Refutatio confessionis Eunomii
Gregory of Nyssa (gregory-of-nyssa)Euno 222 · pg-scrape-grcMore by Gregory of Nyssa (gregory-of-nyssa)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/gregory-of-nyssa-2" aria-label="More works by Gregory of Nyssa (gregory-of-nyssa)">
—
⋯
Original / primary: Pg Scrape Grc
222.1
καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. οὐκοῦν ταῦτα εἰ κατὰ τὸν προφητικὸν εἴρηται νοῦν, τῆς θεότητος τοῦ πνεύματος μαρ τυρία ἐστίν· εἰ δὲ ἐναντιοῦται τῇ προφητείᾳ, δι' αὐτοῦ τούτου κατηγορεῖται ἡ βλασφημία, ὅτι τοῖς ἁγίοις προφής ἀντιδοξάζει τῷ λόγῳ. εἶτά φησι φωτίζων τὰς ψυχὰς τῷ φωτὶ τῆς γνώσεως. Ταύτην ὡσαύτως τὴν χάριν πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ ὁ τῆς εὐσεβείας ἀνατίθησι λόγος. ἐκεῖνος γὰρ φωτισμὸς παρὰ τοῦ Δαβὶδ ὀνομάζεται καὶ ἐκεῖθεν τὸ φῶς τῆς γνώσεως τοῖς φωτιζο 223 μένοις ἐγγίνεται. ὡσαύτως δὲ καὶ ἡ κάθαρσις τῶν λογι σμῶν ἴδιον, ὥς φησιν ὁ λόγος, τῆς τοῦ κυρίου δυνάμεως· τὸ γὰρ ἀπαύγασμα τῆς δόξης καὶ ὁ χαρακτὴρ τῆς ὑπο στάσεως τὸν καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ἐποιήσατο τὸ δὲ ἀπείργειν τοὺς δαίμονας, ὃ τοῦ πνεύματος ἴδιόν φησιν ὁ Εὐνόμιος, τοῦτο καὶ ὁ μονογενὴς θεὸς ὁ λέγων τῷ δαίμονι ὅτι Ἐγὼ ἐπιτάσσω σοι, προσμαρτυρεῖ τῇ δυνάμει τοῦ πνεύματος λέγων Εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὥστε οὐκ ἔστι καθαίρεσις τῆς δόξης τοῦ πνεύματος ἡ τῶν δαιμόνων ἀναίρεσις, ἀλλὰ σύστασις τῆς θείας αὐτοῦ καὶ ὑπερεχούσης δυνάμεως. 224 Νοσοῦντας, φησί, θεραπεύων, ἀρρωστοῦντας ἰώμενος, θλιβομένους παρακαλῶν, ὀκλάζοντας ἀνορθῶν, πονοῦντας ἀνακτώμενος. ταῦτα τῶν εὐσεβούντων περὶ τοῦ ἁγίου πνεύματός ἐστι τὰ ῥήματα· οὐ γὰρ ἂν ἄλλῳ τις ἀναθείη τούτων ἑκάστου τὴν ἐνέργειαν πλὴν τῷ θεῷ. Εἰ τοίνυν ἅπερ οὐδενός ἐστι ποιεῖν ἢ θεοῦ μόνου, ταῦτα τῇ δυνάμει τοῦ πνεύματος ἐνεργεῖσθαι διαβεβαιοῦται ἡ αἵρεσις, ἔχομεν ὑπὲρ ὧν σπουδάζομεν καὶ τὴν παρὰ τῶν ἐχθρῶν μαρτυρίαν. πῶς παρὰ τοῦ θεοῦ ὁ προφήτης ζητεῖ τὴν ἴασιν λέγων Ἐλέησόν με, κύριε, ὅτι ἀσθενής εἰμι, ἴασαί με, κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου; 225 τῷ θεῷ λέγει ὁ Ἠσαΐας ὅτι Ἡ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, καὶ τὴν τῶν πλανωμένων ἐπιστροφὴν θεοῦ ἔργον εἶναι ἡ προφητεία μαρτύρεται· Ἐπλανήθησαν γάρ, φησίν, ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, καὶ ἐπήγαγεν ὅτι Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου· καὶ Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιών. ὡσαύτως δὲ καὶ ἡ τῶν θλιβομένων παράκλησις εἰς θεὸν ἀναφέρεται, οὕτως εἰπόντος τοῦ Παύλου Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. 226 καὶ ὁ προφήτης ἐκ προσώπου τοῦ θεοῦ φησιν Ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε. ἡ δὲ τῶν ὀκλαζόντων ἀνόρθωσις μυριοτρόπως ὑπὸ τῆς γραφῆς εἰς τὴν τοῦ θεοῦ δύναμιν ἀναφέρεται· Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ κύριος ἀντελάβετό μου, καὶ Ὅταν πέσῃ, οὐ καταρραχθήσεται, ὅτι κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ, καὶ Κύριος ἀνορθοῖ κατερραγμένους. ἡ δὲ τῶν πονούντων ἀνάκτησις τῆς τοῦ θεοῦ φιλανθρωπίας τὴν ὁμολογίαν ἔχει, εἴπερ ὃ παρὰ τῆς προφητείας ἐμάθομεν καὶ οὗτος ἐνόησε, καθὼς ὁ λόγος φησὶν ὅτι Ἔθου θλίψεις ἐπὶ τῶν νώτων ἡμῶν, ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. 227 Μέχρι μὲν οὖν τούτου διὰ τῆς τῶν ἐχθρῶν μαρτυρίας ἀποδείκνυται τὸ μεγαλεῖον τοῦ πνεύματος· ἐν δὲ τοῖς ἐφεξῆς πάλιν τῷ αἱρετικῷ βορβόρῳ τὸ καθαρὸν τῆς εὐσεβείας καταμολύνεται. φησὶ γὰρ περὶ τοῦ πνεύματος ὅτι τοῖς ἀγωνιζομένοις ὑποφωνεῖ, τοῦτο δὲ τῆς ἐσχάτης ἀνοίας τε καὶ ἀσεβείας τὴν κατηγορίαν ἔχει. ἐν γὰρ τοῖς σταδίοις οἱ μὲν ἀγωνοθετοῦσι τοῖς μέλλουσι τὴν ἀθλητικὴν ἰσχὺν ἐπιδείκνυσθαι, οἱ δὲ τῇ δυνάμει καὶ τῇ τέχνῃ τῶν ἄλλων προέχοντες ὑπὲρ τῆς νίκης ἀθλοῦσι, πρὸς τοὺς κατ' ἀλλήλων ἀγῶνας ἀποδυόμενοι, οἱ δὲ λοιποὶ ταῖς εὐνοίαις πρὸς τοὺς ἀγωνιστὰς μεριζόμενοι, ὅπως ἂν ἔχωσιν ἕκαστος περί τινα τῶν ἀθλητῶν σπουδῆς τε καὶ διαθέσεως, ἐν τῷ καιρῷ τῆς συμπλοκῆς ὑποφωνοῦσιν ἢ τὸ προϊδεῖν τὴν λαβὴν ἢ τὸ μνησθῆναι παλαίσματος ἢ τὸ φυλάξαι διὰ τῆς τέχνης ἑαυτὸν ἀκατάπτωτον. εἰς τίνα τοίνυν τάξιν τὸ πνεῦμα τὸ ἅγιον καθίστησιν ὁ Εὐνόμιος, ἐκ τῶν εἰρημένων 228 κατανοήσατε. ἐν γὰρ τοῖς σταδίοις τῶν μὲν ἀγωνοθετούντων, τῶν δὲ κρινόντων τὴν νόμιμον ἄθλησιν, τῶν δὲ ἀγωνιζομένων, τῶν δὲ τοῖς ἀγωνιζομένοις ὑποφωνούντων, οἵτινες ὁμολογοῦνται πολὺ τῶν ἀθλούντων εἶναι καταδεέστεροι, ὡς ἕνα τῶν ἐκ τοῦ δήμου θεωμένων ἤ τινα τῶν τοῖς ἀθληταῖς ὑπηρετουμένων τὸ πνεῦμα τὸ ἅγιον ὁρᾷ ὁ Εὐνόμιος, ὃ μήτε ἀγωνοθετεῖ μήτε κρίνει τὴν νίκην μήτε πρὸς τὸν ἀντίπαλον ἀγωνίζεται, ἀλλὰ δι' ὑποφωνήσεως συνεργεῖ μὲν πρὸς τὴν νίκην οὐδέν (οὔτε γὰρ συναγωνίζεται οὔτε τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν ἐμποιεῖ), βούλεται δὲ μόνον μὴ δεύτερον δειχθῆναι τῶν ἀντιπάλων τὸν παρ' αὐτοῦ σπουδαζόμενον 229. Καὶ Παῦλος μὲν ἀγωνίζεται πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας καὶ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· τὸ δὲ πνεῦμα τῆς δυνάμεως οὐκ ἐνισχύει τοὺς ἀθλητὰς οὐδὲ διανέμει τοῖς ἀθληταῖς τὰ χαρίσματα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, ἀλλὰ μέχρι τοῦ ὑποφωνεῖν τοῖς συμπλεκομένοις τὴν δύναμιν ἔχει. 230 Πάλιν φησὶ δειλανδροῦντας θρασύνων. ἀλλ' οὗτος μὲν ἀκολουθεῖ κατὰ τὸν ἑαυτοῦ λόγον τῇ προλαβούσῃ κατὰ τοῦ πνεύματος βλασφημίᾳ, φανεροῖ δὲ καὶ διὰ τοῦ ἐχθροῦ στόματος ἑαυτὴν ἡ ἀλήθεια. οὐδενὸς γάρ ἐστιν ἑτέρου θάρσος ἐμποιεῖν τοῖς δειλαινομένοις ἢ θεοῦ μόνου, λέγοντος τῷ δειλιῶντι Μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι, μηδὲν εὐλαβοῦ, ὥς φησιν ὁ προφήτης· Ἐὰν γὰρ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ. ἀλλὰ καὶ αὐτὸς ὁ δεσπότης πρὸς τοὺς δειλιῶντάς φησι Μὴ ταρασσέσθω ἡ καρδία ὑμῶν μηδὲ δειλιάτω, καὶ Τί δειλοί ἐστε, ὀλιγόπιστοι; καὶ Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε, καὶ Θαρσεῖτε πάλιν, ἐγὼ νενίκηκα τὸν κόσμον. οὐκοῦν καὶ ἄκοντος τοῦ Εὐνομίου δι' αὐτῆς τῆς 231 πολεμίας φωνῆς δείκνυσιν ἑαυτὴν ἡ ἀλήθεια. συμφωνεῖ δὲ καὶ ὁ ἐφεξῆς τῷ προάγοντι λόγος. ἁπάντων, φησί, κηδόμενος καὶ πᾶσαν φροντίδα καὶ πρόνοιαν εἰσφερόμενος. μόνου γάρ ἐστιν ὡς ἀληθῶς τοῦ θεοῦ τὸ κήδεσθαι καὶ φροντίζειν ἁπάντων, οὕτως εἰπόντος τοῦ μεγάλου Δαβὶδ Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, κύριος 232 φροντιεῖ μου. εἰ δὲ τὸ λειπόμενον ἄνευ διανοίας ἐν ψόφῳ διακένων ῥημάτων διακεκρότηται, μηδεὶς αἰτιάσθω, ὁρῶν αὐτὸν ἐν τοῖς πλείοσι πάσης ἔμφρονος διανοίας ἄτονόν τε καὶ ἀπαίδευτον· τί γὰρ νοῶν φησιν εἰς προσαγωγὴν τῶν εὐνουστέρων καὶ φυλακὴν τῶν πιστοτέρων, οὔτ' ἂν αὐτὸς εἴποι οὔτε οἱ τὰ ἐκείνου ἀνοήτως θαυμάζοντες.