Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
120.1
Τί με χρὴ πλείω περὶ τούτων διεξιέναι; τῆς αὐτῆς γὰρ ἔχεται βλασφημίας καὶ τὰ πρὸ τούτων εἰρημένα. λα βόντα, φησίν, παρὰ τοῦ πατρὸς δόξαν, οὐ τῆς ἐκείνου μεταλαβόντα δόξης· ἀμετάδοτος γὰρ ἡ δόξα τοῦ παντοκράτορος θεοῦ. ἐγὼ γὰρ εἰ καὶ περὶ Μωϋσέως ὁ λόγος ἦν τοῦ δοξασθέντος ἐν τῇ διακονίᾳ τοῦ νόμου, οὐδ' οὕτως ἤνεγκα ἂν τὸν τοιοῦτον λόγον, εἰ καὶ ὅτι μηδεμίαν ἔχων οἴκοθεν δόξαν ἐκεῖνος διὰ τῆς γενομένης αὐτῷ θεόθεν δωρεᾶς ἔνδοξος ἀθρόως τοῖς Ἰσ ραηλίταις ἐφάνη. αὐτὴ γὰρ ἡ γενομένη τῷ νομοθέτῃ δόξα οὐκ ἄλλου τινὸς ἦν, ἀλλ' αὐτοῦ τοῦ θεοῦ, ἣν πάντας κε λεύει ζητεῖν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος, δι' ὧν αἰτιᾶται τοὺς τὴν ἀνθρωπίνην δόξαν περὶ πολλοῦ ποιουμένους, τὴν 121 δὲ παρὰ τοῦ μόνου θεοῦ δόξαν μὴ ζητοῦντας. δι' ὧν γὰρ ζητεῖν ἐνεκελεύσατο τὴν παρὰ τοῦ μόνου θεοῦ δόξαν, τὸ δυνατὸν εἶναι τυχεῖν τοῦ ζητουμένου κατεπηγγείλατο. πῶς οὖν ἀμετάδοτος ἡ δόξα τοῦ παντοκράτορος, εἴ γε καὶ χρὴ τὴν παρὰ τοῦ μόνου θεοῦ δόξαν αἰτεῖν καὶ πᾶς ὁ αἰτῶν λαμβάνει κατὰ τὴν τοῦ κυρίου φωνήν; ὁ δὲ περὶ τοῦ ἀπαυγάσματος τῆς δόξης λέγων ὅτι λαβὼν ἔχει τὴν δόξαν οὐδὲν ἕτερον λέγει ἢ ὅτι ἄδοξον καθ' ἑαυτὸ τὸ τῆς δόξης ἐστὶν ἀπαύγασμα, χρῄζει δὲ λαβεῖν παρ' ἑτέρου δόξαν, ἵνα οὕτω ποτὲ καὶ αὐτὸς γένηται κύριος τῆς δόξης. ποῦ τοίνυν θήσομεν τὰς τῆς ἀληθείας φωνάς, τήν τε λέ γουσαν ὀφθήσεσθαι αὐτὸν ἐν τῇ δόξῃ τοῦ πατρὸς καὶ πάλιν ὅτι Πάντα, ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν; τίνι χρὴ προσέχειν τὸν ἀκούοντα, τῷ λέγοντι ὅτι ἀμέτοχός ἐστι τῆς τοῦ πα τρὸς δόξης ὁ πάντων τῶν ἐν τῷ πατρὶ κληρονόμος, καθώς φησιν ὁ ἀπόστολος, ἢ τῷ ὁμολογοῦντι ὅτι πάντα, ὅσα ἔχει ὁ πατήρ, καὶ αὐτὸς ἔχει; ἐν δὲ τοῖς πᾶσι καὶ ἡ δόξα πάντως ἐστίν.

Intertext edge

Open linked passage

Note