Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 161 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
161.1
ὦ Παῦλε καὶ Ἰωάννη καὶ ὁ λοιπὸς τῶν εὐαγγελιστῶν τε καὶ τῶν ἀποστόλων χορός, τίνες τῇ ὑμετέρᾳ φωνῇ τὰς ἰοβόλους γλώσσας ἑαυτῶν ἀνθοπλίζουσι; τίνες ταῖς οὐρα νίαις ὑμῶν βρονταῖς τὰς βατραχώδεις ἑαυτῶν φωνὰς ἀντε γείρουσι; τί οὖν λέγει ὁ υἱὸς τῆς βροντῆς; Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. τί δὲ ὁ μετ' ἐκεῖνον ἄλλος ἐκεῖνος, ὁ ἐντὸς τῶν οὐρανίων ἀδύτων γενόμενος, ὁ ἐν τῷ παραδείσῳ μυηθεὶς τὰ ἀπόρ ρητα; Ὤν, φησίν, ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. τί μετὰ τούτους λέγει ὁ ἐγγαστρίμυθος; σφραγίς, φησί, τῆς ἐνεργείας τοῦ παντοκρά 162 τορος. τρίτον αὐτὸν μετὰ τὸν πατέρα ποιεῖ, τῇ ἀνυπάρκτῳ ἐκείνῃ ἐνεργείᾳ μεσιτευόμενον, μᾶλλον δὲ πρὸς τὸ δοκοῦν τῇ ἀνυπαρξίᾳ τυπούμενον. ἐνεργείας ἐστὶ σφραγὶς ὁ ἐν ἀρχῇ ὢν λόγος θεὸς καὶ τῇ ἀϊδιότητι τῆς ἀρχῆς τῶν ὄν των ἐνθεωρούμενος, ὁ μονογενὴς θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ὁ ποιητὴς τῶν αἰώνων, ἐξ οὗ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, ὁ κατέχων τὸν γῦρον τῆς γῆς, ὁ διειληφὼς τὸν οὐρανὸν σπιθαμῇ, ὁ περιμετρῶν τῇ χειρὶ τὸ ὕδωρ, ὁ περιδεδραγμένος πάντων τῶν ὄντων, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, μᾶλλον δὲ ἐπι δών, ἵνα ποιήσῃ πᾶσαν τὴν οἰκουμένην ἑαυτοῦ ὑποπόδιον, τῷ ἴχνει τοῦ λόγου ἐντυπωθεῖσαν; ἐνεργείας ἐστὶ 163 σφραγὶς ἡ μορφὴ τοῦ θεοῦ; οὐκοῦν ἐνέργειά ἐστιν ὁ θεός, οὐχ ὑπόστασις; καὶ μὴν αὐτὸ τοῦτο διερμηνεύων φησὶν ὁ Παῦλος, ὅτι χαρακτήρ ἐστιν οὐ τῆς ἐνεργείας, ἀλλὰ τῆς ὑποστάσεως. ἢ τὸ τῆς δόξης ἀπαύγασμα σφραγίς ἐστιν ἐνεργείας θεοῦ; ὢ τῆς ἀσεβοῦς ἀμαθίας. τί μέσον ἐστὶ τοῦ θεοῦ καὶ τῆς ἰδίας μορφῆς; τίνι δὲ μεσιτεύεται πρὸς τὸν χαρακτῆρα ἑαυτῆς ἡ ὑπόστασις; τί δὲ μεταξὺ νοεῖται τῆς δόξης καὶ τοῦ ἀπαυγάσματος; ἀλλὰ τοιούτων καὶ τοσούτων ὄντων δι' ὧν τὸ μεγαλεῖον ἀνακηρύσσεται τοῦ δεσπότου τῆς κτίσεως παρὰ τῶν πεπιστευμένων τὸ κήρυγμα, οἷα περὶ αὐτοῦ διεξέρχεται ὁ τῆς ἀποστασίας πρόδρομος;