Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 184 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
184.1
εἰ γὰρ εἶπεν ὅτι πιστεύομεν εἰς τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα δὲ ὁ θεός, ὑπέκρουσεν ἂν ὁ τὰ θεῖα πεπαιδευμένος ὅτι, εἰ χρὴ πιστεύειν εἰς τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα δὲ ὁ θεὸς ὀνομάζεται, οὐκ ἄλλο τι κατὰ τὴν φύσιν ἐστὶν ἢ ἐκεῖνο πάντως, ὃ διὰ τῶν αὐτῶν ὀνομάτων κυρίως κατονομάζεται. ὅσα γὰρ οὐ ψευδῶς οὐδὲ ἐκ καταχρήσεως, ἀλλὰ κυρίως ὑπὸ τῶν αὐτῶν ὀνομάτων δηλοῦται, τούτων ἀνάγκη πᾶσα μίαν καὶ τὴν αὐτὴν ὁμολογεῖσθαι φύσιν τὴν τοῖς αὐτοῖς σημαινομένην ὀνόμασι. διὰ ταῦτα σιωπήσας τὴν παρὰ τοῦ κυρίου νομοθετηθεῖσαν ἐν τῇ πίστει φωνὴν πιστεύομεν, 185 φησίν, εἰς τὸν παράκλητον. ἐγὼ δὲ καὶ αὐτὸ τοῦτο τὸ ὄνομα κοινὸν ἔμαθον εἶναι παρὰ τῆς θεοπνεύστου γρα φῆς πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου. ὁ γὰρ υἱὸς ἐπίσης ἑαυτόν τε καὶ τὸ πνεῦμα τὸ ἅγιον ὀνομάζει παρά κλητον· ὁ δὲ πατὴρ δι' ὧν ἐνεργεῖ τὴν παράκλησιν, οἰκει οῦται πάντως τοῦ παρακλήτου τὸ ὄνομα. οὐ γὰρ δὴ τὸ ἔργον ποιῶν τοῦ παρακλήτου ἀπαξιοῖ τοῦ ἔργου τὸ ὄνομα. ὅ τε γὰρ Δαβὶδ πρὸς τὸν πατέρα φησὶν ὅτι Σὺ κύριε ἐβοή θησάς μοι καὶ παρεκάλεσάς με, καὶ ὁ μέγας ἀπόστολος τὰ αὐτὰ περὶ τοῦ πατρὸς διεξέρχεται λέγων Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρα καλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν· τὸν δὲ υἱὸν ὁ Ἰωάννης ἐν μιᾷ τῶν καθολικῶν ἐπιστολῶν διαρρήδην ὀνομάζει παράκλητον. καὶ αὐτὸς δὲ ὁ κύριος δι' ὧν εἶπε καὶ ἄλλον παράκλητον ἡμῖν ἀποσταλήσεσθαι, περὶ τοῦ πνεύματος λέ γων, ἐφ' ἑαυτοῦ πάντως τὸ ὄνομα τοῦτο προωμολόγησε.