Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gregory of Nyssa PG 44-46
Refutatio confessionis Eunomii
Euno 12.1
Choose a text More by Gregory of Nyssa
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
12.1
τε καὶ ὀνομάζεται. διὰ τοῦτό φαμεν συνημμένον ἅμα καὶ διακεκριμένον παραδεδόσθαι τοῖς ἁγίοις μαθηταῖς τὸ τῆς εὐσεβείας μυστήριον, τὸ δεῖν πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡ μὲν γὰρ τῶν ὑποστάσεων ἰδιότης τρανήν τε καὶ ἀσύγχυτον ποιεῖται τὴν τῶν προσώπων διαστολήν, ἓν δὲ ὄνομα προκείμενον τῆς κατὰ τὴν πίστιν ἐκθέσεως σαφῶς ἡμῖν τὴν ἑνότητα τῆς οὐσίας τῶν ἐν τῇ πίστει προσώπων διερμηνεύει, πατρός 13 τε λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. διὰ γὰρ τῶν κλή σεων τούτων οὐ φύσεως διαφορὰν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν ὑποστάσεων γνωριστικὰς ἰδιότητας· ὥστε γινώσκειν ἡμᾶς μήτε υἱὸν τὸν πατέρα εἶναι μήτε πατέρα τὸν υἱὸν μήτε υἱὸν ἢ πατέρα τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἕκαστον ἐν τῷ ἰδιάζοντι τῆς ὑποστάσεως χαρακτῆρι γνωρίζειν, ἐν ἀορίστῳ τελειότητι καὶ ἐφ' ἑαυτοῦ θεωρούμενον καὶ ἀπὸ τοῦ συνημμένου οὐ διαιρούμενον.

Intertext edge

Open linked passage

Note