρδία τῶν ἐκ τῆς παντοδαπῆς παιδεύσεως κηρίων, ὅθεν προφέρεις ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας τὰς μελιχρὰς τῶν λόγων σταγόνας, ὡς εἶναί σοι μέλι τὸν λόγον συναναμεμιγμένον τῷ γάλακτι· Κηρίον γάρ, φησίν, ἀποστάζει χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. παρεσκεύασται γάρ σοι ὁ λόγος οὐ μονοειδῶς τοῖς ἀκούουσι τὴν ὠφέλειαν ἐπιδεικνύμενος ἀλλὰ καταλλήλως πρὸς τὴν τῶν δεχομένων δύναμιν ἁρμοζόμενος, ὡς καὶ τοῖς τελειοτέροις καὶ τοῖς νηπιάζουσιν οἰκείως ἔχειν, τοῖς μὲν τελείοις μέλι, τοῖς δὲ νηπίοις γάλα γινόμενος. οἷος ὁ Παῦλος ἦν, τοῖς μὲν ἁπαλωτέροις τῶν λόγων τοὺς ἀρτιγενεῖς τιθηνούμενος, σοφίαν δὲ λαλῶν ἐν τοῖς τελείοις ἐν μυστηρίῳ τὴν ἀποκε κρυμμένην ἀπὸ τῶν αἰώνων, ἣν οὐ χωρεῖ ὁ αἰὼν οὗτος οὐδὲ οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου. τὴν οὖν τοιαύτην παρασκευὴν τοῦ μέλιτός τε καὶ τοῦ γάλακτος ὑποκεῖσθαι λέγει τῇ γλώσσῃ τὴν τεταμιευμένην τε καὶ εὔκαιρον τῶν λόγων χρῆσιν διὰ τῆς τοιαύτης φωνῆς ἐνδεικνύμενος· ὁ γὰρ εἰδώς, πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι, ἔχων ὑπὸ τὴν γλῶσσαν τὴν ποικίλην ταύτην τοῦ λόγου δύναμιν ἁρμοδίως ἑκάστῳ τῶν ἀκουόντων τὸ πρὸς τὴν χρείαν ἐπὶ καιροῦ προχειρίζεται. Τοιοῦτον δὲ προσαγαγὼν τῷ στόματί τε καὶ τῇ γλώσσῃ τῆς νύμφης τὸν ἔπαινον πάλιν πρὸς τὰ μείζω τῶν ἐγκωμίων μετέρχεται λέγων ὅτι Ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. ὁ δὲ λόγος οὗτος φιλοσοφία τίς ἐστιν εἰς ὅτι βλέπει τοῖς ἀνθρώ ποις ὁ κατ' ἀρετὴν βίος ὑποδεικνύων· πέρας γὰρ τῆς ἐναρέτου ζωῆς ἡ πρὸς τὸ θεῖόν ἐστιν ὁμοίωσις· καὶ τούτου χάριν ἥ τε τῆς ψυχῆς καθαρότης καὶ τὸ πάσης ἐμπαθοῦς διαθέσεως ἀνεπίμικτον δι' ἐπιμελείας κατορθοῦται τοῖς ἐναρέτοις, ὥστε τινὰ χαρακτῆρα τῆς ὑπερκειμένης φύσεως διὰ τῆς ἀστειοτέρας ζωῆς καὶ ἐν αὐτοῖς γενέσθαι. ἐπειδὴ τοίνυν οὐ μονοειδής τίς ἐστιν οὐδὲ μονότροπος ἡ κατ' ἀρετὴν πολιτεία, ἀλλ' ὥσπερ ἐπὶ τῆς τῶν ὑφασμάτων κατασκευῆς διὰ πολλῶν νημάτων, τῶν μὲν ἐπ' εὐθείας ἀνατεταμένων τῶν δὲ κατὰ τὸ πλάγιον διῃρμένων, ἡ ὑφαντικὴ τέχνη τὴν ἐσθῆτα ποιεῖ, οὕτω καὶ ἐπὶ τῆς ἐναρέτου ζωῆς πολλὰ χρὴ συνδραμεῖν, δι' ὧν ὁ ἀστεῖος ἐξυφαίνεται βίος, καθὼς ἀπαριθμεῖται τὰ τοιαῦτα νήματα ὁ θεῖος ἀπόστολος, δι' ὧνἡ τῶν καθαρῶν ἔργων ἱστουργία συνίσταται, ἀγάπην λέγων καὶ χαρὰν καὶ εἰρήνην, μακροθυμίαν τε καὶ χρηστότητα καὶ πάντα τὰ τοιαῦτα, οἷς κατακοσμεῖται ὁ ἐκ τοῦ φθαρτοῦ τε καὶ γηΐνου βίου τὴν οὐράνιον ἀφθαρσίαν μετενδυόμενος, τούτου χάριν ἀποδέχεται τὸν ἐν τῇ ἐσθῆτι κόσμον τῆς νύμφης ὡς τῷ λιβάνῳ κατὰ τὴν ὀσμὴν ὁμοιούμενον. καίτοι γε πρὸ τούτου πάντων εἶπε τῶν ἀρωμάτων προέχειν τὴν τοῦ μύρου τῆς νύμφης εὐωδίαν, ὡς δοκεῖν ἐν τούτῳ καθαίρεσιν εἶναι τῶν ἐγκωμίων, εἴπερ ἡ παντὸς ἀρώματος ὑπερτεθεῖσα νῦν πρὸς ἓν τῶν ἀρωμάτων ὁμοιοῦται διὰ συγκρίσεως, οὕτως εἰπόντος τοῦ λόγου ὅτι κατὰ τὴν ὀσμὴν τοῦ λιβάνου ἡ τῶν ἱματίων σού ἐστιν εὐωδία. ἀλλ' ἐπειδὴ ἰδιαζόντως κατά τινα λόγον εἰς τὴν τοῦ θείου τιμὴν ἀποτεταγμένον ἦν τὸ τοῦ λιβάνου θυμίαμα, τούτου χάριν ἡ ὑπὲρ πάντα τὰ ἀρώματα εἶναι κριθεῖσα ἀξιοῦται τῆς πρὸς τὸ ἓν ἄρωμα ὁμοιώσεως τὸ τῷ θεῷ ἀνακείμενον, ὡς τὸ νόημα τοῦ αἰνίγ ματος τοιοῦτον εἶναι ὅτι· σοί, ὦ νύμφη, τῶν ἀρετῶν ἡ περιβολὴ τὴν θείαν μιμεῖται μακαριότητα διὰ καθαρότητός τε καὶ ἀπαθείας τῇ ἀπροσίτῳ φύσει ὁμοιουμένη· τοιαύτη γάρ, φησίν, ἡ τῶν σῶν ἱματίων ὀσμή, ὡς πρὸς τὸν λίβανον ἐμφερῶς ἔχειν τὸν ἀνακείμενον εἰς τὴν τοῦ θείου τιμήν. Πάλιν μανθάνομεν διὰ τῶν ἐφεξῆς ἐπαίνων, πῶς ἄντις γένοιτο τοῦ κυρίου ἀδελφὴ καὶ ὁμόζυγος, δι' ὧν φησιν ὅτι Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη. οὐκοῦν εἴ τις μεταποιεῖται νύμφη μὲν διὰ τοῦ προσκολληθῆναι τῷ κυρίῳ γενέσθαι, ἀδελφὴ δὲ διὰ τοῦ τὸ θέλημα αὐτοῦ κατεργά ζεσθαι, καθὼς λέγει τὸ εὐαγγέλιον, κῆπος εὐθαλὴς γενέσθω πάντων ἔχων ἐν ἑαυτῷ τῶν φυτῶν τὴν ὥραν, τήν τε γλυκεῖαν συκῆν καὶ τὴν κατάκαρπον ἐλαίαν καὶ τὸν ὑψίκομον φοίνικα καὶ τὴν εὐθηνοῦσαν ἄμπελον, μὴ θάμνον ἀκανθώδη τινὰ μηδὲ κόνυζαν, ἀλλὰ κυπάρισσον ἀντ' αὐτῶν καὶ μυρσίνην. οὕτω γὰρ τὸν τοιοῦτον κῆπον οἶδεν ὡραΐζειν ὁ μέγας τε Δαβὶδ καὶ ὁ ὑψηλὸς Ἠσαΐας, ὁ μὲν λέγων Δίκαιος ὡς φοῖνιξ ἀνθήσει· καὶ Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος· καὶ Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα· ὁ δὲ Ἠσαΐας ἀντὶ θάμνου μὲν τὴν κυπάρισσον, ἀντὶ δὲ κονύζης τὴν μυρσίνην φησὶν ἀναβήσεσθαι· καὶ παρ' ἑτέρῳ τινὶ προφήτῃ μακαρίζεται ὁ ὑποκάτω τῆς συκῆς τῆς ἰδίας ἀναπαυόμενος. τὰ δὲ καθ' ἕκαστον περὶ τῶν δένδρων τούτων αἰνίγματα τῶνὑπὸ τῆς προφητείας ἡμῖν ὑποδειχθέντων παρέλκον ἂν εἴη δι' ἀκριβείας ἐκτίθεσθαι, προδήλου πᾶσιν ὄντος, τίς μὲν ὁ γλυκὺς τῆς συκῆς ἐστι καρπὸς ὁ ἐκ τοῦ δριμυτάτου ὀποῦ πεπαινόμενος, ὁ κατ' ἀρχὰς μὲν πικρός τε καὶ ἄβρωτος, ὕστερον δὲ καρπὸς εἰρηνικὸς γινόμενος καὶ καταγλυκαίνων τὰ τῆς ψυχῆς αἰσθητήρια, τί δὲ ἡμῖν ἡ τῆς ἐλαίας καρπογονία χαρίζεται διὰ τοῦ δριμυτάτου τε καὶ πικροτάτου χυμοῦ τοῦ κατ' ἀρχὰς ἐντρεφομένου τῇ ὀπώρᾳ μετὰ ταῦτα διὰ τῆς καταλλήλου πεπάνσεώς τε καὶ γεωργίας εἰς ἐλαίου μεταβάλλουσα φύσιν ὃ τοῦ φωτὸς γίνεται ὕλη καὶ καμάτων λυτήριον καὶ πόνων ἄνεσις καὶ κεφαλῆς φαιδρότης καὶ πρὸς τοὺς ἀγῶνας τοῖς νομίμως ἀθλοῦσι συνέργεια, πῶς δὲ δυσεπιχείρητον ποιεῖ τὸν ἑαυτοῦ καρπὸν τοῖς κλέπταις ὁ φοῖνιξ ἄνω θησαυρίζων καὶ οὐχὶ πρόσγειον αὐτὸν ἐκφέρων· ἥ τε τῆς ἀμπέλου χάρις καὶ ἡ εὐώδης κυπάρισσος καὶ τὸ ἡδὺ τῆς μυρσίνης· ταῦτα πάντα διὰ τροπικῆς θεωρίας πρὸς τὸν κατ' ἀρετὴν μεταληφθέντα λόγον πρόδηλα πᾶσίν ἐστι τοῖς νουνεχῶς ἐπαΐουσι πρὸς ὅ τι βλέπει. οὐκοῦν ὁ τῶν τοιούτων δένδρων κῆπος γεγονὼς εὐθαλὴς καὶ κατάφυτος καὶ τῷ τῶν ἐντολῶν ἑρκίῳ πανταχόθεν ἠσφαλισμένος, ὡςμηδεμίαν καθ' ἑαυτοῦ παρασχεῖν τῷ κλέπτῃ καὶ τοῖς θηρίοις τὴν πάροδον (ὁ γὰρ ἐν κύκλῳ τῷ φραγμῷ τῶν ἐντολῶν διειλημμένος ἀνεπίβατός ἐστι τῷ μονιῷ τῷ ἀγρίῳ καὶ ὁ ἐκ τοῦ δρυμοῦ αὐτὸν ὗς οὐ λυμαίνεται), εἴ τις τοίνυν καὶ κῆπός ἐστι καὶ ἠσφαλισμένος, οὗτος ἀδελφὴ καὶ νύμφη γίνεται τοῦ πρὸς τὴν τοιαύτην εἰπόντος ψυχὴν ὅτι Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη. Ἀλλὰ τῷ κήπῳ τούτῳ καὶ πηγῆς ἐστι χρεία, ὡς ἂν εὐθαλὲς διαμένοι τὸ ἄλσος τῷ ὕδατι πρὸς τὸ διηνεκὲς πιαινόμενον. διὰ τοῦτο συνέζευξεν ἐν τοῖς ἐπαίνοις τὴν πηγὴν τῷ κήπῳ εἰπὼν ὅτι Κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. τὸν δὲ περὶ τῆς πηγῆς λόγον ἡ Παροιμία διδάσκει ἡμᾶς δι' αἰνίγματος ἐν οἷς φησιν ὅτι Ἡ πηγὴ τοῦ ὕδατός σου ἔστω σοι ἰδία· καὶ Ἔστω σοι μόνῳ καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι. ὡς γὰρ ἐκεῖ κωλύει τοῖς ἀλλοτρίοις ἐνδαπανᾶσθαι τῆς πηγῆς τὸ ὕδωρ, οὕτως ἐνταῦθα τὸ μηδαμοῦ διαχεῖσθαι πρὸς ἀλλοτρίους τὴν πηγὴν μαρτυρεῖ διὰ τοῦ εἰπεῖν ὅτι Ἐσφραγισμένη, ὅπερ ἴσον ἐστὶ τῷ εἰπεῖν ὅτι πεφυλαγμένη. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· πηγὴ κυρίως κατονομάζεται κατά γε τὸν ἐμὸν λόγον ἡ διανοητικὴ τῆς ψυχῆς ἡμῶν δύναμις ἡ παντοίους λογισμοὺς ἐν ἡμῖν βρύουσά τε καὶ πηγάζουσα. ἀλλὰ τότε ἡμέτερον γίνεται τῆς διανοίας τὸ κίνημα, ὅταν πρὸς τὰ συμφέροντα ἡμῖνκινῆται πᾶσαν ἡμῖν συνεργίαν πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν παρεχόμενον. ὅταν δέ τις τρέψῃ τῶν λογισμῶν τὴν ἐνέργειαν πρὸς κακίας ἐπίνοιαν, τότε τοῖς ἀλλοτρίοις ἐνδαπανᾶται τὸ ῥεῖθρον, ὡς εὐτροφεῖν μὲν τὸν ἀκανθώδη βίον τῇ συμμαχίᾳ τῶν λογισμῶν καταρδόμενον, ἀποξηραίνεσθαι δὲ καὶ μαραί νεσθαι τὴν κρείττω φύσιν μηδεμιᾶς τῆς ἐκ λογισμῶν ἰκμάδος ὑποτρεφούσης τὴν ῥίζαν. ἐπειδὴ τοίνυν ἡ σφραγὶς τὸ ἄσυλον τῷ δι' αὐτῆς φυλασσομένῳ χαρίζεται φοβοῦσα τῷ σημάντρῳ τὸν κλέπτην, πᾶν δὲ τὸ μὴ κλεπτόμενον τῷ δεσπότῃ μένει ἀκέραιον, τὴν ἀκροτάτην ἔοικεν ἀρετὴν μαρτυρεῖν τῇ νύμφῃ ἐνταῦθα ὁ ἔπαινος, ὅτι ἀνέπαφος αὐτῆς μένει τοῖς ἐχθροῖς ἡ διάνοια ἐν καθαρότητι καὶ ἀπαθείᾳ φυλασσομένη τῷ ἰδίῳ δεσπότῃ· σφραγίζεται γὰρ τὴν πηγὴν ταύτην ἡ καθαρότης μηδεμιᾷ νοημάτων ἰλύϊ τὸ διαυγές τε καὶ ἀερῶδες τῆς καρδίας ἐπιθολώσασα. ὡς δ' ἄν τις ἐπὶ τὸ σαφέστερον προαγάγοι τὸ νόημα, τοιοῦτόν ἐστιν· ἐπειδὴ τῶν ἐν ἡμῖν τὰ μὲν ὡς ἀληθῶς ἐστιν ἡμέτερα, ὅσα τῆς ψυχῆς ἐστιν ἴδια, τὰ δὲ οἰκειούμεθα ὡς ἡμέτερα, τὰ περὶ τὸ σῶμά τε καὶ τὰἔξωθεν λέγω, διά τινος ἡμαρτημένης ὑπολήψεως ἴδια νομίζοντες τὰ ἀλλότρια (τί γὰρ κοινὸν τῇ ἀΰλῳ τῆς ψυχῆς φύσει πρὸς τὴν ὑλικὴν παχυμέρειαν;), τούτου χάριν ὅ γε παροιμιώδης συμβουλεύει λόγος μὴ τοῖς ἀλλοτρίοις ἡμῶν, τοῖς περὶ τὸ σῶμά φημι καὶ τὰ ἔξωθεν, τὴν πηγὴν τῆς διανοίας ἐναναλίσκεσθαι, ἀλλὰ περὶ τὸν ἴδιον ἀναστρέφεσθαι κῆπον τὴν τοῦ θεοῦ φυτείαν πιαίνουσαν. ἀρετὰς δὲ εἶναι τὴν φυτείαν τοῦ θεοῦ μεμαθήκαμεν, περὶ ἃς ἡ διανοητικὴ τῆς ψυχῆς ἡμῶν δύναμις ἀσχολουμένη καὶ πρὸς οὐδὲν τῶν ἔξωθεν ἀπορρέουσα τῷ χαρακτῆρι τῆς ἀληθείας σφραγί ζεται, τῇ πρὸς τὸ ἀγαθὸν σχέσει ἐμμορφουμένη. Ἴδωμεν δὲ καὶ τῶν ἐφεξῆς ἐπαίνων τὴν δύναμιν· Ἀποστο λαί σου, φησί, παράδεισος ῥοῶν μετὰ καρποῦ ἀκροδρύων, κύπρος μετὰ νάρδου, νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ λιβάνου, σμύρνα, ἀλόη μετὰ πάντων πρωτομύρων, πηγὴ κήπων, φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ λιβάνου. ὅτι μὲν οὖν παμμέγεθές τι καὶ ἐξαίσιον τοῖς εἰρημένοις ἔγκειταινόημα, δι' οὗ τῆς κατὰ θεὸν ὑψωθείσης τὸ κάλλος ἐν θαύματι γίνεται ταῖς πολυτρόποις τῶν ἐπαίνων ὑπερβολαῖς εὐφημου μένης, δῆλον καὶ ἐκ τῆς προχείρου λέξεως τῶν εἰρημένων ἐστίν. τίς δὲ ἡ ἀληθής ἐστι διάνοια, ἣν διασημαίνει ταῦτα τὰ ῥήματα μόνου ἂν εἴη σαφῶς εἰδέναι τοῦ κατὰ τὸν ἅγιον Παῦλον ἐπισταμένου πνεύματι λαλεῖν τὰ θεῖα μυστήρια· πῶς γὰρ τὸ ἀποστελλόμενον παρὰ τῆς νύμφης ῥοῶν ἐστι παράδεισος; πῶς δὲ ἐκ τῶν ῥοῶν ὁ καρπὸς τῶν ἀκροδρύων προφέρεται; πῶς δὲ τὰ ἀκρόδρυα μύρων γίνεται καὶ ἀρωμά των κατάλογος; ἐν γὰρ τοῖς τῶν ἀκροδρύων καρποῖς κύπρος καὶ νάρδος καὶ κρόκος ἐστί, κάλαμός τε καὶ κιννάμωμον καὶ πᾶν τοῦ λιβάνου ξύλον ὡς οὐδεμιᾶς τῆς κατὰ τὸ ἄρωμα τοῦ λιβάνου διαφορᾶς ἐν τοῖς ἀπηριθμημένοις λειπούσης. οἷς προστίθεται σμύρνα τε καὶ ἀλόη καὶ τὰ πρωτόμυρα πάντα· καὶ ἡ πρότερον κῆπος [ἐν τοῖς ἄνω] παρὰ τοῦ ἐπαινοῦν τος ὀνομασθεῖσα νῦν πηγὴ λέγεται κήπων καὶ φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ λιβάνου. ἀλλὰ τὸν μὲν ἀληθῆ περὶ τούτων λόγον εἰδεῖεν ἄν, καθὼς προεῖπον, οἱ τὸ βάθος τοῦ πλούτου καὶ τῆς σοφίας καὶ τῆς γνώσεως τοῦ θεοῦ διερευνᾶσθαι δυνάμενοι, ἡμεῖς δέ, ὡς ἂν μὴ παντελῶςἄγευστοι τῶν ἐν τῷ τόπῳ τούτῳ προκειμένων ἀγαθῶν καὶ ἀναπόλαυστοι καταλειφθείημεν, δι' ὀλίγων τῷ λόγῳ προσάξομεν αὐτὸν τὸν θεὸν λόγον καθηγεμόνα τῆς σπουδῆς ποιησάμενοι. ἔοικεν ἅπας ὁ τῶν ἐπαίνων κατάλογος, ὅ τε πρὸ τούτων εἰρημένος καὶ ὅσα νῦν περὶ αὐτῆς ἡμῖν ὁ λόγος παρέθετο, μὴ πρὸς εὐφημίαν τινὰ ψιλὴν κατὰ τὸ προηγού μενον βλέπειν, ἀλλὰ δύναμιν ἐντιθέναι διὰ τῶν λεγομένων πρὸς τὴν ἐπὶ τὰ μείζω τε καὶ ὑψηλότερα τῆς καρδίας ἀνάβασιν· οἷον ἀδελφὴ καὶ νύμφη τοῦ λόγου κατονομάζεται, ἀλλὰ συνάπτει τῶν ὀνομάτων τούτων ἑκάτερον τὴν ψυχὴν τῷ νυμφίῳ τῆς μὲν κατὰ τὴν νύμφην σημασίας σύσσωμον αὐτήν, καθὼς ὀνομάζει ὁ Παῦλος, ποιούσης τῷ ἀφθάρτῳ νυμφίῳ, τῆς δὲ περὶ τὰ θελήματα σπουδῆς εἰς ἀδελφικὴν ἀγχιστείαν προσαγούσης κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν· εἶτα ἐπαινεῖται φύσις μαζῶν ἡ ἀντὶ γάλακτος οἶνον προχέ ουσα καὶ δῆλον ὅτι ἔργον ὁ ἔπαινος γίνεται (οὐ γὰρ ἐγκωμιά ζεται τὸ ἀνύπαρκτον)· πρὸς τούτοις τὸ μύρον αὐτῆς πάντων τῶν ἀρωμάτων ὑπέρτερον κρίνεται, ὅπερ οὐκ ἂν οὕτως ἔχειν ἐκρίθη μὴ κατ' ἀλήθειαν πρὸς ἐκεῖνο τὸ ὕψος αὐτῆς διὰ τῆς ἐν τῷ κρείττονι προκοπῆς ἀναδραμούσης· θαυμάζεται μετὰ τοῦτο τὰ κηρία τοῦ λόγου τὰ τοῦ στόματος αὐτῆςἀποστάζοντα καὶ ἡ σύγκρατος τῆς σοφίας παρασκευὴ ἡ ὑποκειμένη τῇ γλώσσῃ γάλακτος πρὸς μέλι συγκεκραμένου· καὶ ταῦτα δύναμίς ἐστιν οὐ ῥήματα· πρὸς γὰρ τὴν τῶν ὑψη λοτέρων ἄνοδον χειραγωγουμένη ὑπὸ τοῦ λόγου τοσοῦτον ηὐξήθη, ὥστε μέλιτος ποιῆσαι πηγὴν τὸ στόμα καὶ ταμιεῖον τῆς συμμίκτου σοφίας τὴν γλῶσσαν, ᾗ ἐνθεωρεῖται ἡ γῆ τῆς ἐπαγγελίας ἡ ῥέουσα γάλα καὶ μέλι· τοσοῦτον δὲ αὐτὴν διὰ τῶν ἀναβάσεων ὑψώσας ὁ λόγος ἔτι πρὸς τὸ ὑψηλότερον ἄγει τὴν ἐσθῆτα αὐτῆς εὐπνοεῖν λέγων κατὰ τὴν τοῦ λιβάνου ὀσμήν, δι' οὗ τὸ ἐνδεδῦσθαι αὐτὴν τὸν Χριστὸν μαρτυρεῖ ὁ λόγος· παντὸς γὰρ ἐναρέτου βίου τέλος ἡ τοῦ θεοῦ μετουσία γίνεται (διὰ γὰρ τοῦ λιβάνου τὸ θεῖον ἐνδείκνυται)· καὶ οὐδὲ ἐν τούτοις ἔστη ἡ πρὸς τὸ ὑψηλότερον ἀεὶ χειραγωγου μένη ὑπὸ τοῦ λόγου ψυχή, ἀλλὰ μετὰ τὸ ὁμοιωθῆναι τῷ λιβάνῳ τὴν εὐοδμίαν κῆπος γίνεται καθ' ὁμοιότητα τοῦ παραδείσου, κῆπος οὐχ ὡς ἐν τοῖς πρώτοις ἀνθρώποις ἦν ἄνετός τε καὶ ἀφύλακτος, ἀλλὰ τῇ μνήμῃ τῆς ἐντολῆς πανταχόθεν τετειχισμένος. Ὁρᾷς ὅσην προσέλαβεν εἰς τὸ ἄνω τὴν δύναμιν. πάλιν ὅρα μοι τὴν ὑπὲρ τοῦτο ἀνάβασιν· οὐ γὰρ μόνον κῆπος κεκλεισμένος ἐγένετο τὴν ἰδίαν καρποφοροῦσα τροφήν, ἀλλὰ καὶ πότιμος γίνεται τοῖς διψῶσιν εἰς πηγῆς φύσιν μετατεθεῖσα καὶ ταύτης ἐσφραγισμένης. καὶ οὐδὲ ἐν τούτοιςἔστη, ἀλλ' εἰς τοσοῦτον ἔφθασε τῆς ἐπὶ τὸ μεῖζον αὐξήσεως, ὡς ἐκ τοῦ στόματος αὐτῆς βλαστάνειν παράδεισον (ὁ γὰρ ἀκριβέστερον προσσχὼν τῇ τῆς Ἑβραϊκῆς λέξεως ἐμφάσει ἀντὶ τοῦ εἰπεῖν· Ἀποστολαί σου ἐκ στόματός σου, φησί· Παράδεισος ῥοῶν, ὅπερ τοιοῦτόν ἐστιν ὅτι ὁ λόγος σου, ὁ διὰ τοῦ στόματός σου ἀποστελλόμενος, παράδεισός ἐστι ῥοῶν. αἱ δὲ ῥόαι παγκαρπίαν τινὰ τῶν ἀκροδρύων ἐκφύουσι, τὰ δὲ ἀκρόδρυα κύπρος μετὰ νάρδου, νάρδος καὶ κρόκος, κάλαμός τε καὶ κιννάμωμον καὶ πᾶν εἶδος τοῦ λιβάνου καὶ σμύρνα καὶ ἀλόη καὶ τὰ πρωτόμυρα). ἐπειδὴ τοίνυν κατὰ τὸν ἐν τῇ ψαλμῳδίᾳ μακαρισμὸν τῆς ἀντιλήψεως αὐτῇ παρὰ τοῦ θεοῦ γινομένης τὰς καλὰς ταύτας ἀναβάσεις ἐν τῇ καρδίᾳ διέθετο πάντοτε ἐκ δυνάμεως πορευομένη εἰς δύναμιν, καλῶς ἐπὶ τῆς τελειοτέρας καταστάσεως ῥοῶν παράδεισος αἱ τοῦ στόματος αὐτῆς ἀποστολαὶ ὀνομάζονται. προσφυῶς δὲ τῷ ὑποκειμένῳ νοήματι ἡ λέξις τῆς ἀποστολῆς ἐφηρμόσθη· τὸ γὰρ ἀποστελλόμενον ἀπὸ τοῦ πέμποντος εἰς τὸν ὑποδεχό μενον μεταβαίνει. καὶ τοῦτο ἐκ τῆς συνήθους τοῦ ῥήματοςκαταχρήσεως ἔστι μαθεῖν, ὡς καὶ τὸ εὐαγγέλιον λέγει, ὅτι τοὺς μαθητὰς τοὺς πρὸς τὸ κήρυγμα τῆς ἀληθείας ἐκπεμπομένους ἀποστόλους ὁ λόγος ὠνόμασεν. τί οὖν ἐστιν ὃ ἀποστέλλει τὸ στόμα τῆς νύμφης; δῆλον ὅτι τὸν λόγον τῆς πίστεως, ὃς ἐν τοῖς ὑποδεχομένοις γενόμενος παράδεισος γίνεται διὰ τῆς ἀκοῆς ταῖς καρδίαις ἐμφυτευό μενος. τὸ δὲ κατάφυτον καὶ συνηρεφὲς τοῖς δένδροις ἄλσος παράδεισον εἴωθε καλεῖν ἡ συνήθεια. ὡς ἂν οὖν καὶ τὸ γένος μάθοιμεν τῶν φυτῶν, ὅπερ διὰ τοῦ λόγου ταῖς ψυχαῖς τῶν πεπιστευκότων κηπεύεται, ῥόας ὀνομάζει τὰ δένδρα, ἃς φυτηκομεῖ ὁ λόγος ὁ παρὰ τοῦ στόματος τῆς νύμφης ἀποστελλόμενος. ἡ δὲ ῥόα δυσεπιχείρητός ἐστι τῷ κλέπτῃ ἀκανθώδεις προβαλλομένη τοὺς ὅρπηκας καὶ τὸν καρπὸν αὐστηρῷ τινι καὶ πικραίνοντι κατὰ τὴν γεῦσιν τῷ προκαλύμ ματι περιέχουσά τε καὶ ὑποτρέφουσα, ὃς κατὰ τὸν ἴδιον καιρὸν μετὰ τὸ πεπανθῆναι τοῦ ἐλύτρου περιρραγέντος ἔνδοθεν διαφαίνεται, ἡδὺς μὲν τὴν ὄψιν καὶ εὐδιάθετος, μελιηδὴς δὲ τὴν γεῦσιν καὶ ἄλυπος, ὁ καταγλυκαίνων τῷ οἰνώδει χυμῷ τὰ γευστικὰ αἰσθητήρια. διὰ τοῦτό μοι δοκεῖ ῥοῶν παραδείσους ἐν ταῖς τῶν ἀκουόντων ψυχαῖς ὁ ἀποστελλό μενος ἐκ τοῦ στόματος τῆς νύμφης λόγος ἐργάζεσθαι, ἵνα διδαχθῶμεν διὰ τῶν λεγομένων μὴ διά τινος ἐκλύσεωςκαὶ τρυφῆς κατὰ τὴν παροῦσαν ζωὴν μαλακίζεσθαι, ἀλλὰ τὸν κατεσκληκότα διὰ τῆς ἐγκρατείας αἱρεῖσθαι βίον· οὕτω γὰρ ἂν ἀπρόσιτος γένοιτο τοῖς κλέπταις ὁ τῆς ἀρετῆς καρπὸς τῇ στυφῇ τῆς ἐγκρατείας περιβολῇ πεφραγμένος καὶ διὰ τῆς σεμνῆς τε καὶ ἀμειδοῦς καταστάσεως οἷόν τισιν ἀκανθῶν ἀκμαῖς ἀμύσσων τοὺς ἐπὶ κακῷ προσεγγί ζοντας. ἀλλ' ὅταν ὁ καιρὸς παράσχῃ τῆς ἀπολαύσεως τῶν καρπῶν τὸ ἐνδόσιμον, παγκαρπία τῆς τρυφῆς ἐκ παντὸς γένους τῶν ἀκροδρύων ἡ ῥόα γίνεται οὐκ ἐν βραβύλοις ἢ βαλάνοις ἤ τισι τοιούτοις τῆς τῶν καρπῶν ἀπολαύσεως γινομένης, ἀλλὰ ποικίλη τις καὶ πολυειδὴς ἀρωμάτων φύσις ἐν τοῖς ἀκροδρύοις εὑρίσκεται· κύπρος γάρ ἐστι μετὰ νάρδου ἡ καλὴ συζυγία, τὸ μὲν θερμὸν τὸ δὲ εὐῶδες· οὐ γὰρ ἐπαινετὸν ἐφ' ἑαυτοῦ τὸ θερμόν, ὅταν δυσώδης πύρωσις ἡ θερμότης ᾖ, ἀλλὰ συμμαρτυρεῖσθαι χρὴ τῷ θερμῷ διὰ τῆς εὐπνοίας τὴν καθαρότητα, ἵνα γένηται τῷ ἁγίῳ πνεύματι ζέων ὁ τῆς ἀηδοῦς θερμότητος κεκαθαρμένος. ἐν τούτοις ἔστιν εὑρεῖν τοῖς ἀκροδρύοις καὶ ἄλλα ἀρώματα· νάρδον φησὶ καὶ κρόκον. ἀλλὰ τῆς μὲν νάρδου τὴν εὔπνοιαν ἐν τοῖς ἄνω μεμαθήκαμεν λόγοις, ὑπόλοιπον δ' ἂν εἴη τοῦ κρόκου τὸ αἴνιγμα παραστῆσαι τῷ λόγῳ. φασὶ μὲν οὖν οἱτὴν δύναμιν τοῦ ἄνθους τούτου κατανοήσαντες μέσωςἔχειν ψύξεώς τε καὶ θερμότητος καὶ τῷ φεύγειν τὴν ἐφ' ἑκάτερον ἀμετρίαν παρηγορικὴν τῶν ὀδυνῶν ἔχειν τὴν δύναμιν, ὡς διὰ τούτου τάχα τὸν περὶ τῆς ἀρετῆς ἡμῖν λόγον φιλοσοφεῖν τῷ αἰνίγματι, διότι πᾶσα ἀρετὴ δύο κακιῶν ἐστι μέση, τῆς τε ἐλλείψεως τοῦ καλοῦ καὶ τῆς ὑπερπτώσεως. οἷον τὴν ἀνδρείαν ἢ τὴν ἐλευθερίαν φασί, τὴν μὲν δειλίας τε καὶ θρασύτητος, τὴν δὲ μικρολογίας τε καὶ ἀσωτίας ἐν μέσῳ θεωρεῖσθαι· καὶ τὴν μὲν δειλίαν τε καὶ μικρολογίαν κατ' ἔλλειψιν τοῦ καθήκοντος ἐν κακίᾳ λέγουσι γίνεσθαι, τὴν δὲ ἀσωτίαν καὶ τὴν θρασύτητα κατὰ πλεονασμὸν καὶ ὑπέρπτωσιν, τῆς δὲ καθ' ἑκάτερον ἀμετρίας τὸ μέσον ἀρετὴν ὀνομάζουσιν. οὐκοῦν ἔχοι ἄν τι πρὸς τὴν ἀρετὴν ὁ περὶ τοῦ κρόκου λόγος ἀκόλουθον τῇ τῆς δυνάμεως μεσότητι τὸ ἀνελλιπές τε καὶ τὸ ἀπέριττον τῆς ἐναρέτου καταστάσεως ἑρμηνεύων, ἐγὼ δέ φημι, κἂν ἰδιωτικώτερον ᾖ τὸ λεγόμενον, τάχα μᾶλλον πρὸς τὸν τῆς πίστεως λόγον οἰκειότερον τὸ αἴνιγμα τοῦ κρόκου παραλαμβάνεσθαι· τριπλῷ μὲνγὰρ ὑποτρέφεται τὸ ἄνθος τῷ κάλυκι καὶ αὐτὸς δὲ ὁ κάλυξ ἐν ἀεροειδεῖ τῇ χρόᾳ ἄνθος ἐστίν, ἐκδυθείσης δὲ τῆς τῶν καλύκων περιβολῆς τρία εὑρίσκεται πάντως τὰ εὐπνοοῦντα καὶ χρησιμεύοντα πρὸς τὰς ἰάσεις ἄνθη τὰ ὑποκεκρυμμένα τοῖς κάλυξι, μεγέθει καὶ κάλλει καὶ εὐπνοίᾳ καὶ τῇ τῆς δυνάμεως ἰδιότητι ὡσαύτως πρὸς ἄλληλα ἔχοντα καὶ ἓν τὰ τρία διὰ πάντων δεικνύμενα εὐχροίᾳ τε, καθὼς εἴρηται, καὶ εὐπνοίᾳ καὶ τῷ ποιῷ τῆς δυνάμεως. οἷς συμπαραπέφυκεν ἕτερα τρία, ξανθὰ μὲν ἰδεῖν ἄποια δὲ πρὸς πᾶσαν ὑγιεινὴν εὐχρηστίαν. περὶ ἃ γίνεται τοῖς ἀπείροις ἡ πλάνη τοῖς διὰ τὴν εὔχροιαν τὸ νόθον δρεπομένοις ἀντὶ τοῦ κρείττονος. ὅπερ καὶ νῦν ποιοῦσιν οἱ περὶ τὴν πίστιν ἐξαμαρτάνοντες τὰς σεσοφισμένας ἀπάτας πρὸ τῶν ὑγιεινῶν δογμάτων αἱρούμενοι. ἑλέσθω δὲ ἐξ ἑκατέρων ἡ τοῦ ἀκροατοῦ κρίσις ὃ βούλεται, εἴτε τὸ ἕτερον ἐξ αὐτῶν εἴτε ἀμφότερα· ἓν γὰρ τρόπον τινά ἐστιν ἀμφότερα ἥ τε τῆς τελείας ἀρετῆς καὶ ἡ τῆς θεότητος κτῆσις· οὐ γὰρ ἔξω ἡ ἀρετὴ τῆς θεότητος. Ἡμεῖς δὲ ἐπὶ τὴν τῶν λοιπῶν ἀρωμάτων θεωρίαν μετέλθω μεν τῶν δι' ἀκολούθου μνημονευθέντων ὑπὸ τοῦ λόγου. κάλαμος, φησί, καὶ κιννάμωμόν ἐστι τὰ ἀκρόδρυα τὰ ἐκ τῶν ῥοῶν τοῦ παραδείσου τῆς νύμφης καρποφορούμενα. ἀλλὰ τὸν μὲν κάλαμον εὐπνοίᾳ προέχειν ὑπὲρ τὰ ἄλλαφασίν, ὡς καὶ πρὸς τὸ ἱερατικὸν θυμίαμα ὑπὸ τοῦ νόμου παραλαμβάνεσθαι, τὸ δὲ κιννάμωμον πολυειδῆ τινα καὶ ποικίλην ἐνέργειαν διά τινος φυσικῆς δυνάμεως ἐπαγγέλλε σθαι, ὧν τὰ πολλὰ καὶ ὑπὲρ πίστιν εἶναι δοκεῖ· καὶ γὰρ ζέοντός φασι τοῦ ἐν τῷ λέβητι ὕδατος εἴπερ θίγοι μόνον τοῦτο τὸ ἄρωμα, εὐθὺς καταψύχειν τὸ ὕδωρ καὶ λουτρῷ ἐπεισενεχθὲν διαπύρῳ μεταποιεῖν τὸν ἐν τῷ ἀέρι φλογμὸν εἰς ψυχρότητα καὶ ἀφανιστικὴν τῶν ἐκ φθορᾶς τινος ζωο γονουμένων τὴν φύσιν ἔχειν. καὶ ἄλλα τοιαῦτα περὶ αὐτοῦ διεξέρχονται, ἃ ὑπὲρ τὴν πίστιν τῶν ἀκουόντων εἶναι δοκεῖ· λέγουσι γάρ, εἰ ἐντεθείη τῷ στόματι τοῦ καθεύδοντος, μηδὲν ἐμποδίζεσθαι πρὸς τὴν τῶν πυνθανομένων ἀπόκρισιν τὸν καθεύδοντα, ἀλλὰ καὶ ἐν τῷ ὕπνῳ μένειν αὐτὸν καὶ νηφαλίους καὶ διηρθρωμένας ποιεῖσθαι πρὸς ἔπος τὰς ἀποκρίσεις. περὶ ὧν διαβεβαιώσασθαι μὲν οὕτως ἔχειν τὸν μὴ διὰ τῆς πείρας μαθόντα τῶν ἱστορουμένων περὶ αὐτοῦ τὴν ἀλήθειαν προπετὲς ἂν εἴη καὶ ἀνεπίσκεπτον· πλὴν ἀλλ' ἐπειδὴ κατά τινα μυστικὸν λόγον ἐνηριθμήθη τῷ καταλόγῳ τῶν ἀκροδρύων καὶ τοῦτο τὸ ἄρωμα οὐκ ἀληθῶς ῥοῶν ἐκφυόμενον (οὐδὲ γὰρ ὄντως αἰσθητοὺς παραδείσους τὸ στόμα τῆς νύμφης προΐεται, ἀλλ' ὥστε σύμβολον γενέσθαινοήματός τινος τῶν εἰς ἔπαινον συντελούντων τῇ νύμφῃ), οὐκ οἶμαι καλῶς ἔχειν ἀποβαλεῖν τὰ περὶ τοῦ κινναμώμου μυθολογούμενα, ταῦτά τε ἃ νῦν περὶ αὐτοῦ διεξῆλθεν ὁ λόγος καὶ εἴ τι μετὰ τούτων ἄλλο τοῖς τὰ περὶ αὐτοῦ διηγου μένους διεξιέναι δοκεῖ· γένοιτο γὰρ ἄν τις πρὸς τὸν κατ' ἀρετὴν ἔπαινον ἐκ τῶν λεγομένων συνεισφορὰ ἑκάστου τῶν ἱστορηθέντων εὐσήμως μεταλαμβανομένου πρὸς ἔνδειξιν τῆς τοῦ βίου τοῦ κατ' ἀρετὴν τελειότητος· ἔστι γὰρ ἐν τοῖς πεπαιδευμένοις τε καὶ λελογισμένοις τοῦτο εὑρεῖν ἐν τῇ ψυχῇ τὸ κιννάμωμον· ὅταν τις ἤτοι δι' ἐπιθυμίας ζέων ἢ τῷ θυμῷ πυρακτούμενος τῷ λογισμῷ κατασβέσῃ τὰ πάθη ἢ ἐν τῷ ὕπνῳ τοῦ βίου διὰ στόματος ἔχων τὸ νηφάλιον τοῦτο τοῦ λογισμοῦ κιννάμωμον παραπλησίως τοῖς ἀΰπνοις τε καὶ ἐγρηγορόσιν ἀγγέλοις ἀπλανῆ καὶ ἀσύγχυτον ἐπιδεικνύῃ τὴν τῶν λεγομένων διάνοιαν μιμούμενος διὰ τῆς ἀληθείας τοῦ λόγου τὴν ἄϋπνον τῶν ἀγγέλων φύσιν, οὓς οὐδεμία φαντασίας ἀνάγκη τῆς ἀληθείας ἐξίστησιν, οὗτος λέγοιτο ἂν βρύειν διὰ τοῦ στόματος τὸ κιννάμωμον, δι' οὗ καὶ τῆς ἐπιθυμίας ἡ πύρωσις καὶ ἡ περικάρδιοςτοῦ θυμοῦ κατασβέννυται ζέσις, καὶ πάσης τῆς κατὰ τὸν βίον τοῦτον ὀνειρώδους φαντασίας τε καὶ συγχύσεως καθα ρεύειν τῷ λόγῳ. καὶ μηδεὶς πρὸς τὸ ἀπίθανον βλέπων τῶν περὶ τοῦ κινναμώμου λεγομένων διαβαλλέτω τὸν λόγον ὡς οὐκ ἐκ τῶν ἀληθῶν προσάγοντα τῇ νύμφῃ τὸν ἔπαινον· οἶδε γὰρ πολλάκις ἡ ἁγία γραφὴ καὶ μύθους τινὰς ἐκ τῶν ἔξωθεν συμπαραλαμβάνειν εἰς τὴν τοῦ ἰδίου σκοποῦ συνεργίαν καὶ ἀνεπαισχύντως ἐκ τῆς μυθικῆς ἱστορίας ὀνομάτων μνημονεύειν τινῶν εἰς ἐναργεστέραν ἔνδειξιν τοῦ προκειμένου νοήματος, ὡς ἐπὶ τῶν τοῦ Ἰὼβ θυγατέρων, ὧν τὸ κάλλος ὑπερθαυμάσας ὁ λόγος καὶ διὰ τῶν ὀνομάτων τὴν ὑπερβολὴν τοῦ περὶ αὐτῶν θαύματος ἐνεδείξατο λέγων τὴν μὲν Ἡμέραν λέγεσθαι τὴν δὲ Κασίαν τὴν δὲ τρίτην Ἀμαλθείας Κέρας. τοῦτο δὲ παντὶ δῆλόν ἐστιν ὅτι μῦθος Ἑλληνικὸς ἔπλασε τὸ κατὰ τὴν Ἀμάλθειαν διήγημα, ἣν αἶγα οὖσαν τροφὸν γενέσθαι τοῦ Κρητὸς ἐκείνου μυθολογοῦσιν, ἧς τοῦ ἑνὸς ἐκπε σόντος κέρως βρύειν ἐκ τοῦ κοίλου τὴν παγκαρπίαν ὁ μῦθος ἐποίησεν. ἆρ' οὖν ἐπίστευσε τοῖς περὶ τῆς Ἀμαλθείας μυθολογουμένοις ἡ ἁγία γραφή; οὐκ ἔστι ταῦτα. ἀλλὰ τὸπάμφορον τῶν κατ' ἀρετὴν ἀγαθῶν μαρτυροῦσα τῇ θυγατρὶ τοῦ Ἰὼβ διὰ τοῦ ὀνόματος τούτου παρίστησιν, ὥστε τὸν λελογισμένως τῆς γραφῆς ἐπαΐοντα τὸν σκοπὸν τοῦ ἐπαίνου νοῆσαι μόνον ἐκ τοῦ ὀνόματος, τὰς δὲ μυθικὰς τερατείας χαίρειν ἐᾶσαι· ὡς καὶ τὴν Κασίαν καὶ τὴν Ἡμέραν ἀκούσαντες οὔτε τὴν ἀρωματικὴν ὕλην οὔτε τὸν ὑπὲρ γῆς τοῦ ἡλίου δρόμον διὰ τῶν ὀνομάτων ἐμάθομεν, ἀλλὰ τῆς κατ' ἀρετὴν αὐτῶν πολιτείας ἔνδειξιν περιέχειν φαμὲν τὰ ὀνόματα· ὧν ἡ μὲν Κασία τὸ καθαρόν τε καὶ εὐῶδες τῶν ἐπιτηδευμάτων ἐνδείκνυται, ἡ δὲ Ἡμέρα τὸ εὔσχημον, καθώς φησιν ὁ ἀπόστολος τοὺς καθαρῶς βιοτεύοντας τέκνα φωτὸς καὶ υἱοὺς ἡμέρας κατονομάζεσθαι. οὕτως οὖν καὶ ἐνταῦθα οὐκ ἀσυντελῆ πρὸς τοὺς ἐπαίνους τῆς νύμφης ἐστὶ τὰ περὶ τοῦ κινναμώμου λεγόμενα διὰ τῆς τροπικῆς ἐξηγήσεως μεταλαμ βανόμενα εἰς ἐγκωμίων ὑπόθεσιν. Ὁ δὲ τοσοῦτος ἤδη γενόμενος καὶ πρὸς τοῦτο φθάσας τῶν ἐγκωμίων τὸ ὕψος διὰ τοῦ βίου διὰ πάντων τῆς θείας εἰκόνος ἐφ' ἑαυτοῦ δείκνυσι τοὺς χαρακτῆρας· τοῦτο γὰρ ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ἀπὸ πάντων ξύλων τοῦ λιβάνου· οὐ γὰρ μονοειδὲς τοῦ λιβάνου τὸ ξύλον εἶναί φασιν οἱ τὰ τοιαῦτα παρατηρήσαντες, ὅθεν ὁ λιβανωτὸς ἀπορρέει, ἀλλ' ἔστιτις ἐν τοῖς ξύλοις διαφορὰ τὸ τοῦ ἀρώματος σχῆμα τῷ εἴδει τοῦ ξύλου συνεξαλλάσσουσα. ὁ τοίνυν ἐν πᾶσι τοῖς ἐπιτηδεύμασι τοῦ βίου ἐπισημαίνων ἐν ἑαυτῷ τὸ θεοειδὲς πάντων δείκνυσιν ἐν ἑαυτῷ τῶν τοῦ λιβάνου ξύλων τὸ κάλλος, δι' ὧν τὸ θεῖον εἶδος χαρακτηρίζεται. Οὐδεὶς δὲ κοινωνὸς τῆς τοῦ θεοῦ γίνεται δόξης μὴ σύμμορφος πρῶτον τῷ ὁμοιώματι τοῦ θανάτου γενόμενος. διό φησι καὶ τοῦτο ἐν τῷ καταλόγῳ τῶν ἀρωμάτων ὁ ἔπαινος ὅτι ῥοῶν ἀκρόδρυα τά τε λοιπὰ τῶν ἀρωμάτων ἐστὶν ἃ διεξῆλθεν ὁ λόγος καὶ μετ' αὐτῶν ἡ σμύρνα τε καὶ ἡ ἀλόη καὶ τὰ πρωτόμυρα· δι' ἐκείνων μὲν γάρ, τῆς σμύρνης λέγω καὶ τῆς ἀλόης, τὴν τῆς ταφῆς κοινωνίαν ἐνδείκνυται (καθώς φησι τὸ ὑψηλὸν εὐαγγέλιον ὅτι διὰ τούτων ἐγένετο ὁ ἐνταφιασμὸς τῷ ὑπὲρ ἡμῶν γευσαμένῳ θανάτου), διὰ δὲ τῶν πρωτομύρων τὸ καθαρόν τε καὶ ἀμιγὲς πάσης καπηλικῆς ῥᾳδιουργίας ὁ λόγος ἐνδείκνυται, ὥσπερ καὶ Ἀμὼς τοῖς διὰ τούτων τρυφῶσι τὰ τοιαῦτα προφέρει λέγων Οἱ τὸν διυλισμένον πίνοντες οἶνον καὶ τὰ πρωτόμυρα χριόμενοι καὶ πρὸ τούτων Οἱ ἐσθίοντες, φησίν, ἐρίφους ἐκ ποιμνίου καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνὰ καὶ οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὀργάνων, ὡς οὔτε τὸν οἶνον τρυγίας ἀναθολούσης οὔτε ἐπὶ τοῦ μύρου μίξεώς τινος τὸ ἀκραιφνὲς τῆς εὐοδμίας διαφθειρούσης. ἀλλ' ἐκεῖ μὲν πάντως ὀνειδίζειν οἴεσθαι χρὴ τοῖς Ἰσραηλίταις τὴν προφητείαν, ὅτι ἄκρατον τὸν τῆς γραφῆς ἐμφορούμενοι λόγον πάσης τρυγίας διυλισμένον καὶ ἀδόλωτον ἔχοντες τῶν μύρων τὴν εὐοδμίαν καὶ διὰ πάντων κατατρυφῶντες τῆς πνευματικῆς πανδαισίας οὐδὲν ἀπώναντο τῆς τοιαύτης τρυφῆς τῆς κακῆς αὐτῶν προαιρέσεως καὶ τὸ διαυγὲς τοῦ οἴνου εἰς ἀνατροπὴν θολερὰν μεταποιούσης καὶ τὸ καθαρὸν τῶν πρωτομύρων διὰ τῆς τῶν πονηρῶν νοημάτων ἐπιμιξίας λυμαινομένης, ἐνταῦθα μέντοι τὸ ἀκιβδήλευτόν τε καὶ καθαρὸν τῶν δογμάτων μαρτυρεῖ τῇ νύμφῃ ὁ λόγος διὰ τῆς τῶν πρωτομύρων καρποφορίας. Καὶ οὐδὲ ἐν τούτοις ἔστη οὔτε ἡ νύμφη τοῖς ὑψηλοτέροις ἑαυτὴν ἐπεκτείνουσα οὔτε ὁ λόγος συνεργῶν αὐτῇ πρὸς τὴν ἄνοδον· ἧς γὰρ αἱ ἐκ τοῦ στόματος ἀποστολαὶ ῥοῶν εἰσι καὶ ἀρωμάτων παράδεισοι, αὕτη νῦν πηγὴ γίνεται τοὺς ἐξ αὐτῆς ἀναφυέντας παραδείσους κατάρδουσα· οὐχ ὡς ἐπὶ τοῦ Παύλου τε καὶ Ἀπολλῶ μεμαθήκαμεν ὡς τοῦ μὲν φυτεύοντος τοῦ δὲ ἑτέρου ποτίζοντος, ἀλλ' αὐτὴ τὰ δύο ἐργάζεται φύουσά τε τοὺς παραδείσους ὁμοῦ καὶ ποτίζουσα. ἢ τάχα καὶ ὑψηλότερόν τινα λόγον περιέχει ὁ ἔπαινος· πηγὴν γὰρ αὐτὴν οὐ νάματος προχεομένου τινὸς ἀλλὰ κήπων εἶναί φησιν, οὐχ ὑδάτων τινὰς ἀπορροὰς ἀλλ' αὐτοὺς κήπους πηγάζουσάν τε καὶ ἀναβρύουσαν. οὕτως ἀνέβρυε τοὺς ἐμψύχους κήπους ὁ θεῖος ἀπόστολος, παρ' οἷς ἂν ἐγένετο τὸν τῆς ἐκκλησίας παράδεισον διὰ τῆς διδασκαλίας ἐκφύων. εἶτα πρὸς τὸ ἀκρότατον ἄγει τὴν νύμφην διὰ τῶν ἐπαίνων ὁ λόγος φρέαρ αὐτὴν ὀνομάσας ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ λιβάνου· ἃ γὰρ περὶ τῆς ζωοποιοῦ μεμαθήκαμεν φύσεως παρὰ τῆς ἁγίας γραφῆς, νῦν μὲν τῆς προφητείας λεγούσης ἐκ προσώπου τοῦ θεοῦ ὅτι Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, πάλιν δὲ τοῦ κυρίου πρὸς τὴν Σαμαρεῖτιν εἰπόντος Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν· καὶ Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν– πανταχοῦ τοίνυν τῆς θείας φύσεως διὰ τοῦ ζῶντος ὕδατος νοουμένηςἐνταῦθα ἡ ἀψευδὴς μαρτυρία τοῦ λόγου φρέαρ ὕδατος ζῶντος τὴν νύμφην εἶναι συνίστησιν, ᾧ ἐκ τοῦ λιβάνου ἐστὶν ἡ φορά. τοῦτο δὲ τὸ πάντων παραδοξότατον· πάντων γὰρ τῶν φρεάτων ἐν συστήματι τὸ ὕδωρ ἐχόντων μόνη ἡ νύμφη διεξοδικὸν ἐν ἑαυτῇ ἔχει τὸ ὕδωρ, ὥστε τὸ μὲν βάθος ἔχειν τοῦ φρέατος, τοῦ ποταμοῦ δὲ τὸ ἀεικίνητον. τίς ἂν κατ' ἀξίαν ἐφίκοιτο τῶν ὑποδεικνυμένων θαυμάτων ὡς διὰ τῆς νῦν γενομένης αὐτῇ ὁμοιώσεως; τάχα οὐκέτι ἔχει ὅπου ἑαυτὴν ὑπεράρῃ διὰ πάντων ὁμοιωθεῖσα πρὸς τὸ ἀρχέτυπον κάλλος· μεμίμηται γὰρ δι' ἀκριβείας τῇ μὲν πηγῇ τὴν πηγήν, τῇ δὲ ζωῇ τὴν ζωήν, τὸ δὲ ὕδωρ τῷ ὕδατι· ζῶν γὰρ ὁ λόγος ἐστὶ τοῦ θεοῦ, ζῇ καὶ ἡ τὸν λόγον δεξαμένη ψυχή· ἐκεῖνο τὸ ὕδωρ ἐκ τοῦ θεοῦ ῥέει, καθώς φησιν ἡ πηγὴ ὅτι Ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω, αὕτη δὲ περιέχει τὸ εἰσρέον τῷ τῆς ψυχῆς φρέατι καὶ διὰ τοῦτο γίνεται ταμιεῖον τοῦ ζῶντος ἐκείνου ὕδατος τοῦ ἐκ τοῦ λιβάνου ῥέοντος, μᾶλλον δὲ ῥοιζοῦντος, καθὼς ὁ λόγος ὠνόμασεν· οὗ καὶ ἡμεῖς γενοίμεθα μέτοχοι κτησάμενοι τὸ φρέαρ ἐκεῖνο, ἵνα κατὰ τὸ τῆς σοφίας παράγγελμα ἡμέτερον πίνωμεν ὕδωρ καὶ μὴ ἀλλότριον ἐν Χριστῷ Ἰησοῦτῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.