Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio catechetica magna
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
28.1
Ἀλλὰ κωμῳδοῦσι τὴν φύσιν ἡμῶν, καὶ τὸν τῆς γεννήσεως τρόπον διαθρυλλοῦσι, καὶ οἴονται διὰ τού των ἐπιγέλαστον ποιεῖν τὸ μυστήριον, ὡς ἀπρεπὲς ὂν θεῷ διὰ τοιαύτης εἰσόδου τῆς τοῦ ἀνθρωπίνου βίου κοινωνίας ἐφάψασθαι. ἀλλ' ἤδη περὶ τούτου καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, ὅτι μόνον αἰσχρὸν τῇ ἑαυτοῦ φύσει τὸ κακόν ἐστι καὶ εἴ τι πρὸς τὴν κακίαν οἰκείως ἔχει. ἡ δὲ τῆς φύσεως ἀκολουθία, θείῳ βουλή ματι καὶ νόμῳ διαταχθεῖσα, πόρρω τῆς κατὰ κακίαν ἐστὶ διαβολῆς, ἢ οὕτω γ' ἂν ἐπὶ τὸν δημιουργὸν ἡ κατη γορία τῆς φύσεως ἐπανίοι, εἴ τι τῶν περὶ αὐτὴν ὡς αἰσχρόν τε καὶ ἀπρεπὲς διαβάλλοιτο. εἰ οὖν μόνης κακίας τὸ θεῖον κεχώρισται, φύσις δὲ κακία οὐκ ἔστι, τὸ δὲ μυστήριον ἐν ἀνθρώπῳ γενέσθαι τὸν θεόν, οὐκ ἐν κακίᾳ λέγει, ἡ δὲ τοῦ ἀνθρώπου ἐπὶ τὸν βίον εἴσοδος μία ἐστί, δι' ἧς παράγεται ἐπὶ τὴν ζωὴν τὸ γεννώμενον, τίνα νομοθετοῦσιν ἕτερον τρόπον τῷ θεῷ τῆς εἰς τὸν βίον παρόδου οἱ ἐπισκεφθῆναι μὲν παρὰ τῆς θείας δυνάμεως ἀσθενήσασαν ἐν κακίᾳ τὴν φύσιν εὔλογον κρίνοντες, πρὸς δὲ τὸν τῆς ἐπισκέψεως τρόπον δυσαρε στούμενοι, οὐκ εἰδότες ὅτι πᾶσα πρὸς ἑαυτὴν ἡ κατα σκευὴ τοῦ σώματος ὁμοτίμως ἔχει, καὶ οὐδὲν ἐν ταύτῃ τῶν πρὸς τὴν σύστασιν τῆς ζωῆς συντελούντων ὡς ἄτιμόν τι ἢ πονηρὸν διαβάλλεται; πρὸς ἕνα γὰρ σκοπὸν ἡ τῶν ὀργανικῶν μελῶν διασκευὴ πᾶσα συντέτακται. ὁ δὲ σκοπός ἐστι τὸ διαμένειν ἐν τῇ ζωῇ τὸ ἀνθρώ πινον. τὰ μὲν οὖν λοιπὰ τῶν ὀργάνων τὴν παροῦσαν συνέχει τῶν ἀνθρώπων ζωήν, ἄλλα πρὸς ἄλλην ἐνέργειαν μεμερισμένα, δι' ὧν ἡ αἰσθητική τε καὶ ἐνεργητικὴ δύναμις οἰκονομεῖται· τὰ δὲ γεννητικὰ τοῦ μέλλοντος ἔχει τὴν πρόνοιαν, δι' ἑαυτῶν τῇ φύσει τὴν διαδοχὴν ἀντεισά γοντα. εἰ οὖν πρὸς τὸ χρειῶδες βλέποις, τίνος ἂν εἴη τῶν τιμίων εἶναι νομιζομένων ἐκεῖνα δεύτερα; τίνος δὲ οὐκ ἂν προτιμότερα κατὰ τὸ εὔλογον κρίνοιτο; οὐ γὰρ ὀφθαλμῷ καὶ ἀκοῇ καὶ γλώσσῃ, ἢ ἄλλῳ τινὶ τῶν αἰσθη τηρίων πρὸς τὸ διηνεκὲς τὸ γένος ἡμῶν διεξάγεται· ταῦτα γάρ, καθὼς εἴρηται, τῆς παρούσης ἐστὶν ἀπολαύσεως· ἀλλ' ἐν ἐκείνοις ἡ ἀθανασία συντηρεῖται τῇ ἀνθρωπότητι, ὡς ἀεὶ καθ' ἡμῶν ἐνεργοῦντα τὸν θάνατον ἄπρακτον εἶναι τρόπον τινὰ καὶ ἀνήνυτον, πάντοτε πρὸς τὸ λεῖπον διὰ τῶν ἐπιγινομένων ἑαυτὴν ἀντεισαγούσης τῆς φύσεως. τί οὖν ἀπρεπὲς περιέχει ἡμῶν τὸ μυστήριον, εἰ διὰ τούτων κατεμίχθη ὁ θεὸς τῷ ἀνθρωπίνῳ βίῳ, δι' ὧν ἡ φύσις πρὸς τὸν θάνατον μάχεται;

Intertext edge

Open linked passage

Note