Inventio imaginis in Camulianis
Gregory of Nyssa (gregory-of-nyssa)Camu 1 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Inventio imaginis in Camulianis Τῷ αὐτῷ μηνὶ θʹ, Ἡ εὕρεσις τῆς ἀχειροποιήτου καὶ θείας εἰκόνος τῶν Καμουλιανῶν, συγγραφεῖσα παρὰ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου ἐπισκόπου Νύσης. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ δίκαιος καὶ μόνος ἀληθινὸς θεὸς ἡμῶν, ὁ τῇ οὐσίᾳ τῆς θεότητος ἀόρατος, ὁ τῷ κράτει ἀήττητος, ὁ τῇ δυνάμει ἀνεκλάλητος, ὁ τῇ φύσει φιλάνθρωπος καὶ ἀγαθός, ὁ τῇ δόσει ἀμεταμέλητος· ἡ εἰκὼν τοῦ πατρὸς ἡ ἀπαράλλακτος, ὁ πρὸ αἰώνων ἀοράτως ἐκ τοῦ πατρὸς γεννηθεὶς καὶ ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐκ μητρὸς παρθένου τεχθείς, ἐνταῦθα καὶ αὖθις ἐν ἁγίᾳ εἰκόνι φανῆναι κατηξίωσε δι' ἰδίαν ἀγαθότητα καὶ ἄμετρον εὐσπλαγχνίαν. καὶ ἐκεῖ μὲν μάγους ὁδηγῶν πρὸς πορείαν δι' ἀστέρος, ἐνταῦθα δὲ τοὺς νηπιάζοντας τὴν φρένα πρὸς τελείαν γνῶσιν ἐπανάγων τὴν πρὸς ἑαυτόν. ὢ ἀφράστου φιλανθρωπίας, ὢ ἀμέτρου κηδε μονίας, ὢ ἀφάτου ἀνεξικακίας, ὢ ἀνεκδιηγήτου δωρεᾶς, ὢ ἀκαταλήπτων μυστηρίων· ὄντως παράδοξον θαῦμα καὶ φοβερόν, ὅτι ἐν ἡμῖν τοῖς πηλίνοις χαρακτῆρι ἀΰλῳ καθορᾶται ὁ κτίστης. ἐκεῖ ἐκ παρθένου νέος ἐφάνη διὰ γεννήσεως, ἐνταῦθα ὁ αὐτὸς σωματικῇ εἰκόνι σήμερον προσκυνεῖσθαι κατηξίωσεν. ὦ θαῦμα καὶ θαυμάτων παραδοξώτερον· πάλιν γὰρ συγκατάβασις δε σπότου φιλανθρώπου πρὸς τοὺς οἰκείους δούλους γέγονε.