Oratio in diem natalem Christi
Gregory of Nyssa (gregory-of-nyssa)Chri 1128.1 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
1128.1
Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγί, φησιν ὁ Δαβὶδ, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. τὰ δὲ τῆς θεοπνεύστουδιδασκαλία+ ς προστάγματα νόμος πάντως ἐστὶτοῖς ἀκούουσιν. οὐκοῦν ἐπειδὴ πάρεστιν ἡ εὔσημοςἡμέρα τῆς ἑορτῆς ἡμῶν, πληρώσωμεν καὶ ἡμεῖςτὸν νόμον σαλπιγκταὶ τῆς ἱερομηνίας γενόμενοι. ἡ δὲ νομικὴ σάλπιγξ, καθὼς κελεύει νοεῖν ὁ ἀπόστολος, ὁ λόγος ἐστί. φησὶ γὰρ μὴ ἄδηλον δεῖν γενέσθαι τὸντῆς σάλπιγγος ἦχον, ἀλλὰ διεσταλμένον τοῖς φθόγγοιςπρὸς τὴν τῶν ἀκουόντων σαφήνειαν. οὐκοῦν ἠχήσωμενκαὶ ἡμεῖς, ἀδελφοὶ, λαμπράν τινα ἠχὴν καὶἐξάκουστον οὐδὲν τῆς κερατίνης ἀτιμοτέραν. καὶ γὰρ καὶ ὁ νόμος ὁ ἐν τοῖς τῆς σκιᾶς τύποιςπροδιαζωγραφῶν τὴν ἀλήθειαν ἐν τῇ σκηνοπηγίᾳ τὸνἐκ τῶν σαλπίγγων ἦχον ἐνομοθέτησε. καὶ ἡ παροῦσα τῆς ἑορτῆς ὑπόθεσις τὸ τῆς ἀληθινῆς σκηνοπηγίας ἐστὶμυστήριον. ἐν ταύτῃ γὰρ σκηνοπηγεῖται τὸ ἀνθρώπινονσκήνωμα τῷ δι' ἡμᾶς ἐνδυσαμένῳ τὸν ἄνθρωπον. ἐν ταύτῃ τὰ διαπεπτωκότα ἡμῶν ὑπὸ τοῦ θανάτουσκηνώματα πάλιν συμπήγνυται ὑπὸ τοῦ ἐξ ἀρχῆς τὸ οἰκητήριον ἡμῶν οἰκοδομήσαντος. εἴπωμεν καὶἡμεῖς τὸ τῆς ψαλμῳδίας τῷ μεγαλοφώνῳ Δαβὶδσυγχορεύοντες, ὅτι εὐλογημένος ὁ ἐρχόμενος ἐνὀνόματι κυρίου. πῶς ἐρχόμενος; οὐ καθάπερ διὰπλοίου τινὸς ἢ ὀχήματος, διὰ δὲ τῆς παρθενικῆςἀφθορίας ἐπὶ τὸν ἀνθρώπινον βίον διαπεράσας. οὕτως ὁ θεὸς ἡμῶν, οὕτως ὁ κύριος ἐπέφανεν ἡμῖνεἰς τὸ συστήσασθαι τὴν ἑορτὴν ταύτην ἐν τοῖςπυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Πάντως δὲ οὐκ ἀγνοοῦμεν, ἀδελφοὶ, τὸ ἐν τοῖς εἰρημένοιςμυστήριον, ὅτι πᾶσα ἡ κτίσις ἔν τι τοῦ δεσπότου τῆςκτίσεώς ἐστιν ἀνάκτορον. ἀλλ' ἐπειδὴ τῆς ἁμαρτίαςἐπεισελθούσης ἐφράγη τῶν τῇ κακίᾳ κεκρατημένων1129 τὰ στόματα καὶ κατεσιγάσθη φωνὴ ἀγαλλιάσεωςκαὶ διεσπάσθη τῶν ἑορταζόντων ἡ συμφωνία τῆςἀνθρωπίνης κτίσεως οὐ συνεορταζούσης τῇ ὑπερκοσμίῳ φύσει,– διὰ τοῦτο ἦλθον αἱ τῶν προφητῶν καὶἀποστόλων σάλπιγγες, ἃς κερατίνας ὁ νόμος φησὶ διὰτὸ εἶναι αὐτῶν τὴν κατασκευὴν ἐκ τοῦ ἀληθινοῦμονοκέρωτος, αἱ κατὰ τὴν τοῦ πνεύματος δύναμινσύντονον τὸν τῆς ἀληθείας ἤχησαν λόγον, ἵνα τῆςἀκοῆς τῶν ὑπὸ τῆς ἁμαρτίας ἐμπεφραγμένων διανοιχθείσηςμία γένηται σύμφωνος ἑορτὴ διὰ τοῦ πυκασμοῦτῆς σκηνοπηγίας τῆς κάτω κτίσεως πρὸς τὰςἐξεχούσας καὶ προβεβλημένας περὶ τὸ ἄνω θυσιαστήριονδυνάμεις συνεπηχούσης. τὰ γὰρ κέρατα τοῦ νοητοῦθυσιαστηρίου αἱ προβεβλημέναι τε καὶ ἐξέχουσαιτῆς νοερᾶς φύσεως δυνάμεις εἰσὶν ἀρχαί τεκαὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες, πρὸς ἃς τῇκοινωνίᾳ τῆς ἑορτῆς συνάπτεται διὰ τῆς κατὰ τὴνἀνάστασιν σκηνοπηγίας ἡ ἀνθρωπίνη φύσις τῇἀνακαινώσει τῶν σωμάτων πυκαζομένη. Τὸ γὰρ πυκάζεσθαι ἴσον ἐστὶ τῷ κοσμεῖσθαι ἡ περιβάλλεσθαι, καθὼς ἑρμηνεύουσιν οἱ ταῦτα γινώσκοντες. Δεῦτε τοίνυν πρὸς τὴν πνευματικὴν χορείαν τὰς ψυχὰς ἡμῶνδιεγείραντες ἔξαρχον καὶ καθηγεμόνα καὶ κορυφαῖοντῆς χοροστασίας ἡμῶν τὸν Δαβὶδ προστησώμεθα καὶ εἴπωμενμετ' ἐκείνου τὴν γλυκεῖαν φωνὴν ἐκείνην, ἣν φθάσαντεςὑμνῳδήσαμεν. καὶ πάλιν αὐτὴν ἀναλάβωμεν, ὅτι αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθακαὶ εὐφρανθῶμεν ἐν αὐτῇ,– ἐν ᾗ μειοῦσθαι τὸ σκότοςἄρχεται καὶ τὰ τῆς νυκτὸς μέτρα τῷ πλεονάζοντιτῆς ἀκτῖνος συνωθεῖται πρὸς ἔκλειψιν. οὐ συντυχικήτις, ἀδελφοί, γέγονε κατὰ τὸ αὐτόματον ἡ τοιαύτηπερὶ τὴν ἑορτὴν οἰκονομία τὸ νῦν ἐπιφανῆναι τῇ ἀνθρωπίνῃ ζωῇ τὴν θείαν ζωήν. ἀλλά τι μυστήριονδιὰ τῶν φαινομένων τοῖς διορατικωτέροις διηγεῖταιἡ κτίσις μονονουχὶ φωνὴν ἀφιεῖσα καὶ διδάσκουσατὸν ἀκούειν δυνάμενον, τί βούλεται ἐν τῇ παρουσίᾳτοῦ δεσπότου ἡ ἡμέρα προσαυξανομένη καὶ ἡ νὺξκολοβουμένη. ἐγὼ γάρ μοι δοκῶ τοιαῦτά τινα διεξιούσηςἀκούειν τῆς κτίσεως, ὅτι ταῦτα βλέπων, ὦ ἄνθρωπε, νόει τὸ διὰ τῶν φαινομένων κρυπτόν σοι δηλούμενον. ὁρᾷς ἐπὶ τὸ ἀκρότατον μῆκος προελθοῦσαν τὴν νύκτακαὶ ἱσταμένην τῆς ἐπὶ τὰ πρόσω φορᾶς καὶ εἰςτὸ ἔμπαλιν ἀναλύουσαν; νόησον, ὅτι ἡ πονηρὰτῆς ἁμαρτίας νὺξ ἐφ' ὅσον οἷόν τε ἦν αὐξηθεῖσακαὶ διὰ πάσης κακῶν ἐπινοίας ἐπὶ τὸ ἀκρότατον τῆςπονηρίας μέγεθος φθάσασα σήμερον ἀνεκόπη τῆς ἐπὶπλεῖον νομῆς καὶ τὰ ἀπὸ τούτου πρὸς ἔκλειψίν τεκαὶ ἀφανισμὸν συνελαύνεται. ὁρᾷς τὴν τοῦ φωτὸςἀκτῖνα διαρκεστέραν καὶ ὑψηλότερον τῆς συνηθείας τὸν ἥλιον; νόει τοῦ ἀληθινοῦ φωτὸς τὴν παρουσίαντοῦ ταῖς εὐαγγελικαῖς ἀκτῖσι πᾶσαν τὴν οἰκουμένηνκαταφωτίζοντος. Τάχα δὲ καὶ τοῦ μὴ καταρχὰς ἐπιφανῆναι τὸνκύριον ἀλλ' ἐπ' ἐσχάτων τῶν χρόνων χαρίσασθαιτῇ ἀνθρωπίνῃ ζωῇ τῆς θεότητος αὐτοῦ τὴνἐμφάνειαν, ταύτην ἄν τις τὴν αἰτίαν εὐλόγωςὑπονοήσειεν, ὅτι ὁ μέλλων ἐπὶ καθαιρέσει τῆς κακίαςτῷ ἀνθρωπίνῳ καταμίγνυσθαι βίῳ ἀναγκαίως πᾶσαν1132 ἀνέμεινε τὴν κακίαν τὴν παρὰ τοῦ ἐχθροῦ ῥιζωθεῖσανἀναβλαστῆσαι, εἶθ' οὕτως ἐπήγαγε, καθώς φησι τὸεὐαγγέλιον, τὴν ἀξίνην τῇ ῥίζῃ. Καὶ γὰρ τῶν ἰατρῶνοἱ τῇ τέχνῃ προσέχοντες ἔνδοθεν ἔτι τὸ σῶμα τοῦπυρετοῦ διασμύχοντος καὶ κατ' ὀλίγον ὑπὸ τῶννοσοποιῶν αἰτιῶν ἐξαπτομένου ἐνδιδόασι τῷ ἀρρωστήματι, μέχρις ἂν εἰς ἀκμὴν προέλθῃ τὸ πάθος, οὐδεμίανἐκ τῶν σιτίων ἐπάγοντες τῷ ἀσθενοῦντι βοήθειαν. ἐπειδὰν δὲ στάσιμον γένηται τὸ κακὸν, τότετὴν τέχνην ἐπάγουσιν ἐκφανείσης πάσης τῆς νόσου. οὕτως καὶ ὁ τοὺς κακῶς ἔχοντας τὴν ψυχὴν ἰατρεύωνἀνέμεινε τὴν ἐκ κακίας νόσον, ᾗ κατεκρατήθη τῶν ἀνθρώπων ἡ φύσις, πᾶσαν ἐκκαλυφθῆναι, ὡς ἂνμηδὲν τῶν κεκρυμμένων ἀθεράπευτον μείνειε τοῦ ἰατροῦμόνον τὸ φανὲν θεραπεύοντος. διὰ τοῦτο οὔτε κατὰ τοὺς καιροὺς τοῦ Νῶε πάσης σαρκὸς ἐν ἀδικίᾳκαταφθαρείσης ἐπάγει διὰ τῆς ἰδίας ἐμφανείας τὴνἴασιν, ὅτι οὔπω τῆς Σοδομιτικῆς κακίας ὁ βλάστοςἐξεφύη, οὐδὲ ἐπὶ τοῦ καιροῦ τῆς Σοδόμων καταστροφῆςὁ κύριος φαίνεται, διότι πολλὰ τῶν ὑπολοίπων κακῶνἔτι τῇ ἀνθρωπίνῃ κατεκρύπτετο φύσει. ποῦ γὰρ ὁθεομάχος Φαραώ; ποῦ τῶν Αἰγυπτίων ἡ ἀδάμαστος πονηρία; οὐ μὴν οὐδὲ τότε τῷ διορθωτῇ τοῦ παντὸς εὔκαιρονἦν, ἐπὶ τῶν Αἰγυπτίων λέγω κακῶν, καταμιχθῆναιτῷ βίῳ. ἀλλ' ἔδει καὶ τῶν Ἰσραηλιτῶν τὴνπαρανομίαν ἀναφανῆναι· ἔδει καὶ τῶν Ἀσσυρίωντὴν βασιλείαν καὶ τοῦ Ναβουχοδονόσορ τὴν ὑπερηφανίανὑποσμύχουσαν ἔτι τῷ βίῳ φανερὰν γενέσθαι· ἔδειτὴν κατὰ τῶν ὁσίων μιαιφονίαν οἷόν τινα πονηρὸνκαὶ ἀκανθώδη βλάστον τῆς κακῆς τοῦ διαβόλου ῥίζηςἀναδραμεῖν· ἔδει τὴν τῶν Ἰουδαίων κατὰ τῶν ἁγίωντοῦ θεοῦ φανερωθῆναι λύσσαν τῶν τοὺς προφήταςἀποκτεινύντων καὶ λιθοβολούντων τοὺς ἀπεσταλμένουςκαὶ τέλος μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίουτὸ κατὰ τὸν Ζαχαρίαν ἄγος ἐργασαμένων. πρόσθες τῷ καταλόγῳ τῶν πονηρῶν βλαστημάτωνκαὶ τοῦ Ἡρώδου τὴν παιδοφονίαν. ἐπεὶ οὖν πᾶσατῆς κακίας ἡ δύναμις ἐκ τῆς πονηρᾶς ῥίζης ἀνεδόθηκαὶ ηὔξησε πολυειδῶς ἐν ταῖς προαιρέσεσι τῶνκαθ' ἑκάστην γενεὰν τῇ κακίᾳ γνωρίμων ὑλομανήσασα, τότε, καθώς φησι πρὸς Ἀθηναίους ὁ Παῦλος, τοὺς χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς ἐπὶ τῶνἐσχάτων ἡμερῶν παραγίνεται, ὅτε οὐκ ἦν ὁ συνίωνκαὶ ἐκζητῶν τὸν θεὸν, ὅτε πάντες ἐξέκλιναν ἅμαἠχρειώθησαν, ὅτε συνεκλείσθη τὰ πάντα εἰς ἁμαρτίαν, ὅτε ἐπλεόνασεν ἡ ἀνομία, ὅτε πρὸς τὸ ἀκρότατονμέτρον ὁ τῆς κακίας ζόφος ηὔξησε,– τότε ἐπεφάνηἡ χάρις, τότε ἡ τοῦ ἀληθινοῦ φωτὸς ἀκτὶςἐπανέτειλε, τότε ἐπέφανε ὁ τῆς δικαιοσύνης ἥλιοςτοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τότετὰς πολλὰς κεφαλὰς τοῦ δράκοντος συνέθλασεν ἐπιβὰςτῷ ποδὶ διὰ τῆς ἀνθρωπίνης σαρκὸς καὶ τῇ γῇ προσθλάσαςκαὶ καταπατήσας. Καὶ μηδεὶς πρὸς τὰ νῦν ἐν τῷ βίῳ βλέπων κακὰψεύδεσθαι νομιζέτω τὸν λόγον, καθ' ὃν ἐν τοῖς τελευταίοις ἔφαμεν χρόνοις ἐπιλάμψαι τῷ βίῳτὸν κύριον. ἐρεῖ γὰρ ὁ ἀντιλέγων τυχὸν, ὅτιτὸν ἀναμείναντα τοὺς χρόνους πρὸς τὴν τῆς κακίαςφανέρωσιν, ὅπως αὐξηθεῖσαν αὐτὴν ἐξέλῃ προθέλυμνον, πᾶσαν εἰκὸς αὐτὴν ἀνῃρηκέναι, ὡς μηδὲν αὐτῆςὑπολειφθῆναι τῷ βίῳ λειψανόν. νυνὶ δὲ καὶ φόνοι1133 καὶ κλοπαὶ καὶ μοιχεῖαι καὶ πάντα τολμᾶται τὰπονηρότατα. ἀλλ' ὁ πρὸς τοῦτο βλέπων ὑποδείγματίτινι τῶν γνωρίμων τὴν περὶ τούτων ἀμφιβολίανλυσάτω. ὥσπερ γὰρ ἐπὶ τῆς τῶν ἑρπετῶν ἀναιρέσεως ἔστιν ἰδεῖν οὐκ εὐθὺς τὸν κατόπιν ὅλκον τῇ κεφαλῇ συννεκρούμενον, ἀλλ' ἡ μὲν τέθνηκε, τὸ δὲ ἔτι ἐψύχωται τῷ ἰδίῳ θυμῷ, καὶ τῆςζωτικῆς κινήσεως οὐκ ἐστέρηται,– οὕτως καὶ ὁ τοῦ δράκοντος ἀναιρέτης, ὅτε πολὺ τὸ θήριον ἐγένετο πάσαιςταῖς καθέκαστον συναυξηθὲν γενεαῖς τῶν ἀνθρώπων, τὴν κεφαλὴν ἀνελὼν, τουτέστι τὴν τῶν κακῶν ἐφευρετικὴν δύναμιν τὴν πολλὰς ἔχουσαν ἐν ἑαυτῇ κεφαλὰς οὐδένα τοῦ κατόπιν ὁλκοῦ πεποίηται λόγον εἰςἀφορμὴν γυμνασίου τοῖς ἐφεξῆς τὴν ἐν τῷ νεκρῷ θηρίῳκίνησιν ὑπολειφθῆναι ποιήσας. τίς οὖν ἡ θλασθεῖσακεφαλή; ἡ θάνατον εἰσενεγκοῦσα τῇ πονηρᾷ συμβουλῆ, ἡ τὸν θανατηφόρον ἰὸν ἐμβαλοῦσα τῷ ἀνθρώπῳδιὰ τοῦ δήγματος. ὁ τοίνυν καταλύσας τοῦ θανάτουτὸ κράτος τὴν ἐν τῇ κεφαλῇ τοῦ ὄφεως δύναμιν, καθώς φησιν ὁ προφήτης, συνέθλασεν. ὁ δὲ λοιπὸς τοῦ θηρίου ὁλκὸς τῷ ἀνθρωπίνῳ συνεσπαρμένος βίῳ, ἕως ἂν ᾖ τὸ ἀνθρώπινον ἐν ταῖς κατὰ κακίαν κινήσεσιν, ἀεὶ τῇ φολίδι τῆς ἁμαρτίας περιτραχύνει τὸνβίον. τῇ μὲν δυνάμει ἤδη νεκρός ἐστι τῆς κεφαλῆςἀχρειωθείσης. ἐπειδὰν δὲ παρέλθῃ ὁ χρόνος καὶ στῇτὰ κινούμενα κατὰ τὴν προσδοκωμένην τῆς ζωῆςταύτης συντέλειαν, τότε τὸ οὐραῖόν τε καὶ τὸ ἔσχατον τοῦ ἐχθροῦ καταργεῖται– τοῦτο δέ ἐστιν ὁ θάνατος– καὶ οὕτως ὁ παντελὴς ἀφανισμὸς τῆς κακίας γενήσεταιπάντων εἰς ζωὴν διὰ τῆς ἀναστάσεως ἀνακληθέντων, τῶν μὲν δικαίων εὐθὺς εἰς τὴν ἄνω λῆξινμετοικισθέντων, τῶν δὲ ταῖς ἁμαρτίαις ἐνεχομένων τῷ τῆς γεέννης πυρὶ ἐκκαθαρθέντων. Ἀλλ' ἐπανέλθωμεν ἐπὶ τὴν παροῦσαν χαρὰν, ἣνεὐαγγελίζονται τοῖς ποιμέσιν οἱ ἄγγελοι, ἣν οἱοὐρανοὶ διηγοῦνται τοῖς μάγοις, ἣν τὸ πνεῦμα τῆς προφητείας διὰ πολλῶν τε καὶ διαφόρων ἀνακηρύσσει, ὡς καὶ τοὺς μάγους κήρυκας γενέσθαι τῆς χάριτος. [Ο γὰρ ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, ὁ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς ἤνεγκε τὴνἀκτῖνα τῆς γνώσεως καὶ τὴν δρόσον τοῦ πνεύματοςκαὶ εἰς ἀλλότρια στόματα, ὥστε τῇ παρὰ τῶν ἐναντίωνμαρτυρίᾳ βεβαιωθῆναι μᾶλλον ἐν ἡμῖν τὴν ἀλήθειαν. ἀκούεις τοῦ οἰωνιστοῦ βαλαὰμ ἐπιπνοίᾳ κρείττονιτοῖς ἀλλοφύλοις ἐπιθειάζοντος, ὅτι ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ; ὁρᾷς τοὺς ἀπ' ἐκείνου τὸ γένοςκατάγοντας μάγους ἐπιτηροῦντας κατὰ τὴν πρόρρησιντοῦ προπάτορος τὴν τοῦ καινοῦ ἀστέρος ἐπιτολὴν, ὃς παρὰ τὴν τῶν λοιπῶν ἀστέρων φύσιν μόνος καὶκινήσεως μετέσχε καὶ στάσεως πρὸς τὴν χρείανἑκάτερον τούτων μεταλαμβάνων; τῶν γὰρ λοιπῶν ἀστέρων, τῶν μὲν ἅπαξ καταπεπηγότων τῇ ἀπλανεῖσφαίρᾳ καὶ ἀκίνητον εἰληχότων τὴν στάσιν, τῶν δὲμὴ παυομένων ποτὲ τῆς κινήσεως, οὗτος καὶ κινεῖταιπροηγούμενος τῶν μάγων καὶ ἵσταται καταμηνύωντὸν τόπον. ἀκούεις τοῦ Ἠσαΐου βοῶντος, ὅτιπαιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν;