Orationes viii de beatitudinibus
Gregory of Nyssa (gregory-of-nyssa)Beat 4 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Μακάριοι οἱ πεινῶντες, καὶ διψῶντες τὴν δικαιο σύνην· ὅτι αὐτοὶ χορτασθήσονται. Τοὺς στομαχοῦντας καὶ κακοσίτους φασὶν οἱ τῆς ἰατρικῆς ἐπιστήμονες, πονηρῶν τινων χυμῶν τε καὶ περιττωμάτων ἐπὶ τὴν ἄνω γαστέρα συῤῥυέντων, ἀεὶ δοκεῖν πλήρεις τε καὶ διακορεῖς εἶναι, καὶ διὰ τοῦτο πρὸς τὴν ὠφέλιμον τροφὴν ἀλλοτρίως ἔχειν, τῆς φυσικῆς αὐτοῖς ὀρέξεως ἐν τῇ νόθῳ πλησμονῇ μαρανθείσης. Εἰ δέ τις αὐτοῖς ἐξ ἰατρικῆς ἐπιμέλεια προσαχθείη, διά τινος τμητικῆς φαρμακοποσίας ἀπο κλυσθέντων τῶν ἐναπειλημμένων ταῖς τοῦ στομάχου κοιλότησιν, οὕτως συμβαίνειν, τοῦ ἀλλοτρίου μη κέτι διοχλοῦντος τὴν φύσιν, τῆς ὠφελούσης τε καὶ τροφίμου βρώσεως αὐτοῖς ἐπανιέναι τὴν ὄρεξιν· καὶ τοῦτο τῆς ὑγιείας εἶναι σημεῖον, τὸ μηκέτι κατ ηναγκασμένως, ἀλλὰ μετ' ἐπιθυμίας τε καὶ ὁρμῆς τὴν βρῶσιν προσίεσθαι. Τί οὖν μοι βούλεται τὸ προοίμιον; Ἐπειδὴ προϊὼν δι' ἀκολουθίας ὁ πρὸς τὰ ὑψηλότερα τῆς τῶν μακαρισμῶν κλίμακος χειραγωγῶν ἡμᾶς λόγος, ὁ κατὰ τὴν τοῦ Προφήτου φωνὴν, τὰς καλὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ ἡμῶν διατιθέμενος, τοιαύτην ἡμῖν μετὰ τὰς προδιανυσθείσας ἀνόδους τετάρτην προδείκνυσιν ἄλλην ἀνάβασιν, λέγων· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐ τοὶ χορτασθήσονται· καλῶς ἔχειν οἶμαι, τὸ διακο ρές τε καὶ πλησμονικὸν τῆς ψυχῆς ἐκκαθάραντας, ὡς ἔστι δυνατὸν, τῆς τοιαύτης βρώσεώς τε καὶ πό σεως τὴν μακαριστὴν ὄρεξιν ἡμῖν αὐτοῖς ἐμποιῆσαι· οὔτε γὰρ ἰσχύσαι δυνατόν ἐστι τὸν ἄνθρωπον, μὴ τῆς ἀρκούσης τροφῆς ὑποστηριζούσης τὴν δύναμιν, οὔτε δίχα τοῦ φαγεῖν ἐμπλησθῆναι τροφῆς, οὔτε τραφῆναι χωρὶς ὀρέξεως. Ἐπεὶ οὖν ἀγαθόν τι κατὰ τὴν ζωήν ἐστιν ἡ δύναμις· αὕτη δὲ τῷ ἀρκοῦντι συντηρεῖται κόρῳ· ὁ δὲ κόρος διὰ βρώσεως γίνεται· τὸ δὲ φαγεῖν ἐξ ὀρέξεως· μακαριστὸν ἂν εἴη τοῖς ζῶσιν ἡ ὄρεξις, ἀρχή τε καὶ αἰτία τῆς ἐν ἡμῖν γινομένη δυνάμεως. Ὥσπερ δὲ κατὰ τὴν αἰσθητὴν ταύτην τὴν τροφὴν ἔχο μεν, οὐ τῶν αὐτῶν πάντες ἐφίενται, ἀλλὰ μερίζεται πολλάκις πρὸς τὰ εἴδη τῶν ἐδωδίμων ἡ τῶν μετ εχόντων ἐπιθυμία, καὶ ὁ μέν τις ἐπιτέρπεται τοῖς γλυκαίνουσιν, ἄλλος πρὸς τὰ δριμύσσοντά τε καὶ θερμαίνοντα τὴν ὁρμὴν ἔχει· ἕτερος δὲ τοῖς ἁλμώ δεσι, καὶ ἄλλος τοῖς παραστύφουσιν ἥδεται· συμβαίνει δὲ πολλάκις μὴ κατὰ τὸ λυσιτελοῦν ἐγγίνεσθαι τὴν ὁρμὴν ἑκάστῳ τῆς βρώσεως (κατὰ γάρ τινα κράσεως ἰδιότητα πρός τι πάθος ἐπιῤῥεπῶς τις ἔχων, τρέφει τὴν νόσον τῇ τῶν κατ' ἀλλήλων βρωμάτων ποιότητι· εἰ δὲ πρὸς τὰ ὠφελοῦντα τὴν ὁρμὴν σχοίη, πάντως ἐν ὑγιείᾳ βιώσεται, τῆς τροφῆς αὐτῷ συντηρούσης τὴν εὐεξίαν)· οὕτως καὶ ἐπὶ τῆς ψυχῆς τροφῆς οὐ πάντων πρὸς τὸ αὐτὸ ῥέπουσιν αἱ ἐπιθυμίαι. Οἱ μὲν γὰρ δό ξης, ἢ πλούτου, ἤ τινος κοσμικῆς περιφανείας ὀρέ γονται, ἄλλοις περὶ τὴν τράπεζαν ἄσχολός ἐστιν ἡ ὄρεξις, ἕτεροι τὸν φθόνον, ὥς τινα δηλητηριώδη τρο φὴν προθύμως ἀναλαμβάνουσιν· εἰσὶν δέ τινες οἷς τὸ τῇ φύσει καλὸν ἐν ὀρέξει γίνεται. Φύσει δὲ καλὸν ἀεὶ καὶ πᾶσι τοῦτό ἐστιν, ὃ μὴ ἄλλου τινὸς ἕνεκέν ἐστιν αἱρετὸν, ἀλλ' αὐτὸ δι' ἑαυτὸ ἐπιθυμητὸν, ἀεὶ ὡσαύτως ἔχον, καὶ οὐδέποτε ἀμβλυνόμενον κόρῳ. Διὰ τοῦτο μακαρίζει ὁ Λόγος οὐ τοὺς ἁπλῶς πεινῶντας, ἀλλ' οἷς πρὸς τὴν ἀληθῆ δικαιοσύνην ἡ ἐπιθυμία τὴν ῥοπὴν ἔχει. Τίς οὖν ἡ δικαιοσύνη; τοῦτο γὰρ οἶμαι δεῖν πρό τερον ἀνακαλυφθῆναι διὰ τοῦ λόγου, ὡς ἂν τοῦ κατ' αὐτὴν κάλλους φανερωθέντος, οὕτως ἐν ἡμῖν κινηθείη πρὸς τὴν ὥραν τοῦ φανέντος ἡ ὄρεξις. Οὐδὲ γάρ ἐστι δυνατὸν πρὸς τὸ μὴ φαινόμενον ἐπιθυμητικῶς ἔχειν, ἀλλ' ἀργή πως ἐπὶ τὸ ἄγνωστόν ἐστιν ἡ φύσις ἡμῶν καὶ ἀκίνητος, εἰ μὴ δι' ἀκοῆς ἢ ὄψεως ἔννοιάν τινα τοῦ ἐπιθυμητοῦ λάβοι. Φασὶ τοίνυν τῶν ἐξητακότων τὰ τοιαῦτά τινες, δικαιοσύνην εἶναι ἕξιν ἀπονεμητι κὴν τοῦ ἴσου, καὶ τοῦ κατ' ἀξίαν ἑκάστῳ. Οἷον εἴ τις χρημάτων διανομῆς γένοιτο κύριος, ὁ πρὸς τὸ ἴσον βλέπων, καὶ συμμετρῶν τῇ χρείᾳ τῶν μετεχόντων τὴν δόσιν, δίκαιος λέγεται· καὶ εἴ τις τοῦ κρίνειν τὴν ἐξουσίαν λαβὼν, μὴ πρὸς χάριν τινὰ καὶ ἀπέχθειαν τὴν ψῆφον φέροι, ἀλλὰ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος, τιμωροῖτό τε τοὺς ἀξίους, καὶ τὴν σώζου σαν ψῆφον πρὸς τοὺς ἀνευθύνους φέροι, καὶ τῶν λοι πῶν ἀμφισβητημάτων ἐν ἀληθείᾳ ποιοῖτο τὴν κρίσιν, καὶ οὗτος δίκαιος λέγεται. Καὶ ὁ τοὺς φόρους τοῖς ὑποχειρίοις τάσσων, ὅταν σύμμετρον ἐπιβάλῃ τῇ δυ νάμει τὸν φόρον, καὶ οἰκείας δεσπότης, καὶ πόλεωςἄρχων, καὶ ἐθνῶν βασιλεὺς, εἰ καταλλήλως ἡγοῖτο τῶν ὑποτεταγμένων ἕκαστος τούτων, μὴ ὁρμαῖς ἀλό γοις ὑπ' ἐξουσίας κινούμενος, ἀλλ' εὐθύτητι τὸ ὑπ ήκοον κρίνων, καὶ πρὸς τὰς προαιρέσεις τῶν ὑποχει ρίων τῇ γνώμῃ συναρμοζόμενος· πάντα τὰ τοιαῦτα τῷ λόγῳ τῆς δικαιοσύνης ἀνατιθέασιν, οἱ τῇ τοιαύτῃ ἕξει τὸ δίκαιον ὁριζόμενοι. Ἐγὼ δὲ πρὸς τὸ ὕψος βλέπων τῆς θείας νομοθεσίας, πλέον τι τῶν εἰρημένων ἐν τῇ δικαιοσύνῃ ταύτῃ νοεῖσθαι στοχάζομαι. Εἰ γὰρ κοινὸς μὲν πρὸς πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ὁ σωτήριος λόγος, οὐ παντὸς δέ ἐστιν ἀνθρώπου τὸ ἐν τοῖς εἰρη μένοις εἶναι (ὀλίγων γὰρ τὸ βασιλεύειν, τὸ ἄρχειν, τὸ δικάζειν, τὸ ἐν ἐξουσία χρημάτων, ἤ τινος ἄλλης οἰκονομίας γενέσθαι· τὸ δὲ πλῆθος ἐν τοῖς ὑποχειρίοις τε καὶ οἰκονομουμένοις ἐστίν)· πῶς ἄν τις δέξαιτο τὴν ἀληθῆ δικαιοσύνην ἐκείνην εἶναι, ἣ μὴ πᾶσι πρόκειται ὁμοτίμως τῇ φύσει; Εἰ γὰρ ὁ σκοπὸς τῷ δικαίῳ κατὰ τοὺς ἔξωθεν λόγους τὸ ἴσον ἐστίν· ἡ δὲ ὑπεροχὴ τὸ ἄνισον ἔχει· οὐκ ἔστι τὸν ἀποδεδομένον τῆς δικαιοσύνης λόγον ἀληθῆ νομίσαι, εὐθὺς τῷ κατὰ τὸν βίον ἀνίσῳ διελεγχόμενον. Τίς οὖν ἡ δικαιοσύνη ἡ εἰς πάντας φθάνουσα; Ἧς ἡ ἐπιθυμία κοινὴ πρό κειται παντὶ τῷ κατὰ τὴν εὐαγγελικὴν τράπεζαν βλέποντι· κἂν πλούσιός τις ᾖ, κἂν πένης, κἂν δου λεύῃ, κἂν κυριεύῃ, κἂν εὐπατρίδης, κἂν ἀργυρώνη τος, οὐδεμιᾶς περιστάσεως, οὔτε πλεοναζούσης, οὔτε ὑποστελλούσης τοῦ δικαίου τὸν λόγον. Εἰ γὰρ ἐν μόνῳ τῷ προήκοντι κατ' ἐξουσίαν τινὰ καὶ ὑπεροχὴν τὸ τοιοῦτον εὑρίσκοιτο· πῶς δίκαιος ὁ τῷ πυλῶνι τοῦ πλουσίου παρεῤῥιμμένος Λάζαρος, ὁ μηδεμίαν ὕλην πρὸς τὴν τοιαύτην δικαιοσύνην ἔχων, οὐκ ἀρχὴν, οὐκ ἐξουσίαν, οὐκ οἶκον, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ πρὸς τὸν βίον παρασκευὴν, δι' ἧς ἔστι τὴν δικαιοσύ νην ἐκείνην ἐργάζεσθαι; Εἰ γὰρ ἐν τῷ ἄρχειν, ἢ δια νέμειν, ἤ τι ὅλως οἰκονομεῖν τὸ δίκαιόν ἐστιν εἶναι, ὁ μὴ ὣν ἐν ἐκείνοις, ἔξω τοῦ δικαίου πάντως ἐστίν. Πῶς οὖν ἀξιοῦται τῆς ἀναπαύσεως ὁ μηδὲν ἐσχηκὼς τούτων, δι' ὧν ἡ δικαιοσύνη κατὰ τὸν τῶν πολλῶν λόγον χαρακτηρίζεται. Οὐκοῦν ζητητέα ἡμῖν ἡ δικαιο σύνη ἐκείνη, ἧς ὁ ἐπιθυμήσας ἐν ἐπαγγελίᾳ τὴν ἀπόλαυσιν ἔχει. Μακάριοι γὰρ, φησὶν, οἱ πεινῶντες τὴν δικαιοσύνην· ὅτι αὐτοὶ χορτασθήσονται. Πολλῶν καὶ παντοδαπῶν προκειμένων εἰς μετου σίαν, ἐφ' ἃ ἡ ἀνθρωπίνη φύσις τὴν ὀρεκτικὴν ὁρμὴν ἔχει, πολλῆς ἡμῖν χρεία τῆς ἐπιστήμης, ὥστε ἡμῖν διακρίνειν ἐν τοῖς τοιούτοις ἐδωδίμοις τὸ τρόφιμόν τε καὶ δηλητήριον, ὡς ἂν μὴ τὸ δοκοῦν ὑπὸ τῆς ψυχῆς ἐν τροφῆς μέρει παραλαμβάνεσθαι, θάνατον ἡμῖν καὶ διαφθορὰν ἀντὶ τῆς ζωῆς ἐνεργήσειεν. Οὐκ ἄκαι ρον δὲ ἴσως, διά τινος ἑτέρου τῶν κατὰ τὸ Εὐαγγέ λιον ζητουμένων, τὴν περὶ τούτου διαρθρῶσαι διά νοιαν. Ὁ κατὰ πάντα κοινωνήσας ἡμῖν χωρὶς ἁμαρτίας, καὶ συμμετασχὼν ἡμῖν τῶν αὐτῶν παθημάτων, τὴν πεῖναν οὐκ ἔκρινεν ἁμαρτίαν, οὐδὲ ἀπώσατο τῆς ἑαυτοῦ πείρας τὸ κατ' αὐτὴν πάθος, ἀλλ' ἐδέξατο τὴν ὀρεκτικὴν ὁρμὴν τῆς φύσεως τὴν ἐπὶ τῇ τροφῇ γι νομένην. Ἀπόσιτος γὰρ τεσσαράκοντα ἡμερῶν δια μείνας, ὕστερον ἐπείνασεν· ἔδωκε γὰρ ὅτε ἐβούλετο τῇ φύσει καιρὸν τὰ ἑαυτῆς ἐνεργῆσαι. Ἀλλ' ὁ τῶν πειρασμῶν εὑρετὴς, ὅτε ἔγνω τὸ κατὰ πεῖναν πάθος καὶ ἐν ἐκείνῳ γενόμενον, συνεβούλευσε λίθοις τὴν ὄρεξιν δεξιώσασθαι· τοῦτο δέ ἐστι, τὸ παρατρέψαι τὴν ἐπιθυμίαν ἐκ τῆς κατὰ φύσιν τροφῆς ἐπὶ τὰ ἔξω τῆς φύσεως. Εἰπὲ γὰρ, φησὶν, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Τί γὰρ ἠδίκησεν ἡ γεωργία; Τίνος δὲ χάριν ἐβδελύχθη τὰ σπέρματα, ὡς τὴν ἀπὸ τού των ἀτιμασθῆναι τροφήν; Τί δὲ καταγινώσκεται ἡ τοῦ Δημιουργοῦ σοφία, ὡς οὐ δεόντως διὰ τῶν σπερ μάτων τὸ ἀνθρώπινον τρέφουσα; Εἰ γὰρ ὁ λίθος εἰς τροφὴν οἰκειότερος νῦν ἀναφαίνεται· ἄρα τῆς δεού σης περὶ τὴν ἀνθρωπίνην ζωὴν προμηθείας ἡ τοῦ Θεοῦ σοφία διήμαρτεν. Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ταῦτα λέγει μέχρι τοῦ νῦν τοῖς ὑπὸ τῆς ἰδίας πειραζομένοις ὀρέξεως, καὶ λέγων, ὡς ἐπιτο πολὺ πείθει ἐπὶ λίθων σιτοποιεῖσθαι τοὺς πρὸς αὐτὸν βλέποντας. Ὅταν γὰρ ἐκβαίνῃ τοὺς ἀναγκαίους ὅρους τῆς χρείας ἡ ὄρεξις, τί ἄλλο καὶ οὐχὶ διαβόλου ἐστὶ συμβουλὴ, τοῦ τότε τὴν ἐκ σπερμάτων παραγραφο μένου τροφὴν, καὶ ἐπὶ τὰ ἔξω τῆς φύσεως προκα λουμένου τὴν ὄρεξιν; Ἐκ λίθων ἐσθίουσιν, οἱ τὸν τῆς πλεονεξίας ἄρτον παρατιθέμενοι· οἱ τὰς πολυταλάν τους καὶ φλεγμαινούσας τραπέζας ἑαυτοῖς ἐξ ἀδικιῶν ἑτοιμάζοντες· ὧν ἡ παρασκευὴ τῶν δείπνων, πομπή τίς ἐστι μεμηχανημένη πρὸς ἔκπληξιν, ἔξω τῶν ἀναγκαίων τῇ ζωῇ παραπίπτουσα. Τί γὰρ κοινὸν ἔχει πρὸς τὴν τῆς φύσεως χρείαν ἡ ἄβρωτος ὕλη τοῦ ἀργύρου, ἐν βαρεῖ τε καὶ δυσβαστάκτῳ προτιθεμένη τῷ σταθμῷ; Τί ἐστι τὸ τῆς πείνης πάθος; Οὐχὶ τοῦ ἐνδέοντος ἔφεσις; Διαπνευσθείσης γὰρ τῆς δυνάμεως, πάλιν ἀναπληροῦται τὸ λεῖπον τῇ καταλλήλῳ προσ θήκῃ. Ἄρτος γάρ ἐστιν, ἢ ἄλλο τι τῶν ἐδωδίμων, οὗ ἡ φύσις ἐφίεται. Εἰ οὖν τις προσαγάγοι χρυσίον ἀντὶ ἄρτου τῷ στόματι, ἆρα θεραπεύει τὴν ἔνδειαν; Ὅταν οὖν τὰς ἀβρώτους τις ὕλας πρὸ τῶν ἐδωδίμων ἐπιζητῇ, ἐν λίθοις ἄντικρυς ἔχει τὴν ἀσχολίαν, ἄλλο ζητούσης τῆς φύσεως, ἐν ἄλλῳ καταγινόμενος. Λέγει ἡ φύσις, διὰ τοῦ κατὰ τὴν πεῖναν πάθους μονονουχὶ φωνὴν ἀφιεῖσα, τὸ ἐν χρείᾳ νῦν εἶναι βρώσεως· διὰ τὸ δεῖν ἀντεισαγαγεῖν πάλιν τῷ σώματι τὸ διαπνευσθὲν τῆς δυνάμεως· σὺ δὲ οὐκ ἀκούεις τῆς φύσεως· οὐ γὰρ ὃ ζητεῖ δίδως· ἀλλ' ὅπως ἂν πολύ σοι γένοιτο τοῦ ἀργύρου τὸ ἄχθος ἐπὶ τῆς τραπέζης φροντίζεις, καὶ τοὺς χαλκευτὰς τῆς ὕλης ἀναζητεῖς· καὶ τὴν ἱστορίαν τῶν ἐγγλυφομένων ταῖς ὕλαις εἰδώλων πε ριεργάζῃ, ὅπως ἂν δι' ἀκριβείας τοῖς γλύμμασι τὰ πάθη τε καὶ τὰ ἤθη διὰ τῆς τέχνης εἰσενεχθείη· ὡς ἐπιγνῶναί τε τὸν θυμὸν τοῦ ὁπλίτου, ὅταν τὸ ξίφος πρὸς τὴν σφαγὴν ἀνατείνηται, καὶ τὴν ἀλγηδόνα τοῦ τραυματίου, ὅταν πρὸς τὴν καιρίαν συνεσταλμένος οἰμώζειν δόξῃ διὰ τοῦ σχήματος· καὶ τὴν ὁρμὴν τοῦ θηρεύοντος, καὶ τοῦ θηρίου τὴν ἀγριότητα· καὶ ὅσαἄλλα διὰ τῆς τοιαύτης περιεργίας ἐν ταῖς ἐπιτραπε ζίοις ὕλαις φιλοτεχνοῦσιν οἱ μάταιοι. Πιεῖν ἡ φύσις ἐζήτησεν, σὺ δὲ τοὺς πολυταλάντους τρίποδας εὐτρε πίζεις, πλυνούς τε καὶ κρατῆρας, καὶ ἀμφορέας, καὶ ἄλλα μυρία, μηδὲν ἔχοντα πρὸς τὴν ἐπιζητουμένην χρείαν κοινόν. Ἆρα οὐχὶ φανερῶς ἀκούεις δι' ὧν ποιεῖς τοῦ πρὸς τὸν λίθον σοι συμβουλεύοντος βλέπειν; Τί δ' ἄν τις τὰ λοιπὰ τῆς λιθώδους ταύτης διεξίοι τροφῆς, τὰ αἰσχρὰ θεάματα; τὰ ἐμπαθῆ ἀκροάματα, δι' ὧν ὁδοποιοῦσιν ἑαυτοῖς τὴν τῶν κακῶν ἀκολουθίαν τοῖς ὑπεκκαύμασι τῆς ἀκολασίας τὴν τροφὴν ἐπαρ τύοντες; Αὕτη τοῦ ἀντικειμένου περὶ τῆς τροφῆς ἐστι συμ βουλὴ, ταῦτα διὰ τοῦ πρὸς τοὺς λίθους βλέπειν, ἀντὶ τῆς νενομισμένης τοῦ ἄρτου χρήσεως ὑποτίθεται. Ἀλλ' ὁ τῶν πειρασμῶν καθαιρέτης, οὐχὶ τὴν πεῖναν ἐξορίζει τῆς φύσεως, ὡς κακῶν αἰτίαν, ἀλλὰ τὴν περιεργίαν τὴν ἐκ συμβουλῆς τοῦ ἀντικειμένου συν εισιοῦσαν τῇ χρείᾳ, μόνην ἀποπεμψάμενος, ἀφῆκεν τοῖς ἰδίοις ὅροις οἰκονομεῖσθαι τὴν φύσιν. Ὥσπερ γὰρ οἱ διηθοῦντες τὸν οἶνον οὐκ ἀτιμάζουσιν αὐτοῦ τὸ χρή σιμον, διὰ τὴν καταμιχθεῖσαν ἄχνην αὐτῷ· ἀλλὰ τῷ ἰθμῷ τὰ περιττὰ διακρίναντες, τοῦ καθαροῦ τὴν χρῆσιν οὐκ ἀποβάλλουσιν· οὕτως ὁ θεωρητικός τε καὶ διακριτικὸς τῶν ἀλλοτρίων τῆς φύσεως, Λόγος, τῇ λεπτότητι τῆς ἀκριβοῦς θεωρίας, τὴν μὲν πεῖναν, ὡς συντηρητικὴν οὖσαν τῆς ζωῆς ἡμῶν οὐκ ἐξώρισεν· τὰς δὲ συμπλεκομένας τῇ χρείᾳ περιεργίας, διήθησέν τε καὶ ἀπέῤῥιψεν, εἰπών· ἐκεῖνον εἰδέναι τρόφιμον ἄρτον, ὃς τῷ ῥήματι τοῦ Θεοῦ πρὸς τὴν φύσιν ᾠκείω. Εἰ οὖν ἐπείνασεν ὁ Ἰησοῦς, μακαριστὸν ἂν εἴη τὸ πεινᾷν, ὅταν κατὰ μίμησιν ἐκείνου ἐνεργῆται καὶ ἐν ἡμῖν. Εἰ τοίνυν ἔγνωμεν τί ἐστιν οὗ πεινᾷ Κύριος, γνωσόμεθα πάντως τοῦ μακαρισμοῦ τοῦ νῦν ἡμῖν προκειμένου τὴν δύναμιν. Ποία οὖν ἐστιν ἡ βρῶσις, ἧς ὁ Ἰησοῦς τὴν ἐπιθυμίαν οὐκ ἐπαισχύνεται; Φησὶ πρὸς τοὺς μαθητὰς μετὰ τὸν πρὸς τὴν Σαμαρεῖτιν διάλογον· ὅτι Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέ λημα τοῦ Πατρός μου· φανερὸν δὲ τοῦ Πατρός ἐστι τὸ θέλημα, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οὐκοῦν εἰ ἐκεῖνος ὀρέγεται τοῦ ἡμᾶς σωθῆναι, καὶ τροφὴ αὐτοῦ γίνε ἡ ἡμετέρα ζωὴ, μεμαθήκαμεν εἰς ὅ τι χρηστέον ἂν εἴη τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει. Τί οὖν τοῦτό ἐστι; Πεινάσωμεν τὴν ἑαυτῶν σωτηρίαν, διψήσωμεν τοῦ θείου θελήματος, ὅπερ ἐστὶ τὸ ἡμᾶς σωθῆναι. Πῶς οὖν ἐστι τὴν τοιαύτην ἡμῖν κατορθωθῆναι πεῖ ναν, νῦν παρὰ τοῦ μακαρισμοῦ μεμαθήκαμεν. Ὁ γὰρ τὴν δικαιοσύνην τοῦ Θεοῦ ποθήσας, εὗρεν τὸ ἀλη θῶς ὀρεκτόν· οὗ τὴν ἐπιθυμίαν οὐχ ἑνὶ τρόπῳ τῶν κατὰ τὴν ὄρεξιν ἐνεργουμένων ἐπλήρωσεν· οὐ γὰρ μόνον ὡς βρῶσιν τὴν τοῦ δικαίου μετουσίαν ἐπόθησεν. Ἡμιτελὴς γὰρ ἂν ἦν ἐπὶ ταύτης μόνης τῆς διαθέσεωςστᾶσα ἡ ὄρεξις, νυνὶ δὲ καὶ πότιμον τὸ ἀγαθὸν τοῦτο ἐποίησεν, ἵνα τὸ ἔνθερμόν τε καὶ διακαὲς τῆς ἐπιθυ μίας τῷ πάθει τῆς δίψης ἐνδείξηται. Ξηροὶ γὰρ τρό πον τινὰ καὶ φλογώδεις ἐν τῷ καιρῷ τοῦ δίψους γινό μενοι, ὡς θεραπευτικὸν τῆς τοιαύτης διαθέσεως τὸ ποτὸν μεθ' ἡδονῆς προσφερόμεθα. Ἐπεὶ οὖν μία μὲν τῷ γένει ἡ ὄρεξις ἐπὶ βρώσεώς τε καὶ πόσεως· διάφορον δὲ ἡ πρὸς ἑκάτερον τούτων διάθεσις, ὡς ἂν τὸ ἀκρό τατον τῆς πρὸς τὸ ἀγαθὸν ἐπιθυμίας ὁ λόγος ἡμῖν νομοθετήσειεν· μακαρίζει τοὺς τὰ δύο ταῦτα πρὸς τὴν δικαιοσύνην πάσχοντας, τὴν πεῖνάν τε καὶ τὴν δίψαν, ὡς ἱκανοῦ ὄντος τοῦ ποθουμένου πρὸς ἑκατέ ραν ἁρμοσθῆναι καταλλήλως τὴν ὄρεξιν, καὶ στεῤῥὰν μὲν τῷ πεινῶντι γίνεσθαι τροφὴν, πότιμον δὲ τῷ διψητικῶς ἐφελκυσαμένῳ τὴν χάριν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιο σύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Ἆρ' οὖν τὸ μὲν πρὸς τὴν δικαιοσύνην ὀρεκτικῶς ἔχειν μακαριστὸν, εἰ δέ τις πρὸς τὴν σωφροσύνην, ἢ τὴν σοφίαν, ἢ τὴν φρόνησιν, ἢ εἴ τι ἄλλο τῆς ἀρετῆς εἶδός ἐστιν, ὁμοίως ἔχει, τοῦτον οὐ μακαρίζει ὁ Λόγος; Ἀλλὰ τοιοῦτόν τινα τάχα νοῦν τὸ λεγόμενον ἔχει· Ἓν τῶν κατ' ἀρε τὴν νοουμένων, ἡ δικαιοσύνη ἐστίν. Συνήθως δὲ πολ λάκις ἡ θεία Γραφὴ διὰ τῆς τοῦ μέρους μνήμης, περιλαμβάνει τὸ ὅλον· ὡς ὅταν τὴν θείαν φύσιν δι' ὀνομάτων τινῶν ἑρμηνεύῃ. Λέγει γὰρ, Ἐγὼ Κύριος, ὡς ἐκ προσώπου τοῦ Θεοῦ ἡ προφητεία· τοῦτό μοι ὄνο μα αἰώνιον· καὶ μνημόσυνον γενεῶν γενεαῖς. Καὶ πάλιν ἑτέρωθί φησιν· Ἐγώ εἰμι ὁ ὤν. Καὶ ἐν ἑτέρῳ· ὅτι Ἐλεήμων εἰμί. Καὶ μυρίοις ἄλλοις ὀνόμασι τοῖς τὸ ὑψηλόν τε καὶ θεοπρεπὲς διασημαίνουσιν, οἶδεν ὀνομάζειν αὐτὸν ἡ ἁγία Γραφὴ, ὥστε διὰ τούτων μα θεῖν ἀκριβῶς, ὅτι ὅταν ἕν τι εἴπῃ, πᾶς ὁ τῶν ὀνομά των κατάλογος κατὰ τὸ σιωπώμενον τῷ ἑνὶ συνεκφω νεῖται. Οὐ γὰρ ἐνδέχεται, ἐὰν Κύριος λέγηται, μὴ καὶ τὰ ἄλλα εἶναι· ἀλλὰ πάντα δι' ἑνὸς ὀνόματος ὀνο μάζεται. Διὰ τούτων οὖν μεμαθήκαμεν, ὅτι διὰ μέ ρους τινὸς πολλὰ περιλαμβάνειν οἶδεν ὁ θεόπνευστος Λόγος. Οὐκοῦν καὶ ἐνταῦθα τὴν δικαιοσύνην τοῖς μακαριστῶς πεινῶσι προκεῖσθαι ὁ Λόγος εἰπὼν, πᾶν εἶδος ἀρετῆς, διὰ ταύτης ἀποσημαίνει, ὡς ἐπίσης μακαριστὸν εἶναι τὸν καὶ φρόνησιν, καὶ ἀνδρείαν, καὶ σωφροσύνην πεινῶντα, καὶ εἴ τι ἕτερον ἐν τῷ αὐτῷ τῆς ἀρετῆς λόγῳ καταλαμβάνεται. Οὐδὲ γάρ ἐστι δυνατὸν ἕν τι τῆς ἀρετῆς εἶδος τῶν λοιπῶν διεζευ γμένον, αὐτὸ καθ' ἑαυτὸ τελείαν τὴν ἀρετὴν εἶναι. Ὧ γὰρ ἂν μὴ συνθεωρῆταί τι τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων, ἀνάγκη πᾶσα τὸ ἀντιδιαστελλόμενον ἐπ' αὐτοῦ χώραν ἔχειν· ἀντιδιέστηκε δὲ τῇ σωφροσύνῃ μὲν τὸ ἀκόλαστον· τῇ φρονήσει δὲ ἡ ἀφροσύνη, καὶ ἑκάστῳ τῶν πρὸς τὸ κρεῖττον ὑπειλημμένων ἐστί τι πάντως τὸ ἐκ τοῦ ἐναντίου νοούμενον. Εἰ οὖν μὴ πάντα τῇ δικαιοσύνῃ συνθεωροῖτο, ἀμήχανον ἂν εἴη τὸ λειπόμενον ἀγαθὸν εἶναι. Οὐκ ἂν γάρ τις εἴποι ἄφρονα δικαιοσύνην, ἢ θρασεῖαν, ἢ ἀκόλαστον, ἢ ἄλλο τι τῶν ἐν κακίᾳ θεωρουμένων. Εἰ δὲ παντὸς τοῦ χείρονος ἀμιγὴς ὁ τῆς δικαιοσύνης λόγος ἐστὶν, ἅπαν ἐν ἑαυτῷ πάντως τὸ ἀγαθὸν περιείληφεν· ἀγαθὸν δὲ πᾶν τὸ κατ' ἀρετὴν θεωρούμενον. Οὐκοῦν πᾶσα ἀρετὴ τῷ ὀνόματι τῆς δικαιοσύνης ἐνταῦθα διασημαίνεται, ἧς τοὺς πεινῶντάς τε καὶ διψῶντας μακαρίζει ὁ Λό γος, τὴν πλησμονὴν αὐτοῖς τῶν ἐπιθυμουμένων ἐπ αγγελλόμενος. Μακάριοι γὰρ, φησὶν, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τὸ δὲ λεγόμενον τοιοῦτόν μοί τινα νοῦν ἔχειν δοκεῖ· Οὐδὲν τῶν καθ' ἡδονὴν ἐν τῷ βίῳ σπουδαζομένων πλήσμιον γίνεται τοῖς σπουδάζουσιν, ἀλλὰ, καθώς φησί που δι' αἰνίγματος ἡ Σοφία· Πίθος τετρημένος ἐστὶν ἡ περὶ τὰς ἡδονὰς ἀσχολία· ᾧ πάντοτε κατὰ σπουδὴν ἐπαντλοῦντες, ἀπλήρωτόν τινα καὶ ἀνήνυ τον ἐπιδείκνυνται κόπον οἱ περὶ ταῦτα σπουδάζοντες, ἐγχέοντες μὲν ἀεί τι τῷ βυθῷ τῆς ἐπιθυμίας, καὶ τὸ πρὸς ἡδονὴν ἐπεμβάλλοντες, εἰς κόρον δὲ τὴν ἐπι θυμίαν οὐκ ἄγοντες. Τίς ἔγνω τῆς φιλαργυρίας ὅρον, διὰ τοῦ προσγενέσθαι τοῖς φιλαργυροῦσι τὸ σπουδα ζόμενον; Τίς δοξομανῶν ἔληξεν, ἐν τῷ τυχεῖν ὧν ἐσπούδαζεν; ὁ δὲ τὴν ἡδονὴν ἐκπλήσας ἐν ἀκροάμασιν ἢ θεάμασιν, ἢ τῇ περὶ γαστέρα καὶ μετὰ γαστέρα μανίᾳ καὶ λύσσῃ· τί εὗρεν ἐκ τῆς ἀπολαύσεως αὐτῷ ταύτης περιγενόμενον; Οὐ πάσης ἡδονῆς εἶδος τῆς διὰ σώματος ἐκπληρουμένης ὁμοῦ τῷ προσπελάσαι παρίπταται, οὐδὲ πρὸς τὸ βραχύτατον τοῖς ἁψαμένοις αὐτῆς παραμενούσης; Τοῦτο τοίνυν τὸ ὑψηλὸν δόγμα παρὰ τοῦ Κυρίου μανθάνομεν, ὅτι μόνη ἡ κατ' ἀρε τὴν ἡμῖν ἐγγινομένη σπουδὴ πάγιόν τί ἐστι καὶ ἐν υπόστατον. Ὁ γάρ τι τῶν ὑψηλῶν κατορθώσας, οἷον σωφροσύνην, ἢ μετριότητα, ἢ τὴν πρὸς τὸ Θεῖον εὐ σέβειαν, ἢ ἄλλο τι τῶν ὑψηλῶν τε καὶ εὐαγγελικῶν διδαγμάτων, οὐ παροδικὴν ἐφ' ἑκάστῳ τῶν κατορθω μάτων καὶ ἄστατον τὴν εὐφροσύνην ἔχει, ἀλλ' ἐνιδρυ μένην καὶ διαμένουσαν, καὶ παντὶ συμπαρατεινομέ νην τῷ τῆς ζωῆς διαστήματι. Διὰ τί; Ὅτι ταῦτα μὲν ἔξεστι διαπαντὸς ἐνεργεῖν, καὶ οὐδείς ἐστι καιρὸς ἐν παντὶ τῷ τῆς ζωῆς διαστήματι, τῆς ἀγαθῆς κόρον ἐμποιῶν ἐνεργείας. Ἥ τε γὰρ σωφροσύνη καὶ ἡ καθα ρότης, καὶ τὸ ἐν παντὶ ἀγαθῷ ἀμετάπτωτον, καὶ τὸ πρὸς τὸ κακὸν ἀκοινώνητον ἀεὶ ἐνεργεῖται, ἕως ἄν τις πρὸς ἀρετὴν βλέπῃ, καὶ συμπαρατεινομένην ἔχει τῇ ἐνεργείᾳ τὴν εὐφροσύνην. Ἐπὶ δὲ τῶν ταῖς ἀτό ποις ἐπιθυμίαις ἐκκεχυμένων, κἂν διαπαντὸς αὐτοῖς ἡ ψυχὴ βλέπῃ πρὸς τὸ ἀκόλαστον, ἀλλ' οὐκ ἀεὶ τὸ ἥδεσθαι πάρεστιν. Τήν τε γὰρ περὶ τὴν βρῶσιν λιχνείαν ὁ κόρος ἔστησεν, καὶ ἡ τοῦ πίνοντος ἡδονὴ συγκατεσβέσθη τῇ δίψῃ, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν τρόπον καὶ χρόνου τινὸς χρῄζει, καὶ διαλείμματος, ὥστε μαρανθείσης ἀπὸ τῆς ἡδονῆς καὶ τῆς πλησμο νῆς, πάλιν ἀνακληθῆναι τὴν τοῦ ἡδύνοντος ὄρεξιν. Ἡ δὲ τῆς ἀρετῆς κτῆσις, οἷς ἂν ἅπαξ βεβαίως ἐνιδρυθῇ, οὐ χρόνῳ μετρεῖται, οὔτε κόρῳ περιορίζεται· ἀλλὰπάντοτε τοῖς κατ' αὐτὴν ζῶσιν ἀκραιφνῆ τε καὶ νεα ρὰν, καὶ ἀκμάζουσαν τῶν ἰδίων ἀγαθῶν παρέχει τὴν αἴσθησιν. Διὸ τοῖς ταῦτα πεινῶσιν, ὁ Θεὸς Λόγος τὴν πλησμονὴν ἐπαγγέλλεται πλησμονὴν ἐξάπτουσαν κόρῳ τὴν ὄρεξιν, οὐκ ἀμβλύνουσαν. Τοῦτο οὖν ἐστιν, ὃ διδάσκει ἐκ τοῦ ὑψηλοῦ τῶν νοημάτων ὄρους δια λεγόμενος, τῷ μηδενὶ τοιούτῳ τὴν ἐπιθυμίαν ἡμῶν προσασχολεῖν, οὗ μηδὲν πρόκειται τοῖς σπουδάζουσι πέρας, ἐν οἷς ματαία τε καὶ ἀνόητός ἐστιν ἡ σπουδή· καθάπερ τοῖς τῇ κορυφῇ τῆς ἑαυτῶν σκιᾶς ἐπιτρέ χουσιν, οἷς ὁ δρόμος ἐπὶ τὸ ἀνήνυτον φέρεται, εἰς ἐκεῖνο ἀεὶ ταχέως τοῦ διωκομένου ὑπεξιόντος τῷ ἐπι τρέχοντι· ἀλλ' ἐκεῖ τρέψαι τὴν ὄρεξιν, ἐν οἷς ἡ σπουδὴ κτῆμα τοῦ σπουδάζοντος γίνεται. Ὁ γὰρ τῆς ἀρετῆς ἐπιθυμήσας, κτῆμα ἴδιον ποιεῖται τὸ ἀγαθὸν, ἐν ἑαυτῷ βλέπων ὃ ἐπεθύμησεν. Μακάριος οὖν ὁ πει νάσας τὴν σωφροσύνην· ἐμπλησθήσεται γὰρ τῆς καθαρότητος. Ἡ δὲ πλησμονὴ, καθὼς εἴρηται, οὐκ ἀποστροφὴν, ἀλλ' ἐπίτασιν ποιεῖ τῆς ὀρέξεως, καὶ συναύξεται ἀλλήλοις κατὰ τὸ ἶσον ἀμφότερα. Τῇ τε γὰρ ἐπιθυμίᾳ τῆς ἀρετῆς ἡ τοῦ ἐπιθυμηθέντος κτῆ σις ἐπηκολούθησεν· καὶ τὸ ἐγγενόμενον ἀγαθὸν ἄπαυ στοι τὴν εὐφροσύνην τῇ ψυχῇ συνεισήνεγκεν. Τοιαύτη γὰρ ἡ τοῦ ἀγαθοῦ τούτου φύσις ἐστὶν, ὡς μὴ ἐν τῷ παρόντι μόνον καταγλυκαίνειν τὸν ἀπολαύοντα, ἀλλ' ἐν πᾶσι τοῖς τοῦ χρόνου μέρεσιν ἐνεργὸν παρέχειν τὴν εὐφροσύνην. Καὶ γὰρ ἡ μνήμη τῶν ὀρθῶς βε βιωμένων εὐφραίνει τὸν κατορθώσαντα· καὶ ἡ ἐν τῷ παρόντι ζωὴ, ὅταν δι' ἀρετῆς διεξάγηται, καὶ ἡ τῆς ἀντιδόσεως προσδοκία, ἣν οὐκ ἄλλην εἶναί τινα ὑπο λαμβάνω, ἢ αὐτὴν πάλιν τὴν ἀρετὴν, ἣ καὶ ἔργον ἐστὶ τῶν κατορθούντων, καὶ γέρας ἐπὶ τοῖς κατορθώ μασι γίνεται. Εἰ δὲ χρή τινος καὶ τολμηροῦ καθάψασθαι λόγου· δοκεῖ τάχα μοι διὰ τοῦ κατὰ τὴν ἀρετήν τε καὶ δικαιο σύνην λόγου ἑαυτὸν προτιθέναι τῇ ὀρέξει τῶν ἀκουόν των ὁ Κύριος· ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δι καιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, ἀλλὰ καὶ ἄρτος ἐξ οὐρανοῦ καταβαίνων, καὶ ὕδωρ ζῶν· οὗ διψῇν ὁμολογεῖ Δαβὶδ ἔν τινι ψαλμῳδίᾳ, τὸ μακαρι στὸν τοῦτο τῆς ψυχῆς πάθος τῷ Θεῷ προσφέρων, ἐν οἷς φησιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσο μαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὅς μοι δοκεῖ τῇ δυνά μει τοῦ Πνεύματος προπαιδευθεὶς τὰ μεγαλοφυῆ ταῦτα τοῦ Κυρίου διδάγματα, καὶ τὴν πλησμονὴν τῆς τοιαύτης ὀρέξεως ἑαυτῷ προσειπεῖν. Ἐγὼ γὰρ, φησὶν, ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου. Αὕτη οὖν ἐστι κατά γε τὸν ἐμὸν λόγον ἡ ἀληθὴς ἀρετὴ, τὸ ἀμιγὲς τοῦ χείρονος ἀγαθὸν, περὶ ὃ πᾶν νόηματῶν πρὸς τὸ κρεῖττον νοουμένων καταλαμβάνεται αὐτὸς ὁ Θεὸς Λόγος, ἡ τοὺς οὐρανοὺς καλύψασα ἀρετὴ, καθὼς ὁ Ἀμβακοὺμ διεξέρχεται, καὶ καλῶς οἱ ταύτην τοῦ Θεοῦ τὴν δικαιοσύνην πεινῶντες, ἐμακαρίσθησαν. Τῷ ὄντι γὰρ ὁ γευσάμενος τοῦ Κυρίου, καθὼς ἡ ψαλμῳδία λέγει, τουτέστιν, ὁ ἐν ἑαυτῷ δεξάμενος τὸν Θεὸν, πλήρης γίνεται οὗ ἐδίψησέν τε καὶ ἐπείνασεν, κατὰ τὴν ὑπόσχεσιν τοῦ εἰπόντος· ὅτι Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιήσο μεν, τοῦ ἁγίου Πνεύματος δηλονότι προενοικήσαντος. Οὕτω μοι δοκεῖ καὶ Παῦλος ὁ μέγας ὁ τῶν ἀποῤῥήτων ἐκείνων καρπῶν τῶν ἐκ τοῦ παραδείσου ἀπογευσά μενος, καὶ πλήρης ὧν ἐγεύσατο εἶναι, καὶ ἀεὶ πει νῶν. Καὶ γὰρ πεπληρῶσθαι τοῦ ποθουμένου ὁμολογεῖ λέγων· Ζῇ δὲ ἐν ἐμοὶ Χριστός· καὶ ὡς πεινῶν ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνεται λέγων· Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, τρέχω δὲ ἵνα κατα λάβω. Δεδόσθω γὰρ ἡμῖν κατ' ἐξουσίαν ὑποθετικῶς εἶναί τι λέγειν, ὃ ἡ φύσις οὐκ ἔχει. Καθάπερ γὰρ ἐπὶ τῆς αἰσθητῆς βρώσεως, εἰ μηδὲν περιττωματικῶς τῶν εἰς τροφὴν λαμβανομένων ἐξεποιεῖτο, ἀλλὰ τὸ ὅλον εἰς προσθήκην τοῦ σωματικοῦ ὕψους ἀνελαμ βάνετο, εἰς πολὺ ἂν ὕψος ἐπήρθη τὰ σώματα, τῆς καθ' ἡμέραν τροφῆς δι' ἑαυτῆς ἐπαυξούσης τὸ μέγε θος· οὕτως ἡ δικαιοσύνη ἐκείνη, καὶ πᾶσα ἡ μετ' αὐτῆς ἀρετὴ, ἐπειδὴ οὐκ ἐκποιεῖται ἐσθιομένη κατὰ τὸν νοητὸν τῆς βρώσεως τρόπον, ὑψηλοτέρους ἀεὶ ποιεῖ δι' ἑαυτῆς τοὺς μετέχοντας, πάντοτε τῇ παρ' ἑαυτῆς προσθήκῃ τὸ μέγεθος αὔξουσα. Οὐκοῦν εἰ νε νόηται ἡμῖν ἡ μακαριστὴ πεῖνα, πᾶσαν τὴν ἀπὸ κα κίας πληθώραν ἐμέσαντες, πεινάσωμεν τὴν δικαιο σύνην τοῦ Θεοῦ, ἵνα καὶ εἰς πλησμονὴν αὐτῆς ἔλθω μεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.