Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 164 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
164.1
τί λέγει; ὡς εἰκόνα, φησί, καὶ σφραγῖδα πάσης τῆς τοῦ παντοκράτορος ἐνεργείας καὶ δυνά μεως. πῶς παραγράφεται τὰς τοῦ μεγάλου Παύλου φωνάς; ἐκεῖνός φησιν ὅτι θεοῦ δύναμίς ἐστιν ὁ υἱός, οὗτος δὲ αὐτὸν σφραγῖδα λέγει δυνάμεως, οὐχὶ δύναμιν. καὶ πάλιν ἐπαναλαβὼν τὸν λόγον οἷα τοῖς εἰρημένοις προσ τίθησιν; σφραγῖδα λέγει τῶν τοῦ πατρὸς ἔργων καὶ λόγων καὶ βουλευμάτων. ποίοις ἔργοις τοῦ πατρός ἐστιν ὅμοιος; τὸν κόσμον πάντως ἐρεῖ καὶ τὰ ἐν αὐτῷ πάντα. ἀλλὰ μὴν πάντα ταῦτα τοῦ μονογενοῦς ἔργα 165 εἶναι τὸ εὐαγγέλιον ἐμαρτύρησε. ποίοις τοίνυν ἔργοις τοῦ πατρὸς ὁ υἱὸς ὡμοιώθη; τίνων ἐγένετο ἔργων σφραγίς; ποία δὲ γραφὴ σφραγῖδα τῶν πατρικῶν ἔργων αὐτὸν προση γόρευσεν; εἰ δέ τις αὐτῷ καὶ τοῦτο δοίη, τὸ πλάσσειν τοὺς λόγους κατ' ἐξουσίαν ὡς βούλεται, κἂν ἡ γραφὴ μὴ συντι θῆται, εἰπάτω ποῖα τοῦ πατρός ἐστιν ἔργα τῶν παρὰ τοῦ υἱοῦ γεγονότων κεχωρισμένα, ὧν σφραγῖδα λέγει τὸν υἱὸν γεγενῆσθαι. ἔργα τοῦ λόγου τὰ ὁρατὰ πάντα καὶ τὰ ἀόρατα· ἐν τοῖς ὁρωμένοις ὁ κόσμος ὅλος καὶ τὰ ἐν αὐτῷ 166 πάντα, ἐν τοῖς ἀοράτοις ἡ ὑπερκόσμιος κτίσις. ποῖα τοίνυν ὑπολείπεται ἔξω τῶν ὁρωμένων τε καὶ ἀοράτων ἔργα τοῦ πατρὸς ἐφ' ἑαυτῶν θεωρούμενα, ὧν σφραγῖδα λέγει τὸν υἱὸν γεγενῆσθαι; ἢ τάχα πάλιν ἐπὶ τὸν δυσώδη τῆς αἱρέ σεως ἔμετον ἐπανήξει στενοχωρούμενος καὶ λέξει ἔργον εἶναι τοῦ πατρὸς τὸν υἱόν; πῶς οὖν σφραγὶς γίνεται τῶν ἔργων τούτων ὁ υἱός, αὐτὸς ὤν, ὥς φησιν αὐτός, τὸ ἔργον; ἢ τὸν αὐτὸν λέγει καὶ ἔργον καὶ ἔργου ὁμοίωμα;