Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 154 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
154.1
Τί δὲ βούλεται ἡ πολλὴ περὶ τὸ ἀγέννητον τοῦ Εὐνομίου σπουδή, πολλάκις μὲν ἤδη δεδήλωται, καὶ νῦν δὲ πάλιν δι' ὀλίγων εἰρήσεται. τῆς γὰρ τοῦ πατρὸς σημασίας μηδεμίαν πρὸς τὸν υἱὸν διαφορὰν κατὰ τὴν φύσιν ἐνδεικνυ μένης, εἰ μέχρι τούτων τὸν λόγον ἔστησεν, οὐκ ἂν ἔσχεν ἰσχὺν ἡ ἀσέβεια, τῆς φυσικῆς τῶν ὀνομάτων ἐννοίας οὐ 155 παραδεχομένης τὸ κατ' οὐσίαν ἀλλότριον. νῦν δὲ ἀγέν νητον καὶ γεννητὸν λέγων, ἐπειδὴ ἄμεσός ἐστι πρὸς ἄλληλα τῶν ὀνομάτων τούτων ἡ ἐναντίωσις, ὡς θνητοῦ καὶ ἀθανάτου καὶ λογικῶν καὶ ἀλόγων καὶ πάντων τῶν ὁμοιοτρό πως ἐκφωνουμένων, ὅσα διὰ τῶν κατὰ τὸ ἐναντίον σημαι νομένων ἀλλήλοις ἀντικαθέστηκεν, ἔδωκεν ὁδὸν τῇ βλα σφημίᾳ διὰ τῶν ὀνομάτων τούτων, ὥστε τὴν τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον διαφορὰν καὶ τῷ γεννητῷ πρὸς τὸ ἀγέν νητον ἐνθεωρῆσαι· καὶ ὥσπερ ἄλλη τοῦ θνητοῦ καὶ ἄλλη τοῦ ἀθανάτου ἡ φύσις καὶ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου ἀσύμβατα κατὰ τὴν οὐσίαν ἐστὶ τὰ ἰδιώματα, οὕτω βούλεται ἄλλην μὲν τοῦ ἀγεννήτου κατασκευάσαι τὴν φύσιν, ἄλλην δὲ τοῦ γεννητοῦ, ἵνα ὥσπερ ὑποχείριος τῷ λογικῷ ἡ ἄλογος φύσις δεδημιούργηται, οὕτως διὰ φυσικῆς ἀνάγκης ὑπεζευγμένον 156 τῷ ἀγεννήτῳ τὸ γεννητὸν ἐπιδείξῃ. διὸ συνάπτει τῷ ἀγεν νήτῳ τὸ τοῦ παντοκράτορος ὄνομα, ὃ οὐκ εἰς προ νοητικὴν ἐνέργειαν, ὡς προλαβὼν ὁ λόγος ὑπέδειξεν, ἀλλ' εἰς τυραννικὴν ἐξουσίαν μεταλαμβάνων τὴν ἑρμηνείαν τοῦ παντοκράτορος, ὡς μέρος τῆς ἀρχομένης τε καὶ ὑπο χειρίου φύσεως καὶ τὸν υἱὸν ποιῆσαι, μετὰ πάντων δου λεύοντα τῷ διὰ τῆς τυραννικῆς ἐξουσίας κρατοῦντι κατὰ τὸ ἴσον τῶν πάντων. καὶ ὅτι πρὸς τοῦτο βλέπων ταῖς τοιαύς χρῆται τοῦ λόγου διαστολαῖς, ἐκ τῶν ὑποκειμένων 157 σαφηνισθήσεται. εἰπὼν γὰρ ἐκεῖνα τὰ σοφά τε καὶ περι εσκεμμένα, ὅτι οὔτε ὡς πατρὶ ἔοικε πατὴρ οὐδὲ ὡς υἱῷ υἱός– καίτοι γε οὐδεμία ἐστὶν ἀνάγκη ἐοικέναι πάντως πατρὶ πατέρα καὶ υἱῷ υἱόν· πατὴρ γάρ τίς ἐστιν ἐν Αἰθίοψι, πατὴρ καὶ ἐν Σκύθαις, καὶ υἱὸς ἑκατέρου τούτων μέλας μὲν ὁ τοῦ Αἰθίοπος, λευκόχρους δὲ καὶ ὑποχρυσίζων κατὰ τὴν κόμην ὁ Σκύθης, καὶ οὐδὲν μᾶλλον διὰ τὸ πατέρα εἶναι ἑκάτερον οὔτε διὰ τὸν Αἰθίοπα ὁ Σκύθης μελαίνεται οὔτε διὰ τὸν Σκύθην ἀλλοιοῦται τὸ σῶμα πρὸς τὸ λευκὸν τοῦ Αἰθίοπος– ἀλλ' ὅμως εἰπὼν ταῦτα κατὰ τὸ ἀρέσκον αὐτῷ ὁ Εὐνόμιος ἐπήγαγεν, ὅτι ὅμοιός ἐστιν ὡς υἱὸς πατρί, 158 τοῦ δὲ τοιούτου λόγου τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐνδεικνυ μένου, ὡς ἐπὶ τοῦ Σὴθ καὶ τοῦ Ἀδὰμ ἡ θεόπνευστος μαρτυρεῖ διδασκαλία, μικρὰ φροντίσας ὁ δογματιστὴς τῶν συνετῶς ἀκροωμένων τὴν καινὴν ἐπήγαγεν ἑρμηνείαν τῆς τοῦ υἱοῦ προσηγορίας, εἰκόνα καὶ σφραγῖδα τῆς τοῦ παντο κράτορος ἐνεργείας αὐτὸν ὁρισάμενος.