Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 106 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
106.1
ἀκόλουθον δεχόμενοι τὸ τούτοις προσκείμενον φησὶ γὰρ ὅτι πρὸ πάσης τῆς κτίσεως γενόμενον· καὶ ὥσπερ οὐκ ἀρκούσης τῆς φωνῆς ταύτης πρὸς ἔνδειξιν τῆς ἀσε βείας, ἐφεδρεύει τῷ ἐφεξῆς λόγῳ τὴν βλασφημίαν εἰπὼν ὅτι οὐκ ἄκτιστον. πῶς οὖν ὀνομάζει υἱὸν ἀληθινὸν τὸν οὐκ ἄκτιστον; εἰ γὰρ τὸν οὐκ ἄκτιστον υἱὸν ἀληθινὸν λέγειν προσήκει, ἀληθινὸς υἱὸς καὶ ὁ οὐρανὸς πάντως ἐστί· καὶ γὰρ καὶ αὐτὸς οὐκ ἄκτιστός ἐστιν. οὕτως ἀληθινὸς υἱὸς καὶ ὁ ἥλιος, καὶ πάντα, ὅσα ἡ κτίσις ἔχει μικρά τε καὶ μείζονα, τῆς τοῦ ἀληθινοῦ υἱοῦ προσηγορίας ἄξια πάντως ἐστίν. πῶς δὲ λέγει μονογενῆ τὸν γενόμενον; πάντα γὰρ τὰ γενόμενα ἀδελφὰ πάντως ἐστὶν ἀλλήλων, 107 κατ' αὐτὸν λέγω τὸν τοῦ γενέσθαι λόγον. παρὰ τίνος δὲ καὶ γενόμενον; πάντα γὰρ εἴ τι γέγονε, παρὰ τοῦ υἱοῦ πάντως ἐγένετο. οὕτως γὰρ ὁ Ἰωάννης μαρτύρεται λέγων ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο. εἰ τοίνυν καὶ ὁ υἱὸς κατὰ τὸν τοῦ Εὐνομίου λόγον ἐγένετο, πάντως ἐν τῇ φύσει τῶν γενομένων καὶ οὗτός ἐστιν. εἰ οὖν πάντα τὰ γενόμενα δι' ἐκείνου ἐγένετο, ἓν δὲ τῶν γενομένων καὶ ὁ λόγος ἐστίν, τίς οὕτως ἀνόητος, ὡς μὴ συνιδεῖν διὰ τῶν τεθέντων τὸ ἄτοπον, ὅτι αὐτὸν ἑαυτοῦ ἔργον γεγενῆσθαι τὸν δεσπότην τῆς κτίσεως ὁ καινὸς οὗτος δογματιστὴς ἀποφαίνεται, τῷ διαρρήδην εἰπεῖν μὴ ἄκτιστον εἶναι τὸν κύριον καὶ δημιουρ 108 γὸν πάσης τῆς κτίσεως; πόθεν ἔχει τὴν παρρησίαν, εἰπάτω. ἐκ ποίας θεοπνεύστου γραφῆς; τίς εὐαγγελιστής, ποῖος ἀπόστολος τὴν τοιαύτην ἀφῆκε φωνήν; τίς προφήτης ἢ νομοθέτης ἢ πατριάρχης ἢ ἄλλος τις τῶν ὑπὸ τοῦ ἁγίου πνεύματος θεοφορουμένων, ὧν ἀνάγραπτοί εἰσιν αἱ φωναί, τῆς τοιαύτης ῥήσεως καθηγήσατο; πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ἐν τῇ παραδόσει τῆς πίστεως παρὰ τῆς ἀλη θείας ἐμάθομεν. εἰ κτιστὸν αὐτὸν εἶναι πιστεύειν ἐχρῆν, πῶς παραδιδοῦσα ἡμῖν τὸ μυστήριον ἡ ἀλήθεια τὴν εἰς τὸν υἱὸν πίστιν καὶ οὐκ εἰς τὸ κτίσμα ἐνομοθέτησε; πῶς δὲ προσκυνῶν τὸν Χριστὸν ὁ θεῖος ἀπόστολος τοὺς τῇ κτίσει λατρεύοντας παρὰ τὸν κτίσαντα εἰδωλολατρεῖν διορί 109 ζεται; ἢ γὰρ οὐκ ἂν προσεκύνησεν, εἰ κτιστὸς ἦν, ἢ οὐκ ἂν τοῖς εἰδωλολάτραις συνέταξε τοὺς τῇ κτίσει λατρεύοντας, ἵνα μὴ καὶ αὐτὸς εἰδωλολατρεῖν δόξῃ προσάγων τῷ κτιστῷ τὴν προσκύνησιν. ἀλλ' οἶδεν ὅτι ὁ παρ' αὐτοῦ προσκυνού μενος ἐπὶ πάντων ἐστὶ θεός· οὕτω γὰρ ἐν τῷ πρὸς Ῥω μαίους λόγῳ τὸν υἱὸν ὀνομάζει· οἱ τοίνυν ἀποξενοῦντες τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν καὶ κτιστὸν αὐτὸν λέγοντες τί χλευαστικῶς αὐτῷ τὴν ψευδώνυμον κλῆσιν χαρίζονται, τῷ ἀλλοτρίῳ τῆς ἀληθινῆς θεότητος τὴν θεὸς φωνὴν μάτην ἐπιφημίζοντες ὥσπερ τῷ Βὴλ ἢ τῷ Δαγὼν ἢ τῷ δράκοντι; ὥστε ἢ μηδὲ θεὸν ὁμολογείτωσαν αὐτὸν οἱ κτιστὸν εἶναι διοριζόμενοι, ἵνα φανῶσιν ἰουδαΐζοντες, ἢ εἴπερ ὁμολογοῦσι τὸν κτισθέντα εἶναι θεόν, εἰδωλολατρεῖν μὴ ἀρνείσθωσαν.