Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio catechetica magna
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Ἀλλ' ἀγανακτεῖ πάντως ὁ πρὸς τὴν διάλυσιν βλέ πων τοῦ σώματος, καὶ χαλεπὸν ποιεῖται τῷ θανάτῳ τὴν ζωὴν ἡμῶν διαλύεσθαι, καὶ τοῦτό φησι τῶν κακῶν ἔσχατον εἶναι, τὸ τὸν βίον ἡμῶν τῇ νεκρότητι σβέννυσθαι. οὐκοῦν ἐπισκεψάσθω διὰ τοῦ σκυθρωποῦ τούτου τὴν ὑπερβολὴν τῆς θείας εὐεργεσίας· τάχα γὰρ ἂν μᾶλλον διὰ τούτων προσαχθείη θαυμάσαι τὴν χάριν τῆς περὶ τὸν ἄνθρωπον τοῦ θεοῦ κηδεμονίας. τὸ ζῇν διὰ τὴν τῶν καταθυμίων ἀπόλαυσιν αἱρετόν ἐστι τοῖς τοῦ βίου μετέχουσιν. ὡς εἴ γέ τις ἐν ὀδύναις διαβιῴη, παρὰ πολὺ τῷ τοιούτῳ τὸ μὴ εἶναι τοῦ ἀλγεινῶς εἶναι προτιμότερον κρίνεται. οὐκοῦν ἐξετάσωμεν εἰ ὁ τῆς ζωῆς χορηγὸς πρὸς ἄλλο τι βλέπει, καὶ οὐχ ὅπως ἂν ἐν τοῖς καλλίστοις βιῴημεν. ἐπειδὴ γὰρ τῷ αὐτεξουσίῳ κινήματι τοῦ κακοῦ τὴν κοινωνίαν ἐπεσπασάμεθα, διά τινος ἡδονῆς οἷόν τι δηλητήριον μέλιτι παραρτυθὲν τῇ φύσει τὸ κακὸν καταμίξαντες, καὶ διὰ τοῦτο τῆς κατὰ τὸ ἀπαθὲς νοουμένης μακαριότητος ἐκ πεσόντες, πρὸς τὴν κακίαν μετεμορφώθημεν, τούτου ἕνεκεν οἷόν τι σκεῦος ὀστράκινον πάλιν ὁ ἄνθρωπος εἰς γῆν ἀνα λύεται, ὅπως ἂν τῆς νῦν ἐναπειλημμένης αὐτῷ ῥυπαρίας ἀποκριθείσης εἰς τὸ ἐξ ἀρχῆς σχῆμα διὰ τῆς ἀναστάσεως ἀναπλασθείη. τὸ δὲ τοιοῦτον δόγμα ἱστορικώτερον μὲν καὶ δι' αἰνιγμάτων ὁ Μωσῆς ἡμῖν ἐκτίθεται. πλὴν ἔκ δηλον καὶ τὰ αἰνίγματα τὴν διδασκαλίαν ἔχει. ἐπειδὴ γάρ, φησίν, ἐν τοῖς ἀπηγορευμένοις ἐγένοντο οἱ πρῶτοι ἄνθρωποι καὶ τῆς μακαριότητος ἐκείνης ἀπεγυμνώθησαν, δερματίνους ἐπιβάλλει χιτῶνας τοῖς πρωτοπλάστοις ὁ κύριος· οὔ μοι δοκεῖ πρὸς τὰ τοιαῦτα δέρματα τοῦ λόγου τὴν διάνοιαν φέρων· ποίων γὰρ ἀποσφαγέντων τε καὶ δαρέντων ζῴων ἐπινοεῖται αὐτοῖς ἡ περιβολή; ἀλλ', ἐπειδὴ πᾶν δέρμα χωρισθὲν τοῦ ζῴου νεκρόν ἐστι, πάντως οἶμαι τὴν πρὸς τὸ νεκροῦσθαι δύναμιν, ἣ τῆς ἀλόγου φύσεως ἐξαίρετος ἦν, ἐκ προμηθείας μετὰ ταῦτα τοῖς ἀνθρώποις ἐπιβεβληκέναι τὸν τὴν κακίαν ἡμῶν ἰατρεύ οντα, οὐχ ὡς εἰς ἀεὶ παραμένειν· ὁ γὰρ χιτὼν τῶν ἔξωθεν ἡμῖν ἐπιβαλλομένων ἐστί, πρὸς καιρὸν τὴν ἑαυτοῦ χρῆσιν παρέχων τῷ σώματι, οὐ συμπεφυκὼς τῇ φύσει. οὐκοῦν ἐκ τῆς τῶν ἀλόγων φύσεως ἡ νεκρότης οἰκονομικῶς περι ετέθη τῇ εἰς ἀθανασίαν κτισθείσῃ φύσει, τὸ ἔξωθεν αὐτῆς περικαλύπτουσα, οὐ τὸ ἔσωθεν, τὸ αἰσθητὸν τοῦ ἀνθρώπου μέρος διαλαμβάνουσα, αὐτῆς δὲ τῆς θείας εἰκόνος οὐ προσαπτομένη. λύεται δὲ τὸ αἰσθητόν, οὐκ ἀφανίζεται. ἀφανισμὸς μὲν γάρ ἐστιν ἡ εἰς τὸ μὴ ὂν μεταχώρησις· λύσις δὲ ἡ εἰς τὰ τοῦ κόσμου στοιχεῖα πάλιν, ἀφ' ὧν τὴν σύστασιν ἔσχε, διάχυσις. τὸ δὲ ἐν τούτοις γενόμενον οὐκ ἀπόλωλε, κἂν ἐκφεύγῃ τὴν κατάληψιν τῆς ἡμετέρας αἰσ θήσεως. ἡ δὲ αἰτία τῆς λύσεως δήλη διὰ τοῦ ῥηθέντος ἡμῖν ὑποδείγματος. ἐπειδὴ γὰρ ἡ αἴσθησις πρὸς τὸ παχύ τε καὶ γήινον οἰκείως ἔχει, κρείττων δὲ καὶ ὑψηλοτέρα τῶν κατ' αἴσθησιν κινημάτων ἡ νοερὰ φύσις, διὰ τοῦτο τῆς περὶ τὸ καλὸν κρίσεως ἐν τῇ δοκιμασίᾳ τῶν αἰσθήσεων ἁμαρτηθείσης, τῆς δὲ τοῦ καλοῦ διαμαρτίας τὴν τῆς ἐναντίας ἕξεως ὑπόστασιν ἐνεργησάσης, τὸ ἀχρει ωθὲν ἡμῶν μέρος τῇ παραδοχῇ τοῦ ἐναντίου λύεται. ὁ δὲ τοῦ ὑποδείγματος λόγος τοιοῦτός ἐστι. δεδόσθω τι σκεῦος ἐκ πηλοῦ συνεστηκέναι, τοῦτο δὲ πλῆρες ἔκ τινος ἐπι βουλῆς γεγενῆσθαι τετηκότος μολίβδου, τὸν δὲ μόλιβδον ἐγχεθέντα παγῆναι καὶ μένειν ἀπρόχυτον, ἀντιποιεῖσθαι δὲ τοῦ σκεύους τὸν κεκτημένον, ἔχοντα δὲ τοῦ κεραμεύειν τὴν ἐπιστήμην περιθρύψαι τῷ μολίβδῳ τὸ ὄστρακον· εἶθ' οὕτως πάλιν κατὰ τὸ πρότερον σχῆμα πρὸς τὴν ἰδίαν ἑαυτοῦ χρῆσιν ἀναπλάσαι τὸ σκεῦος, κενὸν τῆς ἐμμιχ θείσης ὕλης γενόμενον. οὕτως οὖν καὶ ὁ τοῦ ἡμετέρου σκεύους πλάστης, τῷ αἰσθητικῷ μέρει, τῷ κατὰ τὸ σῶμά φημι, τῆς κακίας καταμιχθείσης, διαλύσας τὴν παρα δεξαμένην τὸ κακὸν ὕλην, πάλιν ἀμιγὲς τοῦ ἐναντίου διὰ τῆς ἀναστάσεως ἀναπλάσας, πρὸς τὸ ἐξ ἀρχῆς κάλλος ἀναστοιχειώσει τὸ σκεῦος. ἐπειδὴ δὲ σύνδεσίς τις καὶ κοινωνία τῶν κατὰ ἁμαρτίαν παθημάτων γίνεται τῇ τε ψυχῇ καὶ τῷ σώματι, καί τις ἀναλογία τοῦ σωματικοῦ θανάτου πρὸς τὸν ψυχικόν ἐστι θάνατον· ὥσπερ γὰρ ἐν σαρκὶ τὸ τῆς αἰσθητῆς χωρισθῆναι ζωῆς προσαγορεύομεν θάνατον, οὕτως καὶ ἐπὶ τῆς ψυχῆς τὸν τῆς ἀληθοῦς ζωῆς χωρισμὸν θάνατον ὀνομάζομεν· ἐπεὶ οὖν μία τίς ἐστιν ἡ τοῦ κακοῦ κοινωνία, καθὼς προείρηται, ἐν ψυχῇ τε θεωρουμένη καὶ σώματι· δι' ἀμφοτέρων γὰρ πρόεισιν τὸ πονηρὸν εἰς ἐνέργειαν· διὰ τοῦτο ὁ μὲν τῆς διαλύσεως θάνατος ἐκ τῆς τῶν νεκρῶν δερμάτων ἐπιβολῆς τῆς ψυχῆς οὐχ ἅπτεται. πῶς γὰρ ἂν διαλυθείη τὸ μὴ συγκείμενον; ἐπεὶ δὲ χρεία τοῦ κἀκείνης τὰς ἐμφυείσας ἐξ ἁμαρτιῶν κηλῖδας διά τινος ἰατρείας ἐξαιρεθῆναι, τούτου ἕνεκεν ἐν μὲν τῇ παρούσῃ ζωῇ τὸ τῆς ἀρετῆς φάρμακον εἰς θερα πείαν τῶν τοιούτων προσετέθη τραυμάτων. εἰ δὲ ἀθερά πευτος μένοι, ἐν τῷ μετὰ ταῦτα βίῳ τεταμίευται ἡ θεραπεία. ἀλλ' ὥσπερ εἰσί τινες κατὰ τὸ σῶμα τῶν παθημάτων διαφοραί, ὧν αἱ μὲν ῥᾷον, αἱ δὲ δυσκολώτερον τὴν θερα πείαν προσίενται, ἐφ' ὧν καὶ τομαὶ καὶ καυτήρια καὶ πικραὶ φαρμακοποσίαι πρὸς τὴν ἀναίρεσιν τοῦ ἐνσκή ψαντος τῷ σώματι πάθους παραλαμβάνονται, τοιοῦτόν τι καὶ ἡ μετὰ ταῦτα κρίσις εἰς θεραπείαν τῶν τῆς ψυ χῆς ἀρρωστημάτων κατεπαγγέλλεται, ὃ τοῖς μὲν χαυνο τέροις ἀπειλὴ καὶ σκυθρωπῶν ἐστὶν ἐπανόρθωσις, ὡς ἂν φόβῳ τῆς τῶν ἀλγεινῶν ἀντιδόσεως πρὸς τὴν φυγὴν τῆς κακίας σωφρονισθείημεν· τοῖς δὲ συνετωτέροις ἰατρεία καὶ θεραπεία παρὰ τοῦ θεοῦ τὸ ἴδιον πλάσμα πρὸς τὴν ἐξ ἀρχῆς ἐπανάγοντος χάριν εἶναι πιστεύεται. ὡς γὰρ οἱ τοὺς ἥλους τε καὶ τὰς ἀκροχορδόνας παρὰ φύσιν ἐπιγενο μένας τῷ σώματι διὰ τομῆς ἢ καύσεως ἀποξύοντες οὐκ ἀνώδυνον ἐπάγουσι τῷ εὐεργετουμένῳ τὴν ἴασιν, πλὴν οὐκ ἐπὶ βλάβῃ τοῦ ὑπομένοντος τὴν τομὴν ἄγουσιν, οὕτως καὶ ὅσα ταῖς ψυχαῖς ἡμῶν διὰ τῆς τῶν παθημάτων κοινωνίας ἀποσαρκωθείσαις ὑλώδη περιττώματα ἐπιπωροῦται, ἐν τῷ καιρῷ τῆς κρίσεως τέμνεταί τε καὶ ἀποξύεται τῇ ἀρρήτῳ ἐκείνῃ σοφίᾳ καὶ δυνάμει τοῦ, καθὼς λέγει τὸ εὐαγγέλιον, τοὺς κακοὺς ἰατρεύοντος. οὐ χρείαν γὰρ ἔχουσι, φησίν, οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. διὰ δὲ τὸ πολλὴν γεγενῆσθαι τῇ ψυχῇ πρὸς τὸ κακὸν συμφυίαν ὥσπερ ἡ τῆς μυρμηκίας τομὴ δριμύσσει τὴν ἐπιφάνειαν· τὸ γὰρ παρὰ φύσιν ἐμφυὲν τῇ φύσει διά τινος συμπα θείας τῷ ὑποκειμένῳ προσίσχεται, καί τις γίνεται τοῦ ἀλλοτρίου πρὸς τὸ ἡμέτερον παράλογος συνανάκρασις, ὡς λυπεῖσθαι καὶ δάκνεσθαι τοῦ παρὰ φύσιν χωριζομένην τὴν αἴσθησιν· οὕτω καὶ τῆς ψυχῆς ἀπολεπτυνομένης τε καὶ ἐκτηκομένης ἐν τοῖς ὑπὲρ τῆς ἁμαρτίας ἐλεγμοῖς, καθώς πού φησιν ἡ προφητεία, διὰ τὴν ἐν βάθει γενομένην πρὸς τὸ κακὸν οἰκειότητα κατ' ἀνάγκην ἐπακολουθοῦσιν ἄρρητοί τινες καὶ ἀνέκφραστοι ἀλγηδόνες, ὧν ἡ διήγησις ἐκ τοῦ ἴσου τὸ ἄφραστον ἔχει τῇ τῶν ἐλπιζομένων ἀγαθῶν φύσει. οὔτε γὰρ ταῦτα, οὔτε ἐκεῖνα τῇ δυνάμει τῶν λόγων ἢ τῷ στοχασμῷ τῆς διανοίας ὑπάγεται. οὐκοῦν πρὸς τὸ πέρας τις ἀποσκοπῶν τῆς σοφίας τοῦ τὸ πᾶν οἰκονομοῦντος οὐκέτ' ἂν εὐλόγως κακῶν αἴτιον τὸν τῶν ἀνθρώπων δημιουργὸν ὑπὸ μικροψυχίας κατονομάζοι, ἢ ἀγνοεῖν αὐτὸν τὸ ἐσόμενον λέγων, ἢ εἰδότα καὶ πεποιη κότα μὴ ἔξω τῆς πρὸς τὸ πονηρὸν ὁρμῆς εἶναι. καὶ γὰρ ᾔδει τὸ ἐσόμενον καὶ τὴν πρὸς τὸ γινόμενον ὁρμὴν οὐκ ἐκώλυσεν· ὅτι γὰρ ἐκτραπήσεται τοῦ ἀγαθοῦ τὸ ἀνθρώ πινον, οὐκ ἠγνόησεν ὁ πάντα ἐμπερικρατῶν τῇ γνωστικῇ δυνάμει καὶ τὸ ἐφεξῆς τῷ παρῳχηκότι κατὰ τὸ ἴσον βλέπων. ἀλλ' ὥσπερ τὴν παρατροπὴν ἐθεάσατο, οὕτω καὶ τὴν ἀνάκλησιν αὐτοῦ πάλιν τὴν πρὸς τὸ ἀγαθὸν κατε νόησε. τί οὖν ἄμεινον ἦν, καθ' ὅλου μὴ ἀγαγεῖν τὴν φύσιν ἡμῶν εἰς γένεσιν, ἐπειδὴ τοῦ καλοῦ διαμαρτήσεσθαι προεώρα τὸν γενησόμενον, ἢ ἀγαγόντα καὶ νενοσηκότα πάλιν πρὸς τὴν ἐξ ἀρχῆς χάριν διὰ μετανοίας ἀνακαλέ σασθαι; τὸ δὲ διὰ τὰς σωματικὰς ἀλγηδόνας, αἳ τῷ ῥευστῷ τῆς φύσεως κατ' ἀνάγκην ἐπισυμβαίνουσι, κακῶν ποιητὴν τὸν θεὸν ὀνομάζειν, ἢ μηδὲ ὅλως ἀνθρώπου κτίστην αὐτὸν οἴεσθαι, ὡς ἂν μὴ καὶ τῶν ἀλγυνόντων ἡμᾶς αἴτιος ὑπονοοῖτο, τοῦτο τῆς ἐσχάτης μικροψυχίας ἐστὶ τῶν τῇ αἰσθήσει τὸ καλὸν καὶ τὸ κακὸν διακρινόντων, οἳ οὐκ ἴσασιν ὅτι ἐκεῖνο τῇ φύσει μόνον ἐστὶν ἀγαθόν, οὗ ἡ αἴσθησις οὐκ ἐφάπτεται, καὶ μόνον ἐκεῖνο κακὸν ἡ τοῦ ἀληθινοῦ ἀγαθοῦ ἀλλοτρίωσις. πόνοις δὲ καὶ ἡδοναῖς τὸ καλὸν καὶ τὸ μὴ καλὸν κρίνειν τῆς ἀλόγου φύσεως ἴδιόν ἐστιν, ἐφ' ὧν τοῦ ἀληθῶς καλοῦ ἡ κατανόησις διὰ τὸ μὴ μετέχειν αὐτὰ νοῦ καὶ διανοίας χώραν οὐκ ἔχει. ἀλλ' ὅτι μὲν θεοῦ ἔργον ὁ ἄνθρωπος, καλόν τε καὶ ἐπὶ καλ λίστοις γενόμενον, οὐ μόνον ἐκ τῶν εἰρημένων δῆλόν ἐστιν, ἀλλὰ καὶ ἐκ μυρίων ἑτέρων, ὧν τὸ πλῆθος διὰ τὴν ἀμε τρίαν παραδραμούμεθα. θεὸν δὲ ἀνθρώπου ποιητὴν ὀνο μάσαντες οὐκ ἐπιλελήσμεθα τῶν ἐν τῷ προοιμίῳ πρὸς τοὺς Ἕλληνας ἡμῖν διευκρινηθέντων, ἐν οἷς ἀπεδείκνυτο ὁ τοῦ θεοῦ λόγος οὐσιώδης τις καὶ ἐνυπόστατος ὢν αὐτὸς εἶναι καὶ θεὸς καὶ λόγος, πᾶσαν δύναμιν ποιητικὴν ἐμπεριει ληφώς, μᾶλλον δὲ αὐτοδύναμις ὢν καὶ πρὸς πᾶν ἀγαθὸν τὴν ὁρμὴν ἔχων καὶ πᾶν ὅ τι περ ἂν θελήσῃ κατεργαζό μενος τῷ σύνδρομον ἔχειν τῇ βουλήσει τὴν δύναμιν, οὗ καὶ θέλημα καὶ ἔργον ἐστὶν ἡ τῶν ὄντων ζωή, παρ' οὗ καὶ ὁ ἄνθρωπος εἰς τὸ ζῇν παρήχθη, πᾶσι τοῖς καλλίστοις θεο ειδῶς κεκοσμημένος. ἐπειδὴ δὲ μόνον ἀναλλοίωτόν ἐστι κατὰ τὴν φύσιν τὸ μὴ διὰ κτίσεως ἔχον τὴν γένεσιν, τὰ δ' ὅσα παρὰ τῆς ἀκτίστου φύσεως ἐκ τοῦ μὴ ὄντος ὑπέστη, εὐθὺς ἀπὸ τροπῆς τοῦ εἶναι ἀρξάμενα, πάντοτε δι' ἀλ λοιώσεως πρόεισιν, εἰ μὲν κατὰ φύσιν πράττοι, πρὸς τὸ κρεῖττον αὐτοῖς τῆς ἀλλοιώσεως εἰς ἀεὶ γιγνομένης, εἰ δὲ παρατραπείη τῆς εὐθείας, τῆς πρὸς τὸ ἐναντίον αὐτὰ δια δεχομένης κινήσεως· ἐπεὶ οὖν ἐν τούτοις καὶ ὁ ἄνθρωπος ἦν, ᾧ τὸ τρεπτὸν τῆς φύσεως πρὸς τὸ ἐναντίον παρώ λισθεν, ἅπαξ δὲ τῆς τῶν ἀγαθῶν ἀναχωρήσεως δι' ἀκολούθου πᾶσαν ἰδέαν κακῶν ἀντεισαγούσης, ὡς τῇ μὲν ἀποστροφῇ τῆς ζωῆς ἀντεισαχθῆναι τὸν θάνατον, τῇ δὲ στερήσει τοῦ φωτὸς ἐπιγενέσθαι τὸ σκότος, τῇ δὲ τῆς ἀρετῆς ἀπουσίᾳ τὴν κακίαν ἀντεισαχθῆναι καὶ πάσῃ τῇ τῶν ἀγαθῶν ἰδέᾳ τὸν τῶν ἐναντίων ἀνταριθμηθῆναι κατά λογον, τὸν ἐν τούτοις καὶ τοῖς τοιούτοις ἐξ ἀβουλίας ἐμπεπτωκότα· οὐδὲ γὰρ ἦν δυνατὸν ἐν φρονήσει εἶναι τὸν ἀπεστραμμένον τὴν φρόνησιν καὶ σοφόν τι βουλεύσασθαι τὸν τῆς σοφίας ἀναχωρήσαντα· διὰ τίνος ἔδει πάλιν πρὸς τὴν ἐξ ἀρχῆς χάριν ἀνακληθῆναι; τίνι διέφερεν ἡ τοῦ πεπτωκότος ἀνόρθωσις, ἡ τοῦ ἀπολωλότος ἀνά κλησις, ἡ τοῦ πεπλανημένου χειραγωγία; τίνι ἄλλῳ ἢ τῷ κυρίῳ πάντως τῆς φύσεως; τῷ γὰρ ἐξ ἀρχῆς τὴν ζωὴν δεδωκότι μόνῳ δυνατὸν ἦν καὶ πρέπον ἅμα καὶ ἀπολο μένην ἀνακαλέσασθαι. ὃ παρὰ τοῦ μυστηρίου τῆς ἀλη θείας ἀκούομεν, θεὸν πεποιηκέναι κατ' ἀρχὰς τὸν ἄνθρωπον καὶ σεσωκέναι διαπεπτωκότα μανθάνοντες.

Intertext edge

Open linked passage

Note