Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 188 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
188.1
ἐνοήσαμεν. ὥστε καὶ τὸ πνεῦμα τῆς ἀληθείας μαθόν τες τὴν θεοπρεπῆ διάνοιαν παρὰ τῆς φωνῆς ἐδεξάμεθα, τῷ ἐπαχθέντι λόγῳ πρὸς τὸ κρεῖττον χειραγωγούμενοι. εἰπὼν γὰρ ὁ κύριος τὸ πνεῦμα τῆς ἀληθείας εὐθὺς ἐπή γαγεν" 1ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται" 2, ὅπερ οὐδενὶ τῶν ἐν τῇ κτίσει νοουμένων ἡ φωνὴ τοῦ κυρίου προσεμαρτύρησεν, οὐ τοῖς ὁρωμένοις, οὐ τοῖς ἀοράτοις, οὐ θρόνοις, οὐκ ἀρ χαῖς, οὐκ ἐξουσίαις, οὐ κυριότησιν, οὐκ ἄλλῳ τινὶ ὀνο μαζομένῳ ὀνόματι οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι. οὗ τοίνυν πᾶσα ἡ κτίσις ἐστὶν ἀμέτοχος, δῆλον ἂν εἴη πάντως ὅτι τοῦτο τῆς ἀκτίστου φύσεως ἴδιόν ἐστι 189 καὶ ἐξαίρετον. οὗτος δὲ πιστεύειν κελεύει εἰς τὸν καθη γητὴν τῆς εὐσεβείας. οὐκοῦν πιστευέτω εἰς τὸν Παῦλόν τε καὶ Βαρνάβαν καὶ Τίτον καὶ Σιλουανὸν καὶ Τιμόθεον καὶ πάντας ἐκείνους, δι' ὧν πρὸς τὴν πίστιν καθωδηγήθημεν. Εἰ γὰρ τὸ καθηγούμενον εἰς εὐσέβειαν μετὰ πατρὸς καὶ υἱοῦ πιστεύεσθαι χρή, πάντες οἱ προ φῆται καὶ νομοθέται καὶ πατριάρχαι κήρυκές τε καὶ εὐαγγε λισταὶ καὶ ἀπόστολοι ποιμένες τε καὶ διδάσκαλοι ὁμοτίμως ἔχουσι πρὸς τὸ πνεῦμα τὸ ἅγιον, καθηγηταὶ τοῖς μετ' ἐκεί νους τῆς εὐσεβείας γενόμενοι. 190 Γενόμενος, φησί, ὑπὸ τοῦ μόνου θεοῦ διὰ τοῦ μονογενοῦς. ἀνακεφαλαιοῦται πᾶσαν αὑτοῦ τὴν ἀσέβειαν διὰ τῶν εἰρημένων· πάλιν μόνον θεὸν τὸν πατέρα κατονομάζει, ὀργάνῳ κεχρημένον τῷ μονογενεῖ πρὸς τὴν κατασκευὴν τοῦ πνεύματος. ποίαν εὑρὼν ἐκ τῆς γραφῆς σκιὰν τοῦ τοιούτου νοήματος ταῦτα τολμᾷ; ἐκ ποίας ἀρ χῆς δι' ἀκολούθου πρὸς τὸ τοιοῦτο πέρας προήγαγε τὴν ἀσέβειαν; τίς τῶν εὐαγγελιστῶν φησι, τίς ἀπόστολος, τίς προφήτης; πᾶν μὲν οὖν τοὐναντίον πᾶσα γραφὴ θεόπνευ στος ἡ διὰ τῆς ἐπιπνοίας τοῦ πνεύματος ἀναγραφεῖσα μαρ τυρεῖ τῷ πνεύματι τὴν θεότητα, οἷον (κρεῖττον γὰρ δι' αὐτῶν τῶν μαρτυριῶν ἀποδεῖξαι τὸν λόγον) οἱ λαβόντες ἐξουσίαν τοῦ τέκνα θεοῦ γενέσθαι μαρτυροῦσι τῷ πνεύματι 191 τὴν θεότητα. τίς γὰρ ἀγνοεῖ τὴν τοῦ κυρίου φωνήν, ὅτι οἱ ἐκ τοῦ πνεύματος γεννηθέντες θεοῦ τέκνα εἰσίν; οὕτω γὰρ διαρρήδην μαρτυρεῖ τῷ ἁγίῳ πνεύματι τῶν τοῦ θεοῦ τέκνων τὴν γέννησιν εἰπὼν ὅτι, ὥσπερ τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, οὕτω καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. ὅσοι δὲ ὑπὸ τοῦ πνεύματος ἐγεν νήθησαν, θεοῦ τέκνα προσηγορεύθησαν. οὕτω καὶ τοῦ κυρίου διὰ τοῦ προσφυσήματος δεδωκότος τοῖς μαθηταῖς τὸ πνεῦμα τὸ ἅγιον, φησὶν ὁ Ἰωάννης Ἐκ τοῦ πληρώματος 192 αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. ἐν αὐτῷ δὲ κατοικεῖν τὸ πλήρωμα τῆς θεότητος ὁ μέγας Παῦλος διαμαρτύρεται, ἀλλὰ καὶ ἔτι διὰ τοῦ προφήτου Ἠσαΐου περὶ τῆς γενομένης αὐτῷ θεοφανείας, ὅτε εἶδε τὸν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ἡ μὲν ἀρχαιοτέρα παράδοσις τὸν πατέρα εἶναι λέγει τὸν ὀφθέντα, ὁ δὲ εὐαγγελιστὴς Ἰωάννης εἰς τὸν κύριον ἀναφέρει τὴν προφητείαν, λέγων περὶ τῶν μὴ πεπιστευκότων Ἰουδαίων τὰς τῷ προφήτῃ ῥηθείσας περὶ τοῦ κυρίου φωνὰς ὅτι Ταῦτα εἶπεν Ἠσαΐας, ὅτε εἶδε τὴν 193 δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. ὁ δὲ μέγας Παῦλος τῷ ἁγίῳ πνεύματι τὸν αὐτὸν τοῦτον λόγον προσεμαρτύρησεν ἐν τῇ γενομένῃ αὐτῷ πρὸς τοὺς Ἰουδαίους κατὰ τὴν Ῥώμην δημηγορίᾳ, ὅτε φησὶ Καλῶς εἶπε περὶ ὑμῶν τὸ πνεῦμα τὸ ἅγιον ὅτι Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, δεικνὺς ὡς οἶμαι δι' αὐτῆς τῆς ἁγίας γραφῆς, ὅτι πᾶσα ὀπτασία θειο τέρα καὶ πᾶσα θεοφάνεια καὶ πᾶς λόγος ἐκ προσώπου θεοῦ λεγόμενος ἐπὶ τοῦ πατρὸς νοεῖται καὶ ἐπὶ τοῦ υἱοῦ 194 καὶ ἐπὶ τοῦ πνεύματος τοῦ ἁγίου. διὰ τοῦτο τοῦ Δαβὶδ εἰπόντος ὅτι Παρώργισαν τὸν θεὸν ἐν τῇ ἐρήμῳ καὶ παρώ ξυναν αὐτὸν ἐν γῇ ἀνύδρῳ, ὁ ἀπόστολος εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀναφέρει τὰ παρὰ τῶν Ἰσραηλιτῶν κατὰ τοῦ θεοῦ γεγενημένα, οὕτω γράψας τῷ ῥήματι· Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, καὶ τὰ ἄλλα πάντα τῷ προσώπῳ τοῦ ἁγίου πνεύματος ἀνατίθησιν, ὅσα ἡ προφητεία πρὸς θεὸν ἀναφέρει. οἱ δὲ τρεῖς ἡμῖν θεοὺς διὰ τῶν τοιούτων ἐπιθρυλοῦντες δογμάτων οὔπω τάχα οὐδὲ 195 ἀριθμεῖν ἐδιδάχθησαν. εἰ γὰρ ὁ υἱὸς καὶ ὁ πατὴρ οὐ μερίζονται ἀπ' ἀλλήλων εἰς δυϊκὴν σημασίαν (ἓν γάρ εἰσι καὶ οὐχὶ δύο κατὰ τὴν τοῦ κυρίου φωνήν), ἓν δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον, πῶς τὸ ἓν τῷ ἑνὶ συντιθέμενον εἰς τριῶν θεῶν ἀριθμὸν διασχίζεται; ἢ δῆλον πάντως ἐστὶν ὅτι οὐκ ἄν τις ἐπικαλέσειεν ἡμῖν τριῶν θεῶν ἀριθμόν, μὴ πρότερον αὐτὸς θεῶν δυάδα ἐν τῷ ἰδίῳ δόγματι κατασκευάζων. Τοῖς γὰρ δύο τὸ ἓν συντιθέμενον τὴν τριάδα τῶν θεῶν ἀπερ γάζεται. παρ' ὧν δὲ εἷς προσκυνεῖται θεὸς ἐπ' ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, ποίαν ἔχει χώραν ἡ τῶν τριῶν θεῶν κατηγορία; 196 Ἀλλ' ἐπαναλάβωμεν πάντα τοῦ Εὐνομίου τὸν λόγον. γενόμενος, φησί, παρὰ τοῦ μόνου θεοῦ διὰ τοῦ μονογενοῦς [καὶ τοῦτο]. τίς οὖν ἡ ἀπόδειξις τοῦ καὶ τοῦτο ἐν τῶν παρὰ τοῦ μονογενοῦς γεγονότων εἶναι; πάντα δι' αὐτοῦ γεγενῆσθαι πάντως ἐροῦσιν, ἐν δὲ τοῖς πᾶσι συμπεριειλῆφθαι καὶ τοῦτο. πρὸς οὓς ἐροῦμεν ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, ὅσα ἐγένετο, ἐγένετο δέ, καθὼς ὁ Παῦ λός φησιν, ὁρατά τε καὶ ἀόρατα, θρόνοι ἀρχαὶ ἐξουσίαι κυριότητες δυνάμεις, ἐν δὲ τοῖς ἀπηριθμημένοις διὰ τῶν θρόνων τε καὶ τῶν δυνάμεων τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ ὑπὸ τοῦ Παύλου κατείλεκται. ἕως τούτου τὰ 197 πάντα. τὸ δὲ πνεῦμα τὸ ἅγιον ὡς ὑπὲρ τὴν φύσιν τῶν γεγονότων ἐν τῇ ἀπαριθμήσει τῶν ὄντων ὁ Παῦλος ἀπεσιώ πησεν, οὔτε τὸ γενέσθαι οὔτε τὸ ὑποτετάχθαι διὰ τῶν ἑαυτοῦ λόγων ἡμῖν ἐνδειξάμενος· ἀλλ' ὥσπερ ὁ προφήτης ἀγαθὸν καὶ εὐθὲς καὶ ἡγεμονικὸν ὀνομάζει τὸ πνεῦμα τὸ ἅγιον, διὰ τοῦ ἡγεμονικοῦ τὸ ἀρχικὸν ἐνδεικνύμενος, οὕτω καὶ ὁ ἀπόστολος πάντα ἐν πᾶσιν ἐνεργεῖν καθὼς βούλεται διοριζόμενος τὴν αὐθεντικὴν ἐξουσίαν προσμαρτυρεῖ τῇ ἀξίᾳ τοῦ πνεύματος. ὁ δὲ κύριος τὴν αὐτεξούσιον αὐτοῦ δύνα μίν τε καὶ ἐνέργειαν ἐν τῷ πρὸς Νικόδημον λόγῳ φανερὰν 198 ποιεῖ λέγων ὅτι Τὸ πνεῦμα ὅπου θέλει πνεῖ. πῶς οὖν ὁ Εὐνόμιος ἓν καὶ τοῦτο τῶν γεγονότων εἶναι παρὰ τοῦ υἱοῦ διορίζεται, τῇ ἀϊδίῳ ὑποταγῇ καταδεδικασμένον; καθ άπαξ γάρ, φησίν, ὑποτεταγμένον, οὐκ οἶδα ποίῳ τῆς ὑποταγῆς εἴδει τὸ ἡγεμονικόν τε καὶ ἀρχικὸν ὑποζεύξας. πολύσημος γὰρ ἡ τοιαύτη φωνὴ παρὰ τῇ ἁγίᾳ γραφῇ καὶ πολυτρόπως νοουμένη καὶ λεγομένη. καὶ γὰρ καὶ τὴν ἄλογον φύσιν ὑποτετάχθαι φησὶν ὁ προφήτης, καὶ τοὺς ἐν πολέμῳ κεκρατημένους τῷ αὐτῷ ὑπάγει ὀνόματι, καὶ Δού λους τοῖς ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, νομοθετεῖ ὁ ἀπό στολος, καὶ τὰ τέκνα ἐν ὑποταγῇ ἔχειν τοὺς τῆς ἱερωσύ νης προεστηκότας διακελεύεται, ὡς τῆς γινομένης παρ' αὐτῶν ἀταξίας καθ' ὁμοιότητα τῶν Ἠλεὶ τοῦ ἱερέως παί 199 δων εἰς τοὺς πατέρας διαβαινούσης. ἀλλὰ καὶ πάντων τῶν ἀνθρώπων τὴν πρὸς τὸν θεὸν ὑποταγήν, ὅταν ἑνωθέντες οἱ πάντες ἀλλήλοις διὰ τῆς πίστεως ἓν σῶμα τοῦ κυρίου τοῦ ἐν πᾶσιν ὄντος γενώμεθα, τοῦ υἱοῦ πρὸς τὸν πατέρα ὑπο ταγὴν ὁ ἀπόστολος λέγει, τῆς παρὰ πάντων ὁμοθυμαδὸν γινομένης τῷ υἱῷ προσκυνήσεως παρά τε τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων καὶ τῶν καταχθονίων εἰς τὴν τοῦ πατρὸς δόξαν διαβαινούσης, οὕτως εἰπόντος τοῦ Παύλου ὅτι Αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. Οὗ γενομένου τὸν ἐν πᾶσιν ὄντα υἱὸν διὰ τῆς τῶν πάντων ἐν οἷς ἐστιν ὁ υἱὸς ὑποταγῆς αὐτὸν ὑποτάσσεσθαι τῷ πατρὶ ἡ μεγάλη τοῦ Παύλου δια βεβαιοῦται σοφία. τίνα οὖν ἐπιθρυλεῖ τῷ πνεύματι τὴν καθάπαξ ὑποταγὴν ὁ Εὐνόμιος, οὐκ ἔστιν ἐκ τῆς προσριφείσης παρ' αὐτοῦ διδαχθῆναι φωνῆς, τῶν ἀλόγων ἢ τῶν αἰχμαλώτων ἢ τῶν οἰκετῶν ἢ τῶν σωφρονιζομένων τέκνων ἢ τῶν διὰ τῆς ὑποταγῆς σῳζομένων. ἡ γὰρ πρὸς τὸν θεὸν τῶν ἀνθρώπων ὑποταγὴ σωτηρία τοῖς ὑποτασσο μένοις ἐστὶ κατὰ τὴν τοῦ προφήτου φωνήν, ἥ φησιν ὑπο τάσσεσθαι τῷ θεῷ τὴν ψυχήν, ἐπειδὴ παρ' αὐτοῦ γίνεται διὰ τῆς ὑποταγῆς τὸ σωτήριον, ὡς εἶναι τὴν ὑποταγὴν τῆς 1 ἀπωλείας ἀλεξητήριον. ὥσπερ τοίνυν ἡ ἰατρικὴ τοῖς νο σοῦσι σπουδάζεται, οὕτω καὶ ἡ ὑποταγὴ τοῖς δεομένοις τῆς σωτηρίας. τὸ δὲ πνεῦμα τὸ ἅγιον τὸ ζωοποιοῦν τὰ πάντα ποίας ἐνδεές ἐστι ζωῆς, ἵνα διὰ τῆς ὑποταγῆς τὴν σωτηρίαν ἑαυτῷ κατακτήσηται; ἐπειδὴ τοίνυν οὔτε ἀπό τινος θείας φωνῆς τὸ τοιοῦτον ἐπιθρυλεῖν ἔχει τῷ πνεύματι οὔτε ἐκ τῆς τῶν εἰκότων λογισμῶν ἀκολουθίας ταύτην κατὰ τοῦ ἁγίου πνεύματος τὴν βλασφημίαν προήκατο, δῆλον ἂν εἴη τοῖς γε νοῦν ἔχουσιν, ὅτι ἀσυνηγόρητον ἐκτίθεται κατ' αὐτοῦ τὴν ἀσέβειαν, οὔτε μαρτυρίᾳ τινὶ γραφικῇ οὔτε μὴν ἀκολουθίᾳ λογισμῶν κρατυνομένην. 2 Προστίθησι δὲ τούτοις ὅτι οὔτε κατὰ τὸν πατέρα οὔτε τῷ πατρὶ συναριθμούμενος· εἷς γάρ ἐστι καὶ μόνος πατὴρ ὁ ἐπὶ πάντων θεός, οὔτε τῷ υἱῷ συνεξισούμενος· μονογενὴς γάρ ἐστιν ὁ υἱὸς οὐδένα ἔχων ὁμογενῆ. ἐγὼ μὲν εἴ γε τοῦτο μόνον τῷ λόγῳ προσέθηκε, τὸ μὴ εἶναι πατέρα τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον, μάταιον καὶ οὕτως ἂν ᾤμην τοῖς παρὰ μηδενὸς ἀμφισβητουμένοις ἐμφιλοχωρεῖν, ἐκεῖνα περὶ αὐτοῦ νοεῖν κωλύοντα, ἅπερ οὐδ' ἂν τῶν ἄγαν τις ἀνοήτων ὑπο νοήσειεν. ἐπειδὴ δὲ διὰ τῶν ἀνοικείων τε καὶ ἀπροσκόλλων κατασκευάζειν ἐπιχειρεῖ τὴν ἀσέβειαν, δι' ὧν μὴ εἶναι λέγει τοῦ μονογενοῦς πατέρα τὸ πνεῦμα τὸ ἅγιον, διὰ τού των ἀποδεικνύειν οἰόμενος τὸ εἶναι ὑποτεταγμένον καὶ ὑπο χείριον, τούτου χάριν εἰς ἔλεγχον τῆς ἀνοίας αὐτοῦ τῶν ῥημάτων τούτων τὴν μνήμην ἐποιησάμην, ὃς οἴεται ἀπο δεικνύειν ὑποτεταγμένον τῷ πατρὶ τὸ πνεῦμα, διότι οὐκ 3 ἔστι πατὴρ τοῦ μονογενοῦς τὸ πνεῦμα. ἐκ ποίας γὰρ τὸ τοιοῦτον ἀνάγκης κατασκευάζεται ὡς, εἰ μὴ πατὴρ εἴη, καὶ ὑποτετάχθαι πάντως; εἰ μὲν οὖν ἀποδέδεικτο ταὐτὸν εἶναι τῷ σημαινομένῳ πατέρα καὶ τύραννον, ἀκόλουθον ἦν περὶ τὸν πατέρα νοηθείσης τῆς τυραννίδος ὑποτετάχθαι λέγειν τὸ πνεῦμα τῷ κατὰ τὴν ἐξουσίαν προέχοντι. εἰ δὲ διὰ τοῦ πατρὸς ἡ πρὸς τὸν υἱὸν σχέσις νοεῖται μόνη, οὐδὲν δὲ τυραννικὸν καὶ ἐξουσιαστικὸν νόημα διὰ ταύτης τῆς φωνῆς παρεισάγεται, πῶς ἀκολουθεῖ τῷ μὴ εἶναι πατέρα τοῦ υἱοῦ 4 τὸ ὑποτετάχθαι τὸ πνεῦμα; οὔτε τῷ υἱῷ, φησί, συν εξισούμενον. πῶς ταῦτά φησι; τὸ γὰρ ἄφθαρτόν τε καὶ ἄτρεπτον καὶ κακοῦ παντὸς ἀνεπίδεκτον καὶ ἀεὶ ὡσαύτως ἐν τῷ ἀγαθῷ διαμένον οὐδεμίαν ἔχει παραλλαγὴν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος. ἐπίσης γὰρ τὸ τοῦ πνεύματος ἄφθαρτον τῆς φθορᾶς ἠλλοτρίωται καὶ τὸ τῇ φύσει ἀγαθὸν ὡσαύτως τοῦ ἐναντίου κεχώρισται καὶ τὸ ἐν παντὶ ἀγαθῷ τέλειον ὁμοίως ἀνενδεῶς ἔχει τοῦ πλείονος. ταῦτα δὲ πάντα λέγειν περὶ τοῦ πνεύματος ἡ θεόπνευστος διδάσκει γραφή, ἀγαθὸν καὶ σοφὸν καὶ ἄφθαρτον καὶ ἀθάνατον καὶ πάντα τὰ ὑψηλὰ καὶ [τὰ] θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα προσμαρτυροῦσα τῷ πνεύματι. εἰ οὖν ἐν οὐδενὶ τούτων ἠλάττωται, [ἐν] τίνι τὸ ἄνισον τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διαμετρεῖ ὁ Εὐνόμιος; 5 Μονογενὴς γάρ ἐστι, φησίν, ὁ υἱός, οὐδένα ἔχων ἀδελφὸν ὁμογενῆ. ἀλλὰ περὶ τοῦ μὴ δεῖν μετὰ ἀδελφῶν νοεῖν τὸν μονογενῆ ἐν τῷ λόγῳ τῷ περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως διειλήφαμεν. τὸ δὲ παρὰ τού του νῦν διὰ κακουργίας προσριφὲν τῷ λόγῳ προσήκει μὴ παραδραμεῖν ἀνεξέταστον. τοῦ γὰρ ἐκκλησιαστικοῦ δόγμα τος μίαν ἐν πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ δύναμίν τε καὶ ἀγαθότητα καὶ οὐσίαν καὶ δόξαν καὶ πάντα τὰ τοιαῦτα κηρύσσοντος πλὴν τῆς κατὰ τὰς ὑποστάσεις δια φορᾶς, οὗτος ὅταν μὲν βούληται κοινοποιῆσαι πρὸς τὴν κτίσιν τοῦ μονογενοῦς τὴν οὐσίαν, πρωτότοκον αὐτὸν λέγει πάσης τῆς κτίσεως κατὰ τὴν προαιώνιον ὕπαρξιν, ἀδελφὰ τοῦ κυρίου πάντα τὰ ἐν τῇ κτίσει νοούμενα διὰ τῆς φωνῆς ταύτης εἶναι ἀποφαινόμενος· ὁ γὰρ πρωτότοκος οὐ τῶν ἑτερογενῶν, ἀλλὰ τῶν ὁμογενῶν πάντως ἐστὶ πρωτότοκος· ὅταν δὲ τῆς πρὸς τὸν υἱὸν συναφείας ἀποσχίζῃ τὸ πνεῦμα, μονογενῆ αὐτὸν λέγει, μὴ ἔχοντα ἀδελφὸν ὁμογενῆ, οὐχ ἵνα ἄνευ ἀδελφῶν αὐτὸν νοήσῃ, ἀλλ' ἵνα διὰ τούτου κατα σκευάσῃ περὶ τοῦ πνεύματος τὸ κατὰ τὴν οὐσίαν ἀλλό 6 τριον. τὸ μὲν γὰρ μὴ λέγειν" 1ἀδελφὸν" 2 τὸ πνεῦμα τὸ ἅγιον παρὰ τῆς γραφῆς μεμαθήκαμεν· τὸ δὲ μὴ δεῖν ὁμογενὲς τῷ υἱῷ λέγειν τὸ πνεῦμα οὐδαμόθεν ἐκ τῶν θείων ἀποδείκνυται λόγων. εἰ γὰρ ἡ ζωοποιὸς δύναμις ἐν πατρὶ καὶ υἱῷ ἀποδείκνυται καὶ πνεύματι ἁγίῳ κατὰ τὴν τοῦ εὐαγγελίου φωνήν, εἰ τὸ ἄφθαρτόν τε καὶ ἄτρεπτον καὶ τὸ κακοῦ παντὸς ἀνεπίδεκτον, εἰ τὸ ἀγαθὸν καὶ τὸ εὐθὲς καὶ τὸ ἡγεμονικὸν καὶ τὸ πάντα ἐν πᾶσιν ἐνεργοῦν καθὼς βούλεται, εἰ πάντα τὰ τοιαῦτα ὡσαύτως ἔστιν ἰδεῖν ἐπὶ πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου, πῶς ἔστι διὰ 7 τῆς ἐν τούτοις ταὐτότητος τὸ ἑτερογενὲς ἐννοῆσαι; Οὐκοῦν τὸ μὴ δεῖν ἀδελφότητά τινα περὶ τὸν μονογενῆ θεωρεῖν ὁ τῆς εὐσεβείας συντίθεται λόγος, τὸ δὲ μὴ εἶναι τῷ υἱῷ ὁμογενὲς τὸ πνεῦμα, τῷ εὐθεῖ τὸ εὐθές, τῷ ἀγαθῷ τὸ ἀγαθόν, τῷ ζωοποιῷ τὸ ζωοποιόν, τοῦτο τῆς αἱρετικῆς κακουργίας ἐκ τῆς τοῦ λόγου ἀκολουθίας σαφῶς ἀποδέ δεικται. τί οὖν διὰ τούτων κολοβοῦται ἡ μεγαλειότης τοῦ πνεύματος; οὐδὲν γάρ ἐστι τὸ πλεονασμὸν ἢ ὕφεσιν ἐμποι ῆσαι δυνάμενον ἐκ τῶν θεοπρεπῶν νοημάτων, ὧν πάντων κατὰ τὸ ἴσον ἐπιλεγομένων τῷ τε υἱῷ καὶ τῷ πνεύματι παρὰ τῆς ἁγίας γραφῆς ἐν τίνι βλέπει τὸ ἄνισον οὐκ ἂν εἰπεῖν ἔχοι. ἀλλὰ γυμνὴν καὶ ἀκατάσκευον καὶ μηδεμιᾶς ἠρτημένην ἀκολουθίας τὴν κατὰ τοῦ ἁγίου πνεύματος προ φέρει ἀσέβειαν. 8 Οὔτε μὴν ἄλλῳ, φησί, τινὶ συντασσόμενον· ἁπάντων γὰρ ἀναβέβηκε τῶν διὰ τοῦ υἱοῦ γε νομένων ποιημάτων γενέσει καὶ φύσει καὶ δόξῃ καὶ γνώσει, ὡς πρῶτον ἔργον καὶ κρά τιστον τοῦ μονογενοῦς μέγιστόν τε καὶ κάλλι στον. ἐγὼ δὲ τὸ μὲν ἀπαίδευτον καὶ συρφετῶδες τῆς λέ ξεως ἄλλοις κωμῳδεῖν καταλείψω, ἀπρεπὲς εἶναι κρίνων πρεσβυτικῇ πολιᾷ τὴν ἐν τοῖς ῥήμασιν ἀπαιδευσίαν προφέ ρειν τῷ ἀσεβοῦντι εἰς τὸν προκείμενον λόγον. ἐκεῖνο δὲ 9 προσθήσω τῇ ἐξετάσει. εἰ πάντων ἀναβέβηκε τῶν τοῦ υἱοῦ" 1ποιημάτων" 2 τὸ πνεῦμα (χρήσομαι γὰρ αὐτοῦ τῇ σεσο λοικισμένῃ ταύτῃ καὶ ἀνοήτῳ φωνῇ, μᾶλλον δὲ πρὸς τὸ σαφέστερον διὰ τῆς ἐμαυτοῦ λέξεως παραστήσω τὸ νόημα), εἰ πάντων προέχει τῶν παρὰ τοῦ υἱοῦ γεγονότων, ἀσύν τακτόν ἐστι τῇ λοιπῇ κτίσει τὸ πνεῦμα τὸ ἅγιον· καὶ εἰ πλεονεκτεῖ δέ, καθώς φησιν ὁ Εὐνόμιος, τῷ πρὸ τῶν ἄλ λων γενέσθαι, ἀνάγκη πᾶσα καὶ ἐπὶ τῆς ἄλλης κτίσεως τὰ τῇ γενέσει κατὰ τὴν τάξιν προήκοντα τῶν ἐφεξῆς αὐτὸν ὁμολογεῖν προτιμότερα. ἀλλὰ μὴν τῆς τοῦ ἀνθρώπου 210 κατασκευῆς ἡ τῶν ἀλόγων προϋπέστη φύσις. οὐκοῦν κατα σκευάσει πάντως διὰ τούτων προτιμοτέραν εἶναι τῆς λογικῆς οὐσίας τὴν ἄλογον. οὕτω καὶ ὁ Κάϊν τοῦ Ἄβελ κρείττων κατὰ τὸν τοῦ Εὐνομίου λόγον δειχθήσεται, προτερεύων τῷ χρόνῳ κατὰ τὴν γένεσιν, οὕτω καὶ τῶν ἐκ τῆς γῆς φυο μένων ἁπάντων ἐλάττων καὶ καταδεεστέρα ἡ τῶν ἄστρων φύσις ἀναδειχθήσεται· τὰ μὲν γὰρ τῇ τρίτῃ τῶν ἡμερῶν ἐκ τῆς γῆς ἐξανέτειλεν, οἱ δὲ μεγάλοι φωστῆρες καὶ τὰ ἄστρα πάντα κατὰ τὴν τετάρτην γεγενῆσθαι παρὰ τοῦ 211 Μωϋσέως ἱστόρηνται. ἀλλὰ μὴν οὐδεὶς οὕτως ἀνόητος, ὡς τῶν οὐρανίων θαυμάτων τὴν γηΐνην πόαν προτιμοτέραν διὰ τὰ τοῦ χρόνου πρεσβεῖα λογίσασθαι ἢ τῷ Κάϊν δοῦναι κατὰ τοῦ Ἄβελ τὰ νικητήρια ἢ ὑποζεῦξαι τοῖς ἀλόγοις τὸν ἄνθρωπον τὸν μετ' ἐκεῖνα γενόμενον. οὐκ ἄρα νοῦν ἔχει τινὰ τὸ παρὰ τούτου λεγόμενον, ὅτι διὰ τὸ πρὸ τῶν ἄλλων γενέσθαι τὸ πνεῦμα προτιμοτέραν ἔχει τῶν ἐφεξῆς γεγονότων τὴν φύσιν. 212 Ἴδωμεν δὲ καὶ οἷα χαρίζεται τῇ δόξῃ τοῦ πνεύματος ὁ τῆς πρὸς τὸν υἱὸν κοινωνίας ἀπομερίσας. εἷς γάρ, φησίν, καὶ οὗτος ὢν καὶ πρῶτος καὶ μόνος καὶ πάντων προύχων τῶν τοῦ υἱοῦ ποιημάτων κατὰ τὴν οὐσίαν καὶ τὴν φυσικὴν ἀξίαν, πᾶσαν ἐν έργειαν καὶ διδασκαλίαν ἐξανύων κατὰ τὸ δο κοῦν τῷ υἱῷ, πεμπόμενος ὑπ' αὐτοῦ καὶ παρ' αὐτοῦ λαμβάνων καὶ ἀναγγέλλων τοῖς παι δευομένοις καὶ τῆς ἀληθείας ἡγούμενος. πᾶ σάν φησιν ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύειν τὸ πνεῦμα τὸ ἅγιον. ποίαν ἐνέργειαν; πότερον ἐκείνην ἣν καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς κατὰ τὸν τοῦ κυρίου λόγον ἐνεργεῖ ὁ ἕως ἄρτι ἐργαζόμενος τὴν ἀνθρωπίνην σωτηρίαν ἢ ἄλλην 213 τινὰ παρὰ ταύτην; εἰ μὲν γὰρ ἐκεῖνα ἐργάζεται, τὴν αὐτὴν ἐκείνῳ πάντως δύναμίν τε καὶ φύσιν ἔχει, καὶ τὸ τοῦ θεοῦ ἑτερογενὲς ἐπὶ τοῦ τοιούτου χώραν οὐκ ἔχει. ὡς γὰρ εἴ τι τὰ τοῦ πυρὸς ἐνεργοίη λάμπον τε καὶ θερμαῖνον ὡσαύτως, πῦρ ἐστι πάντως, οὕτως εἰ τὰ τοῦ πατρὸς ἔργα τὸ πνεῦμα ποιεῖ, τῆς αὐτῆς αὐτῷ πάντως φύσεως εἶναι ὁμολογεῖται. εἰ δὲ ἄλλο τι παρὰ τὴν σωτηρίαν ἡμῶν ἐνεργεῖ καὶ εἴς τι τῶν ἐναντίων ἐπιδείκνυται τὴν ἐνέργειαν, ἄλλης φύσεώς τε καὶ οὐσίας διὰ τούτων ἐπιδειχθήσεται. ἀλλὰ μὴν ζωοποιεῖν ὁμοίως πατρί τε καὶ υἱῷ τὸ πνεῦμα αὐτὸς ὁ λόγος δια 214 μαρτύρεται. Οὐκοῦν τὸ μὴ ἀπεξενῶσθαι πάντως τῆς τε τοῦ πατρὸς καὶ τῆς τοῦ υἱοῦ φύσεως τὸ πνεῦμα διὰ τῆς ταὐτότητος τῶν ἐνεργημάτων παρίσταται. καὶ πρὸς τὸ ἐνέργειαν καὶ διδασκαλίαν ἐξανύειν τὸ πνεῦμα κατὰ τὸ δοκοῦν τῷ υἱῷ οὐ μαχόμεθα· ἓν γὰρ βού λημα εἶναι πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου ἡ τῆς φύσεως κοινωνία διαμαρτύρεται, ὥστε εἰ ἐκεῖνο βούλεται τὸ πνεῦμα τὸ ἅγιον, ὃ δοκεῖ τῷ υἱῷ, ἡ κοινωνία τοῦ θελή ματος σαφῶς παρίστησι τὴν τῆς οὐσίας ἑνότητα. 215 Ἀλλὰ πεμπόμενος, φησίν, παρ' αὐτοῦ καὶ παρ' αὐτοῦ λαμβάνων καὶ ἀναγγέλλων τοῖς παιδευομένοις καὶ τῆς ἀληθείας ἡγούμενος. 216 εἰ μὴ προειρήκει ταῦτα περὶ τοῦ πνεύματος, πάντως ἂν περί τινος τῶν ἐν ἀνθρώποις διδασκάλων ταῦτα λέγεσθαι ὁ ἀκούων ἐνόμισε. ταὐτὸν γάρ ἐστιν τῷ πέμπεσθαι τὸ ἀποστέλλεσθαι καὶ τὸ μηδὲν οἴκοθεν ἔχειν, ἀλλ' ἐκ τῆς χάριτος λαμβάνειν τοῦ ἀποστέλλοντος καὶ διακονεῖν τοῖς διδασκομένοις τὰ ῥήματα καὶ καθηγεῖσθαι τῆς ἀληθείας τοῖς πλανωμένοις. ταῦτα γὰρ πάντα καὶ τῶν νῦν ποιμένων τε καὶ διδασκάλων ἐστί, πέμπεσθαι λαμβάνειν ἀναγγέλλειν διδάσκειν ὑποτίθεσθαι τὴν ἀλήθειαν, ἅπερ χαρίζεται τῷ πνεύματι τῷ ἁγίῳ Εὐνόμιος. Εἰπὼν δὲ πρὸ τούτων ὅτι καὶ εἷς ἐστι καὶ πρῶτος καὶ μόνος καὶ πάντων προύχων, εἰ ἕως τούτου τὸν λόγον ἔστησεν, συνήγορος ἂν 217 τῶν τῆς ἀληθείας ἐφάνη δογμάτων. εἷς γὰρ ὡς ἀληθῶς ἐστιν ὁ ἀχωρίστως ἐν τῷ ἑνὶ θεωρούμενος καὶ πρῶτος ὁ ἐν τῷ πρώτῳ καὶ μόνος ὁ ἐν τῷ μόνῳ. ὡς γὰρ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ καὶ αὐτὸς ὁ ἄνθρωπος εἷς ἐστιν ἄνθρωπος, οὕτως καὶ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐν αὐτῷ καὶ αὐτὸς ὁ θεὸς εἷς ἂν κυρίως ὀνομασθείη θεὸς καὶ πρῶτος καὶ μόνος, χωρισθῆναι ἀπὸ τοῦ ἐν ᾧ ἐστιν οὐ δυνάμενος. νῦν δὲ προσθεὶς τὸ πάντων προύχων τῶν τοῦ υἱοῦ ποιημάτων ἀνατροπὴν θολερὰν τὸν βλάσφημον ἑαυτοῦ λόγον ἀπέδειξε, τῷ ὅπου θέλει πνέοντι καὶ πάντα ἐν πᾶσιν ἐνεργοῦντι τῇ πρὸς τὰ λοιπὰ τῶν ποιημάτων συγκρίσει παρέχων τὰ προτιμότερα. 218 Ἴδωμεν δὲ καὶ ὅσα τούτοις προσέθηκεν. ἁγιάζων, φησίν, τοὺς ἁγίους. τοῦτο καὶ ἐπὶ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ τις λέγων ἀληθῶς ἐρεῖ· ἐν οἷς γὰρ ἂν γένηται ὁ ἅγιος, ἁγίους ποιεῖ, ὡς καὶ ὁ ἀγαθὸς ἀγαθοὺς ἀπεργά ζεται· ἅγιος δὲ καὶ ἀγαθὸς ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, καθὼς ἀποδέδεικται. μυσταγωγῶν, φησί, τοὺς προσιόντας τῷ μυστηρίῳ. τοῦτο καλῶς ἔχει λέγειν περὶ Ἀπολλῶ τοῦ τὴν φυτείαν Παύλου ποτί ζοντος. φυτεύει μὲν γὰρ διὰ τῆς κατηχήσεως ὁ ἀπόστολος, ποτίζει δὲ βαπτίζων ὁ Ἀπολλὼς διὰ τῆς μυστικῆς ἀναγεν νήσεως προσάγων τοὺς παρὰ Παύλου κατηχουμένους τῷ 219 μυστηρίῳ. οὐκοῦν εἰς τὸ ὁμότιμον ἄγει τῷ Ἀπολλῷ τὸ πνεῦμα τὸ διὰ τοῦ βαπτίσματος τελειοῦν τοὺς ἀνθρώπους. διανέμων, φησί, πᾶσαν δωρεάν. τούτῳ καὶ ἡμεῖς συντιθέμεθα. πᾶν γάρ, ὅτιπέρ ἐστιν ἀγαθόν, τῶν τοῦ ἁγίου πνεύματος δωρεῶν μερίς ἐστι. συνεργῶν, φησί, τοῖς πιστοῖς εἰς κατανόησιν καὶ θεωρίαν τῶν δια τεταγμένων. τῶν παρὰ τίνος διατεταγμένων μὴ προσθεὶς ἀμφίβολον τὸν λόγον ἐποίησεν, εἴτε ὀρθῶς εἴτε καὶ ὡς ἑτέ ρως ἔχει. ἀλλ' ἡμεῖς τῇ εὐσεβείᾳ τὸ εἰρημένον προσάξωμεν 2 δι' ὀλίγης προσθήκης. ἐπειδὴ γὰρ εἴτε λόγος σοφίας εἴτε λόγος γνώσεως εἴτε πίστις εἴτε ἀντίληψις εἴτε κυβέρνησις εἴτε τι ἕτερον ἐν τοῖς σῴζουσιν ἡμᾶς ἀναγέγραπται, ταῦτα πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, τούτου ἕνεκεν οὐκ ἀποβάλλομεν τοῦ Εὐνομίου τὸν λόγον, εἰπόντος συνεργεῖν τὸ πνεῦμα τοῖς πιστοῖς πρὸς κατανόησιν καὶ θεωρίαν τῶν παρ' αὐτοῦ διατεταγμένων τοῦ πνεύματος διὰ τὸ πάντα ἡμῖν τὰ ἀγαθὰ διδάγματα παρ' αὐτοῦ διατετάχθαι. ὑπηχῶν, φησίν, εὐχομένοις. τούτου τοῦ ῥητοῦ τὴν διά νοιαν μωρὸν ἂν εἴη κατὰ σπουδὴν ἀπελέγχειν, αὐτόθεν πᾶσιν ἐπίσης τοῦ γελοίου τε καὶ ἀνοήτου τῆς λέξεως ταύ της προφαινομένου. τίς γὰρ οὕτω παράφορος καὶ τῆς δια νοίας ἐξεστηκώς, ὡς ἀναμεῖναι παρ' ἡμῶν μαθεῖν, ὅτι οὐκ ἔστι κώδων ἢ πίθος διάκενος τὸ πνεῦμα τὸ ἅγιον, οἷόν τινι πληγῇ τῇ φωνῇ τοῦ εὐχομένου ὑπηχῶν καὶ δονούμενος; 221 ὁδηγῶν, φησί, πρὸς τὸ συμφέρον. τοῦτο καὶ ὁ πατὴρ καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ. ὁδηγεῖ γὰρ ὡσεὶ πρόβατον τὸν Ἰωσήφ, καὶ ὡδήγησεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ τὸ πνεῦμα τὸ ἀγαθὸν ὁδηγεῖ ἡμᾶς ἐν γῇ εὐθείᾳ. κρατύ νων, φησί, πρὸς εὐσέβειαν. Θεοῦ ἔργον ὁ Δαβὶδ εἶναι λέγει τὸ ἐν εὐσεβείᾳ κρατύνειν τὸν ἄνθρωπον· Κραταίωσις γάρ μου καὶ καταφυγή μου εἶ σύ, φησὶν ὁ προφήτης, καὶ Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ Αὐτὸς δώσει δύναμιν