Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 101 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
101.1
Τὸ γὰρ μὴ γενέσθαι ὡσαύτως ἐπὶ τῆς ἀκτίστου λέγεται φύσεως, ἄκτιστος δὲ κατὰ τὸ ἴσον ὁ πατήρ τε καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, διότι πᾶσα κτίσις αἰσθητή τε καὶ ὑπερκόσμιος ἐκ πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου τὴν ὑπόστασιν ἔχειν παρὰ τῶν ἀκολουθούντων ταῖς θείαις φωναῖς πεπίστευται. ὁ γὰρ ἀκούσας ὅτι Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν, οὔτε ῥῆμα τὸν λόγον ἐνό ησεν οὔτε ἆσθμα τὸ πνεῦμα, ἀλλὰ τὸν θεὸν λόγον καὶ τοῦ θεοῦ τὸ πνεῦμα διὰ τῶν εἰρημένων ἀνετυπώσατο. οὐ δύ ναται δὲ τὸ αὐτὸ καὶ κτίζειν καὶ κτίζεσθαι, ἀλλὰ διχῇ μεριζομένων τῶν ὄντων εἰς τὸ ποιοῦν τε καὶ τὸ γινόμενον, ἄλλο τι ἑκάτερόν ἐστι τῇ φύσει παρὰ τὸ ἕτερον, ὡς μήτε τὸ γινόμενον ἄκτιστον εἶναι μήτε κτιστὸν ὃ τὴν τῶν γινο 102 μένων κατεργάζεται φύσιν. τοῖς μὲν οὖν κατὰ τὴν δεσπο τικὴν τῆς πίστεως ἔκθεσιν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πεπιστευκόσι τὸ μὴ γε νέσθαι τι τούτων ἐπίσης ὁμολογεῖται, καὶ οὐδὲν τοῦ ἀγεν νήτου τὸ σημαινόμενον παραβλάπτει τὴν ὑγιαίνουσαν πίστιν· τοῖς δὲ παχυδέρμοις τε καὶ ἀδιαρθρώτοις ἀρχὴ τῆς ἀπὸ τοῦ ὑγιαίνοντος λόγου παρατροπῆς τοῦτο τὸ ὄνομα γίνεται μὴ συνέντες γὰρ τὴν ἀληθῆ τοῦ ὀνόματος ἔμφασιν, ὅτι μόνον τὸ μὴ γεγεννῆσθαι σημαίνει ἡ τοῦ ἀγεννήτου φωνὴ καὶ ὅτι τὸ μὴ γενέσθαι κοινόν ἐστι ἐπὶ παντὸς τοῦ ὑπερκειμένου τῆς κτίσεως, ἀφέντες τὴν εἰς τὸν πατέρα πίστιν τὸ ἀγέννητον ὄνομα ἀντὶ τοῦ πατρὸς προεστήσαντο· μὴ συνεμφαινομένης δέ, καθὼς εἴρηται, τῷ ὀνόματι τούτῳ τῆς τοῦ μονογενοῦς ὑποστάσεως, ἀπό τινος ὡρισμένης ἀρχῆς ὁρίζουσι τοῦ υἱοῦ τὸ εἶναι, λέγοντες ὅπερ νῦν οὗτος τοῖς εἰρημένοις προσέθηκε, τὸ οὐκ ἄνευ τῆς πρὸ τοῦ εἶναι γεννήσεως ὀνομαζόμενον υἱόν.