Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 167 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
167.1
Δεδόσθω ταῦτα· εἰπάτω τὰ λοιπὰ ἔργα ὧν λέγει δη μιουργὸν τὸν πατέρα, οἷς ὁ υἱὸς ὡμοιώθη, εἴπερ διὰ τῆς σφραγῖδος νοεῖ τὸ ὁμοίωμα. ποίους δὲ λόγους ἄλλους τοῦ πατρὸς οἶδεν ὁ Εὐνόμιος παρὰ τὸν ἀεὶ ἐν τῷ πατρὶ ὄντα λόγον, ὃν σφραγῖδα ὀνομάζει, τὸν κυρίως καὶ ἀληθῶς καὶ πρώτως ὄντα τε καὶ ὀνομαζόμενον λόγον; πρὸς ποῖα δὲ βουλεύματα βλέπει τῆς τοῦ θεοῦ σοφίας κεχωρι σμένα, οἷς ὁμοιοῦται ἡ τοῦ θεοῦ σοφία, σφραγὶς γινομένη 168 τῶν βουλευμάτων; ὁρᾶτε τὸ ἀδιάκριτον καὶ ἀπερί σκεπτον καὶ τὸν συρφετὸν τοῦ λόγου, οἷα τοῦ μυστηρίου κατασκεδάζει, μήτε ἃ λέγει ἐπιστάμενος μήτε περὶ τίνος ποιεῖται τὸν λόγον. ὁ γὰρ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα καὶ ἐν τῷ πατρὶ ὅλος ὢν ὡς λόγος καὶ σοφία καὶ δύναμις καὶ ἀλήθεια καὶ χαρακτὴρ καὶ ἀπαύγασμα, αὐτός ἐστιν ἐν τῷ πατρὶ τὰ πάντα, οὐκ ἄλλων τινῶν ἐν τῷ πατρὶ πρὸ αὐτοῦ θεωρουμένων εἰκὼν γινόμενος καὶ σφραγὶς καὶ ὁμοίωμα.