Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 159 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
159.1
Υἱὸς γάρ ἐστι, φησίν, εἰκὼν καὶ σφραγὶς τῆς τοῦ παντοκράτορος ἐνεργείας. αὐτό μοι τοῦτο πρῶτον ὁ ἔχων ὦτα ἀκούειν ἐπισκεψάσθω, τίς ἐστιν ἡ τῆς ἐνεργείας σφραγίς; πᾶσα γὰρ ἐνέργεια ἐν μὲν τῷ ἐκπονοῦντι τὸ σπουδαζόμενον θεωρεῖται, περαιωθέντος δὲ τοῦ σπουδαζομένου καθ' ἑαυτὴν οὐχ ὑφέστηκεν· οἷον ἐν έργεια τοῦ δρομέως ἡ διὰ τῶν ποδῶν ἐστι κίνησις, παυσα μένης δὲ τῆς κινήσεως οὐκέτι ἔστιν ἐφ' ἑαυτῆς ἡ ἐνέργεια. 160 οὕτως καὶ ἐπὶ παντὸς ἔστιν ἐπιτηδεύματος τὸ ἴσον εἰπεῖν, τῇ σπουδῇ τοῦ περί τι πονοῦντος συναπολήγειν καὶ τὴν ἐνέργειαν*** ἐφ' ἑαυτῆς δὲ οὐκ οὖσαν οὔτε ἐνεργοῦντός τινος τὴν προκειμένην ἑαυτῷ σπουδὴν οὔτε εἰ τῆς σπουδῆς ἀπολήξειε. τί οὖν λέγει εἶναι καθ' ἑαυτὴν τὴν ἐνέργειαν τὴν οὔτε οὐσίαν οὖσαν οὔτε χαρακτῆρα οὔτε ὑπόστασιν; οὐκοῦν τοῦ ἀνυποστάτου αὐτὸν εἶπεν ὁμοίωμα· τὸ δὲ τῷ ἀνυπάρκτῳ ὅμοιον οὐδὲ αὐτὸ πάντως ἔστιν. αὕτη τῶν καινῶν δογμάτων ἡ τερατεία, τὸ πιστεύειν εἰς τὸ μὴ ὄν. τὸ γὰρ τῷ μὴ ὄντι ὅμοιον οὐκ ἔστι πάντως.