Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 141 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
141.1
Ἀλλὰ τί χρὴ τῇ ματαιότητι τῶν λεγομένων ἐνδιατρί βειν; παντὶ γὰρ δῆλόν ἐστιν, ὅτι καὶ ὅτε ὁ Παῦλος εἶπεν αὐτὸν γεγενῆσθαι ὑπήκοον (εἶπε δὲ οὕτως αὐτὸν γεγενῆσθαι ὑπήκοον, σάρκα καὶ δοῦλον καὶ κατάραν καὶ ἁμαρτίαν δι' ἡμᾶς γενόμενον), οὐδὲ τότε ὁ κύριος τῆς δόξης ὁ τῆς αἰσχύνης καταφρονήσας καὶ τῇ σαρκὶ τὸ πάθος ἀναδεξά μενος τῆς αὐθεντικῆς ἐξουσίας ἑαυτὸν ἠλλοτρίωσε λέγων Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν, καὶ πάλιν Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ ὅτε προσήγγισαν αὐτῷ κατὰ τὴν πρὸ τοῦ πάθους νύκτα οἱ τῷ σιδήρῳ καὶ τοῖς ξύλοις καθωπλισμένοι, πάντας αὐ τοὺς εἰς τὸ κατόπιν ἀνέτρεψε διὰ τοῦ εἰπεῖν ὅτι Ἐγώ εἰμι· καὶ πάλιν τοῦ λῃστοῦ ἱκετεύσαντος ἐν μνήμῃ παρ' αὐτοῦ γενέσθαι, ἔδειξε τὴν ἐπὶ πάντων ἐξουσίαν ἐν οἷς φησι Σή 142 μερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. εἰ τοίνυν οὐδὲ ἐν τῷ καιρῷ τοῦ πάθους τῆς ἐξουσίας χωρίζεται, ποῦ ποτε βλέπει ἡ αἵρεσις τοῦ βασιλέως τῆς δόξης τὸ ὑπεξούσιον; τίς δὲ καὶ ἡ πολύτροπος αὕτη μεσιτεία, ἣν ἐπιθρυλεῖ τῷ θεῷ, μεσίτην λέγων ἐν δόγμασι, μεσίτην ἐν νόμῳ; οὐ ταῦτα παρὰ τῆς ὑψηλῆς φωνῆς τοῦ ἀποστόλου ἐπαιδεύθημεν, ὅς φησιν ὅτι ὁ τὸν νόμον τῶν ἐντολῶν καταργήσας τοῖς ἑαυτοῦ δόγμασιν, οὗτός ἐστιν ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων, εἰπὼν οὕτω τῷ ῥήματι ὅτι Εἷς θεὸς καὶ εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός. ὅλον ἡμῖν ἐνταῦθα τὸν σκοπὸν τοῦ μυστηρίου 143 διὰ τῆς τοῦ μεσίτου λέξεως διαλαβὼν ἀπεκάλυψεν. ὁ δὲ σκοπὸς οὗτός ἐστιν. ἀπέστη διὰ τῆς τοῦ ἀντικειμένου κα κίας ποτὲ τὸ ἀνθρώπινον, καὶ τῇ ἁμαρτίᾳ δουλωθὲν καὶ τῆς ὄντως ἠλλοτριώθη ζωῆς. ἀνακαλεῖται μετὰ ταῦτα τὸ ἑαυτοῦ πλάσμα ὁ τοῦ πλάσματος κύριος καὶ γίνεται ἄνθρω πος μετὰ τοῦ εἶναι θεός, κἀκεῖνο ὅλον ὢν καὶ τοῦτο ὅλον γενόμενος, καὶ οὕτω συνανεκράθη θεῷ τὸ ἀνθρώπινον, τοῦ κατὰ Χριστὸν ἀνθρώπου τὴν μεσιτείαν ἐργασαμένου, ᾧ διὰ τῆς ἀναληφθείσης ἡμῶν ἀπαρχῆς ὅλον τῇ δυνάμει συνανε 144 κράθη τὸ φύραμα. ἐπεὶ οὖν ὁ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν, οὐδ' ἐν τοῖς προσώποις τοῖς ἐν τῇ πίστει παραδεδομένοις ἐμμεριζόμενος (μία γὰρ ἡ θεότης ἐν πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ), διὰ τοῦτο γίνεται μεσίτης ἅπαξ ὁ κύριος θεοῦ καὶ ἀνθρώπων, συνάπτων τὸν ἄνθρω πον δι' ἑαυτοῦ τῇ θεότητι. ἀλλὰ καὶ διὰ τοῦ κατὰ τὸν μεσίτην νοήματος τὸ εὐσεβὲς τῆς πίστεως ἐδιδάχθημεν. ὁ γὰρ μεσίτης θεοῦ καὶ ἀνθρώπων ὥσπερ τῆς ἀνθρωπίνης φύσεως τὴν κοινωνίαν ἐδέξατο, οὐ νομισθεὶς ἄνθρωπος, ἀλλὰ γεγονὼς κατὰ ἀλήθειαν, οὕτω καὶ ἀληθινὸς θεὸς ὢν οὐκ ἐπωνυμίᾳ τετιμημένος ἐστὶν ψιλῇ τῆς θεότητος, ὡς ὁ Εὐνόμιος βούλεται.