Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
122.1
Ἀλλ' ἀμετάδοτον εἶναί φησι τὴν δόξαν τοῦ παντοκράτορος. τοῦτο οὔτε Ἰωὴλ οὔτε ὁ μέγας Πέ τρος μαρτύρεται ὁ τὸν προφητικὸν λόγον ἐν τῇ δημηγορίᾳ τῇ πρὸς τοὺς Ἰουδαίους οἰκειωσάμενος. φησὶ γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅ τε προφήτης καὶ ὁ ἀπόστολος ὅτι Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. ὁ τοίνυν τοῦ ἰδίου πνεύματος τῆς κοινωνίας πάσῃ σαρκὶ μὴ φθο νήσας πῶς τῷ μονογενεῖ υἱῷ τῷ ὄντι ἐν τοῖς κόλποις τοῦ πατρός, τῷ πάντα ἔχοντι ὅσα ὁ πατὴρ ἔχει, τῆς οἰκείας δόξης οὐ μεταδίδωσιν; ἢ τάχα εἴποι τις ἂν ἀληθεύειν τὸν 123 Εὐνόμιον ἐν τούτῳ καὶ μὴ βουλόμενον. ἐπὶ μὲν γὰρ τοῦ μὴ ἔχοντος οἴκοθεν τὴν δόξαν κυρίως ἡ μετάδοσις λέγεται, ᾧ τὸ ἔχειν ἑτέρωθεν προσγίνεται, οὐκ ἐκ φύσεως· ὅπου δὲ μία καὶ ἡ αὐτὴ καταλαμβάνεται φύσις, οὐ χρῄζει τοῦ καθ' ἕκαστον μεταδιδόντος ὁ ἐκεῖνο κατὰ τὴν φύσιν ὤν, ὅπερ ὁ πατὴρ εἶναι πεπίστευται. μᾶλλον δὲ τρανότερόν τε καὶ φανερώτερον εἰπεῖν ἔχει καλῶς. τί χρῄζει τῆς τοῦ πατρὸς δόξης ὁ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα, οὐδενὸς τῶν ἐν τῷ πατρὶ θεωρουμένων ὑφῃρημένου; τίς δὲ καὶ ἡ τοῦ παντοκράτορος ἀξία, ἧς ἀμέτοχον ὁ Εὐνόμιος 124 τὸν υἱὸν ἀποφαίνεται; λεγέτωσαν μὲν οὖν οἱ σοφοὶ παρ' ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες τὰ γήϊνα δόγματα, οἱ καθώς φησιν ὁ προφήτης ἐκ γῆς φωνοῦντες. ὅσοι δὲ προσκυνοῦμεν τὸν λόγον καὶ τῆς ἀληθείας ἐσμὲν μαθηταί, μᾶλλον δὲ εἶναι εὐχόμεθα, μηδὲ ταύτην παραδράμωμεν τὴν φωνὴν ἀθεώρητον. οἴδαμεν γὰρ ὅτι πάντων τῶν ὀνο μάτων, δι' ὧν τὸ θεῖον διασημαίνεται, τινὰ μὲν ἐνδεικτικὰ τῆς θείας μεγαλωσύνης ἐστίν, αὐτὰ ἐφ' ἑαυτῶν λεγόμενά τε καὶ νοούμενα, τινὰ δὲ ταῖς ὑπὲρ ἡμᾶς τε καὶ πᾶσαν τὴν κτίσιν ἐνεργείαις ἐπονομάζεται. ὅταν μὲν γὰρ λέγῃ ὁ θεῖος ἀπόστολος Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ θεῷ καὶ τὰ τοιαῦτα, τὰ παραστατικὰ τῆς ὑπερκειμένης δυνάμεως νοήματα διὰ τῶν ὀνομάτων τούτων ἐνδείκνυται· ὅταν δὲ λέγηται παρὰ τῶν γραφῶν οἰκτίρμων καὶ ἐλεήμων πολυ έλεος ἀληθινὸς χρηστὸς κύριος ἰατρὸς ποιμὴν ὁδὸς ἄρτος πηγὴ βασιλεὺς κτίστης δημιουργὸς ὑπερασπιστής, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων, ὁ ἐν πᾶσι τὰ πάντα, ταῦτα καὶ τὰ τοιαῦτα τῶν ἐν τῇ κτίσει παρὰ τῆς θείας φιλανθρω 125 πίας ἐνεργουμένων περιέχει τὴν ἔμφασιν. τὸ τοίνυν τοῦ παντοκράτορος ὄνομα τοῖς ἀκριβῶς ἐξετάζουσιν εὑρί σκεται μὴ ἄλλο τι σημαῖνον ἐπὶ τῆς θείας δυνάμεως ἢ τὸ πρός τί πως ἔχειν τὴν κρατητικὴν τῶν ἐν τῇ κτίσει θεωρουμένων ἐνέργειαν, ἣν ἡ τοῦ παντοκράτορος ἔμφασις ὑποδείκνυσιν. ὥσπερ γὰρ οὐκ ἂν ἰατρὸς ἦν, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδ' ἂν ἐλεήμων τε καὶ οἰκτίρμων καὶ τὰ τοιαῦτα κατωνομάζετο, εἰ μὴ διὰ τὸν οἰκτιρμοῦ τε καὶ ἐλέου δεόμενον, οὕτως οὐδὲ παντοκράτωρ, εἰ μὴ πᾶσα ἡ κτίσις τοῦ περικρατοῦντος αὐτὴν καὶ ἐν τῷ εἶναι συντη ροῦντος ἐδέετο. οὐκοῦν ὥσπερ ἰατρὸς τῷ δεομένῳ τῆς θεραπείας γίνεται, οὕτω καὶ παντοκράτωρ τῷ χρῄζοντι τοῦ κρατεῖσθαι· καὶ ὥσπερ Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες, οὕτως ἐκ τοῦ ἀκολούθου καλῶς ἔστιν εἰπεῖν μηκέτι τοῦ κρατοῦντος χρῄζειν ἐκεῖνον, 126 ἐν ᾧ τὸ ἀπλανές τε καὶ ἀμετάπτωτον ἡ φύσις ἔχει. οὐκ 126 οῦν ὅταν τῆς παντοκράτωρ φωνῆς ἀκούσωμεν, τοῦτο νοοῦ μεν, τὸ πάντα τὸν θεὸν ἐν τῷ εἶναι συνέχειν, ὅσα τε νοητὰ καὶ ὅσα τῆς ὑλικῆς ἐστι κτίσεως. διὰ τοῦτο γὰρ κατέχει τὸν γῦρον τῆς γῆς, διὰ τοῦτο ἔχει ἐν τῇ χειρὶ τῆς γῆς τὰ πέρατα, διὰ τοῦτο περιλαμβάνει τὸν οὐρανὸν τῇ σπι θαμῇ, διὰ τοῦτο περιμετρεῖ τῇ χειρὶ τὸ ὕδωρ, διὰ τοῦτο τὴν νοητὴν πᾶσαν κτίσιν ἐν ἑαυτῷ περιέχει, ἵνα πάντα ἐν τῷ εἶναι μένῃ, τῇ περιεκτικῇ δυνάμει περικρατούμενα. τίς οὖν ὁ πάντα ἐν πᾶσιν ἐνεργῶν, ἐξετάσωμεν. τίς ὁ πάντα ποιήσας, οὗ χωρὶς τῶν ὄντων ἔστιν οὐδέν; τίς ἐστιν ἐν ᾧ τὰ πάντα ἐκτίσθη καὶ ἐν ᾧ τὰ ὄντα τὴν διαμονὴν ἔχει; 127 ἐν τίνι ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν; τίς ὁ τὰ πάντα ἔχων ἐν ἑαυτῷ ὅσα ὁ πατὴρ ἔχει; ἆρα ἀγνοοῦμεν ἔτι διὰ τῶν εἰρημένων τὸν ἐπὶ πάντων θεὸν τὸν ὑπὸ τοῦ Παύλου οὕτως ὀνομαζόμενον, τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, ὃς πάντα ἐν τῇ χειρὶ τὰ τοῦ πατρὸς ἔχων, καθὼς αὐτός φησι, περιδέδρακται πάντως διὰ τῆς πολυχώρου αὐτοῦ παλάμης τῶν πάντων καὶ κρατεῖ τῶν περιδεδραγμένων καὶ οὐδεὶς αἴρει ἐκ τῆς χειρὸς αὐτοῦ τοῦ κρατοῦντος τῇ χειρὶ τῶν πάντων; εἰ οὖν πάντα ἔχει καὶ κρατεῖ ὧν ἔχει, τί ἄλλο καὶ οὐχὶ παντοκράτωρ πάντως ἐστὶν ὁ κρατῶν τῶν 128 πάντων; εἰ δὲ λέγοι ἡ αἵρεσις, ὅτι καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος κρατεῖ ὁ πατήρ, πρῶτον ἀποδειξάτωσαν, ὅτι τρεπτῆς ἐστι φύσεως ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τότε τὸν κρατοῦντα τῷ τρεπομένῳ ἐπιστησάτωσαν, ἵνα τῇ ἄνωθεν ἐγγινομένῃ βοηθείᾳ μείνῃ τὸ κρατούμενον πρὸς τὸ κακὸν ἀμετάπτωτον. εἰ δὲ ἀνεπίδεκτος κακίας ἡ θεία φύσις ἄτρεπτός τε καὶ ἀναλλοίωτος καὶ ἀεὶ ὡσαύτως ἔχει, εἰς τί τοῦ κρατοῦντος ἐπιδεήσεται ἡ δι' ἑαυτῆς πᾶσαν ἐπικρατοῦσα τὴν κτίσιν, αὐτὴ δὲ τοῦ κρατοῦντος μὴ δεο μένη διὰ τὸ ἄτρεπτον; διὰ τοῦτο ἐν τῷ ὀνόματι τοῦ Χρι στοῦ πᾶν γόνυ κάμπτει, ἐπουρανίων καὶ ἐπιγείων καὶ κατα 129 χθονίων. Οὐ γὰρ ἂν ἔκαμψεν, εἰ μὴ τὸν ἐπὶ σωτηρίᾳ κρατοῦντα πάντως ἐγίνωσκε. τὸ δὲ λέγειν τῇ ἀγαθότητι τοῦ πατρὸς τὸν υἱὸν γεγεννῆσθαι οὐδὲν ἄλλο ἐστὶν ἢ εἰς τὸ ὁμότιμον αὐτὸν καταστῆσαι τοῖς ἐσχάτοις τῆς κτίσεως. τί γὰρ οὐχὶ τῇ ἀγαθότητι τοῦ πεποιηκότος ἦλθεν εἰς γένεσιν; τίνι λογίζεται ἡ τῆς ἀνθρωπίνης φύσεως κατασκευή, πο νηρίᾳ ἢ ἀγαθότητι τοῦ ποιήσαντος; τίνι δὲ ἡ τῶν ζῴων γένεσις, ἡ τῶν φυτῶν τε καὶ βλαστημάτων φύσις; οὐδὲν ἔστιν ὃ μὴ τῇ ἀγαθότητι τοῦ πεποιηκότος ἔσχε τὴν γέ νεσιν. ὅπερ οὖν ἐπὶ πάντων ὁ λόγος ὁρᾷ, τοῦτο ὁ Εὐνό 130 μιος τῷ υἱῷ ὑπὸ φιλανθρωπίας χαρίζεται. τὸ δὲ μὴ μερίσασθαι πρὸς τὸν πατέρα τὴν οὐσίαν ἢ τὴν ἀξίαν ἢ ὅσα τοιαῦτα φλυαρῶν διεξέρχεται, ἤδη ἐν τοῖς περὶ τοῦ πατρὸς λόγοις προεξελήλεγκται, ὡς μάτην αὐτοῦ ταῦτα καὶ δίχα διανοίας προσρίψαντος. οὐδὲ γὰρ ἡμῖν τοῖς ἐξ ἀλλήλων τικτομένοις οὐσίας διαίρεσις γίνεται· ὅλος γὰρ ἐν ἑκάστῳ μένει τῆς οὐσίας ὁ λόγος ἐν τῷ γεγεννημένῳ καὶ τῷ γεννήσαντι, οὔτε ἐν τῷ γεννῶντι μείωσιν οὔτε ἐν τῷ γεγεννημένῳ αὔξησιν τοῦ λόγου τῆς οὐσίας λαμβάνοντος. ὁ δὲ τῆς ἀξίας ἢ τῆς βασιλείας μερισμὸς ἐπὶ τοῦ πάντα ἔχοντος τὰ τοῦ πατρὸς οὐδεμίαν διάνοιαν ἔχει πλὴν τοῦ ἔλεγχον εἶναι τῆς ἀσεβείας. οὐκοῦν περιττὸν ἂν εἴη τοῖς τοιούτοις συμπλεκόμενον εἰς ἀμετρίαν ἀποτείνειν τὸν λόγον, πρὸς δὲ τὰ ἐφεξῆς τούτοις μετέλθωμεν.

Intertext edge

Open linked passage

Note