Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio catechetica magna
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
40.1
Ἀλλ' οὔ μοι δοκεῖ μέχρι τῶν εἰρημένων αὐτάρκη τὴν διδασκαλίαν ἡ κατήχησις ἔχειν. δεῖ γάρ, οἶμαι, καὶ τὸ μετὰ τοῦτο σκοπεῖν, ὃ πολλοὶ τῶν προσιόντων τῇ τοῦ βαπτίσματος χάριτι παρορῶσι, δι' ἀπάτης ἑαυτοὺς παρά γοντες, καὶ τῷ δοκεῖν μόνον, οὐχὶ τῷ ὄντι γεννώμενοι. ἡ γὰρ διὰ τῆς ἀναγεννήσεως γινομένη τῆς ζωῆς ἡμῶν μεταποίησις οὐκ ἂν εἴη μεταποίησις, εἰ ἐν ᾧ ἐσμεν δια μένοιμεν. τὸν γὰρ ἐν τοῖς αὐτοῖς ὄντα οὐκ οἶδα πῶς ἔστιν ἄλλον τινὰ γεγενῆσθαι νομίσαι, ἐφ' οὗ μηδὲν τῶν γνωρισμά των μετεποιήθη. τὸ γὰρ ἐπὶ ἀνακαινισμῷ καὶ μεταβολῇ τῆς φύσεως ἡμῶν τὴν σωτήριον παραλαμβάνεσθαι γέννησιν παντὶ δῆλόν ἐστιν. ἀλλὰ μὴν ἡ ἀνθρωπότης αὐτὴ καθ' ἑαυτὴν μεταβολὴν ἐκ τοῦ βαπτίσματος οὐ προσίεται, οὔτε τὸ λογικὸν οὔτε τὸ διανοητικὸν οὔτε τὸ ἐπιστήμης δεκτικὸν οὐδὲ ἄλλο τι τῶν χαρακτηριζόντων ἰδίως τὴν ἀνθρωπίνην φύσιν ἐν μεταποιήσει γίνεται. ἦ γὰρ ἂν πρὸς τὸ χεῖρον ἡ μεταποίησις εἴη, εἴ τι τούτων ὑπαμειφθείη τῶν ἰδίων τῆς φύσεως. εἰ οὖν ἡ ἄνωθεν γέννησις ἀναστοιχείω σίς τις τοῦ ἀνθρώπου γίνεται, ταῦτα δὲ τὴν μεταβολὴν οὐ προσίεται, σκεπτέον τίνος μεταποιηθέντος ἐντελὴς τῆς ἀναγεννήσεως ἡ χάρις ἐστί. δῆλον ὅτι τῶν πονηρῶν γνωρισμάτων ἐξαλειφθέντων τῆς φύσεως ἡμῶν ἡ πρὸς τὸ κρεῖττον μετάστασις γίνεται. Οὐκοῦν εἰ, καθώς φησιν ὁ προφήτης, λουσάμενοι τῷ μυστικῷ τούτῳ λουτρῷ καθαροὶ τὰς προαιρέσεις γενοίμεθα, τὰς πονηρίας τῶν ψυχῶν ἀποκλύσαντες, κρείττους γεγόναμεν καὶ πρὸς τὸ κρεῖττον μετεποιήθημεν. εἰ δὲ τὸ μὲν λουτρὸν ἐπαχθείη τῷ σώματι, ἡ δὲ ψυχὴ τὰς ἐμπαθεῖς κηλῖδας μὴ ἀπορρύ ψαιτο, ἀλλ' ὁ μετὰ τὴν μύησιν βίος συμβαίνοι τῷ ἀμυήτῳ βίῳ, κἂν τολμηρὸν εἰπεῖν ᾖ, λέξω καὶ οὐκ ἀποτραπήσομαι, ὅτι ἐπὶ τούτων τὸ ὕδωρ ὕδωρ ἐστίν, οὐδαμοῦ τῆς δωρεᾶς τοῦ ἁγίου πνεύματος ἐπιφανείσης τῷ γιγνομένῳ, ὅταν μὴ μόνον τὸ κατὰ τὸν θυμὸν αἶσχος ὑβρίζῃ τὴν θείαν μορφὴν ἢ τὸ κατὰ πλεονεξίαν πάθος καὶ ἡ ἀκόλαστος καὶ ἀσχήμων διάνοια καὶ τῦφος καὶ φθόνος καὶ ὑπερηφανία, ἀλλὰ καὶ τὰ ἐξ ἀδικίας κέρδη παραμένῃ αὐτῷ καὶ ἡ ἐκ μοιχείας αὐτῷ κτηθεῖσα γυνὴ ταῖς ἡδοναῖς αὐτοῦ καὶ μετὰ τοῦτο ὑπηρετῆται. ἐὰν ταῦτα καὶ τὰ τοιαῦτα ὁμοίως πρότερόν τε καὶ μετὰ ταῦτα περὶ τὸν βίον τοῦ βαπτισθέντος ᾖ, τί μεταπεποίηται ἰδεῖν οὐκ ἔχω, τὸν αὐτὸν βλέπων ὅνπερ καὶ πρότερον. ὁ ἠδικημένος, ὁ σεσυκοφαντημένος, ὁ τῶν ἰδίων ἀπωσθεὶς οὐδεμίαν ὁρῶσιν ἐφ' ἑαυτῶν τὴν τοῦ λελουμένου μεταβολήν. οὐκ ἤκουσαν καὶ παρὰ τούτου τὴν τοῦ Ζακχαίου φωνὴν ὅτι Εἴ τινά τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλασίονα. ἃ πρὸ τοῦ βαπτίσματος ἔλεγον, τὰ αὐτὰ καὶ νῦν περὶ αὐτοῦ διεξέρχονται, ἐκ τῶν αὐτῶν ὀνομάτων κατονομάζουσι πλεονέκτην, τῶν ἀλλοτρίων ἐπιθυμητήν, ἀπὸ συμφορῶν ἀνθρωπίνων τρυφῶντα. ὁ τοίνυν ἐν τοῖς αὐτοῖς ὤν, ἔπειτα ἐπιθρυλῶν ἑαυτῷ διὰ τοῦ βαπτίσματος τὴν πρὸς τὸ κρεῖττον μεταβολήν, ἀκουσάτω τῆς Παύλου φωνῆς ὅτι Εἴ τις δοκεῖ εἶναί τι, μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν. ὃ γὰρ μὴ γέγονας, οὐκ εἶ. Ὅσοι ἔλαβον αὐτόν, φησὶ περὶ τῶν ἀναγεννηθέντων τὸ εὐαγγέλιον, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι. τὸ τέκνον γενόμενόν τινος ὁμογενὲς πάντως ἐστὶ τῷ γεννήσαντι. εἰ οὖν ἔλαβες τὸν θεὸν καὶ τέκνον ἐγένου θεοῦ, δεῖξον διὰ τῆς προαιρέσεως καὶ τὸν ἐν σοὶ ὄντα θεόν, δεῖξον ἐν σεαυτῷ τὸν γεννήσαντα. ἐξ ὧν τὸν θεὸν γνωρίζομεν, δι' ἐκείνων προσήκει δειχθῆναι τοῦ γενομένου υἱοῦ θεοῦ τὴν πρὸς τὸν θεὸν οἰκειότητα. ἐκεῖνος ἀνοίγει τὴν χεῖρα καὶ ἐμπιπλᾷ πᾶν ζῷον εὐδοκίας, ὑπερβαίνει ἀνομίας, μετανοεῖ ἐπὶ κακίας· χρηστὸς κύριος τοῖς σύμπασι, μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν· εὐθὴς κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ, καὶ ὅσα τοιαῦτα σποράδην παρὰ τῆς γραφῆς διδασκόμεθα. ἐὰν ἐν τούτοις ᾖς, ἀληθῶς ἐγένου τέκνον θεοῦ· εἰ δὲ τοῖς τῆς κακίας ἐπιμένεις γνωρίσμασι, μάτην ἐπιθρυλεῖς σεαυτῷ τὴν ἄνωθεν γέννησιν. ἐρεῖ πρὸς σὲ ἡ προφητεία ὅτι Υἱὸς ἀνθρώπου εἶ, οὐχὶ υἱὸς ὑψίστου· ἀγαπᾷς ματαιότητα, ζητεῖς ψεῦδος. οὐκ ἔγνως πῶς θαυμαστοῦται ἄνθρωπος, ὅτι οὐκ ἄλλως, εἰ μὴ ὅσιος γένηται. ἀναγκαῖον ἂν εἴη τούτοις προσθεῖναι καὶ τὸ λειπόμενον, ὅτι οὔτε τὰ ἀγαθὰ τὰ ἐν ἐπαγγελίαις τοῖς εὖ βεβιωκόσι προκείμενα τοιαῦτά ἐστιν ὡς εἰς ὑπογραφὴν λόγου ἐλθεῖν. πῶς γὰρ ἃ οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη; οὔτε μὴν ἡ ἀλγεινὴ τῶν πεπλημμεληκότων ζωὴ πρός τι τῶν τῇδε λυπούντων τὴν αἴσθησιν ὁμοτίμως ἔχει. ἀλλὰ κἂν ἐπονομασθῇ τι τῶν ἐκεῖ κολαστηρίων τοῖς ὧδε γνωριζομένοις ὀνόμασιν, οὐκ ἐν ὀλίγῳ τὴν παραλλαγὴν ἔχει. πῦρ γὰρ ἀκούων ἄλλο τι παρὰ τοῦτο νοεῖν ἐδιδάχθης ἐκ τοῦ προσκεῖσθαί τι τῷ πυρὶ ἐκείνῳ ὃ ἐν τούτῳ οὐκ ἔστι· τὸ μὲν γὰρ οὐ σβέννυται, τούτου δὲ πολλὰ παρὰ τῆς πείρας ἐξεύρηται τὰ σβεστήρια, πολλὴ δὲ τοῦ σβεννυμένου πρὸς τὸ μὴ παραδεχόμενον σβέσιν ἡ διαφορά. οὐκοῦν ἄλλο τι, καὶ οὐχὶ τοῦτό ἐστι. πάλιν σκώληκά τις ἀκούσας μὴ διὰ τῆς ὁμωνυμίας πρὸς τὸ ἐπίγειον τοῦτο θηρίον ἀποφερέσθω τῇ διανοίᾳ· ἡ γὰρ προσθήκη τοῦ ἀτελεύτητον εἶναι ἄλλην τινὰ φύσιν παρὰ τὴν γινωσκομένην νοεῖν ὑποτίθεται. ἐπεὶ οὖν ταῦτα πρόκειται τῇ ἐλπίδι τοῦ μετὰ ταῦτα βίου, καταλλήλως ἐκ τῆς ἑκάστου προαιρέσεως κατὰ τὴν δικαίαν τοῦ θεοῦ κρίσιν ἀναφυόμενα τῷ βίῳ, σωφρονούντων ἂν εἴη μὴ πρὸς τὸ παρὸν ἀλλὰ πρὸς τὸ μετὰ τοῦτο βλέπειν, καὶ τῆς ἀφράστου μακαριότητος ἐν τῇ ὀλίγῃ ταύτῃ καὶ προσκαίρῳ ζωῇ τὰς ἀφορμὰς καταβάλλεσθαι καὶ τῆς τῶν κακῶν πείρας δι' ἀγαθῆς προαιρέσεως ἀλλοτριοῦσθαι, νῦν μὲν κατὰ τὸν βίον, μετὰ ταῦτα δὲ κατὰ τὴν αἰωνίαν ἀντίδοσιν.

Intertext edge

Open linked passage

Note