Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
110.1
Ἀλλὰ τὴν παροιμιώδη φωνὴν πάντως προφέρουσιν, ἥ φησιν ὅτι Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, εἰς ἔργα αὐτοῦ. τοῦτο δὲ διὰ πλειόνων μὲν ἔστιν παραθέσθαι σαφέστερον ὅπως ἔχει· πλὴν δυνατὸν ἂν εἴη καὶ δι' ὀλί γων τοῖς εὐγνώμοσι παραδοῦναι τὸ νόημα. λέγουσι γὰρ καὶ τοῦτό τινες τῶν δι' ἀκριβείας τὰ θεῖα πεπαιδευ μένων, ὅτι οὐ γέγραπται παρ' Ἑβραίοις τὸ Ἔκτισε, καὶ ἡμεῖς ἐν ἀρχαιοτέραις βίβλοις ἀνέγνωμεν Ἐκτήσατο γε γραμμένον ἀντὶ τοῦ Ἔκτισέ με. ἐμφαίνει δὲ πάντως τὸν δοῦλον ἡ κτῆσις διὰ τῶν παροιμιακῶν αἰνιγμάτων τὸν δι' ἡμᾶς ἀναλαβόντα τὴν τοῦ δούλου μορφήν. εἰ δέ τις καὶ τὴν ἐπικρατοῦσαν ἐν ταῖς ἐκκλησίαις ἀνάγνωσιν ἐν τῷ μέρει τούτῳ προβάλοιτο, οὐδὲ τὴν Ἔκτισε φωνὴν ἀποβάλ 111 λομεν. καὶ τοῦτο γὰρ πρὸς τὴν τοῦ δούλου σημασίαν διὰ τοῦ αἰνίγματος βλέπει, ἐπειδὴ πᾶσα ἡ κτίσις δουλεύει, καθώς φησιν ὁ ἀπόστολος. διὰ τοῦτο καὶ ταύτην τὴν φωνὴν εὐσεβῶς ἔχειν φαμέν. ἐκτίσθη γὰρ ἀληθῶς ἐπ' ἐσχάτου τῶν ἡμερῶν ὁ δι' ἡμᾶς καθ' ἡμᾶς γενόμενος, ὁ ἐν μὲν τῇ ἀρχῇ λόγος ὢν καὶ θεός, μετὰ ταῦτα δὲ σὰρξ γενόμενος καὶ ἄνθρωπος. κτιστὴ δὲ τῆς σαρκὸς ἡ φύσις· ἧς μετασχὼν κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας ἐκτίσθη γενόμενος ἄνθρωπος, ἐκτίσθη δὲ κατὰ θεόν, οὐ κατὰ ἄνθρωπον, καθώς φησιν ὁ ἀπόστολος, καινόν τινα 112 τρόπον καὶ οὐ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν. ἐμάθομεν γὰρ ὅτι ἐκ πνεύματος ἁγίου καὶ τῆς τοῦ ὑψίστου δυνάμεως, πλὴν ἀλλ' ἐκτίσθη ὁ καινὸς οὗτος ἄνθρωπος, ὃν κελεύει ὁ τῶν ἀρρήτων μυστηρίων ὑφηγητὴς Παῦλος ἐνδύσασθαι ἡμᾶς διχῶς ὀνομάζων τὸ ἔνδυμα, νῦν μὲν λέγων Ἐνδύ σασθε τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα, πάλιν δὲ ὅτι Ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν. Οὗτος γὰρ ἡμῖν τοῖς ἐνδυσαμένοις αὐτὸν γίνεται ἀρχὴ τῶν ὁδῶν τῆς σωτηρίας ὁ εἰπὼν Ἐγώ εἰμι ἡ ὁδός, ἵνα ἔργα τῶν ἑαυτοῦ χειρῶν ποιήσῃ ἡμᾶς, ἀπὸ τοῦ πονηροῦ πλάσματος τῆς ἁμαρτίας πρὸς τὴν ἰδίαν εἰκόνα πάλιν μετεργασάμενος. ὁ δὲ αὐτὸς καὶ θεμέλιος ἡμῖν γίνεται πρὸ τοῦ μέλλοντος αἰῶνος κατὰ τὴν τοῦ Παύλου φωνήν, ὅς φησιν ὅτι Θεμέλιον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, καὶ Πρὸ τοῦ ἐλ θεῖν τὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι καὶ πρὸ πάντων βουνῶν 113 γεννᾷ με. δυνατὸν γὰρ ἕκαστον τούτων κατὰ τὴν παροι μιώδη συνήθειαν μεταληφθὲν εἰς τροπικὴν θεωρίαν ἐφαρ μοσθῆναι τῷ λόγῳ. ὁ γὰρ μέγας Δαβὶδ δικαιοσύνην ὀνο μάζει τὰ ὄρη τοῦ θεοῦ, ἀβύσσους δὲ τὰ κρίματα, πηγὰς δὲ τοὺς διδασκάλους ἐν ἐκκλησίαις λέγων Εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ· βουνοὺς δὲ τὴν ἀκακίαν, ἣν διὰ τοῦ σκιρτήματος τῶν ἀρνίων ἐνεδείξατο. πρὸ τού των οὖν ἐν ἡμῖν γεννᾶται ὁ δι' ἡμᾶς κτισθεὶς ἄνθρωπος, ἵνα καὶ ἡ τῶν τοιούτων κτίσις ἐν ἡμῖν χώραν εὕρῃ. ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι τὸν περὶ τούτων λόγον, ἱκανῶς τοῖς εὐγνώμοσιν ὑποδειχθείσης δι' ὀλίγων τῆς ἀληθείας· ἐπὶ δὲ τὰ ἐφεξῆς τῶν τοῦ Εὐνομίου λόγων μετέλθωμεν.

Intertext edge

Open linked passage

Note