Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
On Animaetresurr
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Textus receptus
1.2
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΑΝΑΣΤΑΣΕΩΣ Ο ΛΟΓΟΣ Ο ΛΕΓΟΜΕΝΟΣ ΤΑ ΜΑΚΡΙΝΙΑ. Ἐπειδὴ τοῦ ἀνθρωπίνου βίου πρὸς Θεὸν µετέστη ὁ πολὺς ἐν ἁγίοις Βασίλειος, καὶ κοινὴ πένθους ἀφορµὴ ταῖς Ἐκκλησίαις ἐγένετο, περιῆν δὲ ἔτι τῷ βίῳ ἡ ἀδελφὴ καὶ διδάσκαλος, ἐγὼ µὲν ᾔειν κατὰ σπου δὴν κοινωνήσων ἐκείνῃ τῆς ἐπὶ τῷ ἀδελφῷ συµφορᾶς. Καί µοι περιώδυνος ἦν ἡ ψυχὴ, πρὸς τοιαύτην ζηµίαν ὑπεραλγοῦσα, καί τινα τῶν δακρύων κοινω νὸν ἐπεζήτουν τὸν ἶσον ἔχοντά µοι τῆς λύπης ἄχθος. Ὡς δὲ ἐν ὀφθαλµοῖς ἦµεν ἀλλήλων, ἐµοὶ µὲν ἀνεκίνει τὸ πάθος προφανεῖσα τοῖς ὀφθαλµοῖς ἡ δι δάσκαλος· καὶ γὰρ ἤδη καὶ αὐτὴ τῇ πρὸς θάνατον ἀῤῥωστίᾳ συνείχετο. Ἡ δὲ κατὰ τοὺς τῆς ἱππικῆς ἐπιστήµονας ἐνδοῦσά µοι πρὸς ὀλίγον παρενεχθῆναι τῇ ῥύµῃ τοῦ πάθους, ἀναστοµοῦν ἐπεχείρει µετὰ ταῦτα τῷ λόγῳ, καθάπερ χαλινῷ τινι τῷ ἰδίῳ λογισµῷ τὸ ἀτακτοῦν τῆς ψυχῆς ἀπευθύνουσα, καὶ ἦν αὐτῇ τὸ ἀποστολικὸν λόγιον προφερόµενον, τὸ µὴ δεῖν ἐπὶ τῶν κεκοιµηµένων λυπεῖσθαι· µόνων γὰρ τοῦτο τῶν οὐκ ἐχόντων ἐλπίδα τὸ πάθος εἶναι.{ Λ.} Κἀγὼ περιζεούσης ἔτι µοι τῆς καρδίας τῇ λύπῃ Πῶς ἔστιν, εἶπον, ἐν ἀνθρώποις τοῦτο κατορθωθῆ ναι, οὕτως ἐν ἑκάστῳ φυσικοῦ τινος πρὸς τὸν θάνατον τῆς διαβολῆς ὑπαρχούσης, καὶ οὔτε τῶν ὁρώντων τοὺς ἀποθνήσκοντας εὐκόλως καταδεχοµένων τὴν θέαν, οἷς τε ἂν προσίῃ ὁ θάνατος ἀποφευγόντων ἐφ' ὅσον οἷόν τε; Ἀλλὰ καὶ τῶν ἐπικρατούντων νόµον ἔσχατον ἐν ἀδικίαις καὶ ἔσχατον ἐν τιµωρίαις τοῦτο κρινόντων, τίς µηχανὴ τὸ µηδὲν ἡγεῖσθαι τὴν τοῦ ζῇν ἀναχώρησιν, καὶ ἐπὶ τῶν ἔξω τινὸς µὴ ὅτι γε τῶν ἐπιτηδείων, ὅταν τοῦ βίου λήγωσιν; Ὁρῶµεν δὲ, εἶπον, καὶ πᾶσαν τὴν ἀνθρωπίνην σπουδὴν πρὸς τοῦτο βλέπουσαν, ὅπως ἂν ἐν τῷ ζῇν διαµένοιµεν.∆ ιὰ τοῦτο γὰρ καὶ οἶκοι πρὸς διαγωγὴν ἡµῖν ἐπινενόην, ὡς ἂν µὴ τῷ περιέχοντι διὰ ψύξεως ἢ θερµότητος καταπονοῖτο τὰ σώµατα. Γεωπονία δὲ τί ἄλλο καὶ οὐχὶ τοῦ ζῇν ἐστι παρασκευή; Ἡ δὲ τῆς ζωῆς φροντὶς πάντως διὰ τὸν τοῦ θανάτου φόβον γίνεται. Ἡ δὲ ἰατρικὴ πόθεν τιµία τοῖς ἀνθρώποις ἐστίν; Οὐκ ἐπειδὴ µάχεσθαί πως διὰ τῆς τέχνης δοκεῖ πρὸς τὸν θάνατον; Θώρακες δὲ, καὶ θυρεοὶ, καὶ κνηµῖδες, καὶ κράνη, καὶ τὰ ἀµυντήρια τῶν ὅπλων, καὶ αἱ τῶν τειχῶν περιβολαὶ καὶ σιδηρόδετοι πύλαι, καὶ ἡ τῶν τάφρων ἀσφάλεια καὶ τὰ τοιαῦτα, τί ἄλλο πλὴν διὰ τὸν τοῦ θανάτου γίνεται φόβον; Οὕτως οὖν ὄντος φοβεροῦ φυσικῶς τοῦ θανάτου, πῶς ἔστι ῥᾳδίως πεισθῆναι τῷ κελεύοντι ἄλυπον διαµέ νειν ἐπὶ τοῦ κατοιχοµένου τὸν περιόντα;{ Μ.} Τί δὲ, φησὶν ἡ διδάσκαλος, τί σοι µάλιστα λυπηρὸν αὐτὸ ἐφ' ἑαυτοῦ, τὸ τοῦ θανάτου δοκεῖ; οὐ γὰρ ἱκα νὸν εἰς διαβολὴν ἡ τῶν ἀλογωτέρων συνήθεια.{ Γ.} Τί µὲν οὖν οὐκ ἔστι λύπης ἄξιον, πρὸς αὐτὴν εἶπον ἐγὼ, ὅταν βλέπωµεν τὸν τέως ζῶντά τε καὶ φθεγγόµενον, ἄπνουν καὶ ἄναυδον καὶ ἀκίνητον ἀθρόως γενόµενον, καὶ πάντα αὐτῶν σβεσθέντα τὰ φυσικὰ αἰσθητήρια, οὐκ ὄψεως, οὐκ ἀκοῆς ἐνεργού σης, οὐκ ἄλλου τινὸς ὧν ἡ αἴσθησις τὴν ἀντίληψιν ἔχει; Ὧ κἂν πῦρ προσενέγκῃς, κἂν σίδηρον, κἂν ἀνατέµῃς διὰ ξίφους τὸ σῶµα, κἂν τοῖς σαρκοβόροις προθῇς, κἂν ἐγκρύψῃς χώµατι, πρὸς ἅπαντα ὁµοίως ὁ κείµενος ἔχει. Ὅταν οὖν ἐν τούτοις βλέπηται ἡ µεταβολὴ, τὸ δὲ ζωτικὸν ἐκεῖνο αἴτιον, ὅ τί ποτε ἦν, ἀφανές τε καὶ ἄδολον ἀθρόως γένηται, καθάπερ ἐπὶ λύχνου σβεσθέντος τῆς τέως ἐξαπτοµένης ἐφ' ἑαυτοῦ φλογὸς οὔτε ἐπὶ τῆς θρυαλλίδος µενούσης, οὔτε ἑτέ ρωθί που µεθισταµένης, ἀλλ' εἰς ἀφανισµὸν παντελῆ µεταχωρούσης, πῶς ἂν γένοιτο τὴν τοσαύτην µετα βολὴν ἐνεγκεῖν ἀλύπως µηδενὶ, προδήλως ἐπερειδό µενον; Ἔξοδον γὰρ ψυχῆς ἀκούσαντες, τὸ µὲν ὑπολειφθὲν ὁρῶµεν, τὸ δὲ χωρισθὲν ἀγνοοῦ µεν, αὐτό τε ὅ τί ποτε κατὰ τὴν φύσιν ἐστὶ, καὶ εἰς ὅ τι µετακεχώρηκεν, οὐ γῆς, οὐκ ἀέρος, οὐχ ὕδατος, οὐκ ἄλλου τινὸς τῶν στοιχείων ἐν ἑαυτῷ δεικνύντος ἐκείνην τὴν δύναµιν τὴν τοῦ σώµα τος ἐκχωρήσασαν· ἧς ὑπεξελθούσης νεκρόν ἐστι τὸ ὑπολειφθὲν καὶ πρὸς διαφθορὰν ἤδη ἐκκεί µενον.{ Γ.} Ταῦτα δέ µου διεξιόντος µεταξὺ κατασεί σασα τῇ χειρὶ ἡ διδάσκαλος{ Μ.} Μή τίς σε τοιοῦ τος, φησὶ, φόβος ὑποταράσσει καὶ συνέχει τὴν διάνοιαν, ὡς οὐ διαµενούσης εἰς ἀεὶ τῆς ψυ χῆς, ἀλλὰ συγκαταληγούσης τῇ διαλύσει τοῦ σώµα τος;{ Γ.} Ἐγὼ δὲ( καὶ γὰρ οὔπω τοῦ πάθους τὸν λογι σµὸν ἀνεδεξάµην) θρασύτερόν πως ἀπεκρινάµην, οὐ πάνυ περισκεψάµενος τὸ λεγόµενον. Εἶπον γὰρ ἐπιτάγµασιν ἐοικέναι τὰς θείας φωνὰς, δι' ὧν τὸ µὲν δεῖν πεπεῖσθαι τὴν ψυχὴν εἰσαεὶ διαµένειν ἀναγκα ζόµεθα, οὐ µὴν λόγῳ τινὶ τῷ τοιούτῳ προσήχθηµεν δόγµατι. Ἀλλ' ἔοικεν ἡµῖν δουλικῶς ἔνδοθεν ὁ νοῦς φόβῳ τὸ κελευόµενον δέχεσθαι, οὐχ ἑκουσίᾳ τινὶ ὁρµῇ τοῖς λεγοµένοις συντίθεσθαι. Ὅθεν καὶ βαρύτεραι ἡµῖν ἐπὶ τῶν κατοιχουµένων αἱ λύπαι γίνονται[ οὐκ] ἀκριβῶς ἐπισταµένων ἡµῶν, εἴτ' ἔτι ἐστὶ καθ' αὑτὸ τοῦτο τὸ ζωοποιὸν αἴτιον, καὶ ὅπη, καὶ ὅπως, εἴτε οὐκ ἔστιν οὐδαµῆ οὐδαµῶς. Ἴσας γὰρ ποιεῖ τοῦ ἀληθῶς ὄντος ἀδηλία τὰς ἐφ' ἑκάτερον ὑπολείψεις. Καὶ πολλοῖς µὲν τοῦτο, πολλοῖς δὲ τὸ ἐναντίον δοκεῖ. Καὶ εἰσί γέ τινες παρὰ τοῖς Ἕλλησιν οὐ µικρὰν ἔχοντες ἐπὶ φιλοσο φίᾳ τὴν δόξαν, οἳ ταῦτα ᾠήθησάν τε καὶ ἀπ εφήναντο.{ Μ.} Ἔα, φησὶ, τοὺς ἔξωθεν λήρους, ἐν οἷς ὁ τοῦ ψεύδους εὑρέτης ἐπὶ βλάβῃ τῆς ἀληθείας πιθανῶς τὰς ἠπατηµένας ὑπολήψεις συντίθησιν· σὺ δὲ πρὸς τοῦτο βλέπε, ὅτι τὸ οὕτως περὶ ψυχῆς ἔχειν, οὐδὲν ἄλλο ἐστὶν ἢ ἀλλότριον πρὸς τὴν ἀρετὴν ἔχειν, καὶ πρὸς τὸ παρὸν ἡδὺ µόνον βλέπειν· τὴν δὲ τοῖς αἰῶσιν ἐνθεωρουµένην ζωὴν ἀπ' ἐλπίδος ποιεῖσθαι, καθ' ἣν µόνη ἡ ἀρετὴ τὸ πλεῖον ἔχει.{ Γ.} Καὶ πῶς, ἔφην, γένοιτ' ἂν ἡµῖν παγία τις καὶ ἀµετάθετος ἡ περὶ τοῦ διαµένειν τὴν ψυχὴν δόξα; Αἰσθάνοµαι γὰρ καὶ αὐτὸς, ὅτι τοῦ καλλίστου τῶν κατὰ τὴν ζωὴν( τῆς ἀρετῆς λέγω) ὁ τῶν ἀνθρώπων χηρεύσει βίος, εἰ µή τις ἀναµφίβολος ἡ περὶ τούτου πίστις ἐν ἡµῖν κρατυνθείη. Πῶς γὰρ ἔστι τὴν ἀρετὴν χώραν ἔχειν ἐφ' ὧν ἡ παροῦσα ζωὴ περιγράφειν τὸ εἶναι ὑπείληπται, καὶ πλέον ἐλπίζεται µετὰ ταύτην οὐδέν;{ Μ.} Οὐκοῦν ζητῆσαι χρὴ, φησὶν ἡ διδάσκαλος, ὅθεν ἂν ἡµῖν τὴν δέουσαν περὶ τούτων ἀρχὴν ὁ λόγος λάβῃ. Καὶ εἰ δοκεῖ, παρὰ σοῦ γενέσθω τῶν ἐναντίων δογµάτων ἡ συµ µαχία· ὁρῶ γὰρ ὅτι σοι καὶ ὑποκεκίνηται πρὸς τοιαύ την καταφορὰν ἡ διάνοια. Εἶθ' οὕτως ὁ τῆς ἀλη θείας µετὰ τὴν ἀντίθεσιν ἀναζητηθήσεται λόγος.{ Γ.} Ἐπειδὴ τοῦτο ἐκέλευσε, παραιτησάµενος αὐτὴν µὴ κατὰ ἀλήθειαν οἰηθῆναι τὰ παρ' ἡµῶν ἀντιλέ γεσθαι, ἀλλ' ὑπὲρ τοῦ βεβαίως κατασκευασθῆναι τὸ περὶ ψυχῆς δόγµα, τῶν ἀντιπιπτόντων πρὸς τὸν σκοπὸν τοῦτον ὑπεκλυθέντων· Ἦ που, ἔφην, ταῦτα ἂν εἴποιεν οἱ τῷ ἐναντίῳ παριστάµενοι λόγῳ, ὅτι τὸ σῶµα σύνθετον ὂν, πάντως εἰς τὰ, ἐξ ὧν συνέστηκε, διαλύεται; Λυθείσης δὲ τῶν στοιχείων τῆς ἐν τῷ σώµατι συµφυΐας, ἐπὶ τὸ οἰκεῖον ἐν ἑκάστῳ γίνεται κατὰ τὸ εἰκὸς ἡ ῥοπὴ αὐτῆς φύσεως τῶν στοιχείων, δι' ὁλκῆς τινος ἀναγκαίας τῇ ὁµογενεῖ τὸ οἰκεῖον ἀποδιδούσης. Τῷ τε γὰρ θερµῷ πάλιν τὸ ἐν ἡµῖν ἑνωθήσεται, καὶ τῷ στεῤῥῷ τὸ γεῶδες, καὶ τῶν λοιπῶν ἑκάστῳ πρὸς τὸ συγγενὲς ἡ µεταχώρησις γίνεται. Ἡ οὖν ψυχὴ µετὰ τοῦτο ποῦ ἔσται; Εἰ µὲν γὰρ ἐν τοῖς στοιχείοις εἶναί τις λέγοι, τὴν αὐτὴν εἶναι τούτοις κατ' ἀνάγκην συνθήσεται. Οὐ γὰρ ἂν γένοιτό τις τοῦ ἑτεροφυοῦς πρὸς τὸ ἀλλότριον µίξις, καὶ, εἰ ταῦτα εἴη, ποικίλη τις πάντως ἀναφανήσεται ἡ πρὸς τὰς ἐναντίας µεµιγµένη ποιότητας, τὸ δὲ ποικίλον ἁπλοῦν οὐκ ἔστιν, ἀλλ' ἐν συνθέσει θεωρεῖται πάντως. Πᾶν δὲ τὸ σύνθετον καὶ διαλυτὸν ἐξ ἀνάγκης· ἡ δὲ διάλυ σις φθορὰ τοῦ συνεστῶτός ἐστι. Τὸ δὲ φθειρόµενον οὐκ ἀθάνατον· ἢ οὕτως γε ἂν καὶ ἡ σὰρξ ἀθά νατος λέγοιτο, εἰς τὰ, ἐξ ὧν συνέστηκε, λυοµένη. Εἰ δὲ ἄλλο τί που παρὰ ταῦτά ἐστι, ποῦ λόγος αὐτὴν εἶναι ὑποτίθεται, ἐν µὲν τοῖς στοιχείοις διὰ τοῦ ἑτε ροφυῶς αὐτὴν ἔχειν οὐχ εὑρισκοµένην; ἄλλου δὲ οὐδενὸς ἐν τῷ κόσµῳ ὄντος, ἐν ᾧ γένοιτ' ἂν ἡ ψυχὴ καταλλήλως τῇ ἰδίᾳ φύσει ἐµβιοτεύουσα; Ὃ δὲ µηδαµῆ ἐστιν, οὐδέ ἐστι πάντως.{ Μ.} Καὶ ἡ διδάσκαλος ἠρέµα τοῖς ῥηθεῖσιν ἐπιστενάξασα, Τάχα που ταῦτα καὶ τὰ τοιαῦτα, φησὶ, πρὸς τὸν Ἀπόστολον ἐν Ἀθήναις ποτὲ συστάντες προέφερον Στωϊκοί τε καὶ Ἐπικούρειοι. Καὶ γὰρ ἀκούω πρὸς ταῦτα µάλιστα τὸν Ἐπίκουρον ταῖς ὑπολήψεσι φέρεσθαι, ὡς τυχαία τις καὶ αὐτόµατος ἡ τῶν ὄντων ὑπενοήθη φύσις, ὡς οὐ δεµιᾶς προνοίας διὰ τῶν πραγµάτων διηκού σης. Καὶ διὰ τοῦτο κατὰ τὸ ἀκόλουθον καὶ τὴν ἀνθρωπίνην ζωὴν ποµφόλυγος δίκην ᾤετο πνεύ µατί τινι τοῦ σώµατος ἡµῶν περιταθέντος, ἕως ἂν περικρατῆται τὸ πνεῦµα τῷ περιέχοντι, τῇ δὲ διαπτώσει τοῦ ὄγκου καὶ τὸ ἐναπειληµµένον συγκατασβέννυσθαι. Ὅρος γὰρ τούτῳ τῆς τῶν ὄντων φύσεως τὸ φαινόµενον ἦν, καὶ µέτρον τῆς τοῦ παντὸς καταλήψεως ἐποιεῖτο τὴν αἴσθησιν, µεµυκὼς παντάπασι τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ πρὸς οὐδὲν τῶν νοητῶν τε καὶ ἀσωµάτων βλέπειν οἷός τε ὢν, ὥσπερ ὁ οἰκίσκῳ τινὶ καθειργµένος τῶν οὐρανίων θαυµάτων ἀθέατος µένει, τοῖς τοίχοις καὶ τῷ ὀρόφῳ πρὸς τὴν τῶν ἔξω θέαν ἐµποδιζό µενος. Ἀτεχνῶς γὰρ γήϊνοί τινές εἰσι τοῖχοι τὰ αἰ σθητὰ πάντα, ὅσα ἐν τῷ παντὶ καθορᾶται, πρὸς τὴν τῶν νοητῶν θεωρίαν δι' ἑαυτῶν τοὺς µικροψυχοτέρους διατειχίζοντες. Γῆν ὁ τοιοῦτος βλέπει µό νην, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ πῦρ· ὅθεν δὲ τού των ἕκαστον, ἢ ἐν τίνι ἐστὶν, ἢ ὑπὸ τίνος περι κρατεῖται, διιδεῖν ὑπὸ µικροψυχίας οὐ δύναται. Καὶ ἱµάτιον µέν τις ἰδὼν τὸν ὑφάντην ἀνελογίσατο, καὶ διὰ τῆς νηὸς τὸν ναυπηγὸν ἐνενόησεν, ἥ τε αὐτοῦ οἰκοδόµου χεὶρ ὁµοῦ τῇ τοῦ οἰκοδοµήµατος ὄψει τῇ διανοίᾳ τῶν θεωµένων ἐγγίνεται. Οἱ δὲ πρὸς τὸν κόσµον ὁρῶντες πρὸς τὸν διὰ τούτων δηλού µενον ἀµβλυωποῦσιν, ὅθεν τὰ σοφὰ ταῦτα καὶ δριµέα παρὰ τῶν τὸν ἀφανισµὸν ψυχῆς δογµατι ζόντων προφέρεται· σῶµα ἐκ στοιχείων, καὶ στοιχεῖα ἐκ σώµατος, καὶ τὸ µὴ δύνασθαι τὴν ψυχὴν καθ' ἑαυτὴν εἶναι, εἰ µήτε τούτων τι εἴη, µήτε ἐν τού τοις. Εἰ γὰρ ὅτι µὴ ὁµοφυὴς τοῖς στοιχείοις ἐστὶν ἡ ψυχὴ, διὰ τοῦτο οὐδαµοῦ εἶναι αὐτὴν οἱ ἀντιλέ γοντες οἴονται· οὗτοι πρῶτον µὲν καὶ τὴν ἐν σαρκὶ ζωὴν ἄψυχον εἶναι δογµατιζέτωσαν. Οὐ γὰρ ἄλλο τι τὸ σῶµά ἐστιν, εἰ µὴ συνδροµὴ τῶν στοιχείων· µὴ τοίνυν µηδ' ἐν τούτοις τὴν ψυχὴν εἶναι λεγέτωσαν δι' ἑαυτῆς ζωοποιοῦσαν τὸ σύγκριµα· εἴπερ οὐκ ἔστι µετὰ ταῦτα δυνατὸν, καθὼς οἴονται, τῶν στοι χείων ὄντων καὶ τὴν ψυχὴν εἶναι, ὡς µηδὲν ἄλλο ἢ νεκρὰν τὴν ζωὴν ἡµῶν παρ' αὐτῶν ἀποδείκνυσθαι. Εἰ δὲ νῦν ἐν τῷ σώµατι τὴν ψυχὴν εἶναι οὐκ ἀµφιβάλλουσι, πῶς τοῦ σώµατος εἰς τὰ στοι χεῖα τὸν ἀφανισµὸν αὐτῆς δογµατίζουσι, ἔπειτα δὲ καὶ κατὰ ταύτης τῆς θείας φύσεως τὰ ἶσα τολ µάτωσαν. Πῶς γὰρ ἐροῦσι τὴν νοεράν τε καὶ ἄϋλον καὶ ἀειδῆ φύσιν εἰς τὰ ὑγρά τε καὶ µαλακὰ καὶ στερέµνια διαδυοµένην ἐν τῷ εἶναι συνέχειν τὰ ὄντα, οὔτε συγγενῶς ἔχουσαν πρὸς τὰ ἐν οἷς γίνε, οὔτε διὰ τὸ ἑτερογενὲς ἐν αὐτοῖς εἶναι ἀδυνατοῦ σαν; Οὐκοῦν ἐξῃρήσθω καθόλου τοῦ δόγµατος αὐ τῶν καὶ αὐτὸ τὸ Θεῖον, ᾧ διακρατεῖται τὰ ὄντα.{ Γ.} Αὐτὸ δὲ τοῦτο, εἶπον ἐγὼ, πῶς ἂν τοῖς ἀντιλέγουσιν ἀναµφίβολον γένοιτο, τὸ ἐκ Θεοῦ εἶναι τὰ πάντα, καὶ ἐν αὐτῷ περικρατεῖσθαι τὰ ὄντα, ἢ καὶ ὅλως τὸ εἶναί τι Θεῖον τῆς τῶν ὄντων ὑπερκείµενον φύσεως;{ Μ.} Ἡ δὲ σιωπᾷν µὲν ἦν, φησὶν, ἐπὶ τοῖς τοιούτοις ἁρµοδιώτερον, µηδὲ ἀξιοῦν ἀποκρίσεως τὰς µωράς τε καὶ ἀσεβεῖς τῶν προτάσεων, ἐπεὶ καί τις τῶν θείων ἀπαγορεύει λόγος µὴ ἀποκρίνεσθαι ἄφρονι ἐν τῇ ἀφροσύνῃ αὐτοῦ· ἄφρων δὲ πάντως ἐστὶ, κατὰ τὸν Προφήτην, ὁ µὴ εἶναι λέγων Θεόν. Ἐπεὶ δὲ χρὴ καὶ τοῦτο εἰπεῖν, ἐρῶ σοι, φησὶ, λόγον, ἐµὸν οὐχὶ, ἀλλ' οὐδὲ ἄλλου τινὸς ἀνθρώπου· µικρὸς γὰρ οὗτος, ὅστις δ' ἂν ᾖ· ἀλλ' αὐτὸν ὃν ἡ κτίσις τῶν ὄντων διὰ τῶν ἐν αὐτῇ θαυµάτων διέξεισιν, ἀκροατὴς ὀφθαλµὸς γίνεται, διὰ τῶν φαι νοµένων, ἐνηχοῦντος τῇ καρδίᾳ τοῦ σοφοῦ τε καὶ τε χνικοῦ λόγου. Βοᾷ γὰρ ἄντικρυ τὸν ποιητὴν ἡ κτίσις, αὐτῶν τῶν οὐρανῶν, καθώς φησιν ὁ Προφή της, ταῖς ἀλαλήτοις φωναῖς τὴν δόξαν τοῦ Θεοῦ διηγουµένων. Τίς γὰρ βλέπων τὴν τοῦ παντὸς ἁρµονίαν, τῶν τε οὐρανίων καὶ τῶν κατὰ γῆν θαυµάτων, καὶ ὡς ἐναντίως ἔχοντα πρὸς ἄλληλα τὰ στοιχεῖα κατὰ τὴν φύσιν, πρὸς τὸν αὐτὸν τὰ πάντα σκοπὸν διά τινος ἀῤῥήτου κοινωνίας συµ πλέκεται, τὴν παρ' ἑαυτοῦ δύναµιν ἕκαστον πρὸς τὴν τοῦ παντὸς διαµονὴν συνεισφέροντα, καὶ οὔτε τὰ ἀµικτά τε καὶ ἀκοινώνητα κατὰ τὴν ἰδιότητα τῶν ποιοτήτων διαχωρεῖ ἀπ' ἀλλήλων, οὔτε ἐν ἀλλή λοις φθείρεται κατακιρνάµενα πρὸς ἄλληλα ταῖς ἐναν τίαις ποιότησιν, ἀλλὰ καὶ οἷς ἀνωφερής ἐστιν ἡ φύ σις, ἐπὶ τὰ κάτω φέρεται, τῆς ἡλιακῆς θερµότητος διὰ τῶν ἀκτίνων καταῤῥεούσης· τά τε ἐµβριθῆ τῶν σωµάτων ἀνακουφίζεται διὰ τῶν ἀτµῶν λεπτυνόµενα, ὡς καὶ τὸ ὕδωρ παρὰ τὴν ἑαυτοῦ φύσιν ἀνωφερὲς γίνεσθαι, δι' ἀέρος ἐπὶ πνευµάτων ὀχούµενον, καὶ τὸ αἰθέριον πῦρ πρόσγειον γίνεσθαι, ὡς καὶ τὸ βάθος µὴ ἀµοιρεῖν τῆς θερµότητος, ἐπιχεοµένην δὲ τῇ γῇ τὴν ἐκ τῶν ὄµβρων ἰκµάδα µίαν οὖσαν τῇ φύσει, µυρίας γεννᾷν βλαστηµάτων διαφορὰς πᾶσι κατάλληλον τοῖς ὑποκειµένοις ἐµφυοµένην· τήν τε ὀξυτάτην τοῦ πόλου περιφορὰν καὶ τῶν ἐντὸς κύκλων τὴν ἐπὶ τὸ ἔµπαλιν κίνησιν, τάς τε ὑποδροµὰς καὶ τὰς συνόδους, καὶ τὰς ἐναρµονίους ἀποστάσεις τῶν ἄστρων· ὁ ταῦτα βλέπων τῷ δια νοητικῷ τῆς ψυχῆς ὀφθαλµῷ, ἆρα οὐχὶ φανερῶς ἐκ τῶν φαινοµένων διδάσκεται, ὅτι θεία δύναµις ἔντεχνός τε καὶ σοφὴ τοῖς οὖσιν ἐµφαινοµένη, καὶ διὰ πάντων ἥκουσα τὰ µέρη συναρµόζει τῷ ὅλῳ, καὶ τὸ ὅλον συµπληροῖ ἐν τοῖς µέρεσι, καὶ µιᾷ τινι περικρατεῖ δυνάµει τὸ πᾶν, αὐτὸ ἐν ἑαυτῷ µένον[ καὶ περὶ ἑαυτὸ κινούµενον], καὶ οὔτε λῆγόν ποτε τῆς κινήσεως, οὔτε εἰς ἄλλον τινὰ τόπον παρὰ τὸν, ἐν ᾧ ἐστι, µεθιστάµενον;{ Γ.} Καὶ πῶς, εἶπον, ἡ περὶ τὸ εἶναι τὸν Θεὸν πίστις, καὶ τὴν ψυχὴν εἶναι τὴν ἀνθρωπίνην συναποδείκνυσιν; Οὐ γὰρ δὴ ταὐτόν ἐστι τῷ Θεῷ ἡ ψυχὴ, ὥστε εἰ τὸ ἓν ὁµολογοῖτο εἶναι συνοµολο γεῖσθαι πάντως καὶ τὸ λειπόµενον.{ Μ.} Ἡ δὲ, Λέγεται, φησὶ, παρὰ τῶν σοφῶν µικρός τις εἶναι κόσµος ὁ ἄνθρωπος, ταῦτα περι έχων ἐν ἑαυτῷ τὰ στοιχεῖα, οἷς τὸ πᾶν συµπε πλήρωται. Εἰ δὲ ἀληθὴς οὗτος ὁ λόγος( ἔοικε δὲ), τάχα οὐκ ἂν ἑτέρας ἐδεήθηµεν συµµαχίας εἰς τὸ βε βαιωθῆναι ἡµῖν ὃ περὶ ψυχῆς ὑπειλήφαµεν. Ὑπει λήφαµεν δὲ τὸ εἶναι αὐτὴν καθ' ἑαυτὴν ἐν ἐξηλλαγµένῃ τε καὶ ἰδιαζούσῃ φύσει, παρὰ τὴν σωµατικὴν παχυ µέρειαν. Ὡς γὰρ πάντα τὸν κόσµον διὰ τῆς αἰσθητι κῆς ἀντιλήψεως ἐπιγινώσκοντες, δι' αὐτῆς τῆς κατὰ τὴν αἴσθησιν ἡµῶν ἐνεργείας εἰς τὴν τοῦ ὑπὲρ αἴ σθησιν πράγµατος καὶ νοήµατος ἔννοιαν ὁδηγού µεθα, καὶ γίνεται ἡµῖν ὁ ὀφθαλµὸς ἑρµηνεὺς τῆς παντοδυνάµου σοφίας, τῆς τῷ παντὶ µὲν ἐνθεω ρουµένης, τὸν δὲ κατ' αὐτὴν τοῦ παντὸς περιδε δραγµένον δι' ἑαυτῆς µηνυούσης,· οὕτω καὶ πρὸς τὸν ἐν ἡµῖν βλέποντες κόσµον, οὐ µικρὰς ἔχοµεν ἀφορµὰς πρὸς τὸ διὰ τῶν φαινοµένων καὶ τοῦ κεκρυµµένου καταστοχάσασθαι. Κέκρυπται δὲ ἐκεῖνο, ὃ ἐφ' ἑαυτοῦ ὂν νοητόν τε καὶ ἀειδὲς διαφεύγει τὴν αἰσθητικὴ, κατανόησιν.{ Γ.} Κἀγὼ εἶπον· Ἀλλὰ τὴν τοῦ παντὸς ὑπερ κειµένην σοφίαν διὰ τῶν ἐνθεωρουµένων τῇ φύσει τῶν ὄντων σοφῶν τε καὶ τεχνικῶν λόγων, ἐν τῇ ἁρµονίᾳ ταύτῃ καὶ διακοσµήσει δυνατόν ἐστιν ἀναλογίσασθαι· ψυχῆς δὲ γνῶσις διὰ τῶν κατὰ τὸ σῶµα δεικνυµένων τίς ἂν γένοιτο τοῖς ἀπὸ τῶν φαινοµένων τὸ κρυπτὸν ἀνιχνεύουσιν;{ Μ.} Καὶ µάλιστα µέν τοι, φησὶν ἡ παρθένος, τοῖς κατὰ τὸ σοφὸν ἐκεῖνο παράγγελµα γινώσκειν ἑαυτοὺς ἐπιθυµοῦσιν· εἰ κἂν ἡ διδά σκαλος τῶν περὶ ψυχῆς ὑπολήψεων αὐτὴ ἡ ψυχὴ, ὅτι ἄϋλός τις καὶ ἀσώµατος, καταλλήλως τῇ ἰδίᾳ φύσει ἐνεργοῦσά τε καὶ κινουµένη, καὶ διὰ τῶν σωµατικῶν ὀργάνων τὰς ἰδίας κινήσεις ἐνδεικνυµένη. Ἡ γὰρ ὀργανικὴ τοῦ σώµατος αὕτη διασκευὴ, ἔστι µὲν οὐδὲν ἧττον καὶ ἐπὶ τῶν ἀπονεκρωθέντων διὰ θανάτου, ἀλλ' ἀκίνητος µένει καὶ ἀνενέρ γητος, τῆς ψυχικῆς δυνάµεως ἐν αὐτῇ µὴ οὔσης. Κινεῖ δὲ τότε ὅταν ἥ τε αἴσθησις ἐν τοῖς ὀργάνοις ᾖ, καὶ διὰ τῆς αἰσθήσεως ἡ νοητὴ δύναµις διήκῃ ταῖς ἰδίαις ὁρµαῖς συγκινοῦσα πρὸς τὸ δοκοῦν τὰ ὀργανικὰ αἰσθητήρια.{ Γ.} Τί οὖν, εἶπον, ἐστὶν ἡ ψυχή; εἰ δυνατὸν λόγῳ τινὶ τὴν φύσιν ὑπογραφῆναι, ὡς ἄν τις γένοιτο ἡµῖν τοῦ ὑποκειµένου διὰ τῆς ὑπογραφῆς κατανόησις. Καὶ ἡ διδάσκαλος,{ Μ.} Ἄλλοι µὲν ἄλλως, φησὶ, τὸν περὶ αὐτῆς ἀπεφήναντο λόγον, κατὰ τὸ δοκοῦν ἕκαστος ὁριζόµενοι, ἡ δὲ ἡµετέρα περὶ αὐτῆς δόξα οὕτως ἔχει· Ψυχή ἐστιν οὐσία γεννητὴ, οὐσία ζῶσα, νοερὰ, σώµατι ὀργανικῷ καὶ αἰσθητικῷ, δύναµιν ζωτικὴν καὶ τῶν αἰσθητῶν ἀντιληπτικὴν δι' ἑαυτῆς ἐνιοῦσα, ἕως ἂν ἡ δεκτικὴ τούτων συν έστηκε φύσις. Καὶ ἅµα ταῦτα λέγουσα δείκνυσι τῇ χειρὶ τὸν ἰατρὸν τὸν ἐπὶ θεραπείᾳ τοῦ σώµατος αὐτῇ προσκαθήµενον, καί φησιν· Ἐγγὺς ἡµῖν τῶν εἰρηµένων ἡ µαρτυρία. Πῶς γὰρ, εἶπεν, οὗτος ἐπιβαλὼν τῇ ἀρτηρίᾳ τὴν τῶν δακτύλων ἁφὴν, ἀκούει τρόπον τινὰ διὰ τῆς ἁπτικῆς αἰσθήσεως τῆς φύσεως πρὸς αὐτὸν βοώσης, καὶ τὰ ἴδια πάθη διηγουµένης, ὅτι ἐν ἐπιτάσει ἐστὶ τῷ σώµατι τὸ ἀῤῥώστηµα, καὶ ἀπὸ τῶνδε τῶν σπλάγχνων ἡ νόσος ὥρµηται, καὶ ἐπὶ τοσόνδε παρατείνει τοῦ φλογµοῦ ἡ ἐπίτασις;∆ ιδάσκεται δὲ καὶ ὑπὸ τοῦ ὀφθαλµοῦ ἄλλα τοιαῦτα, πρός τε τὸ σχῆµα τῆς κατακλίσεως βλέπων, καὶ πρὸς τὴν τῶν σαρκῶν τηκεδόνα. Καὶ ὡς ἐπισηµαίνει τὴν ἔνδον διάθεσιν, τό τε εἶδος τοῦ χρώµατος, ὕπωχρόν τε ὂν καὶ χολῶδες, καὶ ἡ τῶν ὀµµάτων βολὴ περὶ τῶν λυπούντων καὶ ἀλγύνον αὐτοµάτως ἐγκλι νοµένη. Ὡσαύτως δὲ καὶ ἡ ἀκοὴ τῶν ὁµοίων διδάσκαλος γίνεται, τῷ δὲ πυκνῷ τοῦ ἄσθµατος, καὶ τῷ συνεκδιδοµένῳ µετὰ τῆς ἀναπνοῆς στεναγµῷ τὸ πάθος ἐπιγινώσκουσα. Εἴποι δ' ἄν τις µηδὲ τὴν ὄσφρησιν τοῦ ἐπιστήµονος ἀνεπίσκεπτον εἶναι τοῦ πάθους, ἀλλὰ διὰ τῆς ποιᾶς τοῦ ἄσθµατος ἰδιότητος ἐπιγινώσκειν τὸ ἐγκεκρυµµένον τοῖς σπλάγχνοις ἀῤ ῥώστηµα. Ἆρ' οὖν εἰ µή τις δύναµις ἦν νοητὴ ἡ ἑκάστῳ τῶν αἰσθητηρίων παροῦσα; Τί ἂν ἡµᾶς ἡ χεὶρ ἀφ' ἑαυτῆς ἐδιδάξατο, µὴ τῆς ἐννοίας πρὸς τὴν τοῦ ὑποκειµένου γνῶσιν τὴν ἁφὴν ὁδηγούσης; Τί δ' ἂν ἡ ἀκοὴ διανοίας διεζευγµένη, ἢ ὀφθαλµὸς, ἢ µυκτὴρ, ἢ ἄλλο τι αἰσθητήριον πρὸς τὴν ἐπί γνωσιν τοῦ ζητουµένου συνήργησεν, εἰ ἐφ' ἑαυτοῦ µόνου τούτων ἕκαστον ἦν; Ἀλλ' ὃ πάντων ἐστὶν ἀλη θέστατον, ὃ καλῶς τις τῶν ἔξω πεπαιδευµένων εἰπὼν µνηµονεύεται, τὸν νοῦν εἶναι τὸν ὁρῶντα, καὶ νοῦν τὸν ἀκούοντα. Εἰ γὰρ µὴ τοῦτο δοίη τις ἀληθὲς εἶναι, πῶς, εἰπὲ σὺ, πρὸς τὸν ἥλιον βλέπων, καθὼς ἐδιδάχθης παρὰ τοῦ διδασκάλου βλέπειν, οὐχ ὅσος φαίνεται τοῖς πολλοῖς, τοσοῦτον αὐτὸν φῂς εἶναι τῷ µεγέθει τοῦ κύκλου, ἀλλ' ὑπερβαλεῖν πολλαπλά σια τῷ µέτρῳ πᾶσαν τὴν γῆν; Οὐκ ἐπειδὴ τῇ ποίᾳ κινήσει, καὶ τοῖς χρονικοῖς τε καὶ τοπικοῖς δια στήµασι, καὶ ταῖς ἐκλειπτικαῖς αἰτίαις τῇ διανοία διὰ τῶν φαινοµένων ἀκολουθήσας, θαῤῥῶν ἀποφαί νων τὸ οὕτως ἔχειν; Καὶ τῆς σελήνης µείωσίν τε καὶ αὔξησιν βλέ πων, ἄλλα διδάσκει διὰ τοῦ φαινοµένου περὶ τὸ στοιχεῖον σχηµάτων, τὸ, ἀφεγγῆ τε εἶναι αὐτὴν κατὰ τὴν ἰδίαν φύσιν, καὶ τὸν πρόσγειον κύκλον περι πολεῖν· λάµπει δὲ ἀπὸ τῶν ἡλιακῶν ἀκτί νων, ὡς ἐπὶ τῶν κατόπτρων γίνεσθαι πεφυκέναι τὸν ἥλιον, ἐφ' ἑαυτῶν δεχόµενα οὐκ ἰδίας αὐγὰς ἀντιδίδωσιν, ἀλλὰ τοῦ ἡλιακοῦ φωτὸς ἐκ τοῦ λείου καὶ στίλβοντος σώµατος εἰς τὸ ἔµπαλιν ἀνακλωµένου. Ὥσπερ τοῖς ἀνεξετάστως βλέπουσιν ἐξ αὐτῆς δοκεῖ τῆς σελήνης εἶναι τὸ φέγγος.∆ είκνυται δὲ τὸ µὴ ἔχειν, ὅτι γινοµένη µὲν ἀντιπρόσωπος τῷ ἡλίῳ κατὰ διάµετρον ὅλῳ τῷ πρὸς ἡµᾶς βλέποντι κύκλῳ καταφωτίζεται· ἐν ἐλάττονι δὲ τῷ κατ' αὐ τὴν τόπῳ θᾶττον περιοῦσα τὸν ἐν ᾧ ἐστι κύκλον, πρὶν ἅπαξ τὸν ἥλιον περιοδεῦσαι τὸν ἴδιον δρόµον, πλέον ἢ δωδεκάκις αὐτὴ τὸν κατ' αὐ τὴν περιέρχεται.∆ ιὸ συµβαίνει µὴ ἀεὶ πεπλη ρῶσθαι φωτὸς τὸ στοιχεῖον· οὐ γὰρ µένει ἐν τῷ πυκνῷ τῆς περιόδου διηνεκῶς ἀντιπρόσωπος θέσις, ἅπαν τὸ πρὸς ἡµᾶς τῆς σελήνης µέρος διὰ τῶν ἡλιακῶν ἀκτίνων πεφωτισµένον ἐποίησεν, οὕτως ὅταν ἐπὶ τὰ πλάγια γίνεται τοῦ ἡλίου τοῦ ἀεὶ κατ' αὐτὸν γινοµένου τῆς σελήνης ἡµισφαιρίου διαλαµβανοµένου τῇ τοῦ ἀκτίνων περιβολῇ, τὸ πρὸς ἡµᾶς κατ' ἀνάγκην ἀποσκιάζεται, ἀντιµεθιστα µένης τῆς λαµπηδόνος ἀπὸ τοῦ µὴ δυναµένου πρὸς τὸν ἥλιον βλέπειν µέρους ἐπὶ τὸν ἀεὶ κατ' ἐκεῖ νον γινόµενον, ἕως ἂν ὑποβᾶσα κατ' εὐθεῖαν τὸν ἡλιακὸν κύκλον κατὰ νώτου τὴν ἀκτῖνα δέξηται, καὶ οὕτω τοῦ ἄνωθεν ἡµισφαιρίου περιλαµφθέντος ἀόρα τον ποιεῖ τὸ πρὸς ἡµᾶς µέρος, τὸ εἶναι καθόλου τῇ ἰδίᾳ φύσει ἀφεγγὲς καὶ ἀφώτιστον· ὅπερ δὴ παν τελὴς τοῦ στοιχείου µείωσις λέγεται. Εἰ δὲ παρέλθῃ πάλιν τὸν ἥλιον κατὰ τὴν ἰδίαν τοῦ δρόµου κίνησιν, καὶ ἐκ πλαγίου γένοιτο τῇ ἀκτῖνι, τὸ πρὸ ὀλίγου ἀλαµπὲς ὑπολάµπειν ἄρχεται, τῆς ἀκτῖνος ἀπὸ τοῦ πεφωτισµένου πρὸς τὸ τέως ἀφανὲς µετιούσης. Ὁρᾷς οἷόν σοι γίνεται ἡ ὄψις διδάσκαλος, οὐκ ἄν σοι παρασχοµένη δι' ἑαυτῆς τῶν τοιούτων τὴν θεωρίαν, εἰ µή τι οὖν τὸ διὰ τῶν ὄψεων βλέπων, ὃ τοῖς κατ' αἴσθησιν γινωσκοµένοις οἷόν τισιν ὁδηγοῖς κεχρηµένον διὰ τῶν φαινοµένων, ἐπὶ τὰ µὴ βλεπόµενα διαδύεται; Τί δεῖ προστιθέναι τὰς γεωµετρικὰς ἐφόδους διὰ τῶν αἰσθητῶν χαρα γµάτων, πρὸς τὰ ὑπὲρ αἴσθησιν ἡµᾶς χειραγωγού σας, καὶ µυρία ἐπὶ τούτοις ἄλλα, δι' ὧν συνίστα διὰ τῶν ἐν ἡµῖν σωµατικῶς ἐνεργουµένων τῆς ἐγκεκρυµµένης τῇ φύσει ἡµῶν νοερᾶς οὐσίας τὴν κατάληψιν γίνεσθαι;{ Γ.} Τί δὲ, εἶπον, εἰ ὥσπερ κοινὸν µέν ἐστιν ἐπὶ τῆς αἰσθητῆς τῶν στοιχείων φύσεως τὸ ὑλῶδες, διαφορὰ δὲ κατὰ τὸ ἰδίαζον ἐν ἑκάστῳ εἴδει τῆς ὕλης πολλὴ( ἥ τε γὰρ κίνησις αὐ τοῖς ἐκ τοῦ ἐναντίου ἐστὶν, τοῦ µὲν ἀνωφεροῦς ὄντος, τοῦ δὲ ἐπὶ τοῦ κάτω βρίθοντος, τὸ δὲ εἶδος οὐ τὸ αὐτὸ, καὶ ἡ ποιότης διάφορος ἔν τινι), τού των κατὰ τὸν λόγον συνουσιωµένην τις εἶναι λέγοι δύναµιν, τὴν τὰς νοητικὰς ταύτας φαντασίας τε καὶ κινήσεις, ἐκ φυσικῆς ἰδιότητός τε καὶ δυνά µεως ἐνεργοῦσαν; Οἷα δὴ πολλὰ βλέποµεν ὑπὸ τῶν µηχανοποιῶν ἐνεργούµενα, ἐφ' ὧν ἡ ὕλη τεχνικῶς διατεθεῖσα µιµεῖται τὴν φύσιν, οὐκ ἐν τῷ σχήµατι µόνῳ δεικνῦσα τὸ ὅµοιον, ἀλλὰ καὶ ἐν κινή σει γίνεται, καὶ φθόγγον τινὰ ὑποκρίνεται, ἠχοῦντος ἐν τῷ φωνητικῷ µέρει τοῦ µηχανήµατος, καὶ οὐδέ που νοητήν τινα δύναµιν γινοµένοις ἐνθεω ροῦµεν τὴν καθ' ἕκαστον ἐργαζοµένην τὸ σχῆ µα, τὸ εἶδος, τὸν ἦχον, τὴν κίνησιν. Εἰ ταῦτα λέγοµεν καὶ περὶ τὸ µηχανικὸν τοῦτο τῆς φύσεως ἡµῶν ὄργανον, µηδεµιᾶς κατὰ τὸ ἰδιάζον νοητῆς οὐ σίας ἐγκεκραµένης γίνεσθαι, ἀλλά τινος τῇ φύσει τῶν ἐν ἡµῖν στοιχείων κινητικῆς δυνάµεως ἐγκειµένης, καὶ τὴν τοιαύτην ἐνέργειαν ἀποτέλεσµα εἶναι ἐφ' ἑαυτῆς· τὴν νοητὴν ἐκείνην καὶ ἀσώ µατον τῆς ψυχῆς οὐσίαν ἀποδεικνύοιτο, ἢ τὸ µηδόλως εἶναι;{ Μ.} Ἡ δὲ, Συµµαχεῖ, φησὶ, τῷ λόγῳ καὶ τὸ ὑπό δειγµα, καὶ ἡ κατασκευὴ πᾶσα τῆς ἀνθυπενεχθείσης ἡµῖν ἀντιῤῥήσεως οὐ µικρὰ συντελέσει πρὸς τὴν τῶν νοηθέντων ἡµῖν βεβαιότητα.{ Γ.} Πῶς οὖν τοῦτο λέγεις;{ Μ.} Ὅτι τοι, φησὶ, τὸ οὕτως εἰδέναι µεταχειρί ζεσθαί τι καὶ διατιθέναι τὴν ἄψυχον ὕλην, ὡς τὴν ἐναποτιθεῖσαν τοῖς µηχανήµασι τέχνην µικροῦ δεῖν ἀντὶ τῆς ψυχῆς τῇ ὕλῃ γίνεσθαι, δι' ὧν κίνησίν τε καὶ ἦχον, καὶ σχήµατα, καὶ τὰ τοιαῦτα καθυποκρίνεται, ἀπόδειξις ἂν εἴη τοῦ εἶναί τι τοιοῦ τον ἐν τῷ ἀνθρώπῳ, ᾧ ταῦτα πέφυκε διὰ τῆς θεωρητικῆς καὶ ἐφευρετικῆς δυνάµεως κατανοεῖν τε ἐν ἑαυτῷ καὶ προκατασκευάζειν τῇ διανοίᾳ τὰ µηχανήµατα, εἶθ' οὕτως εἰς ἐνέργειαν διὰ τῆς τέχνης ἄγειν, καὶ διὰ τῆς ὕλης δεικνύειν τὸ νόηµα. Πρῶτον γὰρ ὅτι πνεύµατός ἐστι χρεία πρὸς τὴν ἐκ φώνησιν, κατενόησεν· εἶθ' ὅπως ἂν ἐπινοηθείη πνεῦ µα τῷ µηχανήµατι τῷ λογισµῷ προεξήτασε, τὴν τῶν στοιχείων φύσιν ἐπισκεψάµενος, ὅτι οὐδὲν κενὸν ἐν τοῖς οὖσίν ἐστιν, ἀλλὰ πρὸς τὸ βαρύτερον παρα θέσει κενὸν τὸ κοῦφον νοµίζεται, ἐπεὶ καὶ αὐτὸς ἐφ' ἑαυτοῦ κατ' ἰδίαν ὑπόστασιν µεστός τε ὁ ἀὴρ καὶ πλήρης ἐστί.∆ ιάκενον γὰρ τὸ ἀγγεῖον ἐκ κατα χρήσεως λέγεται. Ὅταν γὰρ τοῦ ὑγροῦ κενὸν ᾖ, οὐδὲν ἧττον µεστὸν ἀέρος πεπαιδευµένος καὶ τοῦτο λέγει. Σηµεῖον δὲ τὸν ἐπαχθέντα τῇ λίµνῃ ἀµφορέα µὴ εὐθὺς πληροῦσθαι τοῦ ὕδατος, ἀλλ' ἐπιπολάζειν τὰ πρῶτα, τοῦ ἐναπειληµµένου ἀέρος ἐπὶ τὸ ἄνω τὸ κοῖλον ἀνέχοντος, ἕως ἂν πιεσθεὶς ὁ ἀµφορεὺς τῇ χειρὶ τοῦ ἀρυοµένου ἐν τῷ βάθει γίνε, καὶ τοῦτο δέξηται τῷ στόµατι τὸ ὕδωρ· οὗ γινοµένου δείκνυται τὸ µὴ κενὸν αὐτὸν εἶναι καὶ πρὸ τοῦ ὕδατος. Μάχη γάρ τις περὶ τῷ στόµατι τῶν δύο στοιχείων ὁρᾶται, τοῦ µὲν ὕδατος ὑπὸ βάρους ἐπὶ τὸ κοῖλον βιαζοµένου τε καὶ εἰσρέοντος, τοῦ δὲ ἀέρος τοῦ ἐναπειληµµένου τῷ κοίλῳ διὰ τοῦ αὐτοῦ στόµατος ἐπὶ τὸ ἔµπαλιν συνθλιβοµένου περὶ τὸ ὕδωρ, καὶ ἀναῤῥέοντος, ὡς καὶ ἀνακόπτεσθαι διὰ τούτου καὶ ἀνακοχλά ζειν τὸ ὕδωρ περιαφρίζον τῇ βίᾳ τοῦ πνεύ µατος. Ταῦτα οὖν κατενόησε, καὶ ὅπως ἂν ἐν τεθείη πνεῦµα τῷ µηχανήµατι διὰ τῆς τῶν στοιχείων φύσεως ἐπενόησε. Κοῖλον γάρ τι ἐκ στεγανῆς ὕλης κατασκευάσας, καὶ πανταχόθεν τὸν ἐν αὐτῷ ἀέρα περισχὼν ἀδιάπνευστον, ἐπάγει τὸ ὕδωρ διὰ στόµατος τῷ κοίλῳ, κατὰ τὸ µέτρον τῆς χρείας τὸ ποσὸν συµµετρήσας τοῦ ὕδατος, εἶθ' οὕτως ἐπὶ τὸν παρακείµενον αὐλὸν δίδωσι κατὰ τὸ ἀντικείµενον τῷ ἀέρι τὴν δίοδον, ἐκθλιβόµενος δὲ τῷ ὕδατι βιαιό τερον ὁ ἀὴρ πνεῦµα γίνεται· ὅπερ ἐκπίπτον τῇ κατασκευῇ τοῦ αὐλοῦ τὸν ἦχον ποιεῖ. Ἆρ' οὐ φανερῶς δείκνυται διὰ τῶν φαινοµέ νων, ὅτι ἔστι τις ἐν τῷ ἀνθρώπῳ νοῦς ἄλλο τι παρὰ τὸ φαινόµενον, ὁ τῷ ἀειδεῖ τε καὶ νοερῷ τῆς ἰδίας φύσεως ταῦτα ἐν ἑαυτῷ προκατασκευάζων ταῖς ἐπινοίαις, εἶθ' οὕτως διὰ τῆς ὑλικῆς ὑπηρεσίας εἰς τὸ ἐµφανὲς ἄγων τὴν ἔνδον συστᾶσαν διάνοιαν; Εἰ γὰρ ἦν κατὰ τὸν ἀντιτεθέντα λόγον ἡµῖν τῇ φύσει τῶν στοιχείων τὰς τοιαύτας θαυµατοποιίας λογίζε σθαι, αὐτοµάτως ἂν ἡµῖν συνέστη πάντως τὰ µηχανήµατα· καὶ οὔτε ὁ χαλκὸς τὴν τέχνην ἀνέµε νεν εἰς τὸ γενέσθαι ἀνδροείκελον, ἀλλ' εὐθὺ ἂν τοιοῦτος ἐκ φύσεως ἦν· οὐδ' ἂν τοῦ αὐλοῦ πρὸς τὸν ἦχον ὁ ἀὴρ ἐδεήθη, ἀλλὰ πάντοτε ἂν ἐφ' ἑαυτοῦ ἤχει κατὰ τὸ συµβᾶν, ῥέων τε καὶ κινούµενος· τοῦ τε ὕδατος οὐκ ἂν ἦν βεβιασµένη διὰ σωλῆνος, ἡ πρὸς τὴν ἀναφορὰν τῆς τέχνης ἐκ πιεσµάτων εἰς τὸ παρὰ φύσιν ἀναθλιβούσης τὴν κίνησιν· ἀλλ' αὐτοµάτως ἀνίη τὸ ὕδωρ πάντως πρὸς τὸ µηχάνηµα, τῇ ἰδίᾳ φύσει ἐπὶ τὸ ἄνω ὀχετη γούµενον. Εἰ δὲ τούτων κατὰ τὸ αὐτόµατόν ἐστιν οὐ δὲν ὑπὸ τῆς τῶν στοιχείων φύσεως ἐνεργούµενον, ἀλλὰ τέχνῃ πρὸς τὸ δοκοῦν ἕκαστον ἄγεται· ἡ δὲ τέχνη διάνοιά τίς ἐστι ποία κίνησίς τε καὶ ἐνέρ γεια, ἄρα καὶ διὰ τῶν ἀντιθέτων ἡµῖν τὸ ἄλλο τι παρὰ τὸ φαινόµενον εἶναι τὸν νοῦν ἡ ἀκολουθία τῶν εἰρηµένων ἀπέδειξεν.{ Γ.} Ἐγὼ δὲ, Τοῦτο µὲν οὕτως ἔχειν φηµὶ καὶ αὐ τὸς, τὸ µὴ ταὐτὸν εἶναι τῷ φαινοµένῳ τὸ µὴ φαινόµε νον· οὐ µὴν τὸ ζητούµενον ἐν τῷ λόγῳ τούτῳ βλέπω, οὔπω γάρ µοι δῆλόν ἐστιν, ὅ τί ποτε χρὴ νοµίζειν ἐκεῖνο εἶναι τὸ µὴ φαινόµενον, ἀλλ' ὅτι µὲν ὑλικόν τι οὐκ ἔστιν ἐδιδάχθην τῷ λόγῳ· οὐδέπω δὲ ἔγνων, ὅ τι περὶ αὐτοῦ προσήκει λέγειν· ἐγὼ δὲ τοῦτο µάλι στα ἐδεόµην µαθεῖν, οὐχ ὅτι οὐκ ἔστιν, ἀλλ' ὅπερ ἐστίν.{ Μ.} Ἡ δὲ, Πολλὰ, φησὶ, καὶ περὶ πολλῶν οὕτω µανθάνοµεν ἐν τῷ µὴ τόδε τι λέγειν εἶναι αὐτὸ τὸ εἶναι τοῦ ζητουµένου, ὅ τί ποτέ ἐστι διερµηνεύοντες. Ἀπόνηρον γὰρ εἰπόντες τὸν ἀγαθὸν παρεστήκα µεν, καὶ ἄνανδρον ὀνοµάσαντες τὸν δειλὸν ἐγνωρίσαµεν, καὶ πολλὰ τούτοις ἔστιν εἰπεῖν ὁµοιότροπα.∆ ι' ὧν ἢ τὸ χρηστότερον ἀναλαµβάνοµεν νόηµα διὰ τῆς τῶν πονηρῶν ἀποφάσεως, ἢ τὸ ἔµπαλιν ἐπὶ τὸ χεῖρον ταῖς ὑπονοίαις τρεπόµεθα, τῇ τῶν καλῶν ἀφαιρέσει τὸ πονηρὸν ἐνδειξάµενοι. Οὕτω τοίνυν καὶ ἐπὶ τοῦ παρόντος τις λόγου κατανοήσας, οὐκ ἂν τῆς δεούσης περὶ τὸ ζητούµενον ἐννοίας ἀποσφαλείη. Ζητεῖται δὲ τί χρὴ τὸν νοῦν οἴεσθαι κατ' αὐτὴν τὴν οὐσίαν. Ὁ τοίνυν τὸ µὲν εἶναι τοῦτο, περὶ οὗ ὁ λόγος ἐστὶ, διὰ τῆς παρ' αὐτοῦ δεικνυµένης ἡµῖν ἐνεργείας µὴ ἀµφιβάλλων, τὸ δὲ ὅ τί ἐστι γνῶ ναι βουλόµενος, ἱκανῶς ἂν εὕροιτο, µὴ τοῦτο µαθεῖν εἶναι αὐτὸ ὃ καταλαµβάνει ἡ αἴσθησις, µὴ χρῶµα, µὴ σχῆµα, µὴ ἀντιτυπίαν, µὴ βάρος, µὴ πηλικότητα, µὴ τὴν εἰς τρία διάστασιν, µὴ τὴν ἐπὶ τόπου θέσιν, µηδέ τι τῶν περὶ τὴν ὕλην καταλαµβανοµένων ὅλως µηδὲν ἴδῃ, τί ἄλλο παρὰ ταῦτά ἐστιν. Ἐγὼ δὲ µεταξὺ διεξιούσης,{ Γ.} Οὐκ οἶδα, ἔφην, πῶς ἔστι, πάντων τούτων ἀφαιρουµέ νων τοῦ λόγου, µὴ συνεξαλειφθῆναι τούτοις καὶ τὸ ζητούµενον. Τίνι γὰρ προσφυῇ δίχα τούτων ἡ καταληπτικὴ περιεργία, κατά γε τὴν ἐµὴν ὑπόληψιν οὔπω ὁρᾶται. Πανταχῆ γὰρ ἐν τῇ τῶν ὄντων ἀναζητήσει διὰ τῆς ἐξεταστικῆς διανοίας ὅσον τε τὸ ζητούµενον, ὥσπερ τινὲς τυφλοὶ διὰ τοίχων ἐπὶ τὴν θύραν χειραγωγούµενοι, ἑνὸς τῶν εἰρηµένων πάντως θιγγάνοµεν, ἢ χρῶµα εὑρίσκοντες, ἢ σχῆµα, ἢ πηλικότητα, ἤ τι τῶν παρὰ σοῦ νῦν ἀπη ριθµηµένων ἕτερον· ὅταν δὲ τούτων µηδὲν εἶναι λέ γηται ἂν, εἰς τὸ µηδόλως τι εἶναι οἴεσθαι ὑπὸ µικροψυχίας περιαγόµεθα.{ Μ.} Ἡ δὲ σχετλιάσασα µεταξὺ τοῦ λόγου, Φεῦ τῆς ἀτοπίας, φησὶν, εἰς οἷον καταστρέφει πέρας ἡ µικροφυὴς αὕτη καὶ χαµαίζηλος περὶ τῶν ὄντων κρί σις! Εἰ γὰρ ἐξῄρηται τοῦ ὄντος ἅπαν ὃ µὴ τῇ αἰ σθήσει γνωρίζεται, οὐδ' ἂν αὐτὴν τὴν τοῦ παντὸς ἐπιστατοῦσαν καὶ περιδεδραγµένην τῶν ὄντων δύνα µιν ὁµολογοίη πάντως ὁ τοῦτο λέγων, ἀλλὰ τὸ ἀσώµατόν τε καὶ ἀειδὲς περὶ τῆς θείας φύσεως δι δαχθεὶς, τὸ µὴ εἶναι αὐτὴν ὅλως ἐκ τῆς τοιαύτης πάντως ἀκολουθίας λογίζεται. Εἰ δὲ ἐκεῖ τὸ ταῦτα µὴ εἶναι περιγραφὴ τοῦ εἶναι οὐ γίνεται, πῶς ὁ ἀνθρώπινος νοῦς τοῦ ὄντος ἐκθλίβεται τῇ ἀφαιρέσει τῶν σωµατικῶν ἰδιωµάτων συνδαπανώµε νος;{ Γ.} Οὐκοῦν, εἶπον, ἐξ ἀτόπων µεταλαµβάνο µεν ἕτερον ἄτοπον διὰ τῆς ἀκολουθίας ταύτης. Περί κειται γὰρ ὁ λόγος ἡµῖν εἰς τὸ ταὐτὸν οἴεσθαι τῇ θείᾳ φύσει, καὶ τὸν νοῦν τὸν ἡµέτερον, εἴπερ τῇ ὑπεξαιρέσει τῶν κατ' αἴσθησιν εὑρισκοµένων νοεῖ ἑκάτερον.{ Μ.} Μὴ ταὐτὸν εἴπῃς, φησὶν ἡ διδάσκαλος( ἀσεβὴς γὰρ καὶ οὗτος ὁ λόγος), ἀλλ' ὡς ἐδιδάχθης παρὰ τῆς θείας Γραφῆς, ὅµοιον εἰπὲ τοῦτο ἐκείνῳ. Τὸ γὰρ κατ' εἰκόνα γενόµενον διὰ πάντων ἔχει πάντως τὴν πρὸς τὸ ἀρχέτυπον ὁµοιότητα, νοερὰν τοῦ νοεροῦ, καὶ τοῦ ἀσωµάτου ἀσώµατον, ὄγκου τε παντὸς ἀπηλλαγµένον ὥσ περ ἐκεῖνο, καὶ πᾶσαν ἐκφεῦγον διὰ σηµαντικὴν καταµέτρησιν ὁµοίως ἐκείνῳ· ἄλλο δέ τι παρ' ἐκεῖνο κατὰ τὴν τῆς φύσεως ἰδιότητα. Οὐκέτι γὰρ ἂν εἴη εἰκὼν, εἰ ἐκείνῳ δι' ἁπάντων εἴη ταὐτὸν, ἀλλ' ἐν οἷς ἐν τῇ ἀκτίστῳ φύσει καθορᾶται ἐκεῖνο, ἐν τοῖς αὐτοῖς ἡ κτιστὴ φύσις δείκνυσι τοῦτο· καὶ ὥσπερ πολλάκις ἐν µικρῷ ψήγµατι ὑελίνῃ, ὅταν τύχῃ πρὸς ἀκτῖνα κείµενον, ὅλος ἐνορᾶται τοῦ ἡλίου ὁ κύκλος, οὐ κατὰ τὸ ἴδιον µέγεθος αὐτῷ ἐµφαινό µενος, ἀλλ' ὡς χωρεῖ βραχύτης τοῦ ψήγµατος τοῦ κύκλου τὴν ἔµφασιν· οὕτως ἐν τῇ βραχύτητι τῆς ἡµετέρας φύσεως τῶν ἀφράστων ἐκείνων τῆς θεότητος ἰδιωµάτων αἱ εἰκόνες ἐκλάµπουσιν, ὥστε διὰ τούτων τὸν λόγον χειραγωγούµενον, µήτε ἀπο πίπτειν τῆς κατὰ τὴν οὐσίαν τοῦ νοῦ καταλήψεως, ἀποκαθαιροµένης ἐν τῇ ἐξετάσει τοῦ σκέµµατος τῆς σωµατικῆς ἰδιότητος· µηδ' αὖ πάλιν εἰς ἶσον ἄγειν τῇ ἀορίστῳ τε καὶ ἀκηράτῳ φύσει, τὴν µικρὰν καὶ ἐπίκηρον· ἀλλὰ νοητὴν µὲν οἴεσθαι τὴν οὐσίαν· ἐπειδὴ καὶ νοητῆς οὐσίας ἐστὶν εἰκὼν, µὴ µέντοι τὴν αὐτὴν τῷ ἀρχετύπῳ τὴν εἰκόνα λέγειν. Ὥσπερ οὖν διὰ τῆς ἀποῤῥήτου σοφίας τοῦ Θεοῦ τῆς τῷ παντὶ ἐµφαινοµένης τὴν θείαν φύσιν τε καὶ δύναµιν ἐν πᾶσι τοῖς οὖσιν εἶναι οὐκ ἀµφιβάλλοµεν, ὡς ἂν ἐν τῷ εἶναι τὰ πάντα µένοι· καί τοί γε εἰ τὸν τῆς φύσεως ἀπαιτοίης λόγον, παµπλήθως ἀπέχει οὐσία Θεοῦ πρὸς τὰ καθ' ἕκαστον ἐν τῇ κτί σει δεικνύµενά τε καὶ νοούµενα· ἀλλ' ὅµως ἐν τού τοις εἶναι τὸ διεστὸς κατὰ τὴν φύσιν ὁµολογεῖ· οὕτως οὐδὲν ἄπιστον καὶ τὴν τῆς ψυχῆς οὐσίαν, ἄλλο τι καθ' ἑαυτὴν οὖσαν, ὅ τί ποτε καὶ εἶναι εἰκά ζεται, µὴ ἐµποδίζεσθαι πρὸς τὸ εἶναι, τῶν στοι χειωδῶς ἐν τῷ κόσµῳ θεωρουµένων οὐ συµβαινόντων αὐτῇ κατὰ τὸν λόγον τῆς φύσεως· οὐδὲ ἐπὶ τῶν ζώντων σωµάτων, καθὼς ἤδη προείρηται, οἷς ἡ ὑπόστασις ἐκ τῆς τῶν στοιχείων ἐστὶ συγκράσεως, κοινωνία τις κατὰ τὸν τῆς οὐσίας λόγον ἐστὶ τῷ ἁπλῷ τε καὶ ἀειδεῖ τῆς ψυχῆς πρὸς τὴν σωµατικὴν παχυ µερίαν· ἀλλ' ὅµως τὸ ἐν τούτοις εἶναι τὴν ζω τικὴν τῆς ψυχῆς ἐνέργειαν, οὐκ ἀµφιβάλλεται, λόγῳ τινὶ κρείττονι τῆς ἀνθρωπίνης κατανοήσεως ἀνα κραθεῖσαν. Οὐκοῦν οὐδὲ ἀναλυσάντων πρὸς ἑαυτὰ τῶν ἐν τοῖς σώµασι στοιχείων, τὸ συνδέον αὐτὰ διὰ τῆς ζωτικῆς ἐνεργείας ἀπόλωλεν. Ἀλλ' ὥσπερ συν εστῶτος ἔτι τοῦ τῶν στοιχείων συγκρίµατος ψυχοῦ καὶ τὰ καθ' ἕκαστον, ἴσως τε καὶ ὁµοίως πᾶσι τοῖς µέρεσι τοῖς συµπληροῦσι τὸ σῶµα τῆς ψυ χῆς ἐνδυοµένης, καὶ οὐκ ἄν τις εἴποι, οὔτε στεῤῥὰν αὐτὴν καὶ ἀντίτυπον εἶναι, τῷ γεώδει συγ κεκραµένην, οὔτε ὑγρὰν, ἢ ψυχρὰν ἢ τὴν τῷ ψυχρῷ ἀντικειµένην ποιότητα, τὴν ἐν πᾶσιν οὖσαν τού τοις, καὶ ἑκάστῳ τὴν ζωτικὴν δύναµιν ἐνιοῦσαν· οὕτω, καὶ λυθέντος τοῦ συγκρίµατος, καὶ εἰς τὰ οἰκεῖα πάλιν ἀναδραµόντος, τὴν ἁπλῆν ἐκείνην καὶ ἀσύνθετον φύσιν ἑκάστῳ παρεῖναι τῶν µερῶν, καὶ µετὰ τὴν διάλυσιν οἴεσθαι, οὐδὲν τοῦ εἰκότος ἐστίν· ἀλλὰ τὴν ἅπαξ ἀῤῥήτῳ τινὶ συµφυεῖσαν λό γῳ τῷ τῶν στοιχείων συγκρίµατι, καὶ εἰσαεὶ παραµένειν, οἷς κατεµίχθη, µηδενὶ τρόπῳ τῆς γινο µένης ἅπαξ αὐτῇ συµφυΐας ἀποσπωµένην. Οὐ γὰρ ἐπειδὴ λύεται τὸ συγκείµενον, κινδυνεύει συν διαλυθῆναι τῷ συνθέτῳ τὸ µὴ συγκείµενον.{ Γ.} Κἀγὼ εἶπον, Ἀλλὰ τὰ µὲν στοιχεῖα συµπίπτειν τε πρὸς ἄλληλα, καὶ πρὸς ἀλλήλων διακρίνεσθαι, καὶ τοῦτο εἶναι τὴν τοῦ σώµατος σύστασίν τε καὶ διάλυσιν, οὐδεὶς ἂν ἀντείποι. Ἐπειδὴ δὲ πολὺ τὸ µέσον ἑκάστῳ νοεῖται τοῦτο τῶν ἑτερογενῶς ἐχόντων πρὸς ἄλληλα, κατά τε τὴν τοπικὴν θέσιν, καὶ τὴν τῶν ποιηµάτων διαφοράν τε καὶ ἰδιότητα, συνδεδραµηκότων µὲν ἀλλήλοις περὶ τὸ ὑποκεί µενον τῶν στοιχείων, τὴν νοερὰν ταύτην καὶ ἀδιάστα τον φύσιν ἣν καλοῦµεν ψυχὴν, ἀκόλουθον συµ φυῶς πρὸς τὸ ἡνωµένον ἔχειν· εἰ δὲ ἀπ' ἀλλήλων διακριθείη ταῦτα, κἀκεῖσε γένοιτο, ὅπηπερ ἂν ἕκαστον ἡ φύσις ἄγοι, τὶ πείσεται ἡ ψυχὴ πολλαχῆ τοῦ ὀχήµατος αὐτῇ διασπαρέντος· ὥσπερ τις ναύτης τῆς ὁλκάδος ἐν ναυαγίῳ διαλυθείσης ἀδυνα τῶν πᾶσι τοῖς τοῦ πλοίου µορίοις ἄλλοις ἀλλαχῆ τοῦ πελάγους ἐσκεδασµένοις κατ' αὐτὸν ἐπινήξασθαι( παντὸς γὰρ τοῦ ἐπιτυχοῦντος λαβόµενος τὰ λοιπὰ φέρειν καταλείψει τοῖς κύµασι), τὸν αὐτὸν τρόπον ἡ ψυχὴ τῇ διακρίσει τῶν στοιχείων συνδιασχισθῆναι τὴν φύσιν οὐκ ἔχουσα, εἴπερ δυσ απαλλάκτως ἔχει τοῦ σώµατος, ἑνί τινι πάντως προσ φυεῖσα στοιχείων, τῶν ἄλλων ἀποσχισθήσεται, καὶ οὐδὲν µᾶλλον ἀθάνατον αὐτὴν διὰ τὸ ἐν ἑνὶ ζῇν, ἢ θνητὴν, διὰ τὸ ἐν τοῖς πλείοσι µὴ εἶναι, ἡ ἀκολου θία τοῦ λόγου δίδωσιν οἴεσθαι.{ Μ.} Ἀλλ' οὔτε συστέλλεται, φησὶν, οὔτε διαχεῖται τὸ νοητόν τε καὶ ἀδιάστατον( σωµάτων γὰρ ἴδιον συστολὴ καὶ διάχυσις), ἐπίσης δὲ κατὰ τὴν ἰδίαν φύσιν τὴν ἀειδῆ καὶ ἀσώµατον τῇ τε συγκρίσει τῶν στοιχείων περὶ τὸ σῶµα καὶ τῇ διακρίσει πάρεστιν, συνεσφι γµένων ἐν τῷ συγκρίµατι τῶν στοιχείων στενο χωρουµένη, οὔτε ἀποφοιτησάντων ἐπὶ τὰ συγγενῆ, καὶ κατὰ φύσιν αὐτοῖς ἀπολιµπανοµένη, κἂν πολὺ τὸ µέσον εἶναι δοκεῖ τὸ τῆς ἑτερότητος τῶν στοι χείων ἐνθεωρούµενον. Πολλὴ γὰρ ἡ διαφορὰ τοῦ ἀνωφεροῦς τε καὶ κούφου πρὸς τὸ βαρὺ καὶ γεῶδες, τοῦ θερµοῦ πρὸς τὸ ψυχρὸν, καὶ τοῦ ὑγροῦ πρὸς τὸ ἐναντίον· ἀλλ' ὅµως οὐδεὶς πόνος τῇ νοερᾷ φύσει ἑκάστῳ παρεῖναι, οἷς ἅπαξ ἐνεφύη, διὰ κράσεως µὴ συνδιασχιζοµένη τῇ τῶν στοιχείων ἐναντιότητι, Οὐ γὰρ ἐπειδὴ κατὰ τὴν τοπικὴν διάστασιν, καὶ τὴν ποίαν ἰδιότητα, πόῤῥωθεν ἀλλήλων ταῦτα νοµίζεται, διὰ τοῦτο κάµνει ἡ ἀδιάστατος φύσις τοῖς τοπικῶς διεστηκόσι συναπτοµένη, ἐπεὶ καὶ νῦν ἔξεστι τῇ διανοίᾳ ὁµοῦ τε τὸν οὐρανὸν θεωρεῖν, καὶ ἐπὶ τὰ πέρατα τοῦ κόσµου ταῖς πολυπραγµοσύναις ἐκτείνε σθαι· καὶ οὐ διασπᾶται πρὸς τοσαῦτα µήκη τὸ θεω ρητικὸν τῆς ψυχῆς ἡµῶν διατεινόµενον. Οὐκοῦν οὐδ ὲν ἐµπόδιόν ἐστι τῇ ψυχῇ κατὰ τὸ ἶσον παρεῖναι τοῖς
1.3
{ Γ.} Ἐπιδεξάµενος δὲ τὰ εἰρηµένα ὡς προσφυῶς τε καὶ οἰκείως πρὸς τὸν προκείµενον εὑρεθέντα σκοπὸν, Ταῦτα µὲν οὕτως, εἶπον, λέγεσθαί τε καὶ πιστεύεσθαι καλῶς ἔχει· εἰ δέ τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου περὶ τῶν ἐν ᾅδου διήγηµα πρὸς τὰ εἰρηµένα προσ φέροι, ὡς οὐ συµβαῖνον τοῖς ἐξητασµένοις, πῶς χρὴ παρασκευάσασθαι πρὸς τὴν ἀπόκρισιν;{ Μ.} Ἡ διδάσκαλος δὲ, Σωµατικώτερον µὲν, φησὶν, ὁ λόγος ἐκτίθεται τὸ διήγηµα, πολλὰς δὲ κατασπείρει τὰς ἀφορµὰς, δι' ὧν εἰς λεπτοτέραν θεωρίαν ἐκκα λεῖται τὸν ἐξεταστὴν ἐπαΐοντα. Ὁ γὰρ χά σµατι µεγάλῳ διείργων τὸ κακὸν ἐκ τοῦ κρείτ τονος, σταγόνος τέ τινος δακτύλῳ κοµιζοµένης ἐπιδεᾶ ποιήσας τὸν ὀδυνώµενον, καὶ πατριάρχου κόλπον τῷ διὰ τῆς ζωῆς ταύτης κεκακωµένῳ ὑποθεὶς ἀνάπαυσιν, πρὸ τούτων δὲ καὶ τὸ τεθνᾶναι αὐ τοὺς, καὶ ταφῇ δοθῆναι διηγησάµενος, οὐ µικρῶς ἀφίστησι τῆς κατὰ πρόχειρον διανοίας τὸν µὴ ἀσυνέτως τοῖς λεγοµένοις ἑπόµενον. Ποίους γὰρ ὀφθαλµοὺς ἐπαίρει ἐν τῷ ᾅδῃ ὁ πλούσιος, τοὺς τῆς σαρκὸς ἐναφεὶς τῷ τάφῳ; Πῶς δὲ φλογὸς ᾐσθάνετο τὸ ἀσώµατον; Ποίαν δὲ γλῶσσαν κατα ψυχθῆναι διὰ τῆς σταγόνος ἐπιθυµεῖ, τῆς σαρκίνης αὐτῷ µὴ παρούσης; Τίς δὲ ὁ διακοµίζων αὐτῷ τὴν ῥανίδα δάκτυλος; Αὐτὸς δὲ ὁ κόλπος τῆς ἀναπαύσεως, τίς; Τῶν γὰρ σωµάτων ἐν τάφοις ὄντων, τῆς δὲ ψυχῆς οὔτε ἐν σώµατι οὔσης, οὔτε ἐκ µερῶν συν εστώσης, ἄπορον ἂν εἴη τὴν τοῦ διηγήµατος διασκευὴν κατὰ τὸ προχείρως νοούµενον ἐφαρµόσαι τῇ ἀληθείᾳ, εἰ µή τις µεταλάβῃ τὰ καθ' ἕκαστον εἰς νοητὴν θεωρίαν· ὥστε χάσµα τὸ διεῖργον τῶν ἀµίκτων τὴν κοινωνίαν, µὴ γῆς διάστασιν οἴεσθαι· τῷ γὰρ ἀσω µάτῳ καὶ νοερῷ, τίς πόνος διαπτῆναι τὸ χάσµα, καὶ εἰ µήκιστον ἦν;∆ ιότι τὸ νοερὸν τῇ φύσει, ἐν ᾧπερ ἂν ἐθέλῃ ἀχρόνως γίνεται.{ Γ.} Τί οὖν ἂν εἴη, φηµὶ, ὰὰτὸ πῦρ, ἢ τὸ χάσµα, ἢ τὰ λοιπὰ τῶν εἰρηµένων, ἢ µὴ ἃ λέγεται;{ Μ.} Ἐµοὶ δοκεῖ, φησὶ, δό γµατά τινα περὶ τῶν κατὰ ψυχὴν ζητουµένων δι' ἑκάστου τούτων ὑποσηµαίνειν τὸ Εὐαγγέλιον. Προει πὼν γὰρ πρὸς τὸν πλούσιον ὁ πατριάρχης, ὅτι Ἀπέσχες τῷ διὰ σαρκὸς βίῳ τῶν ἀγαθῶν τὴν µοῖ ραν, καὶ περὶ τοῦ πτωχοῦ τὸ ἶσον εἰπὼν, ὅτι Καὶ οὗτος ἀπέπλησε παρὰ τὸν βίον τῆς τῶν κακῶν µετου σίας λειτουργίας· εἶθ' οὕτως ἐπαγαγὼν περὶ τοῦ χάσµατος, ὡς ἀπ' ἀλλήλων διατειχίζονται, µέγα τι διὰ τούτων ἔοικεν ὑποδεικνύειν τῷ λόγω. Τὸ δὲ δόγµα, κατά γε τὸν ἐµὸν λόγον, τοιοῦτόν ἐστι· Μονοειδὲς ἦν ἡ τῶν ἀνθρώπων ζωὴ, µονοειδὲς δὲ λέγω τὴν ἐν µόνῳ τῷ ἀγαθῷ ὁρωµένην, καὶ πρὸς τὸ κακὸν ἀνεπίµικτον. Τὸν δὲ τοιοῦτον λόγον ὁ πρῶτος τοῦ Θεοῦ νόµος µαρτυ ρεῖται, ὁ τοῦ παντὸς µὲν δοὺς τῶν ἐν τῷ παρα δείσῳ καλῶν ἄφθονον τῷ ἀνθρώπῳ τὴν µετουσίαν, ἀπείργων δὲ µόνου ἐκείνου ᾧ σύµµικτος ἦν ἐκ τῶν ἐναντίων ἡ φύσις, τοῦ κακοῦ πρὸς τὸ καλὸν συγκε κραµένου, θάνατον ἐπιθεὶς τῷ παρανοµήσαντι τὴν ζηµίαν. Ἀλλ' ἑκουσίως ὁ ἄνθρωπος ἐν τῷ αὐτεξου σίῳ κινήµατι καταλιπὼν τὴν ἀµιγῆ τοῦ χείρονος µοῖραν, τὴν ἐκ τῶν ἐναντίων σύγκρατον ζωὴν ἐπ εσπάσατο. Οὐ µὴν ἀφῆκεν ἡ θεία προµήθεια τὴν ἀβουλίαν ἡµῶν ἀδιόρθωτον. Ἀλλ' ἐπειδὴ τοῖς παρα βεβηκόσι τὸν νόµον ὁ κριθεὶς ἐπ' αὐτῷ θάνατος ἀναγκαίως ἐπηκολούθησε, διχῆ µερίσας τὴν ἀνθρω πίνην ζωὴν, εἴς τε τὴν διὰ σαρκὸς ταύτην, καὶ εἰς τὴν ἔξω τοῦ σώµατος µετὰ ταύτην, οὐ κατὰ τὸ ἶσον µέτρον τοῦ διαστήµατος, ἀλλὰ τὴν µὲν βραχυτάτῳ τινὶ τῷ χρονικῷ περιγράψας ὅρῳ· τὴν δὲ παρατεί νας εἰς τὸ ἀΐδιον, ἐξουσίαν ἔδωκεν ὑπὸ φιλαν θρωπίας, ἐν ᾧ τις βούλεται, τούτων ἑκάτερον ἔχειν( τό τε ἀγαθὸν λέγ ω καὶ τὸ κακὸν), ἢ κατὰ τὸν βραχὺν τοῦτον καὶ ὠκύµορον βίον, ἢ κατὰ τοὺς ἀτελευτήτους ἐκείνους αἰῶνας, ὧν πέρας ἡ ἀπειρία ἐστίν. Ὁµω νύµως δὲ λεγοµένου τοῦ τε ἀγαθοῦ καὶ τοῦ κακοῦ, καὶ ἑκατέρου τούτων πρὸς διπλῆν ἔννοιαν µερι ζοµένου( πρὸς νοῦν τε λέγω καὶ αἴσθησιν), καὶ τῶν µὲν τοῦτο ἐν ἀγαθοῦ µοίρᾳ κρινόντων ὅπερ ἂν ἡδὺ τῇ αἰσθήσει δόξῃ· τῶν δὲ µόνον τὸ κατὰ διάνοιαν θεωρούµενον πεπιστευκότων ἀγαθὸν εἶναι καὶ ὀνο µάζεσθαι. Οἷς µὲν ἀγύµναστός ἐστιν ὁ λογισµὸς, καὶ τοῦ βελτίονος ἀνεπίσκεπτος, οὗτοι ὑπὸ λαιµαργίαν ἐν τῷ σαρκίνῳ βίῳ τὴν χρεωστουµένην τῇ φύσει τοῦ ἀγαθοῦ µοῖραν προαναλίσκουσιν, οὐδὲν τῷ µετὰ ταῦτα βίῳ ταµιευόµενοι· οἱ δὲ λογισµῷ διακριτικῷ τε καὶ σώφρονι τὴν ἑαυτῶν οἰκονοµοῦντες ζωὴν, ἐν τῷ βραχεῖ τούτῳ βίῳ, διὰ τῶν τὴν αἴσθησιν λυπούν των ἀνιαθέντες, τῷ ἐφεξῆς αἰῶνι τὸ ἀγαθὸν ταµιεύον, ὥστε αὐτοῖς τῇ ἀϊδίῳ ζωῇ τὴν κρείττω λῆξιν συµπαρατείνεσθαι. Τοῦτο οὖν ἐστιν, ὥς γε ὁ ἐµὸς λόγος, τὸ χάσµα, ὃ οὐχὶ γῆς διασχούσης γίνεται, ἀλλ' ἡ παρὰ τὸν βίον κρίσις πρὸς τὰς ἐναντίας προαιρέσεις διασχι σθεῖσα ποιεῖ. Ὁ γὰρ ἅπαξ τὸ ἡδὺ κατὰ τὸν βίον τοῦτον ἑλκόµενος, καὶ µὴ θεραπεύσας ἐκ µε ταµελείας τὴν ἀβουλίαν, ἄβατον ἑαυτῷ µετὰ ταῦτα τὴν τῶν ἀγαθῶν χώραν ἐργάζεται, τὴν ἀδιάβα τον ταύτην ἀνάγκην, καθάπερ τι βάραθρον ἀχανές τε καὶ ἀπαρόδευτον καθ' ἑαυτοῦ διορύξας.∆ ιό µοι δοκεῖ καὶ τὴν ἀγαθὴν τῆς ψυχῆς κατάστασιν, ἐν ᾗ τὸν τῆς ὑποµονῆς ἀθλητὴν ἀναπαύει ὁ λόγος, κόλπον τοῦ Ἀβραὰµ ὀνοµάσαι. Πρῶτος γὰρ οὗτος ὁ πα τριάρχης τῶν πώποτε γεγονότων ἱστόρηται τὴν ἐλπίδα τῶν µελλόντων τῆς ἀπολαύσεως τῶν παρόν των ἀνταλλαξάµενος, ὅς γε πάντων γυµνωθεὶς, ἐν οἷς ἦν αὐτῷ καταρχὰς ἡ ζωὴ, ἐν ἀλλοτρίοις εἶχε τὴν δίαιταν, διὰ τῆς παρούσης κακοπαθείας, τὴν ἐλπι ζοµένην εὐκληρίαν ἐµπορευόµενος. Ὥσπερ οὖν τὴν ποιὰν τοῦ πελάγους περιγραφὴν ἐκ καταχρήσεώς τινος ὀνοµάζοµεν κόλπον, οὕτω δοκεῖ τῶν ἀµε τρήτων ἐκείνων ἀγαθῶν τὴν ἔνδειξιν ὁ λόγος τῷ τοῦ κόλπου διασηµαίνειν ὀνόµατι, ᾧ πάντες οἱ δι' ἀρετῆς τὸν παρόντα διαπλέοντες βίον, ὅταν ἐντεῦθεν ἀπαί ρωσιν, ὥσπερ ἐν ἀκατακλύστῳ λιµένι τῷ ἀγαθῷ κόλπῳ τὰς ψυχὰς ἐνορµίζονται, τοῖς δὲ λοιποῖς ἡ τῶν φαινοµένων αὐτοῖς ἀγαθῶν στέρησις φλὸξ γίνεται τὴν ψυχὴν διασµύχουσα, ῥανίδος τι νὸς ἐκ τοῦ πελάγους τῶν τοὺς ὁσίους περικλυζόντων ἀγαθῶν εἰς παραµυθίαν προσδεοµένη, καὶ οὐ τυγχά νουσα. Γλῶσσαν δὲ καὶ ὀφθαλµὸν, καὶ δάκτυλον, καὶ τὰ λοιπὰ τῶν σωµατικῶν ὀνοµάτων ἐν τῷ διαλόγῳ τῶν ἀσωµάτων βλέπων, τὸν καταστοχασµὸν, ἡµῖν ἤδη νοηθέντι περὶ ψυχῆς λόγῳ συµφώνως ἔχειν ὁµολογήσεις, ἐπισκεψάµενος τῶν ῥητῶν τὴν διάνοιαν. Ὥσπερ γὰρ ὅλου τοῦ σώµατος ἡ τῶν στοιχείων συνδροµὴ ποιεῖ τὴν οὐσίαν, οὕτως εἰκὸς καὶ τῶν ἐν τῷ σώµατι µερῶν ἐκ τῆς αὐτῆς αἰτίας συµπληροῦσθαι τὴν φύσιν. Εἰ οὖν πάρ εστιν ἡ ψυχὴ τοῖς ἐκ τοῦ σώµατος στοιχείοις πρὸς τὸ πᾶν ἀναµιχθεῖσιν, οὐ µόνον τὸ πλήρωµα τῶν εἰς ὅλον τὸ σύγκριµα συνδεδραµηκότων γνωρίσει, καὶ ἐν αὐτοῖς ἔσται· ἀλλ' οὐ τὴν ἰδιάζουσαν ἑκάστου τῶν µερῶν σύστασιν ἀγνοήσει, διὰ ποίων τῶν ἐν τοῖς στοιχείοις µορίων ἀποτελεσθῇ τὰ ἐν ἡµῖν µέλη. Τὴν οὖν ἐν παντὶ οὖσαν τῷ τῶν στοιχείων πληρώµατι, καὶ ἐν τοῖς καθ' ἕκαστον εἶναι, οὐδὲν ἔξω τοῦ εἰκότος ἐστίν· καὶ οὕτω πρὸς τὰ στοιχεῖά τις βλέπων, οἷς ἐνυπάρχει τῇ δυνάµει τὰ καθ' ἕκα στον µέλη τοῦ σώµατος, δάκτυλόν τε περὶ αὐτὴν εἶναι καὶ ὀφθαλµὸν καὶ γλῶσσαν, καὶ τὰ ἄλλα πάντα µετὰ τὴν διάλυσιν τοῦ συγκρίµατος τὴν Γραφὴν λέ γειν ὑπονοῶν, τοῦ εἰκότος οὐχ ἁµαρτήσεται. Εἰ οὖν τὰ καθ' ἕκαστον ἀπάγει τὸν νοῦν τῆς σωµατικῆς περὶ τοῦ διηγήµατος ὑπολήψεως, εἰκὸς δήπου καὶ τὸν µνηµονευθέντα νῦν ᾅδην µὴ τόπον τινὰ οὕτως ὀνοµαζόµενον οἴεσθαι, ἀλλά τινα κατάστασιν ζωῆς ἀειδῆ καὶ ἀσώµατον, ᾗ τὴν ψυχὴν ἐµβιοτεύειν παρὰ τῆς Γραφῆς ἐκδιδασκόµεθα. Ἀλλὰ καὶ ἕτερον ἐν τῷ κατὰ τὸν πλούσιον καὶ πτωχὸν διηγήµατι δόγµα µανθάνοµεν, ὃ πολλὴν ἔχει πρὸς τὰ ἐξη τασµένα τὴν οἰκειότητα. Ἐποίησεν ἐκεῖνον τὸν ἐµ παθῆ καὶ φιλόσαρκον, ἐπειδὴ τὸ ἄφυκτον εἶδε τῆς παρ' ἑαυτοῦ συµφορᾶς, φροντίδα τῶν ὑπὲρ γῆς αὐτῷ κατὰ τὸ γένος προσεκτῶν ἔχειν, καὶ τοῦ Ἀβραὰµ εἰπόντος µὴ ἀπρονόητον εἶναι τῶν ἐν σαρκὶ ζώντων βίον, ἀλλὰ κατ' ἐξουσίαν προκεῖσθαι αὐτοῖς τὴν ἐκ τοῦ νόµου καὶ τῶν προφητῶν χειρ αγωγίαν· ἔτι παραµένειν προσλιπαροῦντα τὸν δί καιον, ὅπως ἂν ἐκ τοῦ παραδόξου πιθανὸν αὐ τοῖς τὸ κήρυγµα γένοιτο, ὑπό τινος ἐκ τῶν νεκρῶν ἀναβεβιωκότος καταγγελλόµενον.{ Γ.} Τί οὖν, εἶπον, ἐν τούτοις ἐστὶ τὸ δόγµα;{ Μ.} Ἐπειδὴ, φησὶ, τοῦ µὲν Λαζάρου πρὸς τοῖς πα ροῦσιν ἄσχολός ἐστιν ἡ ψυχὴ, καὶ πρὸς οὐδὲν τῶν κα ταλειφθέντων ἑαυτὴν ἐπιστρέφει, ὁ δὲ πλούσιος οἱο νεὶ ἰξῷ τινι τῇ σαρκίνῃ ζωῇ καὶ µετὰ θάνατον ἔτι προσίσχεται, ἣν οὐδὲ παυσάµενος τοῦ ζῇν κα θαρῶς ἀπεδύσατο, ἀλλ' ἔτι αὐτῷ διὰ φροντίδος ἐστὶν ἡ σὰρξ καὶ τὸ αἷµα( δι' ὧν γὰρ τοὺς κοινωνοῦντας αὐτῷ τοῦ γένους ἐξαιρεθῆναι τῶν κακῶν δεῖται, δῆ λός ἐστι µήπω τῆς σαρκικῆς ἐκλυθεὶς προσπα θείας), ἐκ τούτων, φησὶ, τῶν διηγηµάτων οἰόµεθα τοῦτο δογµατίζειν τὸν Κύριον, τὸ δεῖν ὅτι µά λιστα τοὺς ἐν σαρκὶ βιοτεύοντας, διὰ τῆς κατὰ ἀρε τὴν ζωῆς, χωρίζεσθαί πως καὶ ἀπολύεσθαι τῆς πρὸς αὐτὴν σχέσεως, ἵνα µετὰ τὸν θάνατον µὴ πάλιν ἄλ λου θανάτου δεώµεθα, τὰ λείψανα τῆς σαρκώ δους κόλλης ἀποκαθαίροντος· ἀλλὰ καθάπερ δεσµῶν τὴν ψυχὴν περιῤῥαγέντων, κοῦφος αὐτῇ καὶ ἄνετος ὁ πρὸς τὸ ἀγαθὸν γένηται δρόµος, οὐδε µιᾶς αὐτὸν σωµατικῆς ἀλγηδόνος πρὸς ἑαυτὴν ἀφελκούσης. Ὡς εἴ τις ὅλος δι' ὅλων ἀποσαρκωθείη τῇ διανοίᾳ, πᾶσαν ψυχῆς κίνησίν τε καὶ ἐνέργειαν ἐν τοῖς θελήµασι τῆς σαρκὸς ἀσχο λῶν, ὁ τοιοῦτος οὐδὲ τῆς σαρκὸς ἔξω γενόµενος τῶν κατ' αὐτὴν παθηµάτων χωρίζεται, καθάπερ οἱ ἐπὶ πλέον ἐνδιατρίψαντες τοῖς δυσωδεστέροις τῶν τόπων, οὐδὲ εἰ πρὸς τὸν εὔπνουν ἀέρα µετέλθοιεν καθαρεύουσι τῆς ἀηδείας, ἢν διὰ τῆς χρονιωτέρας ἐν αὐτῇ διαγωγῆς ἀναµίξαντο· οὕτως οὐδὲ πρὸς τὸν ἀηδῆ καὶ ἄβλεπτον βίον τῆς µεταβολῆς γενοµένης, δυνατὸν ἂν εἴη τοὺς φιλοσάρκους µὴ ἀφέλκεσθαί τι πάντως τῆς σαρκικῆς δυσ ωδίας, δι' ὧν πλέον αὐτοῖς ἡ ὀδύνη βαρύνεται, ὑλωδεστέρας ἐκ τοιαύτης περιστάσεως τῆς ψυ χῆς γινοµένης.∆ οκεῖ δέ πως πρὸς τοιαύτην ὑπόληψιν συνᾴδειν ὃ παρά τινων λέγεται, πολ λάκις ὁρᾶσθαι τὰς περὶ τῶν σωµάτων θέσεις, σκιοειδῆ τινα τῶν κατοιχοµένων φαντάσµατα. Εἰ γὰρ τοῖόν τι γίνεται, οὕτως ἐλέγχεται τῆς ψυχῆς ἡ πέρα τοῦ δέοντος γινοµένη νῦν πρὸς τὸν σαρ κώδη βίον προσπάθεια, ὡς µηδὲ ἐξωσθεῖσαν τῆς σαρκὸς καθαρῶς αὐτὴν ἐθέλειν ἀφίπτασθαι, µηδὲ συγχωρεῖν τὴν παντελῆ γίνεσθαι πρὸς τὸ ἀειδὲς τοῦ σχήµατος µεταποίησιν, ἀλλὰ παραµένειν ἔτι τῷ εἴδει µετὰ τὸ λυθῆναι τὸ εἶδος, καὶ ἔξω γε νοµένην ἤδη τούτου πόθῳ τοῖς τῆς ὕλης ἐπιπλανᾶσθαι τόποις, καὶ περὶ αὐτοὺς ἀναστρέφεσθαι.{ Γ.} Ἐγὼ δὲ µικρὸν ἐπισχὼν καὶ ἀναλαβὼν τὴν τῶν εἰρηµένων διάνοιαν,∆ οκεῖ µοι, εἶπον, τοῖς περὶ πα θῶν προεξητασµένοις ἀνακύπτειν ἐκ τῶν εἰρη µένων τις ἐναντίωσις. Εἰ γὰρ ἐκ τῆς πρὸς τὰ ἄλογα συγγενείας ἐνοµίσθη τὰ τοιαῦτα τῆς ψυχῆς ἐν ἡµῖν ἐνεργεῖσθαι κινήµατα, ὅσα προσλαβὼν ὁ λόγος ἀπηριθµήσατο, θυµόν τε καὶ φόβον, καὶ ἡδονὴν καὶ ἐπιθυµίαν, καὶ τὰ τοιαῦτα· εἴρηται δὲ τὴν µὲν ἀγα θὴν τῶν τοιούτων χρῆσιν ἀρετὴν εἶναι, διὰ δὲ τῆς ἐσφαλµένης τὴν κακίαν γίνεσθαι· προσέθηκε δὲ ὁ λόγος ἑκάστου τε τῶν ἄλλων τὴν πρὸς τὸν κατ' ἀρετὴν βίον συνεισφορὰν, ὅτι δι' ἐπιθυµίαν πρὸς τὸν Θεὸν ἀναγόµεθα, οἷόν τινα σειρὰν κάτωθεν πρὸς αὐτὸν ἀνελκόµενοι, δοκεῖ πως, ἔφην, ἐναντιοῦσθαι πρὸς τὸν σκοπὸν ὁ λόγος.{ Μ.} Πῶς τοῦτον λέγεις; φησίν.{ Γ.} Ὅτι τοι, εἶπον, τῆς ἀλόγου πάσης κινήσεως µετὰ τὴν κάθαρσιν ἐν ἡµῖν ἀποσβεσθείσης, οὐδὲ τὸ ἐπιθυµητικὸν πάντως ἔσται· τούτου δὲ µὴ ὄντος οὐδ' ἂν ἡ τοῦ κρείττονος ἔφεσις εἴη, µηδενὸς ὑπολειφθέντος τῇ ψυχῇ τοιούτου κινήµα τος, τοῦ πρὸς τὴν ὄρεξιν τῶν ἀγαθῶν ἐπεγείρον τος.{ Μ.} Ἀλλὰ πρὸς τοῦτο, φησὶν, ἐκεῖνό φαµεν, ὅτι τὸ θεωρητικόν τε καὶ διακριτικὸν ἴδιόν ἐστι τοῦ θεοειδοῦς τῆς ψυχῆς, ἐπεὶ καὶ τὸ Θεῖον ἐν τούτοις κα ταλαµβάνοµεν. Εἰ τοίνυν εἴτε ἐκ τῆς νῦν ἐπιµελείας, εἴτε ἐκ τῆς µετὰ ταῦτα καθάρσεως ἐλευθέρα γένοιτο ἡµῖν ἡ ψυχὴ τῆς πρὸς τὰ ἄλογα τῶν παθῶν συµφυΐας, οὐδὲν πρὸς τὴν τοῦ καλοῦ θεωρίαν ἐν αποδισθήσεται. Τὸ γὰρ καλὸν ἑλκτικόν πως κατὰ τὴν ἑαυτοῦ φύσιν παντὸς τοῦ πρὸς ἐκεῖνο βλέποντος. Εἰ οὖν πάσης κακίας ἡ ψυχὴ καθαρεύ σειεν, ἐν τῷ καλῷ πάντως ἔσται. Καλὸν δὲ τῇ ἑαυ τοῦ φύσει τὸ Θεῖον πρὸς ὃ διὰ τῆς καθαρότητος τὴν συνάφειαν ἕξει τῷ οἰκείῳ συναπτοµένη. Εἰ οὖν τοῦτο γένοιτο, οὐκέτι ἔσται χρεία τῆς κατ' ἐπιθυµίαν κινήσεως, ἣ πρὸς τὸ καλὸν ἡγεµο νεύσει. Ὁ γὰρ ἐν σκότει τὴν διαγωγὴν ἔχων, οὗτος ἐν ἐπιθυµίᾳ τοῦ φωτὸς ἔσται· εἰ δὲ ἐν τῷ φωτὶ γένοιτο, τὴν ἐπιθυµίαν ἐκδέξεται ἡ ἀπόλαυσις, ἡ δὲ ἐξουσία τῆς ἀπολαύσεως ἀργὴν καὶ ἕωλον τὴν ἐπιθυ µίαν ἐργάζεται. Οὐκοῦν οὐδεµία τις ἔσται διὰ τούτων ζηµία πρὸς τὴν τοῦ ἀγαθοῦ µετουσίαν, εἰ τοιού των ἡ ψυχὴ κινηµάτων ἐλευθέρα γένοιτο, πρὸς ἑαυτὴν πάλιν ἐπανελθοῦσα, καὶ ἑαυτὴν ἀκριβῶς εἰ δοῦσα, οἵα τῇ φύσει ἐστὶ, καὶ οἷον ἐν κατόπτρῳ καὶ εἰκόνι διὰ τοῦ· οἰκείου κάλλους πρὸς τὸ ἀρχέτυπον βλέπουσα. Ἀληθῶς γὰρ ἐν τούτῳ ἔστιν εἰπεῖν τὴν ἀκριβῆ πρὸς τὸ Θεῖον εἶναι ὁµοίωσιν, ἐν τῷ µιµεῖ ὰὰσθαί πως τὴν ἡµετέραν ζωὴν τὴν ὑπερκειµένην οὐσίαν. Ἡ γὰρ ὑπεράνω παντὸς νοήµατος φύσις πόῤῥω τῶν ἐν ἡµῖν θεωρουµένων ἀφιδρυµένη, ἄλλῳ τινὶ τρόπῳ τὴν ἰδίαν ἐξοδεύει ζωὴν, καὶ οὐ καθὼς ἡµεῖς νῦν ἐν τῷ ζῇν ἐσµεν. Ἄνθρωποι µὲν γὰρ, διὰ τὸ ἀεὶ πάντως ἐν κινήσει τὴν φύσιν εἶναι, καθάπερ ἂν ἡ ὁρµὴ τῆς προαιρέσεως γένηται, κατ' ἐκεῖνο φερόµεθα, οὐχ ὁµοίως τῆς ψυχῆς κατὰ τὸ ἔµπροσθεν αὐτῆς, ὡς ἂν εἴποι τις, καὶ τὸ ὀπίσω διακειµένης. Ἐλπὶς µὲν γὰρ καθηγεῖται τῆς ἐπὶ τὸ πρόσω κινήσεως, µνήµη δὲ δέχεται πρὸς τὴν ἐλπίδα προϊοῦσαν τὴν κίνησιν· ἀλλ' εἰ µὲν πρὸς τὸ φύσει καλὸν ἡ ἐλπὶς τὴν ψυχὴν ἄγοι, φαιδρὸν ἐν σηµαίνεται τῇ µνήµῃ τὸ ἴχνος ἡ τῆς προαιρέσεως κίνησις· εἰ δὲ διαψευσθείη τοῦ κρείττονος, εἰδώλῳ τινὶ καλοῦ, παρασοφισαµένης τὴν ψυχὴν τῆς ἐλπίδος, ἡ ἐπακολουθοῦσα τοῖς γινοµένοις µνήµη αἰσχύνη γίνεται. Καὶ ἐµφύλως οὗτος ὁ πόλε µος ἐν τῇ ψυχῇ συνίσταται, µαχοµένης τῇ ἐλπίδι τῆς µνήµης, ὡς κακῶς καθηγησαµένης τῆς προαι ρέσεως. Τοιοῦτον γάρ τινα νοῦν ἑρµηνεύει σαφῶς τὸ κατ' αἰσχύνην πάθος, ὅταν δάκνηται πρὸς τὸ ἀποβὰν ἡ ψυχὴ, οἷόν τινι µάστιγι τῇ µεταµελείᾳ κααπτοµένη τῆς ἀβουλήτου ὁρµῆς, καὶ εἰς συµµαχίαν κατὰ τοῦ λυποῦντος ἐφελκοµένη τὴν λήθην. Ἀλλ' ἡµῖν µὲν, διὰ τὸ πτωχὴν εἶναι τοῦ κα λοῦ, ἡ φύσις ἀεὶ πρὸς τὸ ἐνδέον ἴεται, καὶ ἡ τοῦ λείποντος ἔφεσις αὕτη ἐστὶν ἡ ἐπιθυµητικὴ τῆς φύσεως ἡµῶν διάθεσις, ἤτοι σφαλλοµένη δι' ἀκρισίαν τοῦ ὄντος καλοῦ, ἢ καὶ τυγχάνουσα οὗ τυχεῖν ἀγαθόν. Ἡ δὲ ὑπερέχουσα πᾶσαν ἀγαθὴν ἔννοιαν φύσις, καὶ πάσης ὑπερκειµένη δυνάµεως, ἅτε µηδε νὸς ἐνδεῶς ἔχουσα τῶν πρὸς τὸ ἀγαθὸν νοουµένων, αὕτη τῶν ἀγαθῶν οὖσα τὸ πλήρωµα, οὐδὲ κατὰ µετοχὴν καλοῦ τινος ἐν τῷ καλῷ κινουµένη, ἀλλ' αὐτὴ οὖσα ἡ τοῦ καλοῦ φύσις, ὅ τί ποτε καὶ εἶναι τὸ καλὸν ὁ νοῦς ὑποτίθεται, οὔτε τὴν ἐλπιστικὴν κίνησιν ἐν ἑαυτῇ δέχεται. Πρὸς γὰρ τὸ µὴ παρὸν ἡ ἐλπὶς ἐνήργηται µόνον. Ὃ δὲ ἔχει τις, τί καὶ ἐλπίζει; φησὶν ὁ Ἀπόστολος. Οὔτε τῆς µνηµονευτικῆς ἐνεργείας πρὸς τὴν τῶν ὄντων ἐπιστήµην ἐπιδεής ἐστι· τὸ γὰρ βλεπόµενον τοῦ µνηµονευθῆναι οὐκ ἐπιδέεται. Ἐπεὶ δὲ οὖν παντὸς ἀγαθοῦ ἐπέκεινα ἡ θεία φύσις, τὸ δὲ ἀγαθὸν ἀγαθοῦ φίλον πάντως, διὰ τοῦτο ἐν ἑαυτῇ βλέπουσα, καὶ ὃ ἔχει θέλει, καὶ ὃ θέλει ἔχει, οὐδὲν τῶν ἔξωθεν εἰς ἑαυτὴν δεχοµένη, ἔξω δὲ αὐτῆς οὐδὲν, ὅτι µὴ ἡ κακία µόνη, ἥτις, εἰ κἂν παράδοξον εἰπεῖν, ἐν τῷ µὴ εἶναι τὸ εἶναι ἔχει· οὐ γὰρ ἄλλη τίς ἐστι καὶ κακίας γένεσις, εἰ µὴ τοῦ ὄντος στέρησις. Τὸ δὲ κυρίως ὂν ἡ τοῦ ἀγαθοῦ φύσις ἐστίν. Ὃ οὖν ἐν τῷ ὄντι οὐκ ἔστιν, ἐν τῷ µὴ εἶναι πάντως ἐστίν. Ἐπειδὰν οὖν καὶ ἡ ψυχὴ πάντα τὰ ποικίλα τῆς φύσεως ἀποσκευασαµένη κινήµατα θεοειδὴς γίνεται, καὶ ὑπερβᾶσα τὴν ἐπιθυµίαν ἐν ἐκείν ῳ ᾖ, πρὸς ὃ ὑπὸ τῆς ἐπιθυµίας τέως ὑπῄρετο, οὐκέτι τινὰ σχολὴν δίδωσιν ἐν ἑαυτῇ, οὔτε τῇ ἐλπίδι, οὔτε τῇ µνήµῃ, τὸ γὰρ ἐλπιζόµενον ἔχει· ἡ δὲ περὶ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν ἀσχολία τὴν µνήµην ἐκκρούει τῆς διανοίας· καὶ οὕτω τὴν ὑπερέχουσαν µιµεῖται ζωὴν τοῖς ἰδιώ µασι τῆς θείας φύσεως ἐµµορφωθεῖσα, ὡς µηδὲν ὑπολειφθῆναι τῶν ἄλλων αὐτῇ, πλὴν τῆς ἀγαπητικῆς διαθέσεως, φυσικῶς τῷ καλῷ προσφυοµένης. Τοῦτο γάρ ἐστιν ἡ ἀγάπη, ἡ πρὸς τὸ καταθύµιον ἐνδιάθε τος σχέσις. Ὅταν οὖν ἡ ἁπλῆ καὶ µονοειδὴς καὶ ἀκριβῶς θεοείκελος ἡ ψυχὴ γινοµένη εὕροιτο ἀληθῶς ἁπλοῦν τε καὶ ἄϋλον ἀγαθὸν, ἐκεῖνο τὸ µόνον τοιόν τι ἀγαπητὸν καὶ ἐράσµιον προσφύεταί τε αὐτῷ καὶ συνανακιρνᾶται διὰ τῆς ἀγαπητῆς κινήσεώς τε καὶ ἐνεργείας, πρὸς τὸ ἀεὶ καταλαµβα νόµενόν τε καὶ εὑρισκόµενον ἑαυτὴν µορφοῦσα· καὶ τοῦτο γινοµένη διὰ τῆς τοῦ ἀγαθοῦ ὁµοιότητος, ὅπερ ἡ τοῦ µετεχοµένου φύσις ἐστὶν, ἐπιθυµίας ἐν ἐκείνῳ µὴ οὔσης διὰ τὸ µηδέ τινος τῶν ἀγαθῶν ἔν δειαν ἐν αὐτῷ εἶναι, ἀκόλουθον ἂν εἴη καὶ τὴν ψυχὴν ἐν τῷ ἀνενδεεῖ γινοµένην ἐκβάλλειν ἀφ' ἑαυτῆς καὶ τὴν ἐπιθυµητικὴν κίνησίν τε καὶ διάθεσιν, ἣ τότε γίνεται µόνον, ὅταν µὴ παρῇ τὸ ποθού µενον. Τοῦ δὲ τοῦ τοιούτου δόγµατος καὶ ὁ θεῖος Ἀπόστο λος ἡµῖν καθηγήσατο, πάντων τῶν νῦν ἐν ἡµῖν καὶ ἐπὶ τῷ κρείττονι σπουδαζοµένων παῦλάν τινα καὶ καταστολὴν προαγγείλας, µόνης δὲ τῆς ἀγάπης οὐχ εὑρὼν τὸν ὅρον. Προφητεῖαι γὰρ, φησὶ, κατ αργηθήσονται, καὶ γνώσεις παύσονται· ἡ δὲ ἀγάπη οὐδέ ποτε πίπτει· ὅπερ ἴσον ἐστὶ τῷ ἀεὶ ὡσαύτως ἔχειν· ἀλλὰ καὶ πίστιν καὶ ἐλπίδα συµπα ραµεµενηκέναι τῇ ἀγάπῃ λέγων, πάλιν καὶ τού των αὐτὴν ὑπερτίθησιν εἰκότως. Ἡ γὰρ ἐλπὶς µέχρι ἐκείνου κινεῖται, ἕως ἂν µὴ παρείη τῶν ἐλπιζο µένων ἀπόλαυσις, καὶ ἡ πίστις ὡσαύτως ἔρεισµα τῆς τῶν ἐλπιζοµένων ἀδηλίας γίνεται. Οὕτω γὰρ αὐτὴν καὶ ὡρίσατο λέγων· Ἔστι δὲ πίστις ἐλπιζο µένων ὑπόστασις. Ἐπειδὰν δὲ ἔλθῃ τὸ ἐλπιζόµενον, τῶν ἄλλων εὐτηρεµόντων πάντων, ἡ κατὰ τὴν ἀγάπην ἐνέργεια µένει, τὸ διαδεχόµενον αὐτὴν οὐχ εὑρίσκουσαν.∆ ιὸ καὶ προτερεύει τῶν τε κατ' ἀρετὴν κατορθουµένων ἁπάντων, καὶ τῶν τοῦ νόµου παραγγελµάτων. Εἰ οὖν ἐπὶ τοῦτό ποτε τὸ τέ λος φθάσειεν ἡ ψυχὴ, ἀνενδεῶς ἕξει τῶν ἄλλων, ἅτε δὴ τοῦ πληρώµατος περιδεδραγµένη τῶν ὄντων, καὶ δοκεῖ µόνη πως αὐτῆς τῆς θείας µακαριό τητος ἐν αὐτῇ σώζειν τὸν χαρακτῆρα. Ἥ τε γὰρ ζωὴ τῆς ἄνω φύσεως ἀγάπη ἐστὶν, ἐπειδὴ τὸ καλὸν ἀγαπητὸν πάντως ἐστὶ τοῖς γινώσκουσι· γι νώσκει δὲ αὐτὸ τὸ Θεῖον· ἡ δὲ γνῶσις ἀγάπη γί νεται.∆ ιὸ τὸ καλόν ἐστι τῇ φύσει τὸ γινωσκό µενον, τοῦ δὲ ἀληθῶς καλοῦ ὁ ὑβριστὴς οὐ προσ άπτεται κόρος· κόρου δὲ τὴν ἀγαπητικὴν πρὸς τὸ καλὸν σχέσιν οὐ διακόπτοντος, ἀεὶ ἡ θεία ζωὴ δι' ἀγάπης ἐνεργηθήσεται, ἣ καλή τε κατὰ φύ σιν ἐστὶ, καὶ ἀγαπητικῶς πρὸς τὸ καλὸν ἐκ φύσεως ἔχει, καὶ ὅρον τῆς κατὰ τὴν ἀγάπην ἐνεργείας οὐκ ἔχει, ἐπειδὴ οὐδὲ τοῦ καλοῦ τι πέρας καταλαµ βάνεται, ὡς συναπολήγειν τῷ πέρατι τοῦ καλοῦ τὴν ἀγάπην· µόνῳ γὰρ τῷ ἐναντίῳ τὸ καλὸν περα τιοῦται· οὗ δὲ ἡ φύσις ἀνεπίδεκτός ἐστι τοῦ χείρονος, πρὸς τὸ ἀπέραντόν τε καὶ ἀόριστον τὸ ἀγα θὸν προελεύσεται. Ἐπεὶ οὖν ἑλκτικὴ τῶν οἰκείων πᾶσα φύσις ἐστὶν, οἰκεῖον δέ πως τῷ Θεῷ τὸ ἀνθρώπινον, ἅτε δὴ φέρον ἐν ἑαυτῷ τοῦ ἀρχετύπου µιµήµατα, ἕλκεται κατὰ πᾶσαν ἀνάγκην πρὸς τὸ θεῖόν τε καὶ συγγενὲς ἡ ψυχή.∆ εῖ γὰρ πάντη καὶ πάντως τῷ Θεῷ ἀποσω θῆναι τὸ ἴδιον· ἀλλ' εἰ µὲν κούφη καὶ ἀπέριττος τύχῃ, µηδεµιᾶς σωµατικῆς ἀχθηδόνος αὐτὴν πιεζούσης, ἡδεῖα καὶ εὔκολος αὐτῇ ἡ πρὸς τὸν ἐπισπώµενον προσχώρησις γίνεται. Εἰ δὲ τοῖς τῆς προσπαθείας ἥλοις εἰς τὴν πρὸς τὰ ὑλώδη σχέσιν καταπαρῇ, οἷόν τινα πάσχειν εἰκὸς ἐν τοῖς συµπτώµασι τῶν σεισµῶν, τὰ ἐµπιεσθέντα τοῖς χώ µασι σώµατα· προκείσθω δὲ καθ' ὑπόθεσιν τὸ µὴ βεβαρῆσθαι µόνον αὐτὰ τοῖς συµπτώµασιν, ἀλλὰ καὶ διαπεπερονῆσθαί τισιν ὀβελοῖς ἢ ξύλοις τοῖς ἐνευρεθεῖσι τῷ χώµατι· ὅπερ οὖν εἰκὸς ὑποµεῖναι τὰ οὕτω διακείµενα σώµατα, παρὰ τῶν οἰκείων τῆ ς συµπτώσεως ὁσίας ἕνεκεν ἐξελκό µενα· ξανθήσεται γὰρ πάντως, καὶ σπαραχθήσεται, καὶ πᾶν ὁτιοῦν τῶν χαλεπωτάτων πείσεται, τοῦ χώ µατος αὐτὰ καὶ τῶν ἥλων διὰ τὴν τῶν ἐφελκοµένων βίαν καταξαινόντων· τοιοῦτόν τί µοι δοκεῖ καὶ περὶ τὴν ψυχὴν γίνεσθαι πάθος, ὅταν ἡ θεία δύναµις ὑπὸ φιλανθρωπίας ἐκ τῶν ἀλόγων τε καὶ ὑλικῶν συµ πτωµάτων ἐφέλκηται τὸ ἴδιον. Οὐ γὰρ µι σῶν οὐδ' ἀµυνόµενος ἐπὶ τῇ κακῇ ζωῇ, κατά γε τὸν ἐµὸν λόγον, ἐπάγει τοῖς ἐξηµαρτηκόσι τὰς ὀδυνηρὰς διαθέσεις ὁ Θεὸς, ὁ ἀντιποιούµενός τε καὶ πρὸς ἑαυτὸν ἕλκων πᾶν ὅτιπερ αὐτοῦ χάριν ἦλθεν εἰς γέ νεσιν· ἀλλ' ὁ µὲν ἐπὶ τῷ κρείττονι σκοπῷ πρὸς ἑαυ τὸν, ὅς ἐστι πηγὴ πάσης µακαριότητος, ἐπισπᾶται τὴν ψυχήν· ἐπισυµβαίνει δὲ κατ' ἀνάγκην ἡ ἀλγεινὴ διάθεσις τῷ ἑλκοµένῳ. Καὶ ὥσπερ τὴν ἐµµιχθεῖσαν τῷ χρυσίῳ ὕλην οἱ διὰ πυρὸς ἐκκαθαροῦντες οὐ µόνον τὸ νόθον τῷ πυρὶ τήκουσιν, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην καὶ τὸ καθαρὸν τῷ κιβδήλῳ συγκατατήκεται, κἀκείνου δὲ δαπανωµένου τοῦτο µένει· οὕτω καὶ τῆς κακίας τῷ ἀκοιµήτῳ πυρὶ δαπανωµένης, ἀνάγκη πᾶσα καὶ τὴν ἑνωθεῖσαν αὐτῇ ψυχὴν ἐν τῷ πυρὶ εἶναι, ὡς ἂν τὸ κατεσπαρµένον νόθον καὶ ὑλῶδες, καὶ κί βδηλον ἀπαναλωθῇ τῷ αἰωνίῳ πυρὶ δαπανώ µενον. Καὶ καθάπερ εἴ τινι σχοινίῳ πηλὸς τῶν κολ λωδεστέρων διὰ βάθους περιπλασθείη, εἶτα διά τινος λεπτοῦ χωρήµατος ἡ ἀρχὴ διεξαχθείη τῆς σχοίνου, καὶ βιαίως τις ἐπὶ τὰ ἐντὸς ἐκ τοῦ ἄκρου τὴν σχοῖνον ἐφέλκοιτο, ἀνάγκη πᾶσα τὴν µὲν ἕπεσθαι τῷ ἐπισπωµένῳ, τὸν δὲ παραπλασθέντα πηλὸν ἐκ τῆς βιαίας ὁλκῆς ἔξω τῆς τρυµαλιᾶς µένειν τῆς σχοί νου ἀποξυόµενον, καὶ αἴτιον αὐτῇ γίνεσθαι τοῦ µὴ εὐοδοῦσθαι κατὰ τὴν πάροδον, ἀλλὰ βιαίαν ὑπο µένειν ἐκ τοῦ ἐφελκοµένου τὴν τάσιν· τοιοῦτόν τί µοι δοκεῖ καὶ τὸ περὶ τὴν ψυχὴν ἐννοεῖν ταῖς ὑλικαῖς τε καὶ γεώδεσι προσπαθείαις ἐνειληθεῖσαν, κάµνειν καὶ διατείνεσθαι, τοῦ µὲν Θεοῦ τὸ ἴδιον πρὸς ἑαυτὸν ἕλκοντος· τοῦ δ' ἀλλοτρίου, διὰ τὸ συµφυῆναί πως αὐτῇ, βιαίως ἀποξυροµένου, καὶ τὰς δριµείας αὐτῇ καὶ ἀνυποστάτους ἀλγηδόνας ἐπάγοντος. ὰ{ Γ.} Οὐκοῦν, εἶπον, οὐχ ἡ θεία κρίσις, ὡς ἔοικε, κατὰ τὸ προηγούµενον, τοῖς ἐξηµαρτηκόσιν ἐπάγει τὴν κόλασιν, ἀλλὰ τὸ µὲν ὡς ὁ λόγος ἀπέδειξεν, ἀγαθὸν ἐνεργεῖ µόνον τοῦ κακοῦ ἀποκρίνουσα, καὶ πρὸς τὴν τῆς µακαριότητος κοινωνίαν ἐπισπωµένη· ὁ δὲ τῆς συµφυΐας διασπασµὸς ὀδύνη τῷ ἑλκοµένῳ γίνε.{ Μ.} Οὕτω, φησὶν ἡ διδάσκαλος, καὶ ὁ ἐµός ἐστι λόγος, καὶ ὅτι µέτρον τῆς ἀλγηδόνος ἡ τῆς κακίας ἐν ἑκάστῳ ποσότης ἐστίν. Οὐ γὰρ εἰκὸς ἐκ τοῦ ἴσου τὸν εἰς τοσοῦτον ἐν ἀπηγορευµένοις γεγονότα κακοῖς, καὶ τὸν µετρίοις συνενεχθέντα πληµµελήµασιν, ἐν τῇ κρίσει τῆς µοχθηρᾶς ἕξεως ἀνιαθῆναι. Ἀλλὰ παρὰ τὸ ποσὸν τῆς ὕλης, ἢ πλεῖον ἢ ἔλαττον ἡ ὀδυνηρὰ ἐκείνη φλὸξ ἐξαφθήσεται, ὡς ἂν τὸ ὑπο τρέφον ᾖ. Ὧ τοίνυν πολὺς ὁ ὑλώδης ἔπεστι φόρτος, πολλὴν ἀνάγκη καὶ διαρκεστέραν ἐπ' αὐτῷ γί νεσθαι τὴν ἀναλίσκουσαν φλόγα· ᾧ δὲ ἐπ' ἔλαττον ἡ τοῦ πυρὸς δαπάνη ἐγκαταµέµικται, τοσοῦτον ὑποκα ταβαίνει τῆς σφοδροτέρας τε καὶ δριµυτέρας ἐνεργείας ἡ κόλασις, ὅσον ἠλάττωται τῷ τῆς κακίας µέτρῳ τὸ ὑποκείµενον. Χρὴ γὰρ πάντη καὶ πάντως ἐξαιρεθῆ ναί ποτε τὸ κακὸν ἐκ τοῦ ὄντος, καὶ ὅπερ ἐν τοῖς φθάσασιν εἴρηται, τὸ ὄντως µὴ ὂν, µηδ' εἶναι ὅλως. Ἐπειδὴ γὰρ ἔξω τῆς προαιρέσεως ἡ κακία εἶναι φύσιν οὐκ ἔχει, ὅταν πᾶσα προαίρεσις ἐν τῷ Θεῷ γένηται, εἰς παντελῆ ἀφανισµὸν ἡ κακία µὴ χωρήσει. τῷ µηδὲν αὐτῆς ὑπολειφθῆναι δοχεῖον.{ Γ.} Ἀλλὰ τί κέρδος τῆς χρηστῆς ἐλπίδος, εἶ πον ἐγὼ, τῷ λογιζοµένῳ ὅσον ἐστὶ κακὸν καὶ ἐνιαυ σιαίαν µόνην ὑποσχεῖν ἀλγηδόνα, εἰ δ' εἰς αἰώ νιόν τι διάστηµα ἡ ἄσχετος ἐκείνη ὀδύνη παραταθείη, τίς ἐκ τῆς ὕστερον ἐλπίδος ὑπολέλειπται πα ραµυθία, ᾧ πρὸς ὅλον αἰῶνα συνδιαµετρεῖται ἡ κό λασις;{ Μ.} Ὥστε προνοητέον ἢ καθόλου τῶν τῆς κακίας µολυσµάτων φυλάξαι τὴν ψυχὴν ἀµιγῆ τε καὶ ἀκοινώνητον· ἢ εἰ τοῦτο πάντη ἀµήχανον διὰ τὸ ἔµπαθες τῆς φύσεως ἡµῶν, ὡς ὅτι µάλιστα ἐν µετρίοις τισὶ καὶ εὐθεραπεύτοις εἶναι τὰ τῆς ἀρετῆς ἀποτεύγµατα. Οἶδε γὰρ ἡ εὐαγγελικὴ διδα σκαλία καὶ µυρίων ὀφειλέτην τινὰ ταλάντων, καὶ πεντακοσίων δηναρίων, καὶ πεντήκοντα, καὶ κο δράντου τινὸς, ὅπερ τὸ ἔσχατόν ἐστιν ἐν νοµίσµασι· τὴν δὲ τοῦ Θεοῦ δικαίαν κρίσιν διὰ πάν των διεξιέναι, καὶ τῷ βάρει τοῦ ὀφλήµατος συνεπι τείνουσαν τὴν ἀνάγκην τῆς ἀπαιτήσεως, καὶ οὐδὲ τῶν σµικροτάτων ὑπερορῶσαν. Τὴν δὲ ἀπόδοσιν τῶν ὀφληµάτων τὸ Εὐαγγέλιον εἶπεν οὐκ ἐκ χρηµάτων διαλύσεως γίνεσθαι, ἀλλὰ παραδίδοσθαι τοῖς βασανι σταῖς τὸν ὑπόχρεων, ἕως ἂν, φησὶν, ἀποδῷ πᾶν τὸ ὀφειλόµενον· ὅπερ οὐδὲν ἕτερόν ἐστιν, ἢ διὰ τῆς βα σάνου τὴν ἀναγκαίαν ὀφειλὴν ἀποτίσαι, τὸ ὄφληµα τῆς τῶν λυπηρῶν µετουσίας, ὧν παρὰ τὸν βίον ὑπό χρεως ἐγένετο, ἀµιγῆ τε καὶ ἄκρατον τοῦ ἐναντίου τὴν ἡδονὴν ὑπὸ ἀβουλίας ἑλόµενος, καὶ οὕτως, ἅπαν ἀποθέµενος τὸ ἀλλότριον ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ἁµαρ τία, καὶ τὴν ἐκ τῶν ὀφληµάτων αἰσχύνην ἀποδυσάµε νος, ἐν ἐλευθερίᾳ τε καὶ παῤῥησίᾳ γένηται. Ἡ δ' ἐλευ θερία ἐστὶν ἡ πρὸς τὸ ἀδέσποτόν τε καὶ αὐτοκρατὲς ἐξοµοίωσις, ἡ κατ' ἀρχὰς µὲν ἡµῖν παρὰ Θεοῦ δεδωρηµένη, συγκαλυφθεῖσα τῇ τῶν ὀφληµάτων αἰσχύ νῃ. Πᾶσα δ' ἐλευθερία µία τίς ἐστι τῇ φύσει καὶ πρὸς ἑαυτὴν οἰκείως ἔχει. Ἀκολούθως οὖν πᾶν τὸ ἐλεύ θερον τῷ ὁµοίῳ συναρµοσθήσεται· ἀρετὴ δὲ ἀδέσπο τον. Οὐκοῦν ἐν ταύτῃ γενήσεται πᾶν τὸ ἐλεύθερον, ἀδέσποτον γὰρ τὸ ἐλεύθερον. Ἀλλὰ µὴν ἡ θεία φύσις ἡ πηγὴ πάσης ἐστὶ τῆς ἀρετῆς. Ἐν ταύτῃ ἄρα οἱ τῆς κακίας ἀπηλ λαγµένοι γενήσονται, ἵνα, καθώς φησιν ὁ Ἀπόστολος, ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Αὕτη γὰρ ἡ φωνὴ σαφῶς µοι δοκεῖ βεβαιοῦν τὴν προεξητασµένην διάνοιαν, ἡ λέγουσα, καὶ εἰς πάντα γενέσθαι τὸν Θεὸν, καὶ ἐν πᾶσι. Τῆς γὰρ ἐν τῷ παρόντι ζωῆς ποικίλως τε καὶ πολυειδῶς ἡµῖν ἐνεργουµένης, πολλὰ µέν ἐστιν ὧν µετέχοµεν, οἷον χρόνου καὶ ἀέρος καὶ τόπου, βρώ σεώς τε καὶ πόσεως, καὶ σκεπασµάτων, καὶ ἡλίου, καὶ λύχνου, καὶ ἄλλων πρὸς τὴν χρείαν τοῦ βίου πολλῶν, ὧν οὐδέν ἐστιν ὁ Θεός· ἡ δὲ προσδοκωµένη µακαριότης µὲν οὐδενός ἐστιν ἐπιδεὴς, πάντα δὲ ἡµῖν καὶ ἀντὶ πάντων ἡ θεία γενήσεται φύσις, πρὸς πᾶσαν χρείαν τῆς ζωῆς ἐκείνης ἑαυτὴν ἁρµοδίως ἐπιµερίζουσα. Καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῶν θείων λόγων, ὅτι καὶ τόπος γίνεται ὁ Θεὸς τοῖς ἀξίοις, καὶ οἶκος, καὶ ἔνδυµα, καὶ τροφὴ, καὶ πόσις, καὶ φῶς, καὶ πλοῦτος, καὶ βασιλεία, καὶ πᾶν νόηµά τε καὶ ὄνοµα τῶν πρὸς τὴν ἀγαθὴν ἡµῖν συντε λούντων ζωήν. Ὁ δὲ πάντα γινόµενος καὶ ἐν πᾶσι γίνεται. Ἐν τούτῳ δέ µοι δοκεῖ τὸν παντελῆ τῆς κακίας ἀφανισµὸν δογµατίζειν ὁ λόγος. Εἰ γὰρ ἐν πᾶσι τοῖς οὖσιν ὁ Θεὸς ἔσται, ἡ κακία δηλαδὴ ἐν τοῖς οὖσιν οὐκ ἔσται. Εἰ γάρ τις ὑπόθοιτο κἀκείνην εἶναι, πῶς σωθήσεται τὸ ἐν πᾶσι τὸν Θεὸν εἶναι; Ἡ γὰρ ὑπεξαίρεσις ἐκείνης, ἐλλιπῆ τῶν πάντων ποιεῖ τὴν περίληψιν. Ἀλλ' ὁ ἐν τοῖς πᾶσιν ἐσόµενος, ἐν τοῖς µὴ οὖσιν οὐκ ἔσται.{ Γ.} Τί οὖν χρὴ λέγειν, εἶπον, πρὸς τοὺς µικροψύχως ταῖς συµβολαῖς διακειµένους;{ Μ.} Εἴπωµεν πρὸς αὐτοὺς, φησὶν ἡ διδάσκα λος, ὅτι Μάτην, ὦ οὗτοι, δυσανασχετεῖτε καὶ δυσχεραί νετε τῷ εἱρµῷ τῆς ἀναγκαίας πραγµάτων ἀκο λουθίας, ἀγνοοῦντες πρὸς ὅντινα σκοπὸν τὰ καθ' ἕκα στον ἐν τῷ παντὶ οἰκονοµούµενα φέρεται, ὅτι πάντα χρὴ τάξει τινὶ καὶ ἀκολουθίᾳ κατὰ τὴν τεχνικὴν τοῦ καθηγεµόνος σοφίαν τῇ θείᾳ προσοικειωθῆναι φύσει. Τούτου γὰρ ἕνεκεν ἡ λογικὴ φύσις ἦλθεν εἰς γένεσιν, ὡς τὸν πλοῦτον τῶν θείων ἀγαθῶν µὴ ἀργὸν εἶναι· ἀλλ' οἷον ἀγγεῖά τινα προαιρετικὰ τῶν ψυχῶν δοχεῖα, παρὰ τῆς τὸ πᾶν συστησαµένης σοφίας κατ εσκάσθη, ἐφ' ᾧτε εἶναί τι χώρηµα δεκτικὸν ἀγα θῶν, τὸ ἀεὶ τῇ προσθήκῃ τοῦ εἰσχεοµένου µεῖζον γινόµενον. Τοιαύτῃ γὰρ ἡ τοῦ θείου ἀγαθοῦ µετουσία, ὥστε µείζονα καὶ δεκτικώτερον ποιεῖν τὸν ἐν ᾧ γίνεται, ἐκ δυνάµεως καὶ µεγέθους προσθήκην ἀναλαµ βανοµένη τῷ δεχοµένῳ, ὡς ἂν αὔξεσθαι τὸν τρεφόµενον, καὶ µὴ λήγειν ποτὲ τῆς αὐξήσεως. Τῆς γὰρ πηγῆς τῶν ἀγαθῶν ἀνέκλειπτα πηγαζού σης, ἡ τοῦ µετέχοντος φύσις, διὰ τὸ µηδὲν τοῦ λαµ βανοµένου περιττωµατικόν τε εἶναι καὶ ἄχρη στον, ὅλον τὸ εἰσρέον προσθήκην τοῦ ἰδίου ποιουµένου µεγέθους, ἑλκτικωτέρα τε ἅµα τοῦ κρείττονος, καὶ πολυχωρητοτέρα γίνεται, ἀµφοτέρων ἀλλήλοις συν επιδιδόντων, τῆς τε τρεφοµένης δυνάµεως ἐν τῇ τῶν ἀγαθῶν ἀφθονίᾳ πρὸς τὸ µεῖζον ἐπιδιδούσης, καὶ τῆς τρεφούσης χορηγίας, τῇ τῶν αὐξανοµένων ἐπιδόσει συµπληµµυρούσης. Ἔστιν οὖν εἰκὸς εἰς τοιοῦτον ἀναβήσεσθαι µέγεθος, ἐφ' ὃν ὅρος οὐδεὶς ἐπικόπτει τὴν αὔξησιν. Εἶτα τοιούτων ἡµῖν προ κειµένων, χαλεπαίνετε διὰ τῆς τεταγµένης ἡµῖν ὁδοῦ πρὸς τὸν ἴδιον σκοπὸν προϊούσης τῆς φύσεως; Οὐ γὰρ ἔστιν ἄλλως ἐπέκεινα γενέσθαι τὸν δρόµον ἡµῖν, µὴ τοῦ βαροῦντος ἡµᾶς, τοῦ ἐµβριθοῦς λέγω τούτου καὶ γεώδους φορτίου, τῆς ψυχῆς ἡµῶν ἀπο σεισθέντος, τῆς τε πρὸς αὐτὸ συµπαθείας, ἣν ἐν τῷ δε τῷ βίῳ ἐσχήκαµεν, διὰ κρείττονος ἐπιµελείας ἐγκαθαρθέντας, ἐν τῷ καθαρῷ δυνηθῆναι προσ οικειωθῆναι τὸ ὅµοιον. Εἰ δέ σοί τις καὶ πρὸς τὸ σῶµα τοῦτο σχέσις ἐστὶ, καὶ λυπεῖ σε ἡ τοῦ ἠγαπηµένου διάζευξις, µηδὲ τοῦτό σοι ἀπ' ἐλπίδος ἔσται. Ὄψει γὰρ τοῦτο τὸ σωµατικὸν περιβόλαιον τὸν νῦν διαλυθὲν τῷ θανάτῳ ἐκ τῶν αὐτῶν πάλιν ἐξυφαινόµενον, οὐ κατὰ τὴν παχυµερῆ ταύτην καὶ βαρεῖαν κατασκευὴν, ἀλλ' ἐπὶ τὸ λεπτότερόν τε καὶ ἀερῶδες µετακλωσθέντος τοῦ νήµατος, ὥστε σοι καὶ παρεῖναι τὸ ἀγαπώµενον, καὶ ἐν ἀµείνονι καὶ ἐρασµιωτέρῳ κάλλει πάλιν ἀποκαθίστασθαι.{ Γ.} Ἀλλ' ἔοικέ πως, εἶπον, ἐξ ἀκολουθίας ἡµῖν τὸ δόγµα τῆς ἀναστάσεως ἐπεισεληλυθέναι τῷ λόγῳ, ὅ µοι δοκεῖ ἰδεῖν ἀληθὲς µὲν καὶ πιστὸν ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας, ἵνα µὴ ἀµφιβάλλῃ· ἐπει δὴ πῶς ἡ ἀσθένεια τῆς ἀνθρωπίνης διανοίας, τοῖς χωρητοῖς ἡµῖν λογισµοῖς, µᾶλλον πρὸς τοιαύτην πίστιν ἐπιστηρίζεται, καλῶς ἂν ἔχοι µηδὲ τοῦτο τὸ µέρος παραδραµεῖν ἀθεώρητον. Τί οὖν χρὴ λέγειν, περισκεψώµεθα.
1.4
{ Μ.} Καὶ ἡ διδάσκαλος, Οἱ µὲν ἔξω, φησὶ, τῆς καθ' ἡµᾶς φιλοσοφίας ἐν διαφόροις ὑπολήψεσιν, ἄλλος ἄλ λως µέρει τινὶ τοῦ κατὰ τὴν ἀνάστασιν ἐφήψαντο δόγµατος, οὔτε δι' ἀκριβείας τοῖς ἡµετέροις συνενεχθέν τες, οὔτε πάντη τῆς τοιαύτης ἀποσφαλέντες ἐλπίδος, Τινὲς µὲν γὰρ ὑβρίζουσι τῇ κοινότητι τὸ ἀνθρώπινον, τὴν αὐτὴν ἀνὰ µέρος ἀνθρώπου τε καὶ ἀλόγου ψυχὴν διοριζόµενοι γίνεσθαι, µετενδυοµένην τὰ σώµατα, καὶ πρὸς τὸ ἀρέσκον ἀεὶ µεταβαίνουσαν, ἢ πτηνὸν, ἢ ἔν υδρον, ἢ χερσαῖόν τι ζῶον γινοµένην µετὰ τὸν ἄν θρωπον, καὶ πάλιν ἀπὸ τούτων πρὸς τὴν ἀνθρωπίνην ἐπανιέναι φύσιν. Ἕτεροι δὲ µέχρι τῶν θάµνων τὸν τοιοῦτον λῆρον ἐκτείνουσιν, ὡς καὶ τὸν ξυλώδη βίον αὐτῇ κατάλληλόν τε καὶ οἰκεῖον νοµίζειν. Τοῖς δὲ τοῦτο δοκεῖ µόνον τὸ ἐξ ἀνθρώπου ἕτερον ἄνθρω πον ἀεὶ µεταλαµβάνειν, καὶ διὰ τῶν αὐτῶν πάντοτε τὸν ἀνθρώπινον διεξάγεσθαι βίον, νῦν µὲν ἐν τούτοις, πάλιν δὲ ἐν ἑτέροις τῶν αὐτῶν ψυχῶν εἰς τὸ διηνεκὲς γινοµένων. Ἡµεῖς δὲ καλῶς ἔχειν φαµὲν, ἐκ τῶν ἐκκλησιαστικῶν δογµάτων ὁρµώµενοι, τοσοῦτον πα ραδέξασθαι µόνον τῶν τοιαῦτα πεφιλοσοφηκότων, ὅσον συµφωνοῦντας αὐτοὺς τρόπον τινὰ δεῖξαι τῷ τῆς ἀνα στάσεως δόγµατι. Τὸ γὰρ λέγειν αὐτοὺς πάλιν τισὶν ἐπεισκρίνεσθαι δόγµασιν µετὰ τὴν ἀπὸ τούτου διάλυσιν τὴν ψυχὴν, οὐ λίαν ἀπᾴδει τῆς ἐλπιζοµένης ἡµῖν ἀναβιώσεως, ὅτι γὰρ ἡµέτερος λόγος ἐκ τῶν τοῦ κόσµου στοιχείων, νῦν τε καὶ εἰσαῦ θις τὸ σῶµα ἡµῶν συνίστασθαι λέγει, καὶ τοῖς ἔξω ὰὰθεν τὸ ἶσον δοκεῖ. Οὐ γὰρ ἄλλην τινὰ τοῦ σώµατος ἐπινοήσεις φύσιν ἔξω τῆς δροµῆς τῶν στοι χείων.∆ ιαφέρει δὲ τοσοῦτον, ὅσον παρ' ἡµῶν µὲν τὸ αὐτὸ λέγεσθαι πάλιν περὶ τὴν ψυχὴν συµπήγνυσθαι σῶµα, ἐκ τῶν αὐτῶν στοιχείων συναρµοζόµενον· ἐκεί νους δὲ οἴεσθαι πρὸς ἄλλα τινὰ σώµατα λογικά τε καὶ ἄλογα, καὶ ἀναίσθητα τὴν ψυχὴν καταπίπτειν οἷς τὸ µὲν ἐκ τῶν τοῦ κόσµου µερῶν εἶναι τὴν σύ στασιν ὁµολογεῖται, διαφωνεῖ δὲ τὸ µὴ ἐκ τῶν αὐτῶν οἴεσθαι τῶν κατ' ἀρχὰς ἐν τῇ διὰ σαρκὸς ζωῇ τῇ ψυχῇ προσφυέντων. Οὐκοῦν τὸ µὲν µὴ ἔξω τοῦ εἰκό τος εἶναι τὸ πάλιν τὴν ψυχὴν ἐν σώµατι γενέ σθαι, παρὰ τῆς ἔξω φιλοσοφίας µεµαρτυρήσθω· τὸ δὲ ἀσύστατον τοῦ ἐκείνω ν δόγµατος καιρὸς ἂν εἴη διασκορπίσασθαι, καὶ δι' αὐτῆς δὲ τῆς κατὰ τὸ εὔλογον ἀνακυπτούσης ἡµῖν ἀκολουθίας, φα νερῶσαι ῥᾳδίως ἐστὶ δυνατὸν τὴν ἀλήθειαν. Τίς οὖν ὁ περὶ τούτων λόγος; Οἱ πρὸς διαφόρους φύσεις τὴν ψυχὴν µετοικίζοντες, συσχεῖν µοι δοκοῦσι τὰς τῆς φύσεως ἰδιότητας· καὶ πάντα χρὴ καταµιγνύειν τε καὶ ἀναφύρειν πρὸς ἄλληλα, τὸ ἄλογον, τὸ λογικὸν, τὸ αἰσθητικὸν, τὸ ἀναίσθη τον· εἴπερ ἐν ἀλλήλοις ταῦτα γένοιτο, µηδέ τινι φύσεως εἱρµῷ κατὰ τὸ ἀµετάπτωτον ἀπ' ἀλλήλων διαστοιχιζόµενα. Τὸ γὰρ τὴν αὐτὴν ψυχὴν λέγειν, νῦν µὲν λογικήν τε καὶ διανοητικὴν, διὰ τῆς τοιᾶσδε τοῦ σώµατος περιβολῆς γίνεσθαι· πάλιν δὲ µετὰ τῶν ἑρπετῶν φωλεύειν, ἢ τοῖς ὀρνέοις συναγελάζε σθαι, ἢ ἀχθοφορεῖν, ἢ σαρκοβορεῖν, ἢ ὑποβρύχιον εἶναι, ἢ καὶ πρὸς τὸ ἀναίσθητον µεταπίπτειν, ῥιζου µένην τε καὶ ἀποδενδρουµένην, καὶ κλάδων ἐκφύ σεις ἀναβλαστάνουσαν, καὶ ἐν τούτοις ἢ ἄνθος, ἢ ἀκάνθην, ἢ τρόφιµόν τι φυοµένην, ἢ δηλητήριον, οὐδὲν ἕτερόν ἐστιν, ἢ ταὐτὸν ἡγεῖσθαι τὰ πάντα, καὶ µίαν ἐν τοῖς οὖσιν εἶναι τὴν φύσιν ἐν συγκεχυµέ νῃ τινὶ καὶ ἀδιακρίτῳ κοινωνίᾳ πεφυρµένην, µηδε µιᾶς ἰδιότητος τὸ ἕτερον τοῦ ἑτέρου ἀποκρινούσης. Ὁ γὰρ λέγων τὸ αὐτὸ ἐν παντὶ γίνεσθαι, οὐδὲν ἕτερον, ἢ ἓν εἶναι τὰ πάντα βούλεται, τῆς ἐµφαινοµένης δια φορᾶς τοῖς οὖσιν οὐδὲν πρὸς ἐπιµιξίαν τῶν ἀκοι νωνήτων ἐµποδιζούσης· ὡς ἀνάγκην εἶναι, κἄν τι τῶν ἰοβόλων, καὶ σαρκοβόρων θεάσηται, ὁµόφυ λον νοµίζειν ἑαυτῷ καὶ συγγενὲς τὸ φαινόµενον, οὐδὲ τὸ κώνειον ὁ τοιοῦτος ὡς ἀλλότριον τῆς ἰδίας ὄψεται φύσεως· εἴπερ βλέπει καὶ ἐν φυτοῖς τὸ ἀνθρώπινον· ἀλλ' οὐδὲ πρὸς αὐτὸν ἀνυπόπτως ἕξει τὸν βότρυν τὸν ἐπὶ τῇ χρείᾳ τῆς ζωῆς γεωργούµενον. Καὶ γὰρ καὶ αὐτὸς τῶν φυοµένων ἐστίν· φυτὰ δὲ ἡµῖν καὶ τὰ τῶν ἀσταχύων γεννήµατα, δι' ὧν τρε φόµεθα. Πῶς οὖν ἐπάξει τὴν δρεπάνην ἀσταχύων τοµῇ; πῶς δὲ ἀποθλίψει τὸν βότρυν, ἢ ἀνορύξει τῆς ἀρού ρας τὴν ἄκανθαν, ἢ τὸ ἄνθος δρέψει, ἢ θηρεύσει τοὺς ὄρνιθας, ἢ ἀπὸ ξύλων ἀνακαύσει πυρὰν, ἄδηλον ὂν εἰ µὴ κατὰ συγγενῶν, ἢ προγόνων, ἢ ὁµοφύλων, ἡ χεὶρ φέρεται, καὶ διὰ τοῦ σώµατος αὐτῶν ἢ τὸ πῦρ ἀνάπτεται, ἢὁ κρατὴρ κιρνᾶται, ἢ ἡ τροφὴ παρασκευάζεται; Τὸ γὰρ οἴεσθαι δι' ἑκάστου τούτων τὴν ψυχὴν τοῦ ἀνθρώπου γίνεσθαι φυτὸν ἢ ζῶον, ση µεῖα δὲ µὴ ἐπικεῖσθαι, ποῖον µὲν τὸ ἐξ ἀνθρώπου φυτὸν ἢ ζῶον, ποῖον δὲ τὸ ἑτέρως γινόµενον, πρὸς πάντα κατὰ τὸ ἶσον ὁ τῇ τοιαύτῃ προει ληµµένος ὑπολήψει διατεθήσεται, ὡς κατ' ἀνάγ κην, ἢ καὶ κατ' αὐτῶν τῶν ἐν τῇ φύσει ζώντων ἀνθρώπων ἀπηνῶς ἔχειν, ἢ εἴπερ ἐπὶ τῶν ὁµοφύλων πρὸς φιλανθρωπίαν ἐκ φύσεως ῥέποι, ὁµοίως αὐτὸν διακεῖσθαι πρὸς πᾶν ἔµψυχον, κἂν ἐν ἑρπετοῖς, κἂν ἐν θηρίοις τύχοι· ἀλλὰ κἂν ἐν ὕλῃ δένδρον γίνε, ὁ τὸ δόγµα τοῦτο παραδεξάµενος, δῆµον ἀν θρώπων τὰ δένδρα οἰήσεται. Τίς οὖν ὁ τοιοῦτος βίος ἢ πρὸς πάντα εὐλαβῶς διὰ τὸ ὁµόφυλον, ἢ καὶ πρὸς τοὺς ἀνθρώπους ἀπηνῶς διὰ τὴν ἐπὶ τῶν ἄλλων ἀδιαφορίαν ἔχοντος; Οὐκοῦν ἀπόβλητος ἐκ τῶν εἰρη µένων ὁ τοιοῦτος ἂν εἴη λόγος, πολλῶν καὶ ἄλλων τῆς τοιαύτης ἡµᾶς ὑπολήψεως κατὰ τὸ εὔλογον ἀπαγόν των. Ἤκουσα γὰρ τῶν τοιαῦτα δογµατιζόντων, ὅτι ἔθνη τινὰ τῶν ψυχῶν ἀποτίθεται ἐν ἰδιαζούσῃ τινὶ πολιτείᾳ πρὸς τὴν ἐν σώµατι ζωὴν βιοτεύοντα, ἐν τῷ λεπτῷ τε καὶ εὐκινήτῳ τῆς φύσεως ἑαυτῶν τῇ τοῦ παντὸς συµπεριπολοῦν τος δινήσει, ῥοπῇ δέ τινι τῇ πρὸς κακίαν πτε ροῤῥοούσας τὰς ψυχὰς ἐν σώµατι γίνεσθαι· πρῶτον µὲν ἀνθρώποις, εἶθ' οὕτως διὰ τῆς πρὸς τὰ ἄλογα τῶν παθῶν ὁµιλίας, µετὰ τοῦ ἀνθρω πίνου βίου ἐγχώρησιν ἀποκτηνοῦσθαι, κἀκεῖθεν µέχρι τῆς φυσικῆς ταύτης καὶ ἀναισθήτου καταπί πτειν ζωῆς, ὡς τὸ τῇ φύσει λεπτὸν καὶ εὐκίνητον, ὅπερ ἐστὶν ἡ ψυχὴ, πρῶτον µὲν ἐµβριθές τε καὶ κατωφερὲς γίνεσθαι τοῖς ἀνθρωπίνοις σώµασι διὰ κακίας εἰσοικιζόµενον· εἶτα τῆς λογικῆς δυνάµεως ἀποσβεσθείσης τοῖς ἀλόγοις ἐµβιοτεύειν· ἐκεῖθεν δὲ καὶ τῆς τοιαύτης τῶν αἰσθήσεων χάριτος ἀφαι ρεθείσης, τὴν ἀναίσθητον ταύτην ζωὴν τὴν ἐν φυτοῖς µεταλαµβάνειν· ἀπὸ τούτου δὲ πάλιν διὰ τῶν αὐτῶν ἀνιέναι βαθµῶν, καὶ πρὸς οὐράνιον χῶρον ἀποκαθίστασθαι. Τὸ δὲ τοιοῦτον δόγµα τοῖς καὶ µετρίως κρίνειν ἐπεσκεµµένοις αὐτόθεν ἐλέγχεται, µηδεµίαν ἔχειν ἐν ἑαυτοῖς στάσιν. Εἰ γὰρ ἀπὸ τῆς οὐρανίας ζωῆς διὰ κακίας ἐπὶ τὸν ξυλώδη βίον ἡ ψυχὴ κατασύ ρεται, ἀπὸ τούτου δὲ πάλιν δι' ἀρετῆς ἐπὶ τὸν οὐράνιον ἀνατρέχει, εὑρίσκεται ὁ λόγος αὐτῶν ἀπορῶν, ὅ τι προτιµότερον οἴεται, εἴτε τὴν ξυλίνην, εἴτε τὴν οὐρανίαν ζωήν. Κύκλος γάρ τίς ἐστι διὰ τῶν ὁµοίων περιχωρῶν, ἀεὶ τῆς ψυχῆς, ἐν ᾧπερ ἂν ᾖ, ἀστατού σης. Εἰ γὰρ ἐκ τῆς ἀσωµάτου ζωῆς πρὸς τὴν σωµα τικὴν ἀναπίπτει, καὶ ἐκ ταύτης πρὸς τὴν ἀναί σθητον· ἐκεῖθεν δὲ πάλιν πρὸς τὴν ἀσώµατον ἀνατρέχει, οὐδὲν ἕτερον ἢ ἀδιάκριτος κακῶν τε καὶ ἀγαθῶν σύγχυσις παρὰ τοῖς ταῦτα δογµατίζουσιν ὑπονοεῖται. Οὔτε γὰρ ἡ οὐρανία διαγωγὴ ἐν τῷ µακα ρισµῷ διαµένει, εἴπερ κακία τῶν ἐκεῖ ζώντων καθάπτεται· οὔτε τὰ ξύλα τῆς ἀρετῆς ἀµοιρή σει, εἴπερ ἐντεῦθεν µὲν ἐπὶ τὸ ἀγαθὸν παλιν δροµεῖν οἴονται τὴν ψυχὴν, ἐκεῖθεν δὲ τοῦ κατὰ κα κίαν ἀνάρχεσθαι. Εἰ γὰρ ἐν τῷ οὐρανῷ ἡ ψυχὴ συµπεριπολοῦσα τῇ κακίᾳ συµπλέκεται, καὶ διὰ ταύτης ἐπὶ τὸν ὑλώδη καθελκυσθεῖσα βίον, ἀν ωθεῖται πάλιν ἐντεῦθεν ἐπὶ τὴν ἐν ὕψει διαγωγήν· ἄρα τὸ ἔµπαλιν παρ' ἐκείνων κατασκευάζεται, τὸ τὴν µὲν ὑλικὴν ζωὴν κακίας εἶναι κάθαρσιν, τὴν δὲ ἀπλανῆ περιφορὰν κακῶν ἀρχηγὸν καὶ αἰτίαν ταῖς ψυχαῖς γίνεσθαι, εἴπερ ἐντεῦθεν δι' ἀρετῆς πτε ροφυήσασαι µετεωροποροῦσιν, ἐκεῖθεν δὲ διὰ κακίας τῶν πτερῶν ἐκπιπτόντων χαµαιπετεῖς πρόσγειοι γίνονται, τῇ παχύτητι τῆς ὑλικῆς καταµιγνύµεναι φύσεως. Καὶ οὐ µέχρι τούτων ἵστα τῶν τοιούτων δογµάτων ἡ ἀτοπία, τῷ ἀντεστρά φθαι πρὸς τοὐναντίον τὰς ὑπολήψεις. Ἀλλ' οὐδὲ αὐτὴ παγία διαµένει µέχρι πάντων αὐτοῖς ἡ ὑπόνοια. Εἰ γὰρ ἄτρεπτον τὴν οὐράνιον λέγουσι φύσιν, πῶς χώραν ἔχει ἐν τῷ ἀτρέπτῳ τὸ πάθος; Καὶ εἰ ἐµπαθὴς ἡ κάτω φύσις, πῶς ἐν τῷ παθητῷ κατορθοῦται ἡ ἀπάθεια; Ἀλλὰ φυ ροῦσι τὰ ἄµικτα, καὶ ἑνοῦσι τὰ ἀκοινώνητα, ἐν πάθει τὸ ἄτρεπτον, καὶ ἐν τῷ τρεπτῷ πάλιν καθορῶντες τὴν ἀπάθειαν. Καὶ οὐδὲ τούτοις εἰσαεὶ διαµένουσιν· ἀλλ' ὅθεν τὴν ψυχὴν διὰ κακίας ἀπῴκησαν, ἐκεῖσε πάλιν αὐτὴν ὡς ἀσφαλῆ καὶ ἀκήρατον ζωὴν ἐκ τῆς ὑλικῆς ἀνοικίζουσιν, ὥσπερ ἐπιλαθόµενοι τὸ ἐκεῖθεν αὐτὴν ἡ κακία βρύσασα, τῇ κάτω καταµιχθῆναι φύσει. Ἥ τε οὖν διαβολὴ τοῦ τῇδε βίου, καὶ ὁ τῶν οὐρα νίων ἔπαινος ἐν ἀλλήλοις συγχέονται, καὶ ἀνω φεροῦνται, τοῦ µὲν διαβεβληµένου κατὰ τὴν ἐκείνων δόξαν πρὸς τὸ καλὸν καθηγουµένου· τοῦ δὲ πρὸς κρείττονος ὑπειληµµένου τὴν ἀφορµὴν ἐνδι δόντος τῇ ψυχῇ τῆς πρὸς τὸ χεῖρον ῥοπῆς. Οὐκ οῦν ἐκβλητέα τῶν τῆς ἀληθείας δογµάτων πᾶσα πε πλανηµένη τε καὶ ἀστατοῦσα περὶ τῶν τοιούτων ὑπό ληψις· µήθ' ὅσοι καταβαίνειν ἐκ γυναι κείων σωµάτων πρὸς τὴν ἀνδρώδη ζωὴν τὰς ψυχὰς δοκείη τὸ ἔµπαλιν ἐν γυναιξὶ γίνεσθαι τὰς τῶν ἀνδρικῶν σωµάτων χωρισθείσας ψυχὰς, ἢ καὶ πρὸς ἄνδρας ἐξ ἀνδρῶν µεταβαίνειν, καὶ γυναῖκας ἐκ γυ ναικῶν γίνεσθαι λέγουσιν, ὡς τῆς ἀληθείας ἐστο χασµένους ἀκολουθήσωµεν. Ὁ µὲν γὰρ πρότερος οὐ µόνον τῷ ἄστατος καὶ ἀπατηλὸς εἶναι ἀπεδοκιµάσθη ὁ λόγος, αὐτὸς ἐν ἑαυτῷ πρὸς τὰς ἐναντίας ὑπολήψεις περιτρεπόµενος, ἀλλ' ὅτι καὶ ἀσεβῶς ἔχει, µηδὲν τῶν ὄντων εἰς γένεσιν ἄγεσθαι δογµατίζων, καὶ κακίας τῇ ἑκάστου φύσει τὴν ἀρχὴν ἐνδιδούσης. Εἰ γὰρ οὔτε ἄνθρωποι, οὔτε φυτὰ, οὔτε βοσκήµατα, µὴ ψυχῆς ἄνωθεν ἐπὶ ταῦτα ἐµπε σούσης φύονται· ἡ δὲ πτῶσις διὰ κακίας γίνεται, ἄρα κατάρχειν οἴονται τὴν κακίαν τῆς τῶν ὄντων συστάσεως. Καί πως συµβαίνει κατὰ τὸν αὐ τὸν χρόνον ἀµφότερα, καὶ ἄνθρωπον ἐκ γάµου φύεσθαι, καὶ τῆς ψυχῆς τὴν κατάπτωσιν τῇ τοῦ γά µου συµβαίνειν σπουδῇ. Καὶ τὸ ἔτι τούτου παραλο γώτερον, εἰ ἔαρι τὰ πολλὰ τῆς ἀλόγου φύσεως συνδυάζεται. Ἆρ' οὖν ἔστιν εἰπεῖν ὅτι καὶ τῇ ἄνω περιφορᾷ τὸ ἔαρ ἐµφύεσθαι, τὴν κακίαν ποιεῖ, ὥστε συµβαίνει ὁµοῦ τε τοῦ κακοῦ τὰς ψυχὰς πληρου µένας πίπτειν, καὶ τὰς γαστέρας τῶν ἀλόγων κυΐ σκεσθαι; Τί δ' ἂν εἴπῃ τις περὶ τοῦ γεωπόνου τοῦ καταπηγνύοντος τῇ γῇ τὰς τῶν φυτῶν ἀπο σπάδας; Πῶς ἡ τούτου χεὶρ συγκατέχωσε τῷ φυτῷ τὴν ἀνθρωπίνην ψυχὴν, συντρεχούσης πτεροῤῥυή σεως τῇ τοῦ ἀνθρώπου πρὸς τὴν φυτείαν ὁρµῇ; Τὸ αὐτὸ τοίνυν ἄτοπον καὶ ἐπὶ τοῦ ἑτέρου τῶν λό γων, ἐπὶ τὸ οἴεσθαι τὴν ψυχὴν τὰς συνόδους ἐν συζυγίᾳ ζώντων περιεργάσασθαι, ἢ τὰς λο χείας ἐπιτηρεῖν, ἵνα τοῖς φυοµένοις σώµασιν ἐπεισκρι θῶσιν. Εἰ δὲ ἀπείποι ὁ ἀνὴρ τὸν γάµον, ἡ δὲ γυνὴ ἑαυτὴν τῆς τῶν ὀδυνῶν ἀνάγκης ἐλευθερώ σειεν ἆρ' οὐ βαρήσει τὴν ψυχὴν ἡ κακία; Οὐκοῦν ὁ γάµος τῇ ἄνω κακίᾳ τὸ κατὰ τῶν ψυχῶν ἐνδώσι µον δίδωσιν, ἢ καὶ δίχα τούτου καθάπτεται τῆς ψυχῆς ἡ πρὸς τὸ ἐναντίον σχέσις. Οὐκοῦν ἄοικος ἐν τῷ µέσῳ καὶ ἀλῆτις ἡ ψυχὴ πεπλανήσεται, τῶν µὲν οὐρανίων ἀποῤῥυεῖσα· σώµατος δὲ ἂν οὕτω τύχοι πρὸς ὑποδοχὴν ἀµοιρήσασα. Εἶτα καὶ πῶς διὰ τού των ἐπιστατεῖν τὸ Θεῖον τῶν ὄντων ὑπονοήσουσι, τῇ τυχαίᾳ ταύτῃ καὶ ἀλόγῳ τῶν ψυχῶν καταπτώσει τὰς ἀρχὰς τῆς ἀνθρωπίνης ἀνατιθέντες ζωῆς; Ἀνάγκη γὰρ πᾶσα τῇ ἀρχῇ καὶ τὰ µετὰ ταύ την συµφώνως ἔχειν. Εἰ γὰρ ἐκ συντυχίας αὐ τοµάτου τινὸς ὁ βίος ἤρξατο, τυχέα πάντως καὶ ἡ κατ' αὐτῶν διέξοδος γίνεται. Καὶ µάτην τῆς θείας δυνάµεως οἱ τοιοῦτοι τὰ ὄντα ἐξάπτουσιν, οἱ µὴ βουλήµατι θείῳ τὰ ἐν τῷ κόσµῳ φύεσθαι λέγοντες, ἀλλ' εἰς πονηράν τινων συντυχίαν τὰς ἀρχὰς τῶν γινοµένων ἀνάγοντες, ὡς οὐκ ἂν συστάσης τῆς ἀνθρωπίνης ζωῆς µὴ τοῦ κακοῦ δόντος τῇ ζωῇ τὸ ἐνδόσιµον. Εἰ οὖν ἡ ἀρχὴ τοῦ βίου τοιαύτη, δηλαδὴ καὶ τὰ ἐφεξῆς κατὰ τὴν ἀρχὴν κινηθήσεται. Οὐ γὰρ ἄν τις ἐκ κακοῦ καλὸν, οὐδὲ ἐξ ἀγαθοῦ τὸ ἐναντίον φύεσθαι λέγοι. Ἀλλὰ κατὰ τὴν τοῦ σπέρµατος φύσιν, καὶ τοὺς καρποὺς ἀναµένοµεν. Οὐκοῦν πάσης τῆς ζωῆς ἡ αὐτόµατος αὕτη καὶ συντυχικὴ κίνησις ἡγεµονεύει, µηδεµιᾶς προνοίας διὰ τῶν ὄντων οἰχού σης. Ἄχρηστος δὲ παντάπασι καὶ ἡ τῶν λογισµῶν ἔσται προµήθεια· τῆς δὲ ἀρετῆς κέρδος οὐδὲν, καὶ πρὸς τὸ κακὸν ἀλλοτρίως ἔχειν ἀντ' οὐδενὸς ἂν εἴη. Πάντα γὰρ πάντως ἐπὶ τῷ φέροντι κείσεται, καὶ οὐδὲν ὁ βίος διοίσει τῶν ἀνερµατίστων πλοίων, ταῖς αὐτοµάτοις συντυχίαις, οἷόν τισι κύµασιν, ἄλ λοτε πρὸς ἄλλην καλῶν ἢ φαύλων σὺν τύχῃ µεθορµιζόµενος. Οὐ γὰρ ἔστι τὸ ἐξ ἀρετῆς ἐγγε νέσθαι κέρδος, οἷς ἡ φύσις ἐκ τῶν ἐναντίων τὴν ἀρχὴν ἔχει. Εἰ µὲν γὰρ θεόθεν οἰκονοµεῖται ἡµῶν ἡ ζωὴ, τὸ δὲ κακίαν κατάρχειν τῆς ζωῆς ἡµῶν συνοµολογεῖται. Εἰ δὲ δι' ἐκείνης φυόµεθα, πάντη τε καὶ πάντως κατ' αὐτὴν βιοτεύσοµεν. Λῆρος οὖν διὰ τούτων ἀποδειχθήσεται, τὰ µετὰ τὸν τῇδε βίον δι καιωτήρια· καὶ ἡ πρὸς ἀξίαν ἀνταπόδοσις, καὶ ὅσα ἄλλα πρὸς ἀναίρεσιν τῆς κακίας λέγεται καὶ πεπίστευται. Πῶς γὰρ δυνατὸν ἔξω ταύτης εἶναι τὸν ἄνθρωπον τὸν δι' ἐκείνης φύντα; Πῶς δὲ καὶ ὁρµή τις ἐγένετο προαιρετικὴ τῷ ἀνθρώπῳ πρὸς τὸν κατ' ἀρετὴν βίον, οὗ ἡ φύσις ἐκ κακίας, ὡς λέγουσι, τὴν ἀρχὴν ἔχει; Ὡς γὰρ οὐκ ἐπιχειρεῖ τι τῶν ἀλόγων ἀνθρωπικῶς φθέγξασθαι, τῇ δὲ συντρόφῳ καὶ κατὰ φύσιν κεχρηµένα φωνῇ, οὐδε µίαν ἡγεῖται ζηµίαν ἀµοιροῦντα τῷ λόγῳ· κατὰ τὸν αὐτὸν τρόπον, καὶ οἷς ἡ κακία νοµίζεται εἶναι τῆς ζωῆς ἀρχὴ καὶ αἰτία, οὐκ ἂν εἰς ἐπι θυµίαν ἔλθοιεν τῆς ἀρετῆς, ὡς ἔξω τῆς φύσεως αὐ τῶν οὔσης. Ἀλλὰ µὴν πᾶσι τοῖς κεκαθαρµένοις ἐκ λογισµῶν τὴν ψυχὴν διὰ σπουδῆς τε καὶ ἐπιθυµίας ὁ κατ' ἀρετὴν βίος ἐστίν. Ἄρα διὰ τού των σαφῶς ἀποδείκνυται, τὸ µὴ πρεσβυτέραν εἶναι τῆς ζωῆς τὴν κακίαν, µήτ' ἐκεῖθεν τὰς πρώτας ἀρχὰς ἐσχηκέναι τὴν φύσιν, ἀλλὰ κατάρχειν ἡµῶν τῆς ζωῆς τὴν τὸ πᾶν οἰκονοµοῦσαν τοῦ Θεοῦ σοφίαν. Ἐλθοῦσαν δὲ εἰς γένεσιν τὴν ψυχὴν κατὰ τὸν ἀρέσκοντα τρόπον τῷ κτίσαντι, τότε κατ' ἐξου σίαν αὐτὴν αἱρεῖσθαι τὸ κατὰ γνώµην ἐκ τῆς προαιρετικῆς δυνάµεως, ὅ τί περ ἂν ἐθέλει τοῦτο καὶ γινοµένην. Μάθοιµεν δ' ἂν τὸν λόγον ἐκ τοῦ τῶν ὀφθαλµῶν ὑποδείγµατος, ᾧ τὸ µὲν ὁρᾷν ἐστιν ἐκ φύσεως τὸ δὲ µὴ ὁρᾷν ἐκ προαιρέσεως ἢ καὶ πάθους. Γένοιτο γὰρ ἄν ποτε καὶ τὸ παρὰ φύσιν ἀντὶ τῆς φύσεως, ἢ ἑκουσίως τινὸς τὸν ὀφθαλµὸν µύοντος, ἢ ἐκ πάθους στερηθέντος τῆς ὄψεως. Οὕτως ἔστιν εἰπεῖν, καὶ τῇ ψυχῇ θεόθεν µὲν εἶναι τὴν σύστα σιν, µηδεµιᾶς δὲ νοουµένης περὶ τὸ Θεῖον κα κίας, ἔξω τῆς κατ' αὐτὴ ν ἀνάγκης εἶναι· γενοµένην δὲ οὕτως τῇ ἰδίᾳ γνώµῃ πρὸς τὸ δοκοῦν ἄγεσθαι, ἢ ἐκ προαιρέσεως πρὸς τὸ καλὸν ἐπιµύουσαν, ἢ ἐξ ἐπι βουλῆς τοῦ συνοικοῦντος ἡµῶν τῇ ζωῇ πολέµου τὸν ὀφθαλµὸν βλαπτοµένην, καὶ ἐν τῷ τῆς ἀπάτης ὰβιοτεύουσαν σκότει, καὶ τὸ ἔµπαλιν καθα ρῶς πρὸς τὴν ἀλήθειαν βλέπουσαν, πόῤῥω γίνε σθαι τῶν σκοτεινῶν παθηµάτων. Πότε οὖν ἐρεῖ τις γινοµένην, καὶ πῶς; Ἀλλὰ τὴν µὲν ζήτησιν τὴν περὶ τοῦ πῶς τὰ καθ' ἕκα στον γέγονεν, ἐξαιρετέον πάντη τοῦ λόγου. Οὔτε γὰρ περὶ τῶν προχείρων ἡµῖν εἰς κατανόησιν, ὧν τὴν ἀντίληψιν δι' αἰσθήσεως ἔχοµεν, δυνατὸν ἂν γένοιτο τῷ διερευνωµένῳ λόγῳ, τὸ πῶς ὑπέστη τὸ φαινόµε νον κατανοῆσαι, ὡς µήτε τοῖς θεοφορουµένοις καὶ ἁγίοις ἀνδράσι τὸ τοιοῦτον ληπτὸν νοµισθῆναι. Πί στει γὰρ νοοῦµεν, φησὶν ὁ Ἀπόστολος, κατ ηρτίσθαι τοὺς αἰῶνας ῥήµατι Θεοῦ, εἰς τὸ µὴ ἐµ φαινοµένων τὰ ὁρώµενα γεγονέναι· οὐκ ἂν, ὡς οἴοµαι, τοῦτο εἰπὼν, εἴπερ ᾤετο γνωστὸν, εἶναι διὰ τῶν λογισµῶν τὸ ζητούµενον. Ἀλλ' ὅτι µὲν θελήµατι θείῳ κατήρτισται αὐτός τε ὁ αἰὼν, καὶ πάντα ὅσα ἐν αὐτῷ γεγένηται( ὁστισοῦν ἂν εἴη οὗτος ὁ αἰὼν, ᾧ παραθεωρεῖται πᾶσα ὁρατή τε καὶ ἀόρατος κτίσις), τοῦτο πεπιστευκέναι φησὶν ὁ Ἀπό στολος, τὸ δὲ πῶς ἀφῆκεν ἀδιερεύνητον. Οὐδὲ γὰρ ἐφικτὸν τὸ τοιοῦτον οἶµαι τοῖς ἀναζητοῦσιν εἶναι, πολλὰς ἀµηχανίας τοῦ περὶ τούτων ζητήµατος ἡµῖν προδεικνύντος, πῶς ἐκ τῆς ἑστώσης φύσεως τὸ κι νούµενον ἐκ τῆς ἁπλῆς τε καὶ ἀδιαστάτου τὸ διαστη µατικόν τε καὶ σύνθετον; Ἄρα ἐξ αὐτῆς τῆς ὑπερκειµένης οὐσίας; Ἀλλ' οὐχ ὁµολογεῖ τὸ ἑτερο γενὲς ἔχειν πρὸς ἐκείνην τὰ ὄντα, ἀλλ' ἑτέρωθεν πόθεν. Καὶ µὴν οὐδὲν ἔξωθεν τῆς θείας φύσεως ὁ λόγος βλέπει. Ἦ γὰρ ἂν διασχισθείη πρὸς δια φόρους ἀρχὰς ἡ ὑπόληψις, εἴ τι τῆς ποιητικῆς αἰτίας ἔξω νοµισθείη, παρ' οὗ ἡ τεχνικὴ σοφία, τὰς πρὸς τὴν κτίσιν παρασκευὰς ἐρανίζεται. Ἐπεὶ οὖν ἓν µὲν τῶν ὄντων τὸ αἴτιον, οὐχ ὁµογενῆ δὲ τῇ ὑπερκει µένῃ φύσει τὰ δι' ἐκείνης παραχθέντα εἰς γένεσιν· ἴση δὲ καθ' ἑκάτερον ἐν τοῖς ὑπονοουµένοις ἡ ἀτοπία, τό τε ἐκ τῆς φύσεως τοῦ Θεοῦ τὴν κτίσιν οἴεσθαι, καὶ τὸ ἐξ ἑτέρας τινὸς οὐσίας ὑποστῆναι τὰ πάντα· ἢ γὰρ καὶ τὸ Θεῖον ἐν τοῖς τῆς κτίσεως ἰδιώµασιν εἶναι ὑπονοηθήσεται, εἴπερ ὁµογενῶς πρὸς τὸν Θεὸν ἔχοι τὰ γεγονότα· ἤ τις ὑλικὴ φύσις ἔξω τῆς θείας οὐσίας ἀντεξαχθήσεται τῷ Θεῷ κατὰ τὸ ἀγέννητον τῇ ἀϊδιότητι τοῦ ὄντος παρισουµένη· ὅπερ δὴ καὶ Μανιχαῖοι φαντασθέντες, καί τινες τῆς Ἑλληνικῆς φιλοσοφίας ταῖς ἴσαις ὑπονοίαις συνενεχθέντες, δόγµα τὴν φαντασίαν ταύ την πεποίηνται. Ὡς ἂν µάλιστα οὖν ἐκφύγοιµεν τὴν ἀφ' ἑκατέ ρου ἀτοπίαν ἐν τῇ ζητήσει τῶν ὄντων, κατὰ τὸ τοῦ Ἀποστόλου ὑπόδειγµα, ἀπολυπραγµόνητον τὸν λόγον τὸν περὶ τοῦ, πῶς ἕκαστόν ἐστιν, κατα λείψοµεν, τοσοῦτον παρασηµαινόµενοι µόνον, ὅτι ἡ ὁρµὴ τῆς θείας προαιρέσεως, ὅταν ἐθέλει, πρᾶγµα γίνεται, καὶ οὐσιοῦται τὸ βούλευµα εὐθὺς ἡ φύσις γινόµενον, τῆς παντοδυνάµου ἐξουσίας, ὅπερ ἂν σοφῶς τε καὶ τεχνικῶς ἐθέλῃ, µὴ ἀνυπόστατον ποιούσης τὸ θέληµα. Ἡ δὲ τοῦ θε λήµατος ὕπαρξις οὐσία ἐστί.∆ ιχῆ δὲ διακρινοµέ νων τῶν ὄντων, εἰς τὸ νοερόν τε καὶ σωµατικόν· ἡ µὲν τῶν νοερῶν κτίσις οὐ δοκεῖ πως ἀπᾴδειν τῆς τοῦ ἀσωµάτου φύσεως, ἀλλ' ἐκ τοῦ σύνεγγυς εἶναι τὸ ἀειδές τε καὶ ἀναφὲς καὶ ἀδιάστατον δεικνύουσα. Ὅπερ δὴ καὶ περὶ τὴν ὑπερκειµένην φύσιν ὑπονοῶν τις οὐχ ἁµαρτήσεται. Τῆς δὲ σωµατικῆς κτίσεως ἐν ἀκοινωνήτοις ὡς πρὸς τὸ Θεῖον τοῖς ἰδιώµασι θεωρου µένης· καὶ ταύτην µάλιστα τὴν πολλὴν ἀµη χανίαν ἐµποιούσης τῷ λόγῳ, µὴ δυναµένου κατιδεῖν, πῶς ἐκ τοῦ ἀοράτου τὸ ὁρώµενον; ἐκ τοῦ ἀναφοῦς τὸ στεῤῥὸν καὶ ἀντίτυπον, ἐκ τοῦ ἀορίστου τὸ ὡρισµένον, ἐκ τοῦ ἀπόσου τε καὶ ἀµεγέθου τὸ πάντως µέτροις τισὶ τοῖς κατὰ τὸ ποσὸν θεωρουµένοις περιειρ γόµενον; Καὶ τὰ καθ' ἕκαστον ὅσα περὶ τὴν σωµατι κὴν καταλαµβάνεται φύσιν, περὶ ὧν τοσοῦτόν φαµεν, ὅτι οὐδὲν ἐφ' ἑαυτοῦ τῶν περὶ τὸ σῶµα θεωρουµένων σῶµά ἐστιν, οὐ σχῆµα, οὐ χρῶµα, οὐ βάρος, οὐ διάστηµα, οὐ πηλικότης, οὐκ ἄλλο τι τῶν ἐν ποιότητι θεωρουµένων οὐδὲν, ἀλλὰ τούτων ἕκα στον λόγος ἐστίν· ἡ δὲ πρὸς ἄλληλα συνδροµὴ τούτων καὶ ἕνωσις σῶµα γίνεται. Ἐπεὶ οὖν αἱ συµ πληρωµατικαὶ τοῦ σώµατος ποιότητες νῷ κα ταλαµβάνονται καὶ οὐκ αἰσθήσει, νοερὸν δὲ τὸ Θεῖον, τίς πόνος τῶν νοητῶν τὰ νοήµατα κατεργάσα σθαι; Ὧν ἡ πρὸς ἄλληλα συνδροµὴ τὴν τοῦ σώµατος ἡµῖν ἀπεγέννησε φύσιν. Ἀλλὰ ταῦτα µὲν ἔξω τοῦ ὰὰπροκειµένου παρεξετάσθη. Τὸ δὲ ζητούµενον ἦν, εἰ προϋφεστήκασιν αἱ ψυχαὶ τῶν σωµάτων, πότε ἢ πῶς γίνονται. Καὶ τούτου χάριν ἡµῖν περὶ τοῦ πῶς ζήτησιν ὡς ἀνέφικτον οὖσαν ἀπολυπραγµό νητον ἀφῆκεν ὁ λόγος. Περὶ τοῦ πότε τὰς ἀρχὰς αἱ ψυχαὶ τῆς ὑπάρξεως ἔχουσιν, ὡς ἀκόλουθον ὂν τοῖς προεξητασµένοις, ζητεῖν καταλείπεται. Εἰ γὰρ δοθείη τὸ πρὸ τοῦ σώµατος ἐν ἰδιαζούσῃ τινὶ κατα στάσει τὴν ψυχὴν βιοτεύειν· ἀνάγκη πᾶσα τὰς ἀτό πους ἐκείνας δογµατοποιίας ἰσχὺν ἔχειν νοµίζειν τῶν διὰ κακίας τὰς ψυχὰς εἰσοικιζόντων τοῖς σώµασιν. Ἀλλὰ µὴν ἐφυστερίζειν τὰς ψυχὰς τὴν γένεσιν, καὶ νεωτέρας τῆς τῶν σωµάτων εἶναι συµπλάσεως, οὐδεὶς ἂν τῶν εὖ φρονούν των ὑπονοήσειεν, φανεροῦ πᾶσιν ὄντος ὅτι οὐδὲν τῶν ἀψύχων κινητικήν τε καὶ αὐξητικὴν ἐν αὐτῷ δύ ναµιν ἔχει. Τῶν δ' ἐν νηδύϊ ἐντρεφοµένων, οὔτε ἡ αὔξησις, οὔτε ἡ τοπικὴ κίνησίς ἐστιν ἀµφί βολος. Λείπεται οὖν µίαν καὶ τὴν αὐτὴν ψυχῆς τε καὶ σώµατος ἀρχὴν τῆς συστάσεως οἴεσθαι. Καὶ ὥσπερ τῆς ῥίζης τὴν ἀποσπάδα λαβοῦσα παρὰ τῶν γεηπό νων ἡ γῆ δένδρον ἐποίησεν, οὐκ αὐτὴ τὴν αὐξητικὴν ἐνθεῖσα τῷ τρεφοµένῳ δύναµιν, ἀλλὰ µόνον τὰς πρὸς τὴν αὔξησιν ἀφορµὰς ἐνιεῖσα τῷ ἐκκειµένῳ· οὕτω φαµὲν, καὶ τὸ ἐκ τοῦ ἀνθρώπου ἀποσπώµενον πρὸς ἀνθρώπου φυτείαν, καὶ αὐτὸ τρόπον τινὰ ζῶον εἶναι ἐξ ἐµψύχου ἔµψυχον, ἐκ τρεφοµένου τρεφόµενον. Εἰ δὲ µὴ πάσας τὰς τῆς ψυχῆς ἐνεργείας καὶ κινήσεις ἡ βραχύτης ἀποσπάδος ἐχώρησε, θαυµαστὸν οὐ δέν. Οὐδὲ γὰρ ἐν τῷ σπέρµατι σῖτος εὐθὺς κατὰ τὸ φαινόµενον στάχυς ἐστὶ( πῶς γὰρ τοσοῦτον ἐν τοσούτῳ χωρήσειεν); ἀλλὰ τῆς γῆς αὐτὸν ταῖς καταλλήλοις τιθηνουµένης τροφαῖς, στάχυς ὁ σῖτος γίνεται, οὐκ ἐξαλλάσσων ἐν τῇ βολῇ τὴν φύ σιν, ἀλλ' ἐµφαίνων ἑαυτὸν καὶ τελειοῦν τῇ τῆς τροφῆς ἐνεργείᾳ. Ὥσπερ οὖν ἐπὶ τῶν φυοµέ νων σπερµάτων κατὰ λόγον ἡ αὔξησις ἐπὶ τὸ τέλος πρόεισι· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ἀνθρωπίνης συστάσεως, πρὸς λόγον τῆς σωµα τικῆς ποσότητος, καὶ ἡ τῆς ψυχῆς διαφαίνεται δύνα µις· πρῶτον µὲν διὰ τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ τοῖς ἔνδοθεν πλασσοµένοις ἐγγινοµένη. Μετὰ ταῦτα δὲ τὴν αἰσθητικὴν χάριν τοῖς εἰς φῶς προελθοῦσιν ἐπάγουσα, εἶθ' οὕτω, καθάπερ τινὰ καρπὸν, αὐξηθέν τος ἤδη τοῦ φυτοῦ, µετρίως τὴν λογικὴν ἐµφαί νουσα δύναµιν, οὐ πᾶσαν κατὰ τὸ ἀθρόον, ἀλλὰ τῇ ἀναδροµῇ τοῦ φυτοῦ δι' ἀκολούθου προκοπῆς συναυ ξανοµένην. Ἐπειδὴ τοίνυν τὸ ἐκ τῶν ἐµψύ χων εἰς ἀφορµὴν ἐµψύχου συστάσεως ἀποσπώ µενον, νεκρὸν εἶναι οὐ δύναται( ἡ γὰρ νεκρότης κατὰ ψυχῆς στέρησιν γίνεται· οὐκ ἂν δὴ προσλάβῃ τὴν ἕξιν ἡ στέρησις)· ἐκ τούτων καταλαµβά νοµεν τὸ κοινὴν τῷ ἐξ ἀµφοτέρων συνισταµένῳ συγκρίµατι, τὴν εἰς τὸ εἶναι πάροδον γίνεσθαι, οὔτε τούτου προτερεύοντος, οὔτ' ἐκείνου ἐφυστερί ζοντος· στᾶσιν δέ ποτε τῆς τοῦ ἀριθµοῦ τῶν ψυχῶν αὐξήσεως, ἀναγκαίως προορᾷ ὁ λόγος. Ὡς ἂν µὴ δια παντὸς ῥέοι ἡ φύσις, ἀεὶ διὰ τῶν ἐπιγινοµένων ἐπὶ τὸ πρόσω χεοµένη, καὶ οὐδέποτε τῆς κινήσεως λήγου σα. Τὴν δὲ αἰτίαν τοῦ δεῖν πάντως στάσιµόν ποτε καὶ τὴν ἡµετέραν γίνεσθαι φύσιν, ταύτην οἰόµεθα, ὅτι πάσης τῆς νοητῆς φύσεως ἐν τῷ ἰδίῳ πληρώµατι ἑστώσης, εἰκός ποτε καὶ τὸ ἀνθρώπινον εἰς πέρας ἐλθεῖν, οὐδὲ γὰρ τοῦτο τῆς νοητῆς ἠλλοτρίωται φύ σεως· ὡς µὴ πάντοτε δοκεῖν ἐν τῷ λείποντι καθορᾶσθαι. Ἡ γὰρ ἀεὶ τῶν ἐπιγινοµένων προσθήκη, κατηγορία τοῦ ἐλλείποντος ἔχειν τὴν φύσιν γί νεται. Ἐπειδὰν οὖν εἰς τὸ οἰκεῖον πλήρωµα τὸ ἀν θρώπινον φθάσῃ, στήσεται πάντως ἡ ῥοώδης αὕτη τῆς φύσεως κίνησις, εἰς τὸ ἀναγκαῖον καταντή σασα πέρας, καί τις ἑτέρα κατάστασις τὴν ζωὴν δια δέχεται, τῆς νῦν ἐν γενέσει καὶ φθορᾷ διεξαγο µένης κεχωρισµένη. Μὴ οὔσης γὰρ γενέσεως, κατὰ πᾶσαν ἀνάγκην οὐδὲ τὸ φθειρόµενον ἔσται. Εἰ γὰρ πρὸ τῆς διαλύσεως σύνθεσις ἄρχεται, σύνθεσιν δέ φαµεν τὴν διὰ γενέσεως πάροδον· ἀκόλουθον πάν τως µὴ καθηγουµένης τῆς συνθέσεως, µηδὲ τὴν διά λυσιν ἕπεσθαι. Οὐκοῦν ἑστῶσά τις καὶ ἀδιάλυτος ἡ µετὰ ταῦτα ζωὴ δι' ἀκολουθίας προφαίνεται, οὔτε ὑπὸ γενέσεως, οὔτε ὑπὸ φθορᾶς ἀλλοιουµένη.{ Γ.} Ἐγὼ δὲ ταῦτα διεξελθούσης διδασκάλον, ἐπει δὴ τοῖς πολλοῖς παρακαθηµένοις ἐδόκει τὸ προσ ῆκον ἐσχηκέναι πέρας ὁ λόγος, φοβηθεὶς µὴ οὐκ ἔτι ὁ διαλύων ἡµῖν τὰ περὶ τῆς ἀναστάσεως παρὰ τῶν ἔξωθεν προφερόµενα, εἴ τι ἐκ τῆς ἀῤῥω στίας ἡ διδάσκαλος πάθοι, ὃ δὴ καὶ ἐγένετο· οὔπω, φηµὶ, τοῦ κυριωτάτου τῶν κατὰ δόγµα ζητουµένων ὁ λόγος ἥψατο. Φησὶ γὰρ ἡ θεόπνευστος Γραφὴ, κατά τε τὴν νέαν καὶ ἀρ χαίαν διδασκαλίαν, πάντως ποτὲ τάξει τινὶ καὶ εἱρµῷ τῆς φύσεως ἡµῶν κατὰ τὴν παροδι κὴν τοῦ χρόνου κίνησιν διεξιούσης, στήσεσθαι µὲν τὴν ῥοώδη ταύτην φορὰν τὴν διὰ τῆς τῶν ἐπι γινοµένων διαδοχῆς προϊοῦσαν, τῆς δὲ τοῦ παν τὸς συµπληρώσεως µηκέτι τὴν ἐπὶ τὸ πλεῖον ἐπαύξησιν προδεχοµένης, ἅπαν τὸ τῶν ψυχῶν πλήρωµα, πάλιν ἐκ τοῦ ἀειδοῦς καὶ ἐσκεδασµένου πρὸς τὸ συνεστὸς καὶ φαινόµενον ἐπανελεύσεσθαι, τῶν αὐτῶν στοιχείων κατὰ τὸν αὐτὸν εἱρµὸν πρὸς ἄλληλα πάλιν ἀναδραµόντων. Ἡ δὲ τοιαύτη τῆς ζωῆς κατά στασις, περὶ τῶν τῆς θείας διδασκαλίας Γραφῶν ἀνάστασις λέγεται, τῇ τοῦ γεώδους ἀνορθώσει, πάσης τῆς τῶν στοιχείων κινήσεως συνονοµαζοµένης.{ Μ.} Τί οὖν, φησὶ, τούτων ἀµνηµόνευτον ἐν τοῖς εἰρηµένοις ἐστίν;{ Γ.} Αὐτὸ, φηµὶ, τὸ δόγµα τῆς ἀναστάσεως.{ Μ.} Καὶ µὴν πολλὰ, φησὶ, τῶν νῦν διεξοδικῶς εἰρηµέ νων, πρὸς τοῦτον τὸν σκοπὸν φέρει.{ Γ.} Οὐ γὰρ οἶ δας, εἶπον, ὅσον παρὰ τῶν ἀντιτεταγµένων ἡ µῖν παρὰ τῆς ἐλπίδος ταύτης ἀντιθέσεως ἀνθυπο φέρεται σµῆνος; Καὶ ἅµα λέγειν ἐπεχείρουν, ὅσα πρὸς ἀνατροπὴν τῆς ἀναστάσεως παρὰ τῶν ἐριστικῶν ἐφευρίσκεται.{ Μ.} Ἡ δὲ,∆ οκεῖ µοι, φησὶ, χρῆναι πρότερον τὰ σποράδην παρὰ τῆς θείας Γραφῆς περὶ τούτου τοῦ δόγµατος ἐκτεθέντα δι' ὀλίγων ἐπι δραµεῖν, ὡς ἂν ἐκεῖθεν ἡµῖν ἡ κορωνὶς ἐπιτεθείη τῷ λόγῳ. Ἤκουσα τοίνυν τοῦ∆ αβὶδ ὑµνολογοῦντος ἐν θείαις ᾠδαῖς, ὅτε τὴν τοῦ παντὸς διακόσµησιν ὑπόθεσιν τοῦ ὕµνου πεποιηµένος ἐν ἑκατοστῷ τρίτῳ ψαλµῷ πρὸς τῷ τέλει τῆς ὑµνῳδίας τοῦτό φησιν, ὅτι« Ἀντανελεῖς τὸ πνεῦµα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦµά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.». Πάντα ἐν πᾶσιν ἐνεργοῦσαν τοῦ πνεύµατος δύναµιν, ζωοποιεῖν τε λέγων, οἷς ἂν ἐγγένηται, καὶ ἀφιστᾷν τῆς ζωῆς πάλιν ὧν ἂν ἀπογένηται. Ἐπεὶ οὖν τῇ ἀναχω ρήσει τοῦ πνεύµατος τὴν τῶν ζώντων ἔκλειψιν, τῇ δὲ τούτου παρουσίᾳ τὸν τῶν ἐκλειπόν των ἀνακαινισµὸν γίνεσθαι λέγει, προηγεῖται δὲ κατὰ τὴν τοῦ λόγου τάξιν τῶν ἀνακαινιζοµένων ἡ ἔκλειψις· τούτῳ ἐκείνῳ φαµὲν τὸ κατὰ τὴν ἀνάστα σιν καταγγέλλεσθαι τῇ Ἐκκλησίᾳ µυστήριον, τῷ προφητικῷ πνεύµατι τοῦ∆ αβὶδ τὴν χάριν ταύτην προεκφωνήσαντος. Ἀλλὰ καὶ ἑτέρωθέν φησιν ὁ αὐτὸς οὗτος προφήτης, ὅτι ὁ τοῦ παντὸς Θεὸς, ὁ τῶν ὄντων Κύριος ἐπέφανεν ἡµῖν ἐπὶ τῷ συστή σασθαι τὴν ἑορτὴν ἐν τοῖς πυκάζουσι τὴν τῶν Σκηνο πηγίων ἑορτὴν διὰ τῆς τοῦ πυκασµοῦ λέξεως ἑρµηνεύων, ἣ πάλαι µὲν ἐκ τῆς παραδόσεως τοῦ Μωϋσέως νενόµιστο προφητικῶς, οἶµαι, τὰ µέλλοντα τοῦ νοµοθέτου προαγορεύοντος· ἀεὶ δὲ γενόµενος, οὔπω ἐγεγόνει. Προεδηλοῦτο µὲν γὰρ τοῖς τῶν γινο µένων αἰνίγµασι τυπικῶς ἡ ἀλήθεια· αὕτη δὲ ἡ ἀλη θὴς σκηνοπηγία οὔπω ἦν, ἀλλὰ τούτου χάριν, κατὰ τὸν προφητικὸν λόγον, ὁ Θεὸς τῶν ὅλων καὶ Κύριος ἑαυτὸν ἐπέφανεν ἡµῖν, ὡς ἂν συσταίη τῇ ἀνθρωπίνῃ φύσει ἡ τοῦ διαλυθέντος ἡµῶν οἰκητηρίου σκηνοπηγία, πάλιν διὰ τῆς συνόδου τῶν στοιχείων σωµατικῶς πυκαζοµένη. Τὴν γὰρ περιβολὴν καὶ τὸν ἐκ ταύτης κόσµον ἡ τοῦ πυκασµοῦ λέξις κατὰ τὴν ἰδίαν ἔµφασιν διασηµαίνει. Ἔχει δὲ ἡ ῥῆσις τῆς ψαλµῳδίας τοῦτον τὸν τρό πον· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡµῖν συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυ σιαστηρίου. Ὅπερ δοκεῖ µοι προαναφωνεῖν δι' αἰνί γµατος, τὸ µίαν ἑορτὴν πάσῃ τῇ λογικῇ κτίσει συν ίστασθαι τῶν ὑποδεεστέρων τοῖς ὑπερέχουσιν ἐν τῇ τῶν ἀγαθῶν συνόδῳ συγχορευόντων. Ἐπειδὴ γὰρ ἐν τῇ τυπικῇ τοῦ ναοῦ κατασκευῇ, οὐ πᾶσιν ἐφεῖτο τῆς ἔξωθεν περιβολῆς ἐντὸς γενέσθαι, ἀλλὰ περικέκριτο τῆς εἰσόδου πᾶν ὅσον ἐθνικὸν καὶ ἀλλόφυλον, τῶν τε αὖ ἐντὸς γινοµένων, οὐ µε τῆν ἐκ τοῦ ἴσου πᾶσι τῆς ἐπὶ τὸ ἐνδότερον παρ όδου, µή τινι καθαρωτέρᾳ διαίτῃ, καί τισι περιῤῥαν τηρίοις ἀφαγνισθεῖσι· πάλιν δὲ καὶ ἐν αὐτοῖς τούτοις οὐ πᾶσι βάσιµος ἦν ὁ ἔνδον ναὸς, ἀλλὰ τοῖς ἱερεῦσι µόνοις νόµιµον ἦν κατὰ χρείαν ἱε ρουργίας ἐντὸς τοῦ καταπετάσµατος γίνεσθαι, τὸ δὲ ἀπόκρυφόν τε καὶ ἄδυτον τοῦ ναοῦ, ἐν ᾧ τὸ θυσια στήριον ἵδρυτο κεράτων τισὶ προσβολαῖς κεκαλ λωπισµένον, καὶ αὐτοῖς τοῖς ἱερεῦσιν ἀνεπίβατον ἦν, πλὴν ἑνὸς τοῦ προτεταγµένου τῆς ἱερωσύνης, ὡς ἅπαξ τοῦ ἐνιαυτοῦ κατά τινα νόµιµον ἡµέραν, µόνος ποῤῥητοτέραν τινὰ καὶ µυστικωτέραν προσάγων ἱερουργίαν ἐπὶ τὸ ἐντὸς παρεδύετο. Τοσαύτης οὖν οὔ σης περὶ τὸν ναὸν τοῦτον διαφορᾶς, ὅτι τις εἰκὼν καὶ µίµηµα τῆς νοητῆς ἦν καταστά σεως, τοῦτο τῆς σωµατικῆς παρατηρήσεως διδασκού σης, ὅτι οὔτε πᾶσα ἡ λογικὴ φύσις τῷ ναῷ τοῦ Θεοῦ, τουτέστι τῇ ὁµολογίᾳ τοῦ µεγάλου Θεοῦ προσ εγγίζει· ἀλλ' οἱ πρὸς τὰς ψευδεῖς ὑπολήψεις πε πλανηµένοι ἐκτός εἰσι τοῦ θείου περισχοινίσµατος. Τῶν δὲ διὰ τῆς ὁµολογίας ἐντὸς γεγενηµένων προτι µοτέρων τῶν ἄλλων, οἱ περιῤῥαντηρίοις καὶ ἁγνείαις προκαθαιρόµενοι, καὶ τούτων οἱ ἀφιε ρωθέντες ἤδη τὸ πλέον ἔχουσιν, ὥστε τῆς ἐσωτερικῆς ἀξιοῦσθαι µυσταγωγίας, ὡς δ' ἄν τις ἐπὶ τὸ φανερώ τερον προάγοι τὴν τοῦ αἰνίγµατος ἔµφασιν. Ταῦτα ἔστι µαθεῖν τοῦ λόγου διδάσκοντος, ὅτι τῶν λο γικῶν δυνάµεων, αἱ µέν τινές εἰσιν οἷον τὸ ἅγιον θυ σιαστήριον ἐν τῷ ἀδύτῳ τῆς θεότητος καθιδρυµέναι· αἱ δέ τινες πάλιν καὶ τούτων ἐν ἐξοχῇ θεωροῦνται, κεράτων δίκην προβεβληµέναι, καὶ ἄλλαι περὶ ἐκεί νας κατά τινα τάξεως ἀκολουθίαν προτερεύουσί τε καὶ δευτερεύουσι. Τὸ δὲ τῶν ἀνθρώπων γένος διὰ τὴν ἐγγινοµένην κακίαν ἔξω τῆς θείας περιβολῆς ἀπεώσθη· ὅπερ τῷ περιράντρῳ λουτρῷ καθη ράµενον ἐντὸς γίνεται. Ἀλλ' ἐπειδὴ µέλλει ποτὲ τὰ µετὰ ταῦτα πα ραφράγµατα λύεσθαι, δι' ὧν ἡµᾶς ἡ κακία πρὸς τὰ ἐντὸς τοῦ καταπετάσµατος ἀπετείχισεν, ὅταν σκη νοπηχθῇ πάλιν διὰ τῆς ἀναστάσεως ἡµῶν ἡ φύ σις, καὶ πᾶσα ἡ κατὰ κακίαν ἐγγινοµένη διαφθο ρὰ ἐξαφανισθῇ τῶν ὄντων, τότε κοινὴ συστήσεται ἡ περὶ τὸν Θεὸν ἑορτὴ τοῖς διὰ τῆς ἀναστάσεως πυκα σθεῖσιν, ὡς µίαν τε καὶ τὴν αὐτὴν προκεῖσθαι πᾶσι τὴν εὐφροσύνην· µηκέτι διαφορᾶς τινος τῆς τῶν ἴσων µετουσίας, τὴν λογικὴν φύσιν διατεµνούσης, ἀλλὰ τῶν νῦν ἔξω διὰ τὴν κακίαν ὄντων ἐντὸς τῶν ἀδύτων τῆς θείας µακαριότητός ποτε γενησοµένων, καὶ τοῖς κέρασι τοῦ θυσιαστηρίου, τουτέστι, ταῖς ἐξεχούσαις τῶν ὑπερκοσµίων δυνάµεσιν ἑαυτοὺς ὰὰσυναπτόντων. Ὅπερ δὴ γυµνότερόν φησιν ὁ Ἀπόστολος, τὴν τοῦ παντὸς πρὸς τὸ ἀγαθὸν συµφω νίαν διερµηνεύων, ὅτι αὐτῷ πᾶν γόνυ κάµψει ἐπου ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξοµολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός· ἀντὶ µὲν τῶν κεράτων λέγων τὸ ἀγγελικόν τε καὶ ἐπουράνιον, διὰ δὲ τῶν λοιπῶν σηµαίνων τὴν µετ' ἐκείνους νοουµένην κτίσιν ἡµᾶς, οὓς πάντας µία καὶ σύµφωνος ἑορτὴ κατα κρατήσει. Ἑορτή ἐστιν ἡ τοῦ ὄντως ὄντος ὁµολογία τε καὶ ἐπίγνωσις. Ἔστι δὲ, φησὶ, καὶ ἄλλα πολλὰ τῆς ἁγίας Γραφῆς πρὸς σύστασιν τοῦ κατὰ τὴν ἀνάστασιν δόγµατος ἀναλέξασθαι. Ὅ τε γὰρ Ἐζεκιὴλ τῷ προφητικῷ πνεύµατι τὸν ἐν τῷ µέσῳ πάντα χρόνον, καὶ τὸ ἐν τούτῳ διάστηµα ὑπερ βὰς, ἐπ' αὐτοῦ ἵσταται τοῦ καιροῦ τῆς ἀναστάσεως τῇ προγνωστικῇ δυνάµει καὶ τὸ ἐσόµενον ὡς ἤδη τεθεαµένος ὑπ' ὄψιν ἄγει τῷ διηγήµατι. Πεδίον µέγα καὶ εἰς ἄπειρον εἶδε διηπλωµένον, ὀστέων σωρείαν ἐπὶ τούτῳ πολλὴν, ἄλλων ἀλλαχῆ πρὸς τὸ συµβὰν διεῤῥιµµένων· εἶτα θείᾳ δυνάµει πρὸς τὰ συγγενῆ καὶ ἴδια συγκινουµένων, καὶ ταῖς οἰκείαις ἁρµονίαις ἐµφυοµένων. Εἶτα νεύροις καὶ σαρξὶ καὶ δέρµασι καλυπτοµένων( ὅπερ ἡ ψαλµῳδία πυκαζο µένων λέγει), καὶ πνεῦµα ζωοποιοῦν τε καὶ διεγεῖρον ἅπαν τὸ κείµενον. Τὴν δὲ τοῦ Ἀποστόλου κατὰ τὴν ἀνάστασιν θαυµάτων διασκευὴν, ὡς πρόχειρον οὖσαν τοῖς ἐν τυγχάνουσιν, τί ἄν τις λέγοι; Ὅπως ἐν κελεύ σµατί τινι καὶ σαλπίγγων ἤχει φησὶν ὁ λόγος ἐν ἀκαρεῖ τοῦ χρόνου ἅπαν ἀθρόως τὸ τεθνηκός τε καὶ κείµενον, εἰς ἀθανάτου φύσιν ὑπαµειφθή σεσθαι; Ἀλλὰ καὶ τὰς ἀγγελικὰς φωνὰς, ὡς προδήλους ἅπασιν οὔσας, παρήσαµεν. Οὐ γὰρ µόνῳ λόγῳ φησὶν ὁ Κύριος τοὺς νεκροὺς ἀναστήσεσθαι, ἀλλὰ καὶ αὐτὴν ἐνεργεῖ τὴν ἀνάστασιν, ἀπὸ τῶν ἐγγυτέρων ἡµῖν καὶ ἧττον ἀπιστεῖσθαι δυ ναµένων τῆς θαυµατοποιίας ἀρξάµενος. Πρῶτον µὲν γὰρ ἐν τοῖς ἐπιθανασίοις τῶν νοσηµάτων τὴν ζωοποιὸν δείκνυσι δύναµιν, ἀπελαύνων προστάγµατι καὶ λόγῳ τὰ πάθη· εἶτα ἀρτιθανὲς ἐγείρει παιδίον, εἶτα νεανίαν τοῖς τάφοις ἤδη προσκοµιζόµε νον τῆς σοροῦ διαναστήσας τῇ µητρὶ δίδωσι· µετὰ τοῦτο διαπεπτωκότα ἤδη τετραηµέρῳ χρόνῳ τὸν Λά ζαρον νεκρὸν ἐξάγει τοῦ τάφου φωνῇ καὶ προστάγµατι ζωοποιήσας τὸν κείµενον· εἶτα τὸν ἑαυτοῦ ἄνθρωπον ἥλοις καὶ λόγχῃ διαπεπαρµέ νον ἐκ νεκρῶν διὰ τρίτης ἡµέρας διανίστησι, τοὺς τύπους τῶν ἥλων καὶ τὴν πληγὴν τῆς λόγχης εἰς µαρτυρίαν τῆς ἀναστάσεως ἐπαγόµενος. Περὶ ὧν οὐδὲν οἶµαι χρῆναι διεξιέναι, µὴ µιᾶς ἀµφιβολίας ἐν τοῖς τὰ προγεγραµµένα παραδε δειγµένοις εἰπούσης.{ Γ.} Ἀλλ' οὐ τοῦτο, εἶπον ἐγὼ, τὸ ζητούµενον ἦν· τὸ γὰρ ἔσεσθαί ποτε τὴν ἀνάστασιν, καὶ τὸ ὑπαχθή σεσθαι τῇ ἀδεκάστῳ κρίσει τὸν ἄνθρωπον, διά τε τῶν γραφικῶν ἀποδείξεων, καὶ τῶν ἤδη προεξητασµένων, οἱ πολλοὶ τῶν ἀκουόντων συνθήσονται. Ὑπόλοιπον ἂν εἴη σκοπεῖν, φησὶν, εἰ ὥσπερ τὸ νῦν καὶ τὸ ἐλπιζόµενον ἔσται. Ὅπερ εἰ ὄντως εἴη, φευ κτὸν εἶπον τοῖς ἀνθρώποις τὴν ἐλπίδα τῆς ἀνα στάσεως εἶναι. Εἰ γὰρ οἷα γίνεται, ὅταν λήγε τοῦ ζῇν τὰ ἀνθρώπινα σώµατα, τοιαῦτα τῇ ζωῇ πάλιν ἀποκαθίσταται· ἄρα τις ἀτέλεστος συµφορὰ διὰ τῆς ἀναστάσεως τοῖς ἀνθρώποις ἐλπίζεται. Τί γὰρ ἂν ἐλεεινότερον γένοιτο θέαµα, ἢ ὅταν ἐν ἐσχάτῳ γήρᾳ καταῤῥιγνυθέντα τὰ σώµατα µετα ποιηθῇ πρὸς τὸ εἰδεχθές τε καὶ ἄµορφον, τῆς µὲν σαρκὸς αὐτῆς ἀναλωθείσης τῷ χρόνῳ, ῥυσοῦ δὲ τοῖς ὀστέοις περιεσκληκότος τοῦ δέρµατος; Τῶν δὲ δὴ νεύρων συνεσπασµένων διὰ τὸ µηκέτι τῇ φυσικῇ ἰκµάδι ὑποπιαίνεσθαι, καὶ διὰ τοῦτο παντὸς συν ελκοµένου τοῦ σώµατος, ἄτοπόν τι καὶ ἐλεεινὸν θέαµα γίνεται, τῆς µὲν κεφαλῆς ἐπὶ τὸ γόνυ συγκεκλιµένης· τῆς δὲ χειρὸς ἔνθεν καὶ ἔνθεν πρὸς µὲν τὴν κατὰ φύ σιν ἐνέργειαν ἀπρακτούσης, ἐντροµῆς δὲ κατὰ τὸ ἀκούσιον ἀεὶ κραδαινοµένης. Οἷα δὲ πάλιν τῶν ταῖς χρονίαις νόσοις ἐκτετηκότων τὰ σώµατα; Ἃ τοσοῦτον διαφέρει τῶν γυµνωθέντων ὀστέων, ὅσον ἐπικαλύφθαι δοκεῖ λεπτῷ, καὶ ἐκδεδαπανηµένῳ ἤδη τῷ δέρµατι. Οἷα δὲ καὶ τῶν ἐν ταῖς ὑδερι καῖς ἀῤῥωστίαις ἐξῳδηκότων, τῶν δὲ τῇ ἱερᾷ νόσῳ κεκρατηµένων τὴν ἀσχήµονα λώβην τίς ἂν ὑπ' ὄψιν ἀγάγοι λόγος, ὡς κατ' ὀλίγον αὐτοῖς πάντα τὰ µέλη τὰ ὀργανικά τε καὶ αἰσθητὰ προσιοῦσα ἡ σηπεδὼν ἐπιβόσκεται; τῶν δὲ ἐν σεισµοῖς, ἢ πολέ µοις, ἢ ἐξ ἑτέρας τινὸς αἰτίας ἠκροτηριασµένων, καὶ πρὸ τοῦ θανάτου χρόνον τινὰ ἐν τῇ συµφορᾷ ταύτῃ ἐπιβιούντων, ἢ τῶν ἀπὸ γενέσεως λώβῃ τινὶ συναπο τελεσθέντων ἐν διαστρόφοις τοῖς µέλεσι, περιὸν, τί ἄν τις λέγοι; Περὶ τῶν ἀρτιγενῶν νηπίων τῶν τε ἐκτιθεµέ νων, καὶ τῶν καταπνιγοµένων, καὶ τῶν κατὰ τὸ αὐ τόµατον ἀπολλυµένων, τί ἐστι λογίσασθαι, εἰ τὰ τοιαῦτα πάλιν πρὸς τὴν ζωὴν ἐπανάγοιτο, ἄρα ἐναποµένῃ τῇ νηπιότητι, καὶ τί ἀθλιώτερον; ἀλλ' ἐπὶ τὸ ἄκρον ἥξει τῆς ἡλικίας, καὶ ποίῳ γάλακτι πάλιν ἡ φύσις αὐτὰ τιθηνήσεται; Ὥστε εἰ µὲν διὰ πάντων ταὐτὸν ἡµῖν τὸ σῶµα πάλιν ἀναβιώ σεται, συµφορὰ ἔσται τὸ προσδοκώµενον· εἰ δὲ µὴ ταὐτὸν, ἄλλος τις ὁ ἐγειρόµενος ἔσται παρὰ τὸν κεί µενον. Εἰ γὰρ πέπτωκε µὲν τὸ παιδίον, ἀνίσταται δὲ τέλειος, ἢ τὸ ἔµπαλιν, πῶς ἔστιν εἰπεῖν αὐτὸν ἀνωρθῶσθαι τὸν κείµενον, ἐν τῇ τῆς ἡλικίας διαφορᾷ τοῦ πεπτωκότος ὑπηλλαγµένου ὄντος· ἀντὶ γὰρ τοῦ παιδίου τέλειον, καὶ ἀντὶ τοῦ πρεσβυτέρου τὸν ἀκµη στὸν τίς ὁρῶν, ἕτερον ἀνθ' ἑτέρου τεθέαται, καὶ ἀντὶ τοῦ λελωβηµένου τὸν ἄρτιον, καὶ ἀντὶ τοῦ ἐκτετη κότος τὸν εὔσαρκον, καὶ τὰ ἄλλα πάντα ὡσαύτως, ἵνα µὴ, τὰ καθ' ἕκαστόν τις διεξιὼν, ὄχλον ἐπεισάγῃ τῷ λόγῳ; Εἰ µὴ οὖν τοιοῦτον ἀναβιώσῃ τὸ σῶµα πάλιν, οἷον ἦν ὅτε τῇ γῇ κατεµίγνυτο, οὐ τὸ τεθνηκὸς ἀναστήσεται, ἀλλ' εἰς ἄλλον ἄνθρωπον ἡ γῆ διαπλα σθήσεται. Τί οὖν πρὸς ἐµὲ ἡ ἀνάστασις, εἰ ἀντ' ἐµοῦ τις ἄλλος ἀναβιώσεται; Πῶς γὰρ ἂν ἐπιγνοίην αὐτὸς ἐµαυτὸν, βλέπων ἐν ἐµαυτῷ οὐκ ἐµαυτόν; Οὐ γὰρ ἂν εἴην ἀληθῶς ἐγὼ, εἰ µὴ διὰ πάντων εἴην ὁ αὐτὸς ἐµαυτῷ. Καθάπερ γὰρ κατὰ τὸν παρόντα βίον εἴ τινος ἔχοιµι διὰ µνήµης τὸν χαρακτῆρα, ὑποκείσθω δὲ κατὰ τὸν λόγ

Intertext edge

Open linked passage

Note