Oratio catechetica magna
Gregory of Nyssa (gregory-of-nyssa)Magn 20 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
Οὐκοῦν ὁμολογεῖται παρὰ πᾶσι μὴ μόνον δυνατὸν εἶναι δεῖν πιστεύειν τὸ θεῖον, ἀλλὰ καὶ δίκαιον καὶ ἀγαθὸν καὶ σοφὸν καὶ πᾶν ὅ τι πρὸς τὸ κρεῖττον τὴν διάνοιαν φέρει. ἀκόλουθον τοίνυν ἐπὶ τῆς παρούσης οἰκονομίας μὴ τὸ μέν τι βούλεσθαι τῶν τῷ θεῷ πρεπόντων ἐπιφαίνεσθαι τοῖς γεγενημένοις, τὸ δὲ μὴ παρεῖναι· καθ' ὅλου γὰρ οὐδὲν ἐφ' ἑαυτοῦ τῶν ὑψηλῶν τούτων ὀνομάτων διεζευγμένον τῶν ἄλλων ἀρετὴ κατὰ μόνας ἐστίν· οὔτε τὸ ἀγαθὸν ἀληθῶς ἐστὶν ἀγαθόν, μὴ μετὰ τοῦ δικαίου τε καὶ σοφοῦ καὶ τοῦ δυνατοῦ τεταγμένον· τὸ γὰρ ἄδικον ἢ ἄσοφον ἢ ἀδύνατον ἀγαθὸν οὐκ ἔστιν· οὔτε ἡ δύναμις τοῦ δικαίου τε καὶ σοφοῦ κεχωρισμένη ἐν ἀρετῇ θεωρεῖται· θηριῶδες γάρ ἐστι τὸ τοιοῦτον καὶ τυραννικὸν τῆς δυνάμεως εἶδος. ὡσ αύτως δὲ καὶ τὰ λοιπά, εἰ ἔξω τοῦ δικαίου τὸ σοφὸν φέροιτο, ἢ τὸ δίκαιον, εἰ μὴ μετὰ τοῦ δυνατοῦ τε καὶ τοῦ ἀγαθοῦ θεωροῖτο, κακίαν ἄν τις μᾶλλον κυρίως τὰ τοιαῦτα κατονομάσειεν· τὸ γὰρ ἐλλιπὲς τοῦ κρείττονος πῶς ἄν τις ἐν ἀγαθοῖς ἀριθμήσειεν; εἰ δὲ πάντα προσήκει συνδραμεῖν ἐν ταῖς περὶ θεοῦ δόξαις, σκοπήσωμεν εἴ τινος ἡ κατὰ ἄνθρωπον οἰκονομία λείπεται τῶν θεοπρεπῶν ὑπολήψεων. ζητοῦμεν πάντως ἐπὶ τοῦ θεοῦ τῆς ἀγαθότητος τὰ σημεῖα. καὶ τίς ἂν γένοιτο φανερωτέρα τοῦ ἀγαθοῦ μαρτυρία ἢ τὸ μεταποιηθῆναι αὐτὸν τοῦ πρὸς τὸ ἐναντίον αὐτομολήσαντος, μηδὲ συνδιατεθῆναι τῷ εὐμεταβλήτῳ τῆς ἀνθρωπίνης προ αιρέσεως τὴν παγίαν ἐν τῷ ἀγαθῷ καὶ ἀμετάβλητον φύσιν; οὐ γὰρ ἂν ἦλθεν εἰς τὸ σῶσαι ἡμᾶς, καθώς φησιν ὁ Δαβίδ, μὴ ἀγαθότητος τὴν τοιαύτην πρόθεσιν ἐμποιούσης. ἀλλ' οὐδὲν ἂν ὤνησε τὸ ἀγαθὸν τῆς προθέσεως, μὴ σοφίας ἐνεργὸν τὴν φιλανθρωπίαν ποιούσης. καὶ γὰρ ἐπὶ τῶν ἀρρώστως διακειμένων πολλοὶ μὲν ἴσως οἱ βουλόμενοι μὴ ἐν κακοῖς εἶναι τὸν κείμενον, μόνοι δὲ τὴν ἀγαθὴν ὑπὲρ τῶν καμνόντων προαίρεσιν εἰς πέρας ἄγουσιν, οἷς τεχνική τις δύναμις ἐνεργεῖ πρὸς τὴν τοῦ κάμνοντος ἴασιν. οὐκοῦν τὴν σοφίαν δεῖ συνεζεῦχθαι πάντως τῇ ἀγαθότητι. πῶς τοίνυν ἐν τοῖς γεγενημένοις τὸ σοφὸν τῷ ἀγαθῷ συνθεω ρεῖται; ὅτι οὐ γυμνὸν τὸ κατὰ πρόθεσιν ἀγαθὸν ἔστιν ἰδεῖν. πῶς γὰρ ἂν φανείη ἡ πρόθεσις, μὴ διὰ τῶν γιγνομένων φανερουμένη; τὰ δὲ πεπραγμένα εἱρμῷ τινὶ καὶ τάξει δι' ἀκολούθου προιόντα τὸ σοφόν τε καὶ τεχνικὸν τῆς οἰκο νομίας τοῦ θεοῦ διαδείκνυσιν. ἐπεὶ δέ, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται, πάντως τῷ δικαίῳ τὸ σοφὸν συνεζευγ μένον ἀρετὴ γίγνεται, εἰ δὲ χωρισθείη, μὴ ἂν ἐφ' ἑαυτοῦ κατὰ μόνας ἀγαθὸν εἶναι, καλῶς ἂν ἔχοι καὶ ἐπὶ τοῦ λόγου τῆς κατὰ ἄνθρωπον οἰκονομίας τὰ δύο μετ' ἀλλήλων κατα νοῆσαι, τὸ σοφόν φημι καὶ τὸ δίκαιον.