Oratio catechetica magna
Gregory of Nyssa (gregory-of-nyssa)Magn 29 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Ἀλλὰ μεταβάντες ἀπὸ τούτου δι' ἑτέρων πάλιν κακίζειν ἐπιχειροῦσι τὸν λόγον καί φασιν, εἰ καλὸν καὶ πρέπον τῷ θεῷ τὸ γενόμενον, τί ἀνεβάλετο τὴν εὐεργε σίαν; τί δὲ οὐκ ἐν ἀρχαῖς οὔσης τῆς κακίας τὴν ἐπὶ τὸ πλέον αὐτῆς πρόοδον ὑπετέμετο; πρὸς δὲ τοῦτο σύντομος ὁ παρ' ἡμῶν ἐστὶ λόγος, ὅτι σοφίᾳ γέγονε καὶ τοῦ λυσιτελοῦντος τῇ φύσει προμηθείᾳ ἡ πρὸς τὴν εὐερ γεσίαν ἡμῶν ἀναβολή. καὶ γὰρ ἐπὶ τῶν σωματικῶν νοσημάτων, ὅταν τις διεφθορὼς χυμὸς ὑφέρπῃ τοὺς πόρους, πρὶν ἅπαν ἐπὶ τὴν ἐπιφάνειαν ἐκκαλυφθῆναι τὸ παρὰ φύσιν ἐγκείμενον, οὐ καταφαρμακεύεται τοῖς πυκνοῦσι τὸ σῶμα παρὰ τῶν τεχνικῶς μεθοδευόντων τὰ πάθη, ἀλλ' ἀναμένουσι τὸ ἐνδομυχοῦν ἅπαν ἔξω γενέσθαι, καὶ οὕτω γυμνῷ τῷ πάθει τὴν ἰατρείαν προσά γουσιν. ἐπειδὴ τοίνυν ἅπαξ ἐνέσκηψε τῇ φύσει τῆς ἀνθρωπότητος ἡ τῆς κακίας νόσος, ἀνέμεινεν ὁ τοῦ παν τὸς θεραπευτὴς μηδὲν ὑπολειφθῆναι τῆς πονηρίας εἶδος ἐγκεκρυμμένον τῇ φύσει. διὰ τοῦτο οὐκ εὐθὺς μετὰ τὸν φθόνον καὶ τὴν ἀδελφοκτονίαν τοῦ Κάιν προσάγει τῷ ἀνθρώπῳ τὴν θεραπείαν· οὔπω γὰρ τῶν ἐπὶ Νῶε καταφθαρέντων ἡ κακία ἐξέλαμψεν, οὐδὲ τῆς Σοδομι τικῆς παρανομίας ἡ χαλεπὴ νόσος ἀνεκαλύφθη, οὐδὲ ἡ τῶν Αἰγυπτίων θεομαχία, οὐδὲ ἡ τῶν Ἀσσυρίων ὑπερη φανία, οὐδὲ ἡ τῶν Ἰουδαίων κατὰ τῶν ἁγίων τοῦ θεοῦ μιαιφονία, οὐδὲ ἡ τοῦ Ἡρῴδου παράνομος παιδοφονία, οὐδὲ τὰ ἄλλα πάντα ὅσα τε μνημονεύεται καὶ ὅσα ἔξω τῆς ἱστορίας ἐν ταῖς καθεξῆς γενεαῖς κατεπράχθη, πολυτρόπως τῆς τοῦ κακοῦ ῥίζης ἐν ταῖς τῶν ἀνθρώπων προαιρέσεσι βλαστανούσης. ἐπεὶ οὖν πρὸς τὸ ἀκρό τατον ἔφθασε μέτρον ἡ κακία, καὶ οὐδὲν ἔτι πονηρίας εἶδος ἐν τοῖς ἀνθρώποις ἀτόλμητον ἦν, ὡς ἂν διὰ πάσης τῆς ἀρρωστίας προχωρήσειεν ἡ θεραπεία, τούτου χάριν οὐκ ἀρχομένην, ἀλλὰ τελειωθεῖσαν θεραπεύει τὴν νόσον.