Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Refutatio confessionis Eunomii
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
169.1
Εἶτα χαρίζεται αὐτῷ τὸν ἐπὶ Νῶε δι' ὕδατος τῶν ἀνθρώπων ἀφανισμὸν καὶ τὴν ἐν Σοδόμοις τοῦ πυρὸς ἐπομβρίαν καὶ τῶν Αἰγυπτίων τὴν ἔνδικον τιμωρίαν, ὥς τινα μεγάλα προσμαρτυρῶν τῷ ἐν τῇ χειρὶ ἔχοντι τὰ πέρατα τῆς οἰκουμένης, ἐν ᾧ τὰ πάντα συνέστηκε, καθώς φησιν ὁ ἀπόστολος, ὥσπερ οὐκ εἰδώς, ὅτι τῷ περιέχοντι τὰ πάντα καὶ πρὸς τὸ δοκοῦν ἄγοντί τε καὶ φέροντι τά τε ἤδη γεγενημένα καὶ τὰ ἐσό μενα οὐ τοσοῦτον προσθήκην ποιεῖ τῆς δόξης δύο ἢ τρία μνημονευθέντα θαύματα, ὅσον ἀφαίρεσιν καὶ ζημίαν ἡ τῶν λοιπῶν σιωπή. ἀλλὰ καὶ τούτων σιωπωμένων ἀρκεῖ ἡ μία τοῦ Παύλου φωνὴ περιληπτικῶς τὰ πάντα δι' ἑαυτῆς ἐνδείξασθαι ἡ ἐπὶ πάντων αὐτὸν λέγουσα καὶ διὰ πάντων καὶ ἐν πᾶσιν. 170 Εἶτα νομοθετεῖ, φησί, κατ' ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ. τίς ὁ αἰώνιός ἐστι θεὸς καὶ τίς ὁ ὑπουργῶν αὐτῷ περὶ τὴν τοῦ νόμου θέσιν; ἀλλὰ παντὶ δῆλον τοῦτό ἐστιν, ὅτι διὰ Μωϋσέως νομοθετεῖ ὁ θεὸς τοῖς δεχομένοις τὸν νόμον. αὐτοῦ δὲ τοῦ Εὐνομίου τὸν μονο γενῆ θεὸν εἶναι ὁμολογοῦντος τὸν Μωϋσεῖ χρηματίζοντα πῶς ὁ παρὼν αὐτοῦ λόγος εἰς τὴν τοῦ Μωϋσέως τάξιν τὸν τοῦ παντὸς δεσπότην ἀντικαθίστησιν, τὸ δὲ τοῦ αἰωνίου θεοῦ σημαινόμενον τῷ πατρὶ ἀνατίθησι μόνῳ, ὡς τῇ πρὸς τὸν αἰώνιον διαστολῇ μὴ αἰώνιον, ἀλλὰ πρόσφατον τὸν μονογενῆ 171 θεὸν ἀποδείκνυσθαι, τὸν ποιητὴν τῶν αἰώνων; ἀλλὰ καὶ ἐπιλελῆσθαί μοι δοκεῖ ὁ φιλομαθής τε καὶ μνήμων, ὅτι πάντα ταῦτα περὶ ἑαυτοῦ ὁ Παῦλός φησι, διαγγέλλων ἐν τοῖς ἀνθρώποις τοῦ εὐαγγελίου τὸ κήρυγμα κατ' ἐπιταγὴν τοῦ θεοῦ. ἃ τοίνυν περὶ ἑαυτοῦ διεξέρχεται ὁ ἀπόστολος, ταῦτα ὁ Εὐνόμιος τῷ δεσπότῃ τῶν προφητῶν τε καὶ ἀποστόλων ἀνατιθεὶς οὐκ αἰσχύνεται, ἵνα ὁμότιμον καταστήσῃ τῷ Παύλῳ, τῷ ἰδίῳ δούλῳ, τὸν κύριον. καὶ τί με χρὴ τὰ καθ' ἕκαστον διελέγχοντα πλῆθος ἐπεισάγειν τῷ λόγῳ; ἐν οἷς ὁ μὲν ἁπλούστερον ἐντυγχάνων τοῖς παρ' αὐτοῦ γεγραμμένοις οἰήσεται τὰ συγκεχωρημένα παρὰ τῆς γραφῆς αὐτὸν λέγειν, ὁ δὲ ἐξεταστικῶς ἕκαστον ἀναπτύσ σειν δυνάμενος ἀποδείξει μηδὲν τῆς αἱρετικῆς κακουργίας κεχωρισμένα. λέγει γὰρ καὶ ὁ ἐκκλησιαστικὸς καὶ ὁ αἱρε τικός, ὅτι Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ, νοεῖ δὲ οὐχ ὁμοίως τὸ εἰρημένον ἑκάτερος· διὰ γὰρ τῶν αὐτῶν ῥημάτων ὁ μὲν ἐκκλησιαστικὸς τὴν ἐπὶ πάντων ἐξουσίαν νοεῖ, οὗτος δὲ κατασκευάζει τὸ ὑπο δεές τε καὶ ὑποχείριον.

Intertext edge

Open linked passage

Note