Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Gregory of Nyssa PG 44-46
Refutatio confessionis Eunomii
Euno 186.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
186.1
διπλῆς δὲ οὔσης τῆς τοῦ παρακαλεῖν σημασίας, μιᾶς μὲν διὰ τῶν τιμητικῶν ῥημάτων τε καὶ σχημάτων, ὑπὲρ ὧν, ἄν τινος δεόμενοι τύχωμεν, εἰς συμπάθειαν αὐτὸν ἐπαγόμεθα, ἑτέρας δὲ τῆς θεραπευτικῆς τῶν ψυχικῶν τε καὶ σωματι κῶν παθημάτων ἐπινοίας, τῶν καθ' ἑκάτερον σημαινομένων ἐπίσης ἡ ἁγία γραφὴ προσμαρτυρεῖ τῇ θείᾳ φύσει τοῦ παρακλήτου τὴν ἔννοιαν. νῦν μὲν γὰρ ὁ Παῦλος τὴν ἰατι κὴν ἡμῶν τοῦ θεοῦ δύναμιν διὰ τῆς παρακλήσεως ἡμῶν παρίστησι λέγων Ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ἐν τῇ παρουσίᾳ Τίτου, πάλιν δὲ κατὰ τὴν ἑτέραν διάνοιαν πρὸς τοὺς Κορινθίους γράφων ταῦτα διέξεισιν ὅτι Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ.

Intertext edge

Open linked passage

Note