Gregory of Nyssa PG 44-46
Refutatio confessionis Eunomii
Euno 187.1
Choose a text
More by Gregory of Nyssa (gregory-of-nyssa)
—
Pg Scrape Grc
187.1
Τούτων οὖν οὕτως ἐχόντων, ὅπως ἂν ἐπὶ τοῦ πνεύ ματος νοήσῃς τοῦ παρακλήτου τὸ ὄνομα, τῆς τοῦ πατρός τε καὶ τοῦ υἱοῦ κοινωνίας καθ' ἑκάτερον τῶν σημαινομένων οὐκ ἀποστήσεις. οὔκουν ἐν τῷ μέρει τούτῳ οὐδὲ βουλό μενος κατασμικρύνειν τὴν τοῦ ἁγίου πνεύματος δόξαν δε δύνηται, ἐκεῖνο προσμαρτυρῶν αὐτῷ, ὅπερ καὶ τῷ πατρὶ καὶ τῷ υἱῷ παρὰ τῆς ἁγίας γραφῆς ἀνατίθεται. πνεῦμα δὲ ἀληθείας εἰπὼν ὁ Εὐνόμιος αὐτὸς μέν, ὡς οἶμαι, τὸ ὑποχείριον ἠβουλήθη διὰ τῆς τοιαύτης παραστῆσαι φωνῆς, ἐπειδὴ ἀλήθεια μὲν ὁ Χριστός ἐστιν, ἐκεῖνο δὲ πνεῦμα ἀληθείας ὠνόμασεν, ὡς εἴ τις λέγοι κτῆμα εἶναι τῆς ἀλη θείας καὶ ὑποχείριον, οὐκ εἰδὼς ὅτι δικαιοσύνη ὁ θεὸς λέγεται καὶ οὐ δήπου κτῆμα τῆς δικαιοσύνης τὸν θεὸν
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).