Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
150.1
ἀλλ' οὐκ ἂν οἶμαι τὸν Εὐνόμιον ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πα τρὸς τοῦτο βλέπειν τὸ εἶδος τῆς ὁμοιότητος, ὡς ταὐτὸν τῷ ἀνθρώπῳ τὸν μονογενῆ θεὸν ἀποφήνασθαι. οἴδαμεν καὶ ἕτερον ὁμοιότητος εἶδος, ὅπερ ἐν τῇ κοσμογονίᾳ φησὶ περὶ τοῦ Σὴθ ὁ λόγος, ὅτι ἐγέννησε τὸν Σὴθ ὁ Ἀδὰμ κατὰ τὸ εἶδος αὐτοῦ καὶ κατὰ τὴν ὁμοιότητα· ὅπερ εἰ λέγοι ὁ Εὐ νόμιος, οὐκ ἀπόβλητον τὸν λόγον ποιούμεθα. ἐνταῦθα γὰρ οὔτε ἡ φύσις τῶν ἀλλήλοις ὁμοιουμένων διάφορος, καὶ ὁ χαρακτὴρ καὶ τὸ εἶδος τὴν κοινωνίαν ἔχει. ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν, ὅσα περὶ τῆς τοῦ ὁμοίου διαφορᾶς ἡμεῖς 151 ἐνοήσαμεν. ἴδωμεν τοίνυν πρὸς τί βλέπων ὁ Εὐνόμιος τὴν ἐξαίρετον ἐκείνην ὁμοιότητα πρὸς τὸν πατέρα μαρ τυρεῖ τῷ υἱῷ λέγων ὅμοιον εἶναι τῷ γεννήσαντι μό νον κατ' ἐξαίρετον ὁμοιότητα κατὰ τὴν ἰδιά ζουσαν ἔννοιαν, οὐχ ὡς πατρὶ πατέρα· οὐ γάρ εἰσι δύο πατέρες. τὴν κατ' ἐξαίρετον ὁμοιότητα τοῦ υἱοῦ πρὸς τὸν πατέρα δεικνύειν ἐπαγγειλάμενος, ὅπως μὴ προσήκει νοεῖν αὐτὸν ὅμοιον, κατασκευάζει τῷ λόγῳ. εἰπὼν γὰρ ὅτι οὐχ ὡς πατρὶ πατὴρ ἔοικεν, κατεσκεύασε τῷ λόγῳ ὅτι οὐκ ἔοικε· καὶ πάλιν προσθεὶς ὅτι οὔτε ὡς ἀγεν νήτῳ ἀγέννητος, καὶ διὰ τούτου ἀπεῖπε νοεῖν ἐπὶ τοῦ υἱοῦ πρὸς τὸν πατέρα τὴν ὁμοιότητα· εἶτα ἐπαγαγὼν ὅτι οὔτε ὡς υἱῷ υἱός, τρίτον ἐπήγαγε νόημα, δι' οὗ παντάπασι 152 τὸν τοῦ ὁμοίου παραφέρεται λόγον. οὕτω μὲν οὖν τοῖς ἰδίοις ἕπεται λόγοις, τὴν τοῦ ὁμοίου ἀπόδειξιν διὰ τῆς κατα σκευῆς τοῦ ἀνομοίου ποιούμενος. ἐξετάσωμεν δὲ τὸ σοφὸν αὐτοῦ καὶ ἁπλοῦν, ὃ τοῖς διορισμοῖς ἐπιδείκνυται. υἱὸν γὰρ πατρὶ ὅμοιον εἶναι εἰπὼν ἀσφαλίζεται τὴν ἀκοήν, μὴ δεῖν ὡς πατέρα πατρὶ τὸν υἱὸν ἐοικέναι νοεῖν. τίς δὲ οὕτως ἐν ἀνθρώποις ἀνόητος, ὥστε υἱὸν ὅμοιον τῷ πατρὶ μαθὼν εἶναι εἰς τὴν πατρὸς πρὸς τὸν πατέρα ὁμοιότητα τοῖς λο 153 γισμοῖς ἐναχθῆναι; οὐδὲ ὡς υἱῷ, φησίν, υἱόν· πάλιν τὸ ἴσον ἐν τῷ διορισμῷ ἡ δριμύτης ἔχει. πατρὶ υἱὸν ὅμοιον εἶναι εἰπὼν τὸ μὴ δεῖν ὡς πρὸς υἱὸν ἄλλον ὁμοίως ἔχειν προσδιορίζεται. ταῦτα τῶν σεμνῶν τοῦ Εὐνομίου δογμάτων ἐστὶ τὰ μυστήρια, δι' ὧν σοφώτεροι τῶν ἄλλων οἱ μαθηταὶ αὐ τοῦ γίνονται μαθόντες, ὅτι πατρὶ υἱὸς ἐοικὼς οὐχ υἱῷ ἔοικεν· οὐ γάρ ἐστιν υἱὸς πατήρ· οὐδὲ ὡς ἀγεννήτῳ ἀγέννητος· οὐ γὰρ ἀγέννητός ἐστιν ὁ υἱός. τὸ δὲ καθ' ἡμᾶς μυστή ριον ὅταν πατέρα εἴπῃ, υἱοῦ πατέρα πάντως διακελεύεται, καὶ ὅταν υἱὸν ὀνομάσῃς πατρὸς υἱὸν διδάσκει νοεῖν. καὶ οὐδὲν τῆς περιττῆς ταύτης σοφίας μέχρι καὶ νῦν ἐδεήθημεν, ὥστε διὰ πατρὸς καὶ υἱοῦ δύο πατέρας ἢ δύο υἱοὺς ὑποτίθε σθαι ἢ ἀγεννήτων δυάδα.

Intertext edge

Open linked passage

Note