Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 103 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
103.1
Τίς αὕτη πάλιν ἡ καινὴ τερατεία; ἆρα ἐπίσταται ὅτι περὶ θεοῦ ποιεῖται τὸν λόγον τοῦ ἐν ἀρχῇ ὄντος καὶ ἐν τῷ πατρὶ ὄντος καὶ οὐκ ἔστιν ὅτε οὐκ ὄντος; οὐκ οἶδεν ὃ λέγει οὐδὲ περὶ τίνος διϊσχυρίζεται, ἀλλ' ὥς τινα τῶν ἀν θρώπων γενεαλογῶν τὰ κυρίως ἐπὶ τῆς κάτω λεγόμενα φύσεως ταῦτα ἐφαρμόζειν πειρᾶται τῷ δεσπότῃ πάσης τῆς 104 κτίσεως. ὁ γὰρ Ἰσμαήλ, φέρε εἰπεῖν, οὐκ ἦν πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως, ἦν δέ τι πρὸ τῆς γεννήσεως αὐτοῦ πάντως, τὸ χρονικὸν λέγω διάστημα. ἐπὶ δὲ τοῦ τῆς δόξης ἀπαυγάσματος τὸ πρὸ καὶ τὸ μετὰ τοῦτο χώραν οὐκ ἔχει· πρὸ γὰρ τοῦ ἀπαυγάσματος πάντως οὐδὲ ἡ δόξα ἦν· ὁμοῦ γὰρ τῷ εἶναι τὴν δόξαν συνεκλάμπει πάντως καὶ τὸ ἀπαύ γασμα, καὶ τὸ διαζευχθῆναι τὸ ἕτερον τοῦ ἑτέρου φύσιν οὐκ ἔχει οὐδὲ δυνατόν ἐστι πρὸ τοῦ ἀπαυγάσματος ἐφ' ἑαυτῆς τὴν δόξαν ἰδεῖν. ἀλαμπῆ γὰρ καὶ τυφλὴν ἐφ' ἑαυτῆς εἶναι κατασκευάσει τὴν δόξαν ὁ τοῦτο λέγων, μὴ συνεκλάμποντος αὐτῇ τοῦ ἐξ αὐτῆς ἀπαυγάσματος. αὕτη ἐστὶν ἡ τῆς αἱρέ σεως κακουργία, ἵνα διὰ τῶν περὶ τὸν ἄνθρωπον νοουμένων τε καὶ λεγομένων ἀποστήσωσι τὸν μονογενῆ θεὸν τῆς πρὸς τὸν πατέρα ἑνότητος. διὰ τοῦτό φασιν· πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως οὐκ ἦν υἱός· οἱ δὲ τῶν κριῶν υἱοί, ὧν ὁ προφήτης μέμνηται, οὐχὶ κἀκεῖνοι μετὰ τὸ γενέσθαι κα 105 λοῦνται υἱοί; ὅπερ οὖν τοῖς υἱοῖς τῶν κριῶν ἐνορᾷ ὁ λόγος, τὸ πρὸ τῆς εἰς τὸ εἶναι γεννήσεως μὴ εἶναι αὐτοὺς υἱοὺς κριῶν, τοῦτο νῦν ὁ σεμνὸς θεολόγος ἀνατίθησι τῷ ποιητῇ τῶν αἰώνων καὶ πάσης τῆς κτίσεως, τῷ τὸν ἀΐδιον πατέρα ἐν ἑαυτῷ ἔχοντι καὶ ἐν τῇ τοῦ πατρὸς ἀϊδιότητι θεωρου μένῳ, καθὼς αὐτός φησιν ὅτι Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. ἀλλ' οἱ μὴ δυνάμενοι τὴν ἐν τῷ λόγῳ κακουργίαν φωρᾶσαι μηδέ τινα τοῦ ἀκολούθου κατανόησιν πεπαιδευμένοι τοῖς ἀσυναρτήτοις τούτοις ἀκολουθοῦσιν, ὡς